In Hippocratis De officina medici

Galen

Galen, In Hippocratis De officina medici

Αὐγῆς μὲν οὖν δύο εἴδεα, τὸ μὲν κοινὸν, τὸ δὲ τεχνητόν.
678
τὸ μὲν οὖν κοινὸν οὐκ ἐφ’ ἡμῖν, τὸ δὲ τεχνητὸν καὶ ἐφ’ ἡμῖν.

Καὶ περὶ τοῦ τῶν εἰδῶν ὀνόματος ἅπαξ ἀκούσας νῦν εἰς ἀεὶ μέμνησο. τοῖς γὰρ παλαιοῖς ἔθος ἐστὶ καὶ διαφορὰς καὶ εἴδη καὶ τρόπους ὀνομάζειν τὰ κατὰ τὴν τομὴν τῶν γενικωτέρων πραγμάτων ὑποπίπτοντα. καὶ νῦν οὖν οὕτως εἶπεν ὁ Ἱπποκράτης αὐγῆς εἶναι δύο εἴδη, ὡς εἰ καὶ διαφορὰς καὶ τρόπους εἰρήκει δύο. τὸ μὲν οὖν κοινόν ἐστιν, ᾧ πάντες ἄνθρωποι χρώμεθα, μάλιστα μὲν ἐν ὑπαίθρῳ, δεύτερον δὲ ἐν οἴκοις μεγάλοις θύρας μεγάλας φωτὸς πλήρεις ἔχουσιν, οἷοι καὶ νῦν κατὰ πολλὰς τῶν πόλεων δίδονται ἰωμένοις τοῖς ἰατροῖς, οὓς παρωνύμως αὐτῶν ἰατρεῖα προσαγορεύουσι. τὸ δὲ τεχνητὸν φῶς μάλιστα μὲν καὶ τοῦτο γίγνεται, λύχνους ἁψάντων ἢ δᾷδας ἢ λαμπάδας ἤ τι τοιοῦτον. κατὰ δὲ δεύτερον λόγον ἀνοιξάντων θυρίδας ἢ ὅλας ἢ ἐκ μέρους ἢ τὰς μὲν κλεισάντων, τὰς δὲ ἀνοιξάντων. καὶ περὶ θυρῶν ὁ αὐτὸς λόγος.

679
Ὧν ἑκατέρου δισσαὶ χρήσιες, ἢ πρὸς αὐγὴν, ἢ ὑπ’ αὐγήν.

Ἑκατέρου τῶν τῆς αὐγῆς εἰδῶν, τοῦ τε κοινοῦ καὶ τοῦ τεχνικοῦ, δύο φησὶν εἶναι χρήσεις, ἢ πρὸς αὐγὴν ἢ ὑπ’ αὐγήν· πρὸς αὐγὴν μὲν καλῶν, ὅταν πρὸς ταύτην ἐστραμμένον ᾖ τὸ χειριζόμενον ἢ κατανοούμενον· ὑπ’ αὐγὴν δὲ τὸ βραχὺ παρακεκλιμένον, ὥσπερ ἐπὶ τῶν ὑποχυμάτων καὶ ὅλως τῶν κατ’ ὀφθαλμοὺς διαθέσεων. οὔτε γὰρ διαγνῶναι δυνατόν ἐστὶν ἀκριβῶς τὰ κατ’ αὐτοὺς πάθη πρὸς τὴν αὐγὴν ἐστραμμένου τοῦ πάσχοντος οὔτ’ ἰάσασθαι. διὰ τοῦτ’ οὖν τὸ μὲν πρὸς αὐγὴν φευκτέον ἐστὶ, τὸ δὲ ὑπ’ αὐγὴν ἤτοι ἀπεστραμμένον τῇ αὐγῇ ἢ λοξὸν ἐσχηματισμένον εἶναι χρὴ τὸν χειρουργούμενόν τι τῶν κατὰ τοὺς ὀφθαλμούς. αὐτὸς δ’ ἄκουέ μου τοὺς ὄντως ὀφθαλμοὺς λέγοντος, οὐ τὰ βλέφαρα· κατὰ αὐτὰ γὰρ ἐνεργεῖν ἐγχωρεῖ καὶ πρὸς τὴν αὐγὴν ἐστραμμένου τοῦ ἀνθρώπου, καθάπερ ἐπὶ τῆς τῶν ὑδατίδων ἄρσεως ἢ διαβροχισμοῦ τριχῶν ἢ ἀναῤῥαφῆς ἢ

680
ὅλως ἐφ’ ὧν ὁ ἰατρὸς οὐ δεῖται τῶν βλεφάρων ἀνεῳγμένων. ἐὰν μὲν οὖν ὁ ὀφθαλμιῶν τύχῃ σφοδρῶς ἡλκωμένος ὁ θεραπευόμενος, τὸ καλούμενον ἔχων σταφύλωμα τελέως ἀπεστράφθαι προσήκει τὴν αὐγὴν αὐτὸν ἐν παντὶ χρόνῳ, πλὴν ἐν ᾧ φάρμακον ἐπιτίθησι τοῖς ὀφθαλμοῖς ὁ ἰατρός. ἐν ἐκείνοις γὰρ αὐτὸς ἄνευ αὐγῆς οὐκ ὄψεται τὸ πεπονθὸς, ὥσπερ οὐδὲ εἰ πτερύγιον ἐκτέμνειν ἐθελήσειεν ἢ ὑπόχυμα κατάγειν ἤ τι τοιοῦτον χειρουργεῖν. ἀλλὰ λοξὸν ὡς πρὸς τὴν αὐγὴν προσήκει τηνικαῦτα σχηματίζειν τὸν χειρουργούμενον, ὅπως μὴ ὑπὸ τῆς αὐγῆς ἡ κόρη πλήττοιτο, μήθ’ ὁ ἰατρὸς ἀποστεροῖτο τῆς τέχνης ἤγουν τῆς θέας ὧν θεραπεύει μορίων. ὀνομασθήσεται δὲ σαφῶς ὁ μὲν ἀπεστραμμένος τὴν αὐγὴν οὔτε πρὸς αὐγὴν οὔθ’ ὑπ’ αὐγὴν, ἀλλ’ ἀπὸ τῆς αὐγῆς μᾶλλον ἢ λοξὸς πρὸς αὐγήν. Ἱπποκράτει δ’ ἔδοξε βελτίων ἑρμηνεία τῆς ὑπ’ αὐγὴν ἢ ὑπ’ αὐγῆς εἶναι φωνῆς.

681
Ὑπ’ αὐγὴν μὲν οὖν ὀλίγη τε ἡ χρῆσις καὶ καταφανής τε ἡ μετριότης.

Ἐδείχθη πρόσθεν. οὐδὲν γὰρ τῶν ἄλλων μορίων πλὴν ὀφθαλμῶν δεῖται τῆς τοιαύτης χειρουργίας. ἐπεὶ δὲ, ὡς ἔφην, ἀπεστράφθαι τελέως τὴν αὐγὴν ἀδύνατόν ἐστιν ἐν ταῖς χειρουργίαις, ἐν τῷ μεταξὺ βούλεται τοῦ τ’ ἀπεστράφθαι καὶ τοῦ πρὸς αὐγὴν ἐστράφθαι σχηματίζειν τὸν ἄνθρωπον. οὐ μὴν ἴσον ἐπὶ πάντων τῶν παθῶν ἀπεστράφθαι προσήκει τὸν ἰατρὸν τῆς αὐγῆς, ἐφ’ ὅσον αὐτὸ τὸ πάθος ἀναγκάζει. οἱ μὲν γὰρ ἡλκωμένοι καὶ ὑπόπυοι καὶ σταφυλώματα ἔχοντες ἢ καὶ φλεγμονὴν μεγάλην ἢ ῥεῦμα δριμὺ καὶ πρὸς τῆς ὀλίγης αὐγῆς πλήττονται σφοδρῶς, ὡς ὀδυνᾶσθαί τε καὶ ῥευματίζεσθαι παραχρῆμα. τούτων δ’ ἧττον ὑπὸ τῆς αὐγῆς ἐνοχλεῖται παρακεντούμενός τις ἢ πτερύγιον ἢ ἐγκανθίδα χειριζόμενος. ἡ τοίνυν τῆς ἀποστροφῆς μετριότης, ἣν ἀπὸ τῆς αὐγῆς ἀπεστράφθαι προσήκει τὸν χειριζόμενον,

682
εὑρεθήσεταί σοι δύο τούτοις προσέχοντι σκοποῖς, τῷ τε σαφῶς ὁρᾷν τὸν ἰατρὸν, ὃ πράττει παρὰ τὸν ὀφθαλμὸν ἐν τῇ χειρουργίᾳ, τῷ τε μὴ σφοδρῶς ἀνιᾶσθαι τὸν χειριζόμενον, ἐπεὶ ἑκάτερος σκοπὸς ἐναντίον ὑπαγορεύει σχῆμα κατὰ τὸν ἐπικρατοῦντα ποιῶν τὴν αἵρεσιν. εἰ δέ σοι δόξειε μηδ’ ἕτερος ἐπικρατεῖν, τὸ μέσον αἱροῦ σχῆμα τῶν τε ἀκριβῶς ἐστραμμένων πρὸς τὴν αὐγὴν καὶ τῶν ὑπεστραμμένων αὐτήν. ἐγώ σοι τὴν ὁδὸν ἀφηγησάμην, ᾗ χρώμενος εὑρήσεις τὸ μέτριον τῆς ἐπιστροφῆς, Ἱπποκράτης δὲ εἶπεν, ἡγούμενος ἅπασαν καταφανῆ τὴν μετριότητα γενέσθαι ῥᾳδίως, εἰ βουληθεῖεν εὑρεῖν. οὐ γὰρ ἀπαιδεύτους ἀνθρώπους, ὡς ἡμεῖς νῦν, ἀλλ’ ἱκανῶς γεγυμνασμένους ἐν τοῖς μαθήμασιν ἐδίδαξεν, ὡς τὰ τοιαῦτα καὶ αὐτοὺς ἐπινοεῖν ἑτοίμως ἐξ ἀκολουθίας τοῖς τῶν προδεδειγμένων.

683
Τὰ δὲ πρὸς αὐγὴν ἐκ τῶν παρεουσέων, ἐκ τῶν ξυμφερουσέων αὐγέων πρὸς τὴν λαμπρότητα τρέπειν τὸν χειριζόμενον.

Ὅσον μὲν ἐπὶ τὸ δεῖν ἐναργέστατα βλέπειν τὸν ἰατρὸν, ὅσα πράττει κατὰ τὴν χειρουργίαν, ἐν τῷ τοῦ κάμνοντος σώματι, τὴν λαμπροτάτην αὐγὴν αἱρεῖσθαι χρὴ, κατὰ πάντα τὰ μόρια, πλὴν ὀφθαλμῶν. ἡ λαμπροτάτη δέ ἐστι τῶν αὐγῶν ἐν ὑπαίθρῳ χωρίῳ τοῦ ἡλίου καταλάμποντος αὐτὸν, μηδενὸς ἐπισκοτοῦντος. ἀλλ’ ἐνίοτε μὲν οὐδέν ἐστι τοιοῦτον ἐν τῇ τοῦ χειριζομένου καταγωγῇ. πολλάκις δέ ἐστι μὲν, ἀλλ’ οὐ συμφέρει εἰσάγειν εἰς αὐτὸ χειμῶνος μὲν διὰ κρύος, ἐν θέρει δὲ διὰ θάλπος· ἑκατέρου γὰρ αὐτῶν ἐστιν ἰδία βλάβη, καὶ πρὸς τούτοις ἔτι φυλάττεσθαι χρὴ τοὺς ἀνέμους, ὥστε διὰ τούτους οὐ μόνον αὐτὸν καλὸν ἀέρα φεύγομεν πολλάκις, ἀλλὰ καὶ τὸν πλησίον θύρας καὶ θυρίδος ἄνεμον εἰσπνέοντα σφοδρῶς ἄγειν τὸν ἐνεργούμενον. ἐπ’ 

684
ἐκείνων δὲ μάλιστα φεύγομεν ἄνεμον, ἐφ’ ὧν εὐλαβούμεθα παθεῖν τι τὸ νευρῶδες γένος, ὥσπερ γε πάλιν ἥλιον ἐπὶ τῶν σηπομένων, ὡς πρὸς αἱμοῤῥαγίαν ἐπιτηδείως ἐχόντων. καλῶς οὖν προσέθηκε τῶν παρεουσέων, τῶν συμφερουσέων, οὐ γὰρ ἁπλῶς ἐκ τῶν παρουσῶν αὐτῶν αἱρεῖσθαι χρὴ τὴν λαμπρότητα, ἀλλὰ καὶ προσεπιβλέπειν, εἰ καὶ τῶν συμφερουσῶν αὐγῶν ἐστιν ἡ λαμπροτάτη.

Πλὴν ὁκόσα ἢ λαθεῖν δεῖ ἢ ὁρῇν αἰσχρόν.

Οὐ σαφῆ τῇ λέξει τὴν ἑαυτοῦ διάνοιαν ἡρμήνευσεν ὁ τεχνικὸς, ἀλλ’ ὥστε δόξαι, μὴ δεῖν πρὸς αὐγὴν τρέπειν τὰ χειριζόμενα μόρια τῶν καμνόντων, ὅσα λαθεῖν προσῆκεν ἢ ὁρᾷν αἰσχρόν. ὁ δὲ οὐ τοῦτο βούλεται, ἐφεξῆς οὖν φησιν.

685
Οὑτωσὶ δὲ τὸ μὲν χειριζόμενον ἐναντίον τῇ αὐγῇ, τὸν δὲ χειρίζοντα ἐναντίον τῷ χειριζομένῳ πλὴν ὥστε μὴ ἐπισκοτάζειν.

Ἐχρῆν γὰρ ὡδί πως ἑρμηνεύεσθαι τὴν ὅλην διάνοιαν ὑπ’ αὐτοῦ. τὰ δὲ πρὸς αὐγὴν ἐκ τῶν παρεούσων, ἐκ τῶν συμφερουσῶν αὐγέων πρὸς τὴν λαμπρότητα τρέπειν τὸ χειριζόμενον. οὐ μὴν ἂν καθαράν γε καὶ ἀνεπισκότητον φυλάττειν χρὴ τὴν αὐγὴν, ἀλλ’ ἐν οἷς λαθεῖν ἂν ἢ ὁρᾷν αἰσχρὸν ἑαυτὸν οὕτως σχηματίζειν, ὡς τοὺς μὲν ὅλως πάντας ἀφαιρεῖσθαι τῆς θέας τῶν χειριζομένων μορίων, ἑαυτῷ δὲ κατὰ μηδὲν ἐπισκοτεῖν. ἡ μὲν δὴ διάνοια τῆς ὅλης ῥήσεώς ἐστι τοιαύτη. τάχα δέ τις ἀκοῦσαι ποθεῖ σαφῶς τὴν ἀπόθεσιν, ἣν βούλεται λαβεῖν ὁ ἰατρὸς τοὺς περιεστῶτας. ἴσως μὲν οὖν ἐνίων χειρουργιῶν τὸ ἀκριβὲς, οὐδὲ διδάξαι βουλήσεταί ποτε τῶν παρόντων τινὰς οὐκ ἀξίους

686
ὄντας αὐτὸ μαθεῖν. οὐ μὴν ἀλλὰ τούς γε τῶν χειριζομένων οἰκείους, ἐνίοτε βουλομένους μὴ τέμνειν, ὅσα περ τέμνει σώματα, δεόμενα δηλονότι τῆς τοιαύτης χειρουργίας. ἀνιῶνται γὰρ ἅμα καὶ ἀγανακτοῦσι πρὸς τὸν ἰατρὸν, ὡς δήμιον. ἀλλὰ καὶ ὄρχιν σεσηπότα πολλάκις ἀναγκαῖον ἐγένετο τελέως ἐκκόψαι καὶ νεῦρον διαταμεῖν ὅλον ἐγκάρσιον, ἕνεκα τοῦ μὴ σπασθῆναι τὸν ἄνθρωπον. ἔνιοι δὲ τῶν ἰδιωτῶν οὐδὲ πύου πάθος ὑπομένουσι θεάσασθαι, τινὲς δὲ ἐπιτρέπουσιν ὅλως ἀνοῖξαι σῶμα πύου χωρίου, ἐφ’ ὧν ὁ ἰατρὸς τῶν οὐ καταμανθάνων οἷς τὸν πεπονθότα τόπον ἔτεμνεν ἀφθόνως καὶ πᾶν ἐξέκρινε τὸ πῦον· ἀλλὰ διὰ δειλίαν τῶν καμνόντων ἐνίοτε τοῦθ’ ἡμῖν πράττεται. εἰσὶ γάρ τινες οὕτω δειλοὶ πρὸς τὰς χειρουργίας, ὡς λειποψυχεῖν πρὶν τμηθῆναι διὰ τὴν τῆς ὀδύνης προσδοκίαν. ἐπὶ τούτων ἀξιοπίστως χρὴ περὶ μὲν τῆς χειρουργίας λέγειν αὔριον σκέψασθαι, κατὰ δὲ τὸ παρὸν ἐᾷν. νῦν δὲ καταντλεῖν ὕδατι ἢ πυριᾷν σπόγγοις, ὡς παρασκευάζοντα τὸ μόριον εἰς ἐπίθεσιν καταπλάσματος ἢ φαρμάκου, κἀν τούτῳ μὴ προσδοκῶντα
687
τὸν δειλὸν ἄνθρωπον τέμνειν. ἐν μὲν δὴ τοῖς τοιούτοις ὁ μὲν ἰατρὸς ἐπισκοπήσει θεάσασθαι τοῖς παροῦσιν ἕνεκα τοῦ λαθεῖν. ἐν ἄλλοις δὲ διὰ τὴν αἰδὼ τοῦ κάμνοντος, ἐπειδὴ περὶ πολλοῦ ποιῆται μὴ βλέπεσθαι τοῖς πολλοῖς ἣν ἔχει διάθεσιν ἤτοι κατὰ ἕδραν ἢ ἐν τοῖς αἰδοίοις. ταῦτα γάρ ἐστιν ἃ βούλονται οἱ πάσχοντες λανθάνειν· ἐν εἴδει δὲ τῶν γυναικῶν καὶ κατὰ τὰς πυγὰς καὶ τὸ στῆθος, τισὶ δὲ καὶ κατὰ τὴν γαστέρα καὶ πολὺ δὴ μᾶλλον ἔτι κατὰ τὸ καλούμενον ἐφήβαιον. ἐγκαλῶν δέ τις ἐνταῦθα αὐτὸν Ἱπποκράτην γελοίως αὐτὸν ἔφη τοῦτο γεγραφέναι. τοῖς γὰρ αἱρουμένοις μὴ ὀφθῆναι τὰ τοιαῦτα μόρια χειριζόμενα, πάρεστιν ἐκβαλλόμενον τοῦ οἴκου τοὺς ἔνδον ὄντας ἅπαντας ἐπιστρέψαι μόνῳ τῷ ἰατρῷ τὸ ἔργον ἢ καί τινος ἑνὸς ἢ δυοῖν τῶν οἰκειοτάτων παρόντων. ἀλλὰ ταῦτα λέγων οὐ πεπείραται πολλῶν αἰδουμένων, ὥσπερ ὀφθῆναι τοῖς παροῦσι τὰς διαθέσεις αὐτῶν, οὕτω καὶ κωλῦσαι τῆς θέας ἐνίους καὶ χωρίζεσθαι σκευάσαι. πολλάκις δὲ κἂν κελεύωσι χωρίζεσθαί τινας φιλονεικοῦντες ἢ περιεργαζόμενοι καὶ πολυπραγμονοῦντες
688
ἐπίστασθαι τὰ τοῦ κάμνοντος ἔνιοι τῶν οἰκείων ἢ φίλων ἀναιδῶς παραμένουσιν. ἐν τοῖς τοιούτοις οὖν καιροῖς χαρίζεσθαι χρὴ τῷ κάμνοντι τὸν ἰατρὸν ἄλυπον χάριν ὑποσχέσθαι τε κατὰ μόνας αὐτὸν καὶ μηδενὸς ἀκούσαντος, οὕτω ποιήσασθαι τὴν χειρουργίαν, ὡς λαθεῖν τοὺς πολλούς. δύναται γὰρ, ὡς ἔφην, ἐν τῷ καταντλεῖν ὕδωρ ἢ διὰ σπόγγων πυριᾷν, ὡς μηδέπω μέλλων ἐνεργεῖν, ἐξαίφνης ἀνύσαι τὸ ἔργον, ἀλλ’ ἔτι πραττόντων τῶν πολυπραγμονούντων θεάσασθαι. τὰ μὲν δὴ τοιαῦτα τῶν ἀμφισβητημάτων ἔξωθέν ἐστι τῶν τῆς ἰατρικῆς θεωρημάτων. ἡμεῖς δὲ ἐξ ἀκολουθίας ἢ καὶ διὰ τὴν ἀντιλογίαν τῶν ἐπηρεαζόντων, ἀναγκαζόμεθα μνημονεύειν αὐτῶν. ἐπὶ δὲ τὰ συνεχῆ τοῖς προειρημένοις ἤδη μετιέναι καιρός.