In Hippocratis De officina medici

Galen

Galen, In Hippocratis De officina medici

Ἃ καὶ ἰδεῖν καὶ θιγεῖν καὶ ἀκοῦσαί ἐστι.

Τὸ διαγνωστικὸν τῶν παθῶν μέρος τῆς τέχνης πάντων πρῶτον ἀσκεῖν ἀξιώσας, ἐκ τῶν ὁμοίως τε καὶ ἀνομοίως ἐχόντων κατὰ τὸ σῶμα τοῦ κάμνοντος, ὡς πρὸς τοὺς ὑγιαίνοντας· καὶ ὡς τὰ μέν ἐστι καὶ μέγιστα καὶ ῥᾷστα, τὰ δὲ σὺν αὐτοῖς ἐξ ἀνάγκης γιγνώσκεται. νῦν ἤδη τίνα ταῦτά ἐστι, καθάπερ ἔφην, διδάσκει λέγων, ἃ καὶ ἰδεῖν καὶ θιγεῖν καὶ ἀκοῦσαί ἐστι· ἰδεῖν μὲν δηλονότι τὰ ὁρατὰ, θιγεῖν δὲ τῶν ἁπτῶν, ἀκοῦσαι δὲ τῶν ἀκουστῶν. τὸ μὲν οὖν κατὰ τὸ πρόσωπον ἐν ἀρχῇ τοῦ προγνωστικοῦ γεγραμμένον ἐστὶν ἰδεῖν, ῥῖνα μὲν ὀξεῖαν, ὀφθαλμοὺς κοίλους καὶ κροτάφους συμπεπτωκότας· θιγεῖν δὲ τῶν ὤτων ψυχρῶν, ἰδεῖν δὲ ἅμα καὶ θιγεῖν τοῦ κατὰ πρόσωπον δέρματος· σκληροῦ γὰρ καὶ καρφαλέου καὶ περιτεταμένου· ἀκοῦσαι δὲ τῶν ἐν τοῖς ἐφεξῆς τοῦ βιβλίου εἰρημένων, πταρμοῦ καὶ βηχὸς καὶ φύσης καὶ ψόφου ἢ φθεγγομένου τε καὶ παρὰ 

649
φύσιν τοῦ κάμνοντος ἤτοι κατὰ παραφροσύνην ἢ κλαγγώδη ἢ βραγχώδη ἢ τοιοῦτόν τι πάθος ἐχούσης τῆς φωνῆς. ἐν δὲ τοῖς κατὰ χειρουργίαν ἰδεῖν μέν ἐστι τὰ μελαινόμενα, τὰ ἐρυθραινόμενα, τὰ καθ’ ὁντιναοῦν τρόπον ἐξαλλάττοντα τὴν κατὰ φύσιν χροιὰν ἢ φυλάττοντα· καὶ πρὸς τούτοις ἔτι, καθάπερ ἐπὶ τοῦ κατ’ ὦμον ἄρθρου, κοιλότητα μὲν ἐπωμίδος, ἀκρωμίου δὲ ἀνάτασιν ἰδεῖν ἐστι· θιγεῖν δὲ τῆς ἐν μασχάλῃ κεφαλῆς, ἀκοῦσαι δὲ τῶν γιγνομένων ψόφων ἐν τῷ κάμνοντος σώματι, καθάπερ ἐπὶ θώρακος συντετρημένου, πνεύματος ἐκφυσωμένου πρὸς τὸ τραῦμα.

Ἃ καὶ τῇ ὄψει καὶ τῇ ἁφῇ καὶ τῇ ἀκοῇ καὶ τῇ ῥινὶ καὶ τῇ γλώσσῃ καὶ τῇ γνώμῃ ἐστὶν αἰσθέσθαι.

Τῶν αἰσθήσεων ἁπάσαις τὴν γνώμην ἐφεξῆς ἔταξεν, ὅπερ ἐστὶ τὴν διάνοιαν, ἥν τε καὶ νοῦν καὶ φρένα καὶ λόγον κοινῶς οἱ ἄνθρωποι καλοῦσιν. ἐπεὶ δὲ καὶ τῶν κατὰ

650
φωνὴν ἐστί τις λόγος, ἀφορίζοντες οὖν τοῦτον τὸν προειρημένον λόγον οἱ φιλόσοφοι καλοῦσιν ἐνδιάθετον, ᾧ λόγῳ τά τε ἀκόλουθα καὶ τὰ μαχόμενα γιγνωσκομένοις ἐμπεριέχεται καὶ διαίρεσις καὶ σύνθεσις καὶ ἀνάλυσις καὶ ἀπόδειξις, ὅσα τ’ ἄλλα τοιαῦτα. διὰ τί δὲ τῶν ῥινῶν καὶ τῆς γλώττης αἰσθήσεων ἰδίᾳ πρότερον οὐ μνημονεύσας ἐν τῷ φάναι, ἃ καὶ ἰδεῖν καὶ θιγεῖν καὶ ἀκοῦσαί ἐστιν, ἑξῆς τῶν πέντε μετὰ τῆς γνώμης ἐμνημόνευσεν, εἰκότως ἐζήτηται. καὶ δὴ καὶ λέλεκται πολλοῖς τὰ μὲν ἀπίθανα καὶ ἀνάξια μνήμης, τὰ δὲ πιθανὰ καὶ μνήμης ἄξια, τὴν ἀρχὴν ποιησαμένοις ἐνθένδε. τὸν Ἱπποκράτην φασὶ κελεύειν ἡμᾶς τὰς διαγνώσεις ποιεῖσθαι τῶν παθῶν ἐξ ὁμοιότητός τε καὶ ἀνομοιότητος τῶν αἰσθητῶν. αἰσθητὰ δὲ κυρίως λέγεται τὰ μὴ δεόμενα δυνάμεως ἑτέρας εἰς διάγνωσιν, ἀλλ’ ἀρκούμενα μόνῃ τῇ διὰ τῆς αἰσθήσεως γνώσει· οὐ κυρίως δὲ ὅμως λέγεσθαι καὶ αὐτὰ κατὰ τὴν αὐτὴν προσηγορίαν αἰσθητὰ τὰ διὰ πλειόνων αἰσθήσεων ἅμα μνήμῃ τε καὶ τῷ καλουμένῳ συνθέτῳ τε
651
ἅμα καὶ κεφαλαίῳ τῷ λόγῳ τὴν διάγνωσιν ἔχοντα. τὸ μὲν οὖν χρῶμα τῶν κυρίων λεγομένων αἰσθητῶν εἶναι, καθάπερ τὸν χυλὸν καὶ τὸν ἀτμὸν καὶ τὴν φωνὴν, ὡσαύτως δὲ σκληρότητα καὶ μαλακότητα καὶ θερμότητά τε καὶ ψυχρότητα καὶ συνελόντι φάναι, τὰς ἁπτὰς ἁπάσας ποιότητας· οὔτε δὲ μῆλον οὔτε ῥοιὰν οὔτε ἄπιον οὔτε ἄλλην οὐσίαν φασὶν ὅλην αἰσθήσει γνωστὴν ὑπάρχειν, ἀλλ’ ὡς ὁ Πλάτων ἔλεγε δόξῃ μετ’ αἰσθήσεως ἀλόγου, δόξαστα δὲ τὰ πάντα εἶναι καὶ διὰ τοῦτό γέ που σφάλλεσθαι πολλάκις ἐν ταῖς διαγνώσεσιν αὐτῶν ἐνίους, ὅταν ἤτοι χρῶμα μόνον ἢ σχῆμα ἢ ἄμφω ταῦτα θεάσηταί τις παραπλήσια τῷ πρόσθεν ὠφελοῦντι. καὶ γὰρ μῆλα καὶ ῥοιὰς καὶ ἄπια καὶ σταφυλὰς καὶ κάρυα καὶ ἄλλα πολλὰ φαίνεσθαι σιτίων πεπλασμένων ἐκ κηροῦ, πρὶν ὀσμήσασθαί τε καὶ γεύσασθαι καὶ ἅψασθαι τοῖς ἀληθινοῖς ἀπαράλλακτα· πάσαις δ’ ἄν τινα ταῖς αἰσθήσεσιν ὑπερβάλλοντα, τὴν χρῆσιν αὐτῶν μὴ δύνασθαι σφαλῆναι. τὸ δὲ πάσαις ὑπερβάλλειν οὐκ ἄνευ μνήμης καὶ συναριθμήσεως καὶ ταύτην οὔτε αἰσθήσεως οὔτε μνήμης,
652
ἀλλὰ τῆς γνώμης ἔργον εἶναι, τουτέστι τῆς διανοίας. ὀνομάζουσι δὲ τὴν συναρίθμησιν οὐχ οὕτως μόνον, ἀλλὰ καὶ συγκεφαλαίωσιν. ὅτε μὲν οὖν εἶπεν Ἱπποκράτης, ἃ καὶ ἰδεῖν καὶ θιγεῖν καὶ ἀκοῦσαί ἐστιν, ὡς ἐν παραδείγματος μοίρᾳ μνημονεῦσαί φασι τῶν αἰσθητῶν αὐτῶν· ὁπότε δὲ ἀποχωρήσας τῶν ἁπλῶς τε καὶ κυρίως αἰσθητῶν ἐπὶ τὰς ὅλας οὐσίας μετέβη προσηκόντως αὐτὸν ἐνταῦθα, τῶν δὲ αἰσθήσεων ἁπασῶν καὶ σὺν αὐταῖς γνώμης μνημονεῦσαι ὡς εἶναι τὸν ὅλον λόγον τοιοῦτον ἄρχεσθαι. προσήκει τὸν ἰατρὸν τῆς τῶν παθῶν διαγνώσεως, ἀπὸ τῆς τοῦ ὁμοίου τε καὶ ἀνομοίου θεωρίας, ἐνίοτε μὲν ἐπὶ μόνων τῶν ἁπλῶν ποιοτήτων ποιούμενον τὴν παραβολὴν, ἐνίοτε δὲ ὅλων τῶν σωμάτων. ἔστι μὲν γὰρ ἥδε ἡ ἐξήγησις οὐκ ἄλογος, ἔστι δὲ καὶ ἑτέρα τις τοιάδε. τὸν Ἱπποκράτην φασὶν, ὁπότε μὲν εἶπεν ἃ καὶ ἰδεῖν καὶ θιγεῖν καὶ ἀκοῦσαί ἐστιν, ἐπὶ τοῦ ἰατροῦ πεποιῆσθαι τὸν λόγον, ὁπότε δὲ ἐφεξῆς τῶνδέ φησιν, ἃ καὶ τῇ ὄψει καὶ τῇ ἀκοῇ καὶ τῇ ἁφῇ καὶ τῇ ῥινὶ καὶ τῇ γλώσσῃ καὶ τῇ γνώμῃ ἐστὶν αἰθέσθαι, ἐπὶ τοῦ κάμνοντος
653
αὐτοῦ γεγονέναι τὸν λόγον, ἵνα μὴ μόνον ἐξ ὧν αὐτὸς ὁ ἰατρὸς, ἀλλὰ καὶ ἐξ ὧν ὁ κάμνων ὁρᾷ καὶ ἅπτεται καὶ ἀκούει καὶ ὀσφραίνεται καὶ γεύεται καὶ τῇ γνώμῃ διάκειται, κατανοῶν ἢ παρανοῶν ἡ διάγνωσις γένηται. τὸ γὰρ ἐκ τῆς γνώμης τοῦ κάμνοντος ὠφελεῖσθαί τι τὸν ἰατρὸν, ἐκ τοῦ παρανοεῖν αὐτὸν ἢ κατανοεῖν γιγνώσκεται. τινὲς δὲ τὸ μὲν ἃ καὶ τῇ ὄψει καὶ τῇ ἁφῇ καὶ τῇ ἀκοῇ καὶ τῇ ῥινὶ καὶ τῇ γλώσσῃ λελέχθαι φασὶν ἐπὶ τοῦ κάμνοντος αὐτοῦ· τὸ δὲ καὶ τῇ γνώμῃ περὶ τοῦ ἰατροῦ· τὴν γὰρ τούτου γνώμην, ἐξ ὧν ὁ κάμνων ὁρᾷ καὶ ἀκούει καὶ ἅπτεται καὶ ὀσμᾶται καὶ γεύεται. συλλογίζεσθαί τε καὶ ἰατρὸν ἐξ αὐτοῦ γεύσεως τεκμήρασθαι περὶ τοῦ κάμνοντος, ὥσπερ ἐκ τῆς νόσου· ἐὰν μὲν γὰρ ἅπαντα αὐτῷ φαίνηται γευομένῳ πικρὰ, καθάπερ τοῖς ἰκτεριῶσι, χολῆς ἐμπεπλῆσθαι τὴν γλῶτταν· ἐὰν δὲ ἁλυκὰ, φλέγματος ἁλυκοῦ· ἐὰν δὲ ὀξέα, αὐτοῦ ὀξέος· οὕτω δὲ καὶ τοῦ ἰδίου ἱδρῶτος ἐνίοτε παραῤῥυέντος εἰς τὸ στόμα, τῆς ποιότητος αἰσθέσθαι φασὶ τὸν κάμνοντα. τοῖς τοῦτον τὸν τρόπον ἐξηγουμένοις ἐναντιοῦσθαι δοκεῖ τὸ παραλελεῖφθαι τὴν ὄσφρησιν τοῦ ἰατροῦ, καίτοι χρωμένου αὐτοῦ πρὸς 
654
πολλά. καὶ γὰρ ἐπὶ διαχωρημάτων καὶ οὔρων καὶ πτυέλων, ἑλκῶν τε καὶ αὐτῆς τῆς τοῦ κάμνοντος εἰσπνοῆς χρῆται τῇ τῆς ὀσφρήσεως αἰσθήσει κατὰ τὴν σημείωσιν· ἐγχωρεῖ δὲ ταύτην παραλελεῖφθαι φάναι ὑπὸ τοῦ βιβλιογράφου, καθάπερ καὶ ἄλλα πολλὰ ἐν πολλοῖς βιβλίοις Ἱπποκράτους τε καὶ ἄλλων εὑρισκόμενα, τὰ μὲν ἡμαρτημένα φανερῶς, τὰ δὲ παραλελειμμένα. καὶ μὴν καὶ τοιαύτην ἐξήγησιν ἔγραψάν τινες. οὐ τὸ αὐτὸ σημαίνεσθαί φασιν ἐκ τοῦ φάναι καὶ ἰδεῖν καὶ θιγεῖν καὶ ἀκοῦσαί ἐστι, τῷ καὶ τῇ ὄψει καὶ τῇ ἀκοῇ καὶ τῇ ἁφῇ ἐστιν αἰσθάνεσθαι. ἰδεῖν μὲν γάρ ἐστι ναὶ θιγεῖν καὶ ἀκούειν μὴ καταληπτικῶς, αἰσθάνεσθαι δὲ οὐκέτι μὴ καταληπτικῶς. ἔστι δὲ ἡ τοιαύτη τῆς αἰσθήσεως ἐξήγησις τοῦ Σεμίου τοῦ Στωϊκοῦ, διὸ καὶ τοῦ Κοΐντου μαθητὴς Ἰφικιανὸς, αὐτὴν προσήκατο τὴν Στωϊκὴν ἀσπαζόμενος φιλοσοφίαν, ἀλλ’ ὃ λέγουσίν ἐστι τοιοῦτον. τὸ μὲν ἕτερον μέρος τῆς ῥήσεως περὶ τοῦ γένους μόνου διδάσκει τῶν πραγμάτων, ἐξ ὧν αἱ σημειώσεις ἡμῶν γίνονται. τὸ δὲ δεύτερον περὶ τοῦ κατ’ αὐτὸ διηκριβωμένου τε καὶ πιστοῦ,
655
ὡς εἰ καὶ οὕτως ἐγέγραπτο, προσῆκε ποιεῖσθαι τὰς διαγνώσεις ἀπὸ τῶν ὁμοίων τε καὶ ἀνομοίων τοῖς κατὰ φύσιν ἐν τῷ τοῦ κάμνοντος σώματι φαινομένων. ταῦτα δὲ καὶ τὰ αἰσθητὰ καὶ τούτων αὐτῶν οὐχ ὅσα παρεῖδεν ἢ παρήκουσεν ἢ ὅλως παρῄσθετο κατά τινα τῶν αἰσθήσεων, ἀλλ’ ἃ καλῶς καὶ καταληπτικῶς τῶν αἰσθήσεων ᾔσθετο ἑκάστῃ καὶ τῇ γνώμῃ. συγκεχρῆσθαι γάρ φησι τῇ τοῦ αἰσθέσθαι φωνῇ τὸν Ἱπποκράτην κατὰ τῆς γνώμης. καὶ τοίνυν ἐν τῷ πρώτῳ μέρει τῆς ῥήσεως ἑνὸς ἢ καὶ δυοῖν ἔτυχε μνημονεύσας, ὅλον γὰρ τὸ γένος αὐτῶν ἐκ παραδείγματος ἐνεδείξατο. κατὰ δὲ τὸ δεύτερον μέρος τῆς ῥήσεως, ἁπασῶν ἐμνημόνευσε μετὰ τῆς γνώμης, ἀσφαλῆ καὶ βέβαιον τὴν ἀπόφασιν ποιούμενος, ἐπειδὴ πάσαις ὑπάρχει κοινὸν, τὸ καταληπτικῶς τῶν ὑποκειμένων ἀπομάσσεσθαι τὰς ἰδέας. ἐπεὶ δὲ ὅπερ ὑπεσχόμην, ἔπραξα, διῆλθόν τε ὅσα πιθανῶς εἴρηταί τισιν εἰς τὸ μὴ δοκεῖν τὸν Ἱπποκράτην πολλάκις εἰρηκέναι περὶ τῶν αὐτῶν, ἐμοὶ μὲν ἤδη καιρὸς ἐπὶ τὰ συνεχῆ μετέρχεσθαι, σοὶ
656
δὲ τὴν δόξαν τῶν εἰρημένων ἀρίστην σκεψαμένῳ ἀρήγειν. μέμνηται δὲ καὶ περὶ τοῦ τῆς γνώμης ὀνόματος εἰπὼν ὡς ἐπὶ τῶν παλαιῶν ἐν ἴσῳ ἐστὶ τῷ διανοίας, εἴτε καὶ ἐννοήσεως ἐλέγετο. πολλῶν οὖν ὄντων εἰς τοῦτο μαρτυριῶν ὀλίγα παραθήσομαι. Κριτίας μὲν ἐν τῷ πρώτῳ ἀφορισμῷ τάδε γράφει· μήτε ἃ τῷ ἄλλῳ σώματι αἰσθάνεται μηδὲ ἃ τῇ γνώμῃ γιγνώσκει. καὶ πάλιν γιγνώσκουσιν οἱ ἄνθρωποι, εἴ τις μὲν ὑγιαίνει τῇ γνώμῃ καὶ ἐν ὁμιλιῶν προτέρῳ· εἰ δ’ αὐτὸς ἀσκήσειας, ὅπως γνώμῃ ᾖ ἱκανὸς, ἥκιστα ἂν οὕτως ὑπ’ αὐτοῦ ἂν ἀδικηθείης καὶ πολλάκις ἐν τῷ αὐτῷ καὶ ἐν τῷ δευτέρῳ τῶν ὁμιλιῶν ἀντιδιαιρῶν ταῖς αἰσθήσεσι τὴν γνώμην, πολλάκις εἴρηκεν, ὥσπερ καὶ ὁ Ἀντιφῶν ἐν τῷ πρώτῳ περὶ τῆς ἀληθείας ἐν τῷ λόγῳ ταῦτα δὲ γνοὺς, εἰς ἕν τε οὐδὲν αὐτῷ οὐτέων ὄψει ὁρᾷ μακρότητα, οὐτέην γνώμῃ γιγνώσκει, ὁ μακρότητα γιγνώσκων. καὶ πᾶσι γὰρ ἀνθρώποις ἡ γνώμη τοῦ σώματος ἡγεῖται καὶ εἰς ὑγείαν καὶ νόσον καὶ τὰ ἄλλα πάντα. καὶ ὡς ὁ Πλάτων πρὸς πρῶτον ἐν ἄλλοις τε καὶ κατὰ τὸ ε΄ τῆς πολιτείας. οὐκοῦν
657
τούτου μὲν τὴν διάνοιαν, ὡς γιγνώσκοντος, γνώμην ἂν ὀρθῶς φαμὲν εἷναι, τοῦ δὲ δόξαντος, δόξαν. καὶ Λυσίας κατὰ Πολιούχου· ἐκεῖνος γὰρ ὅσα τῇ ἑαυτοῦ γνώμῃ χρώμενος ὑπὲρ τοῦ ἡμετέρου πλήθους ἔπραξε, πανταχοῦ φανήσεται πολλῶν μὲν καὶ ἀγαθῶν αἴτιος τῇ πόλει γινόμενος, πλεῖστα δὲ καὶ ἄχρηστα τοὺς πολεμίους ἐργασάμενος. καὶ Αἰσχίνης δὲ κατὰ τούσδε ὁ Σωκρατικὸς ἐν τῷ Μιλτιάδῃ κατὰ τὸ αὐτὸ σημαινόμενον κέχρηται τῷ ὀνόματι καὶ Ὑπερίδης ἐν τῷ κατ’ αὐτὸ Διοκλέους καὶ ἄλλοι ῥήτορές τε καὶ ἰατροὶ καὶ ποιηταί. περιττὸν δὲ πάντων μνημονεύειν.

Ἃ καὶ οἷς γιγνωσκόμενα, πᾶσίν ἐστι γνῶναι.

Ζητεῖται κἀνταῦθα προσηκόντως τίνες ποτέ εἰσιν ἄλλαι δυνάμεις παρά τε τὴν αἴσθησιν καὶ τὴν γνώμην ὑπὸ τῆς φύσεως ἡμῖν δεδομέναι, διαγνωστικαὶ τῶν ἐκτὸς ὑποκειμένων· ὡς γὰρ οὐκ εἰρηκὼς ἁπάσας, οὕτως ἐπήνεγκε,

658
γιγνωσκόμενα πᾶσίν ἐστι γνῶναι. διὰ τί τοίνυν αὐτὸν οὕτως εἰπεῖν νομίζω καὶ δὴ φράσω, προειπών τι πρότερον ἀναγκαῖον εἰς τὰ μέλλοντα λεχθήσεσθαι, πολλοῖς ἤδη καὶ τῶν παλαιῶν εἰρημένον, οἷς ἀρέσκει μηδεμίαν εἶναι δόξαν, ἣν οἱ τὰς αἱρέσεις συνιστάμενοι φιλόσοφοι δοκοῦσιν εὑρηκέναι, πάντα δὲ τὰ εἰρημένα τῷ πρόσθεν χρόνῳ πολλάκις ἅμα τῇ τῶν ἄλλων γνώμῃ διέφθαρται. μὴ μέντοι δοκεῖ τὴν Πυῤῥωνείαν αἵρεσιν ἢ Ἀκαδημικὴν ἢ Στωϊκὴν ἢ Περιπατητικὴν ἤ τινα ἄλλην ὕστερον Ἱπποκράτους γεγονυῖαν, τῇ τῶν πραγμάτων αὐτῶν ἐξαπτόμενος δόξῃ. αὐτοὶ οὖν οἱ τοῦ Πύῤῥωνος εἰς παλαιοτάτους ἄνδρας ἀνάγουσι τὴν ἑαυτῶν προαίρεσιν. εἰκὸς οὖν καθ’ Ἱπποκράτην, μᾶλλον δὲ οὐκ εἰκὸς, ἀλλ’ ἀναγκαῖον ἀμφισβητεῖν ἀλλήλοις τοὺς τότε περὶ τῶν φυσικῶν κριτηρίων, τοὺς μὲν μηδὲν εἶναι λέγοντας τοιοῦτον, καθάπερ ὕστερον οἱ Πυῤῥώνειοι, τοὺς δὲ τὴν αἴσθησιν μόνην. ἐνίους δὲ ταύτην μὲν ἀτιμᾶσθαι νομίζειν καὶ ἀληθὲς εἶναι τὸ περιφερόμενον δὴ τοῦτο, νοῦς ὁρῇ καὶ νοῦς ἀκούει, τὰ δ’ ἄλλα κωφὰ καὶ τυφλά. 
659
τινὰς δ’ ἀμφότερα φύσει κριτήρια τεθεῖσθαι τῶν μὲν αἰσθητῶν τὴν αἴσθησιν, τῶν δὲ νοητῶν τὸν νοῦν, τινὰς δὲ πρὸς ταύταις καὶ ἄλλας ψυχῆς ἡμῶν δυνάμεις εἶναι νομίζειν. ὅπως οὖν αὐτῶν ἐκφύγῃ τὴν ἐπήρειαν ὁ Ἱπποκράτης αὐτὸς μὲν ἐμνημόνευσε δυοῖν κατὰ γένος δυνάμεσιν αἰσθήσεώς τε καὶ διανοίας, ἃς ἴστε κἀμὲ διὰ παντὸς ἐπιδεικνύντα, μόνα ἡμᾶς ἔχειν κριτήρια τῆς γνώσεως. ἕνεκα δὲ τῶν σοφιστῶν τῷ λόγῳ προσέθηκεν, ἃ δ’ οἶς γιγνωσκόμενα πᾶσι δυνατόν ἐστι γνῶναι. τινὲς μὲν οἴονται τὸν μὲν νοῦν ἄλλης εἶναι φύσεως, τὴν δὲ διάνοιαν ἄλλης, τὸν δὲ ἐνδιάθετον ὀνομαζόμενον λόγον ἄλλης, καὶ τούτων δὲ πλείους ἄγουσι δυνάμεις. ἐμοὶ δὲ ἐν τοῖς τοῦ κοινοῦ λόγου βιβλίοις δέδεικται τρεῖς εἶναι τὰς πάσας ἐν ἡμῖν δυνάμεις, αἷς χρώμεθα πρός τε τὰς τῶν τεχνῶν συστάσεις καὶ τῶν βιβλίων αἴσθησίν τε καὶ νοῦν καὶ μνήμην, ἀλλὰ τὴν μὲν μνήμην ἀποτίθεσθαί τε καὶ φυλάττειν ἐν αὐτῇ τὰ γνωσθέντα δι’ αἰσθήσεως καὶ νοῦ ταμεῖόν τι τῶν εὑρημένων αὐτοῖς οὖσαν, οὐκ αὐτὴν εὑρίσκουσαν ἑκάστου πράγματος φύσιν. εἰς δὲ
660
τὴν τῶν ζητουμένων εὕρεσίν τε καὶ κρίσιν, αἴσθησίν τε καὶ νοῦν ἡμῖν ὑπάρχειν φύσει. ἀλλ’ ὅταν γε μὴν περὶ τούτων αὐτῶν ὁ λόγος ᾖ, συγχωρεῖ τις ἄλλην μὲν δύναμιν εἶναι τῆς νοήσεως, ὑπολαμβάνουσι δὲ τοῦ λόγου καὶ νῦν πάλιν ἄλλην, εἰ βούλονται, τοῦ νοῦ καὶ τῆς διανοίας ἀρκοῦσαν τούτῳ πρὸς αὐτοὺς, ὡς ἐναργῶς ἅπαντες ἄνθρωποι διαγιγνώσκουσι καὶ μῆλον καὶ μέσπιλον καὶ σταφυλὴν καὶ ἄλλα σώματα ὀσπρίων, εἴτε διὰ μιᾶς δυνάμεως ψυχικῆς, εἴτε διὰ δυοῖν ἢ τριῶν ἢ πλειόνων ἡ διάγνωσις αὐτῶν γίγνηται. πεπεισμένοι δέ εἰσιν ὡσαύτως ἅπαντες οἱ ἄνθρωποι καὶ κίνησιν εἶναί τε καὶ αἴτιον καὶ σημεῖον, αὐτά τε ταῦτα τὰ προειρημένα καὶ νοῦν καὶ μνήμην καὶ προαίρεσιν, ἃ πρὸς ἄλλοις πολλοῖς ἀνατρέπειν ἐπεχείρησεν Ἀσκληπιάδης ὡς οὐκ ὄντα. τούτων οὖν μοι προειρημένων ἤδη νομίζω, σαφὲς γέγονεν, οὗτινος ἕνεκα ἐπὶ τελευτῇ τῆς διδασκαλίας ὁ Ἱπποκράτης αὐτάρκως γεγενημένης προσέγραψεν· ἃ καὶ οἷς γιγνωσκόμενα ἅπασίν ἐστιν γνῶναι. ἄρχεσθαι μὲν προσήκει τὸν ἰατρὸν τῶν ἔργων τῆς τέχνης ἀπὸ τῆς διαγνώσεως
661
τῶν παθῶν, παραβαλόντα τὰ κατὰ τὸν νοσοῦντα νοσήματα φαινόμενα τοῖς τῶν ὑγιαινόντων καὶ θεωροῦντα τίνα μὲν ὅμοια, τίνα δὲ ἀνόμοια τὴν γνῶσίν γε καὶ αὐτῶν καὶ τῶν ἄλλων ἁπάντων ὑπερβαίνειν, αἰσθήσει τε καὶ γνώμῃ, καὶ εἴ τι δόξει ὡς ἄλλο πρὸς τούτοις κοινὸν ἁπάντων εἶναι φύσει κριτήριον, ὁμοίως κἀκείνοις εἰς τὴν τῶν εὑρημένων κρίσιν. ὡς τὸ γιγνώσκειν ἔχομεν ἅπαντες ἄνθρωποι, ὡς μὲν καὶ ἡμεῖς εἰς τὰ τῆς τέχνης ἔργα, τὴν μὲν οἷον ὕλην ἔχοντες, τὰ αἰσθητὰ, ἐν οἷς φησιν· ἃ καὶ θιγεῖν καὶ ἀκοῦσαί ἐστι. τὴν δὲ τούτων κριτικὴν διττὴν, αἴσθησίν τε καὶ γνώμην, ἃς διὰ τῆς ἐχομένης ῥήσεως ἐδήλωσεν εἰπὼν, ἃ καὶ τῇ ἀκοῇ καὶ τῇ ῥινὶ καὶ τῇ γλώττῃ ἐστὶν αἰσθέσθαι, ὑπηρετούσαις ἀμφοτέραις, ἐναργῶς μὲν τῇ μνήμῃ, εἰ δέ τινα καὶ ἄλλην ἐπεισάγεταί τις δύναμιν, οὐκ ἐκείνην ἡμῶν ἀρνησαμένων, ἐὰν οὕτως φαίνηται χρήσιμος ὑποχειρισμῷ ὑπάρχουσα. διὰ γὰρ τοῦ φάναι, οἷς γιγνωσκόμενα πᾶσίν ἐστι γνῶναι, περιέλαβε μὲν καὶ τὴν γνώμην ἢ ἐξουσίαν δέδωκε τοῖς ἡγουμένοις
662
εἶναί τινα καὶ ἄλλην κριτικὴν δύναμιν καὶ ἐπιδεικνύειν ἡμῖν αὐτήν. τὰ μὲν ἄχρι δεῦρο κατὰ τὸ βιβλίον Ἱπποκράτους γεγραμμένα κοινὰ τῆς ὕλης ἰατρικῆς ἐστι καὶ διὰ τοῦτό γε ἔφην αὐτὰ προοίμιον μέν τι πάσης τέχνης εἶναι. τούτων δ’ ἐφεξῆς ἐπὶ χειρουργίαν ἀποκεχώρηκε καὶ ταύτης ἃ κατὰ τὸ ἰητρεῖον ἢ μανθάνειν ἢ πράττειν ἐξ ἀρχῆς οἱ κατὰ τὴν τέχνην ἀσκούμενοι δύνανται. καὶ μὴ νομίσῃ μέ τις παρὰ τὸ ἐμὸν ἦθος μεμηκυγκέναι τὴν ἐξήγησιν. ὅσοι γὰρ κοινοὶ λόγοι τῆς ὅλης τέχνης εἰσὶ, τούτοις προσήκει μακρότερον ἢ κατὰ τοὺς ἐν μέρει λέγεσθαι, καὶ μάλισθ’ ὅταν αὐτοὺς ἔν τινι πραγματείᾳ διέλῃ, μηκέτι μέλλων αὖθις ἐρεῖν αὐτοὺς, καθάπερ κἀγὼ προῄρημαι κατὰ τὴν τῶν Ἱπποκράτους βιβλίων ἐξήγησιν ἅπαντα μὲν διακρίνειν αἰσθήσει τε καὶ γνώμῃ, τῶν δ’ εἰρημένων ἄρτι λόγων μηκέτι μνημονεύειν. οὐ μὴν οὐδὲ νῦν ἀξίως αὐτοῦ τοῦ πράγματος ἐμήκυνα τὸν λόγον· ἐνὸν γάρ μοι διελθεῖν τε ἅμα καὶ κρῖναι τὴν γεγενημένην διαφωνίαν περὶ τοῦ τῶν
663
ψυχικῶν δυνάμεων ἀριθμοῦ βέλτιον ἐνόμισα πρὸς τὴν τοῦ κοινοῦ λόγου πραγματείαν ἀναπέμψαι τὸν βουλόμενον ἀκριβέστερον περὶ τούτων γνῶναι, διερχομένης δὲ τῆς ἄλλης ζητήσεως ἐν τῷ λέγειν, ἀπὸ τῆς τοῦ ὁμοίου καὶ ἀνομοίου θεωρίας ἄρχεσθαι, διὰ τὸ μὴ πάνυ τι διηρθρωμένως νοεῖσθαι πᾶσιν, ὅτι εἴ τι διαφέρει τοῦ ὁμοίου τὸ ταὐτὸν, ἑκὼν καὶ ταύτην παρέλιπον ἐν ἑτέροις ἐξειργασμένην. ἐμπίπτει γὰρ εἰς τὴν περὶ αὐτῆς σκέψιν ἄλλα τέ τινα ἃ καὶ ταύτην παρέλιπον, τὸ πότερον ἐπὶ τοῖς αὐτοῖς ἢ ὁμοίοις οἱ τηρήσεις μὲν τοῖς ἐμπειρικοῖς γίγνονται. τινὲς μὲν γὰρ καὶ αὐτῶν τῶν ἐμπειρικῶν ἐπὶ τοῖς ὁμοίοις ἔφασαν, οἱ δὲ ἀκριβέστεροι τὴν ἀκολουθίαν διασώζοντες ὅλης ἑαυτῶν τῆς ἀγωγῆς ἐπὶ τοῖς αὐτοῖς φασι τὰς τηρήσεις ἁπάσας γίγνεσθαι, τάς τε παθογνωμικὰς ὀνομαζομένας καὶ τὰς προγνωστικὰς καὶ τὰς θεραπευτικάς. Δίωνα φρενετίζοντα Θέωνι φρενετίζοντι, καθόσον ἀμφότεροι φρενετίζουσι, τὸν αὐτὸν εἶναι. τινὲς δ’ οὐδ’ ἁπλῶς λέγεσθαί φασι τὸ ὅμοιον, ἀλλὰ καὶ νοεῖσθαι 
664
καὶ λέγεσθαι διττῶς· ἓν μὲν γὰρ ὅμοιον ἀπαράλλακτον νοεῖσθαι, καθάπερ τοὺς Διοσκόρους, ἕτερον δὲ οὐ τοιοῦτον, ἀλλ’ ἐν ᾧ τὸ μᾶλλόν τε καὶ ἧττόν ἐστιν. οὐ μὴν παρὰ τοῖς παλαιοτάτοις ἰατροῖς τε καὶ φιλοσόφοις, ὧν ἔτι συγγράμματα διασώζεται, τοιαύτη χρῆσις εὑρίσκεται συγκεχυμένως καὶ ἀδιαρθρώτως χρωμένων αὐτῶν τῇ τῶν ὁμοίων προσηγορίᾳ, ποτὲ μὲν ἐπὶ τῶν αὐτῶν εἶδος ἐχόντων ἀπαράλλακτον, ὡς τὸν ἀριστερὸν ὀφθαλμὸν τῷ δεξιῷ, θεωρουμένοις ἀμφοῖν ἐφ’ ἑνὸς ἀνθρώπου, ποτὲ δ’ ἂν καὶ ἐπὶ διαφερόντων ἀνθρώπων, ὁ μὲν γλαυκὸς, ὁ δὲ χαροπὸς ἢ μέλας, ἢ καθόσον ὀφθαλμοὶ καὶ τούτους ὁμοίους λέγουσιν εἶναι, μᾶλλον δὲ αὐτοῖς ἐστι καὶ συνηθέστερον τὸν γλαυκὸν τῷ γλαυκῷ, τὸν χαροπὸν τῷ χαροπῷ λέγειν ὅμοιον, καθάπερ γε καὶ τὴν ῥῖνα τὴν μὲν γρυπὴν τῇ γρυπῇ, τῇ δὲ σιμῇ τὴν σιμὴν, τῇ δὲ εὐθείᾳ τὴν εὐθεῖαν ὁμοίαν εἶναι.

Τὰ δ’ ἐς χειρουργίαν κατ’ ἰητρεῖον.
665

Αἱ τοιαῦται βραχυλογίαι προδήλως ὑφ’ ἑκόντων γίγνονται, ἀσαφῶς ἑρμηνεῦσαί τι βουληθέντων. ὅπου γὰρ ἐνίοτε μὲν ὀνόματος ἑνὸς ἢ ῥήματος ἢ δυοῖν ἢ τὸ πλεῖστον τριῶν προσθέσει τὸν λόγον ἐργάσασθαί ἐστι σαφῆ, πῶς οὐκ ἄν τις ἀσάφειαν ἐπιτηδεύεσθαι φαίη τοὺς οὕτω συγκειμένους λόγους; ἐγὼ γοῦν ἐρῶ τὸν τύπον τῆς λέξεως, ᾧ τις ἂν χρησάμενος ἡγήσαιτο σαφῆ τὸν λόγον. ἔσται δὲ τοιόσδε τις· ἡ μὲν ἰατρικὴ πᾶσα κοινὸν τὸν σκοπὸν εἰς τὰς διαγνώσεις τῶν παθῶν, ὁμοιότητά τε καὶ ἀνομοιότητα πρὸς τοὺς ὑγιαίνοντας ἐκ τῶν ἐναργῶς αἰσθήσει τε καὶ νοήσει φαινομένων, τήν τε εὕρεσιν ἴσχουσα καὶ τὴν κρίσιν. ἐγὼ δὲ ταύτης ἐρῶ τὰ κατὰ χειρουργίαν μόνον, ἃ ἐν ἰατρικῇ δύναται δείκνυσθαί τε τοῖς μανθάνουσι καὶ περὶ τοὺς πάσχοντας ἐνεργεῖσθαι. οὕτως ἄν τις μὲν εἶπε σαφῶς ἑρμηνεῦσαι βουλόμενος. γράφουσι δ’ ἔνιοι τοῦ κατ’ ἰητρεῖον ὀνόματος τὴν ἐσχάτην συλλαβὴν διὰ τοῦ η΄ καὶ εἰ βούλῃ, κατὰ τὴν ἰατρικὴν, οὐ κατὰ τὸ χωρίον, ὃ καλοῦμεν ἰατρεῖον,

666
ὡσεὶ καὶ οὕτως εἰρήκει· τὰ δ’ ἐς χειρουργίαν τὴν κατ’ ἰατρικὴν τέχνην ἐστὶ τάδε· φαίνεται δὲ ἑξῆς ὁ τοῦ βιβλίου συγγραφεὺς, εἴτ’ αὐτὸς ὁ Ἱπποκράτης ἐστὶν εἴθ’ υἱὸς αὐτοῦ Θεσσαλὸς, οὔτε πασῶν τῶν κατ’ ἰατρικὴν χειρουργιῶν μνημονεύειν οὔτε τῶν κατὰ τὸ ἰατρεῖον, ἀλλὰ καὶ τούτων αὐτῶν ὅσαι τοῖς εἰσαγομένοις εἰσὶ χρήσιμοι. καὶ μέντοι καὶ ἡ ἐπιγραφὴ τοῦ συγγράμματος ἐντεῦθεν ἐγένετο ᾗ παραπλησίως ἐς ὕστερον ἐποιήσατο Διοκλῆς καὶ Φιλότιμος καὶ Μαντίας. εἶχε δ’ ἂν τελεώτερον, ἢν περὶ τῶν κατ’ ἰητρεῖον ἐπεγέγραπτο. θαυμάζω δὲ Ἀσκληπιάδου τὴν μὲν κατ’ ἰητρείην γραφὴν φυλάξαντος, σημεῖον δὲ αὐτὴν οἰομένου περὶ τῶν αὐτῶν κατὰ τὸ ἰητρεῖον. τὸ γὰρ κατ’ ἰητρίην ἐστὶ τούτου σημαντικὸν, οὐ τὸ κατ’ ἰητρεῖον, ἵνα τις ἰητρεῖον τῶν νόσων ἰητρίην ἀκούσῃ. τὰ μὲν δὴ τοιαῦτα περὶ τῶν ὀνομάτων ἴσχει τὴν σκέψιν, ὧν ὀλίγη φροντὶς τοῖς σπουδάζουσι τὴν τῶν πραγμάτων ἀλήθειαν. ἡ δὲ
667
αὐτῶν τῶν προκειμένων διδασκαλία κατὰ τὴν ἑξῆς λέξιν ἄρχεται.

Ὁ ἀσθενέων, ὁ δρῶν, οἱ ὑπηρέται, τὰ ὄργανα, τὸ φῶς, ὅκου, ὅκως, ὁκόσα, οἷσιν, ὅκως, ὁκότε, τὸ σῶμα, τὰ ἄρμενα, ὁ χρόνος, ὁ τρόπος, ὁ τόπος.

Διὰ ταύτην τῆς ῥήσεως ἅπαντα διῆλθεν, ὑφ’ ὧν καὶ δι’ ὧν καὶ περὶ ὧν τὸ χειρουργικὸν μέρος τῆς τέχνης καταγίνεται. διέξεισι δὲ ἐφεξῆς ὁποῖόν τε τῶν εἰρημένων ἕκαστον εἶναι προσήκει καὶ καθ’ ὅντινα τρόπον ἢ χρόνον εἰς χρῆσιν ἄγεσθαι. ἔστι δ’ αὐτῶν τὰ μὲν πλεῖστα σαφῆ, καθάπερ ὁ ἀσθενέων καὶ ὁ δρῶν καὶ οἱ ὑπηρέται καὶ τὰ ὄργανα καὶ τὸ φῶς. καὶ μέντοι καὶ αὐτὸς ὁ συγγραφεὺς ἑξῆς ὑπὲρ αὐτῶν διῆλθεν, ὅπως μὲν ἑαυτὸν χρὴ παρέχειν τῷ ἰατρῷ τὸν ἀσθενοῦντα διδάξας, ὅπως δὲ δεῖ τὸν ἰατρὸν ἐνεργεῖν ἀμφ’ αὐτὸν, ὅπως δὲ τοὺς παρόντας τούτῳ ὑπηρετεῖν

668
δεῖ. ὡσαύτως δὲ καὶ περὶ τῶν ὀργάνων καὶ τοῦ φωτὸς, αὐτὸς ὅσα προσήκει γιγνώσκειν ἡμᾶς, ἐφεξῆς ἔγραψε. μετὰ δὲ ταῦτα περὶ ἐπιδέσεως μακρὰν ἐποιήσατο διδασκαλίαν, οὐ κατὰ τὸ τῆς λέξεως εἶδος μηκύνας· ἐν ὅλῳ γὰρ τῷ βιβλίῳ φυλάττει τὴν βραχυλογίαν, ἀλλὰ τῷ βουληθῆναι μηδὲν παραλιπεῖν τῶν χρησίμων. ὅσα τοίνυν ἐκτὸς ἀσθενοῦντος καὶ δρῶντος καὶ ὑπηρετῶν καὶ ὀργάνων καὶ φωτὸς εἴρηται κατὰ τὴν προκειμένην ῥῆσιν ἐπισκέψασθαι χρὴ, καὶ πρῶτόν γε τὸ πρῶτον ἐν αὐτοῖς εἰρημένον, τὸ ὅκου, διὰ τοῦ μὲν κ τῆς δευτέρας συλλαβῆς ὑπὸ τῶν Ἰώνων λεγομένης, πρὸς ἡμῶν δὲ διὰ τοῦ π, καὶ σημαίνοντος τὸν τόπον ἐν ᾧ κείμενος τυγχάνει. διὸ καὶ κατὰ πάντων αὐτό τις εἰρῆσθαι τῶν προειρημένων οὐκ ἂν ἀπὸ τρόπου φαίη. ὅ τε γὰρ ἀσθενῶν ἐπιτηδείου τόπου δεῖται, κέκληται δὲ τὰ ἀσθενοῦντα δηλονότι, περὶ ὧν ἡ χειρουργία γίγνεται, τούτου δ’ οὐχ ἧττον ὁ ἰατρός. ὥσπερ γε τὰ ὄργανα τοῦ προσήκοντος τόπου χρῄζει καὶ τοῦ φωτὸς δὲ τὸ τεχνικὸν, ὡς αὐτὸ ἐφ’ ἡμῖν ἐστιν ἐν τῷδε τῷ τόπῳ ποιῆσαι τόδε ἐφεξῆς γεγραμμένον 
669
τὸ, ὅκως, ἡμεῖς μὲν διὰ τοῦ π λέγομεν ὅπως. σημαίνει δ’ οὐ παρ’ ἡμῖν μόνον, ἀλλὰ καὶ παρὰ τοῖς Ἴωσι τὴν οἷον ποιότητα τῶν διδασκομένων πραγμάτων. οὐ γὰρ μόνον ὅπου χρὴ κατακείμενον ἢ καθήμενον χειρουργεῖσθαι τὸν πεπονθότα τόπον, ἐπίστασθαι τοῖς μανθάνουσι τὴν τέχνην, ἀλλὰ καὶ τὸ πῶς ἔχει σχήματος. οὕτως δὲ καὶ τὸν ἐνεργοῦντα καὶ τοὺς ὑπηρετοῦντας αὐτῷ. καὶ τῶν ὀργάνων ἡ θέσις οὐ μόνον ἐπιτήδειον ἔχειν δεῖται τόπον, ἀλλὰ καὶ παρεσκευάσθαι κατὰ τάξιν. οὕτως ἂν εὐληπτότατον ἕκαστον εἴη καὶ αὐτῷ τῷ ἰατρῷ καὶ τοῖς ὑπηρέταις αὐτοῦ. φαίνεται δὲ ἐντεῦθεν παραλελοιπὼς τὰ ἄρμενα συνεπινοεῖσθαι, συντίθεσθαι τοῖς ὀργάνοις δυνάμενα. ὅπως δὲ πάλιν αὐτῶν ἐφεξῆς ἀτάκτως ἐμνημόνευσε, μετ’ ὀλίγον ὀψόμεθα. νυνὶ δὲ τὰ συνεχῆ τοῖς εἰρημένοις ἐξαπλωτέον, ἔνθα φησίν· ὅσα οἷς ὅκως ἀναφέρεται δηλονότι τούτων ἕκαστον ἐπὶ τὰ προειρημένα, ἃ παρασκευασθησόμενα πρὸς τὴν χειρουργίαν προσήκει γιγνώσκεσθαι τοῖς μανθάνουσιν, ὁπόσα τέ ἐστι καὶ οἷς τέ τισιν αὐτῶν καὶ ὅπως χρηστέον, ἵνα τὸ
670
μὲν ὀλίγον ἔμπροσθεν εἰρημένον, ὅκως, ἐφεξῆς τῷ ὅκου τὴν ἐν τῇ θέσει ποιότητα δηλοῖ, τὸ δὲ νῦν λεγόμενον τὴν ἐν τῇ χρήσει. τέτακται γοῦν ἐκεῖνο μὲν ἐπιῤῥήματι τοπικῷ τῷ ὅκου, τουτὶ δὲ ἄρθρῳ τῷ διά τινων ἀρμένων ὀργάνων ἐνεργείας δηλῶσαι βουλομένῳ. τὸ δὲ ἐφεξῆς εἰρημένον ὁκότε προδήλως τὸν καιρὸν δηλοῖ, καθ’ ὃν ἑκάστῳ προσήκει χρῆσθαι. τὰ δὲ μετὰ ταῦτα κατὰ τήνδε τὴν λέξιν οὕτως ἔχοντα, τὸ σῶμα, τὰ ἄρμενα, ὁ χρόνος, ὁ τρόπος, ὁ τόπος, εἰκότως ἐζήτηται τίνα διάνοιαν ἔχει. καὶ γὰρ τὸ σῶμα τοῦ πάσχοντος ἔμπροσθεν εἴρηται δυνάμει κατ’ ἐκεῖνο τὸ μέρος τῆς ῥήσεως, ἐν ᾧ τοῦ ἀσθενοῦντος ἐμνημόνευσε. καὶ ὁ χρόνος ἐν τῷ, ὁκότε καὶ ὁ τρόπος ἐν τῷ ὅκως καὶ ὁ τόπος ἐν τῷ ὅκου. διὰ τί οὖν φαίνεται ταῦτα λέγων, μετὰ τοῦ καὶ παρόντος ἐμβεβλῆσθαι παρὰ τάξιν αὐτοῖς τὰ ἄρμενα, βελτίονα τάξιν ἔχοντα μετὰ τῶν ὀργάνων τετάχθαι δυναμένων ἡμῶν, εἰ καὶ μηδ’ ὅλως ἐγέγραπτο, συνεπινοεῖν τοῖς ὀργάνοις. ἀλλὰ περὶ μὲν τούτων ἔνεστι λέγειν ὡς τὰς σμίλας καὶ τὰ τρύπανα καὶ τὰ ἄγκιστρα καὶ τὰς ξυστῆρας καὶ τοὺς μηνιγγοφύλακας, ὅσα
671
τε ἄλλα τοιαῦτα προσήκει νῦν ἀκοῦσαι λέγειν αὐτὸν ἄρμενα. δυναμένων δὲ ἡμῶν αὐτὰ συνυπακοῦσαι τοῖς ὀργάνοις, ὡς ὁμογενῆ κατὰ τὴν οἰκείαν σκευὴν πρὸς τὴν θεραπείαν χρήσιμα, καλεῖν αὐτὰ ἄρμενα, καθάπερ ἐν τῷ περὶ διαίτης ὀξέων εἶπεν, ἔνθα περὶ λουτροῦ διῆλθεν. ὀλίγῃσι γὰρ οἰκίῃσι παρεσκεύασται τὰ ἄρμενα καὶ οἱ θεραπεύοντες ὡς δεῖ. σκάφας οὖν ἡγητέον λέγειν αὐτὸν καὶ τροχοὺς καὶ λεκάνας καὶ πυέλους καὶ ὅσα τἄλλα τοῖς θεραπευομένοις ἐπιτήδεια. περὶ τῶν ἅμα τοῖς ἀρμένοις εἰρημένων ἐμμένει τὸ ἄτοπον· ἴσως οὖν εἴρηκε νῦν σῶμα μὲν τὸ πεπονθὸς μόριον, χρόνον δὲ τὸν ἐζευγμένον αὐτῷ. προσήκει γὰρ ἐν ταῖς χειρουργίαις ἐπίστασθαι, ὁκότε σπαστέον ἐστὶ τὸ θεραπευόμενον πάθος. αὐτὸς οὖν ἐκέλευσε μήτε κατατείνειν κῶλα μήτ’ ἐκβάλλειν ἄρθρα τριταῖα καὶ τεταρταῖα. δύναται δὲ καὶ τῆς χειρουργίας χρόνος εἰρῆσθαι νῦν. ἔνια μὲν γὰρ χρὴ πειρᾶσθαι τάχιστα χειρουργεῖν, ὅταν ἤδη διὰ τὸ ψυχθῆναι μὲν κίνδυνος ἕπεται μέγιστος, ὡς ἐπὶ τῶν ἀπεῤῥαμμένων
672
ἦν. φέρονται γὰρ ταχέως εἰς τὸ μέγεθος τῆς ὀδύνης οἱ χειρουργούμενοι· τινὰ δ’ ἐν χρόνῳ πλείονι, καθάπερ τὰ ὑποχύματα. δεῖ γὰρ μετὰ τὸ καταχθῆναι κρατῆσαι τὸ παρακέντριον ὡς προσήκει μέχρι πολλοῦ, κατὰ τὸ χωρίον ᾧ βουλόμεθα μένει στηριχθέντα βεβαίως αὐτό. κἂν τοίνυν ὁ τρόπος ἐπὶ τῆς τοῦ πάθους γενέσεως εἰρῆσθαι δύναται, κατὰ τίνα τρόπον ἤτοι τὸ κάταγμα γέγονεν, ἢ τὸ ἐξάρθρημα, γιγνώσκειν ἀξιοῦντος αὐτοῦ τὸν ἰατρὸν, ὥσπερ κἀν τῷ περὶ ἐν τῇ κεφαλῇ τραυμάτων αὐτὸς διῆλθε τοὺς τρόπους, καθ’ οὓς αἱ πληγαὶ γίγνονται κατὰ τήνδε τὴν ῥῆσιν· τιτρώσκεται δὲ ὀστέον τὸ ἐν τῇ κεφαλῇ κατὰ τόσους τρόπους. καὶ ἐφεξῆς πάλιν· τῶν δὲ τρόπων ἑκάστου πλείονες ἰδέαι γίνονται τοῦ κατάγματος ἐν τῇ τρώσει. καὶ μετὰ ταῦτα πάλιν, θλασθείη δ’ αὐτὸ ὀστέον μόνον ἐν τῇ αὐτοῦ φύσει καὶ ῥωγμὴ τῇ θλάσει οὐκ ἂν προσγένοιτο ἐν τῷ ὀστέῳ οὐδεμία. δεύτερος οὗτος τρόπος· εἶτ’ ἐφεξῆς ἄλλον εἰπὼν ἐπιφέρει· τρίτος οὗτος τρόπος· καὶ πάλιν· τέταρτος οὗτος τρόπος· ἐφεξῆς· πέμπτος οὗτος τρόπος
673
ἀπορώτατος φαίνεται, τὸ καὶ τόπου δεῖ πάλιν αὐτὸν μνημονεύειν ἔμπροσθεν εἰρηκότα τὸ ὅκου δηλωτικὸν ἐπίῤῥημα τόπου. δι’ ὧν καί τινες ἑτέραν ἐξήγησιν ἐποιήσαντο τῆς ῥήσεως ἅμα καὶ τῷ, τὴν ἑτέραν εἶναι τῷ τόπῳ· γράφουσι γὰρ ἀντ’ αὐτοῦ τὸ ὅκου προειρημένον, ἀλλ’ ὅμως τὴν γραφὴν ταύτην οἵ τε ἐξηγησάμενοι τὸ βιβλίον ἴσασι καὶ οἱ πλεῖστοι τῶν ἐμπειρικῶν ἔχουσι. καὶ μέντοι καὶ ἀναλήψομαι νῦν αὖθις αὐτὴν ἕνεκα σαφηνείας ἔχουσαν οὕτως· ὁ ἀσθενέων, ὁ δρῶν, οἱ ὑπηρέται, τὰ ὄργανα, τὸ φῶς, ὅκου, ὅκως, ὅσα, οἷσι, ὁκότε, τὰ σώματα, τὰ ἄρμενα, ὁ χρόνος, ὁ τρόπος. φασὶν οὖν ἐν τῷ λέγειν, ὅκου, τὰ σώματα, ἄρμενα, τὸ μὲν αὐτῶν πεποιῆσθαι τοῦ κατὰ τὸν ἔμπροσθεν λόγον, ἁπλῶς ἀκούσας ὅκου. τὸ γὰρ ὅκου τῷ τε σώματι τοῦ κάμνοντος καὶ τοῖς ἀρμένοις συμβεβηκέναι δυνάμενον, νῦν ἀρμένων λέγεσθαι, τῶν ἔμπροσθεν ὀργάνων εἰρημένων. ὅτι δ’ ἐν τῷ προσήκοντι τόπῳ χρὴ τό γε σῶμα τοῦ κάμνοντος καὶ τὰ ἄρμενα κεῖσθαι, νῦν ἐπιδιορίζοντα. ἐν ταύτῃ δὲ τῇ γραφῇ μετὰ τῆς εἰρημένης ἐξηγήσεως ὁ τόπος ἐπὶ τῇ 
674
τελευτῇ τῆς ὅλης ῥήσεως εἰρῆσθαι δόξει, κατὰ τοῦ πεπονθότος μορίου τοῦ σώματος. ὀνομάζειν γὰρ εἰώθασιν ὥσπερ μόρια τοῦ σώματος, οὕτω καὶ τόπους οἱ ἰατροί. καὶ γέγραπταί τισιν ὅλα βιβλία περὶ τόπων πεπονθότων. ἄχρι μὲν τοῦδε τὰ κεφάλαια μόνον εἴρηται τῶν δειχθησομένων πραγμάτων, αὐτὴ δὲ ἡ διδασκαλία κατὰ τὴν ἐφεξῆς ῥῆσιν ἄρχεται, διὸ καὶ προσέχειν ἐκείνοις σε θέλων ἀξιῶ. τὸ γὰρ οὐκ ὀρθῶς ἐν αὐτοῖς νοηθὲν εἰς τὰ τῆς τέχνης ἔργα βλάπτει. τῶν ἄχρι μὲν δεῦρο προειρημένων, εἰ μὴ καὶ καλῶς τι νοήσειεν, οὐ μεγάλη βλάβη.

    Ὁ δρῶν ἢ καθήμενος ἢ ἑστεὼς ξυμμέτρως πρὸς ἑωυτὸν πρὸς τὸ χειριζόμενον, πρὸς τὴν αὐγήν.

    Ῥῆσιν ἔφην αὐτῷ κατάλογον γεγονέναι τῶν πραγμάτων, ὑφ’ ὧν καὶ δι’ ὧν καὶ μεθ’ ὧν καὶ περὶ ἃ τὰς χειρουργίας

    675
    ἀναγκαῖόν ἐστι γίγνεσθαι. τὰ μὲν οὖν ὑφ’ ὧν ὅ τε ἰατρός ἐστι καὶ οἱ ὑπηρέται τὰ δὲ δι’ ὧν, τά γε ὄργανα, τὰ δὲ μεθ’ ὧν, τό τε φῶς καὶ ὁ τόπος. περὶ ἃ δὲ τό τε σύμπαν σῶμα τοῦ χειριζομένου καὶ τὸ πεπονθὸς μόριον. ἐν δὲ τῇ προκειμένῃ ῥήσει καὶ ταῖς ἐφεξῆς ἕκαστον τούτων ὁποῖον εἶναι χρὴ διδάσκει, μὴ φυλάττων τὴν τάξιν, ἐν ᾗ τὸν κατάλογον ἐποιήσατο· πάντως γὰρ ἂν ἐπὶ τοῦ ἀσθενοῦντος ἤρξατο. σύνηθες δὲ τοῖς παλαιοῖς ἅπασι τοῦτο καὶ μυρία παρὰ πάντων αὐτῶν βουληθεὶς ἐκλέξῃ παραδείγματα. πρὸς δὲ τὸ παρὸν ἀρκήσειε παρὰ τοῦ ποιητοῦ τό τε κατὰ τὸ β΄ τῆς Ἰλιάδος εἰρημένον ἐν τῷ καταλόγῳ·

  1. Τίς τ’ ἂρ τῶν ὄχ’ ἄριστος ἔην, σύ μοι ἔννεπε Μοῦσα,
  2. Ἀνδρῶν ἠδ’ ἵππων, οἳ ἅμ’ Ἀτρείδῃσιν ἕποντο.
  3. πρώτους γὰρ εἰπὼν τοὺς ἄνδρας, εἶτ’ ἐφεξῆς τοὺς ἵππους, οὐ περὶ πρώτων τῶν ἀνδρῶν ἀπέδωκε τὸν λόγον, ἀλλά γέ φησιν·

    676
  4. Ἵπποι μὲν μέγ’ ἄρισται ἔσαν Φηρητιάδαο,
  5. Τὰς Εὔμηλος ἔλαυνε, ποδώκεας ὄρνιθας ὥς,
  6. Ὄτριχας, οἰέτεας σταφύλῃ ἐπὶ νῶτον ἐΐσας,
  7. Τὰς ἐν Πιερίῃ θρέψ’ ἀργυρότοξος Ἀπόλλων,
  8. Ἄμφω θηλείας, φόβον Ἄρηος φορεούσας.
  9. Ἀνδρῶν δ’ αὖ μέγ’ ἄριστος ἔην Τελαμώνιος Αἴας.
  10. Ὄφρ’ Ἀχιλεὺς μήνιεν, ὁ γὰρ πολὺ φέρτατος ἦεν.
  11. ἑτέρωθι δὲ πάλιν εἰπών·

  12. Ἔνθα δ’ ἅμ’ οἰμωγὴ τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν
  13. ἐπήνεγκε πρὸς τὸ δεύτερον ἀπαντήσας πρότερον,

  14. Ὀλλύντων τε καὶ ὀλλυμένων.
  15. ἐν δὲ τῷ η΄ τῆς Ἰλιάδος, ὥσπερ ἐξεπίτηδες ἐνδείξασθαι βουλόμενος ὡς οὐ χρὴ πεφροντικέναι τῆς τοιαύτης τάξεως, πάντα καταλέξας ἐφεξῆς πράγματα. πρὸς μὲν γὰρ τὸ δεύτερον ἀπήντησε πρῶτον, εἶθ’ ἑξῆς πρὸς τὸ πέμπτον, εἶτα

    677
    πρὸς τὸ τέταρτον, εἶτα πρὸς τὸ τρίτον. ἔστι δὲ τὰ ἔπη, ὧν ἀρχὴ οἵδε οἱ στίχοι·

  16. Ἔνθα δὲ Βοιωτοί τε καὶ Ἴονες ἑλκεχίτωνες,
  17. Λοκροὶ καὶ Φθῖοι καὶ φαιδιμόεντες Ἐπειοί.
  18. Περὶ μὲν δὴ τῆς ἐν τῷ λόγῳ τάξεως ἀρκεῖ ταῦτα ἅπαξ εἰρῆσθαι νῦν, ὡς μηκέτ’ ἐν ἄλλῳ περὶ αὐτῶν ἀκοῦσαι ποθεῖν. τὰ δὲ περὶ τοῦ δρῶντος, ὅπερ ἐστὶ χειρουργοῦντος ἰατροῦ, δῆλα πᾶσίν ἐστι τοῖς βουλομένοις προσέχειν αὐτῷ. φησὶ γὰρ ἤτοι καθήμενον ἢ ἑστῶτα τὴν χειρουργίαν ποιεῖσθαι τὸν ἐνεργοῦντα συμμέτρως ἔχοντα, πρός τε τὸν χειριζόμενον δ’ ἥκει καὶ τὴν αὐγήν· ὃν ἔχομεν σκοπὸν φυλάττειν πρὸς ἕκαστον ὧν εἶπε συμμετρίαν ἐφεξῆς διδάσκει ἀπαντήσας πρῶτον, ὅπερ ἐστὶν ἡ αὐγή.

Αὐγῆς μὲν οὖν δύο εἴδεα, τὸ μὲν κοινὸν, τὸ δὲ τεχνητόν.
678
τὸ μὲν οὖν κοινὸν οὐκ ἐφ’ ἡμῖν, τὸ δὲ τεχνητὸν καὶ ἐφ’ ἡμῖν.

Καὶ περὶ τοῦ τῶν εἰδῶν ὀνόματος ἅπαξ ἀκούσας νῦν εἰς ἀεὶ μέμνησο. τοῖς γὰρ παλαιοῖς ἔθος ἐστὶ καὶ διαφορὰς καὶ εἴδη καὶ τρόπους ὀνομάζειν τὰ κατὰ τὴν τομὴν τῶν γενικωτέρων πραγμάτων ὑποπίπτοντα. καὶ νῦν οὖν οὕτως εἶπεν ὁ Ἱπποκράτης αὐγῆς εἶναι δύο εἴδη, ὡς εἰ καὶ διαφορὰς καὶ τρόπους εἰρήκει δύο. τὸ μὲν οὖν κοινόν ἐστιν, ᾧ πάντες ἄνθρωποι χρώμεθα, μάλιστα μὲν ἐν ὑπαίθρῳ, δεύτερον δὲ ἐν οἴκοις μεγάλοις θύρας μεγάλας φωτὸς πλήρεις ἔχουσιν, οἷοι καὶ νῦν κατὰ πολλὰς τῶν πόλεων δίδονται ἰωμένοις τοῖς ἰατροῖς, οὓς παρωνύμως αὐτῶν ἰατρεῖα προσαγορεύουσι. τὸ δὲ τεχνητὸν φῶς μάλιστα μὲν καὶ τοῦτο γίγνεται, λύχνους ἁψάντων ἢ δᾷδας ἢ λαμπάδας ἤ τι τοιοῦτον. κατὰ δὲ δεύτερον λόγον ἀνοιξάντων θυρίδας ἢ ὅλας ἢ ἐκ μέρους ἢ τὰς μὲν κλεισάντων, τὰς δὲ ἀνοιξάντων. καὶ περὶ θυρῶν ὁ αὐτὸς λόγος.

679
Ὧν ἑκατέρου δισσαὶ χρήσιες, ἢ πρὸς αὐγὴν, ἢ ὑπ’ αὐγήν.

Ἑκατέρου τῶν τῆς αὐγῆς εἰδῶν, τοῦ τε κοινοῦ καὶ τοῦ τεχνικοῦ, δύο φησὶν εἶναι χρήσεις, ἢ πρὸς αὐγὴν ἢ ὑπ’ αὐγήν· πρὸς αὐγὴν μὲν καλῶν, ὅταν πρὸς ταύτην ἐστραμμένον ᾖ τὸ χειριζόμενον ἢ κατανοούμενον· ὑπ’ αὐγὴν δὲ τὸ βραχὺ παρακεκλιμένον, ὥσπερ ἐπὶ τῶν ὑποχυμάτων καὶ ὅλως τῶν κατ’ ὀφθαλμοὺς διαθέσεων. οὔτε γὰρ διαγνῶναι δυνατόν ἐστὶν ἀκριβῶς τὰ κατ’ αὐτοὺς πάθη πρὸς τὴν αὐγὴν ἐστραμμένου τοῦ πάσχοντος οὔτ’ ἰάσασθαι. διὰ τοῦτ’ οὖν τὸ μὲν πρὸς αὐγὴν φευκτέον ἐστὶ, τὸ δὲ ὑπ’ αὐγὴν ἤτοι ἀπεστραμμένον τῇ αὐγῇ ἢ λοξὸν ἐσχηματισμένον εἶναι χρὴ τὸν χειρουργούμενόν τι τῶν κατὰ τοὺς ὀφθαλμούς. αὐτὸς δ’ ἄκουέ μου τοὺς ὄντως ὀφθαλμοὺς λέγοντος, οὐ τὰ βλέφαρα· κατὰ αὐτὰ γὰρ ἐνεργεῖν ἐγχωρεῖ καὶ πρὸς τὴν αὐγὴν ἐστραμμένου τοῦ ἀνθρώπου, καθάπερ ἐπὶ τῆς τῶν ὑδατίδων ἄρσεως ἢ διαβροχισμοῦ τριχῶν ἢ ἀναῤῥαφῆς ἢ

680
ὅλως ἐφ’ ὧν ὁ ἰατρὸς οὐ δεῖται τῶν βλεφάρων ἀνεῳγμένων. ἐὰν μὲν οὖν ὁ ὀφθαλμιῶν τύχῃ σφοδρῶς ἡλκωμένος ὁ θεραπευόμενος, τὸ καλούμενον ἔχων σταφύλωμα τελέως ἀπεστράφθαι προσήκει τὴν αὐγὴν αὐτὸν ἐν παντὶ χρόνῳ, πλὴν ἐν ᾧ φάρμακον ἐπιτίθησι τοῖς ὀφθαλμοῖς ὁ ἰατρός. ἐν ἐκείνοις γὰρ αὐτὸς ἄνευ αὐγῆς οὐκ ὄψεται τὸ πεπονθὸς, ὥσπερ οὐδὲ εἰ πτερύγιον ἐκτέμνειν ἐθελήσειεν ἢ ὑπόχυμα κατάγειν ἤ τι τοιοῦτον χειρουργεῖν. ἀλλὰ λοξὸν ὡς πρὸς τὴν αὐγὴν προσήκει τηνικαῦτα σχηματίζειν τὸν χειρουργούμενον, ὅπως μὴ ὑπὸ τῆς αὐγῆς ἡ κόρη πλήττοιτο, μήθ’ ὁ ἰατρὸς ἀποστεροῖτο τῆς τέχνης ἤγουν τῆς θέας ὧν θεραπεύει μορίων. ὀνομασθήσεται δὲ σαφῶς ὁ μὲν ἀπεστραμμένος τὴν αὐγὴν οὔτε πρὸς αὐγὴν οὔθ’ ὑπ’ αὐγὴν, ἀλλ’ ἀπὸ τῆς αὐγῆς μᾶλλον ἢ λοξὸς πρὸς αὐγήν. Ἱπποκράτει δ’ ἔδοξε βελτίων ἑρμηνεία τῆς ὑπ’ αὐγὴν ἢ ὑπ’ αὐγῆς εἶναι φωνῆς.

681
Ὑπ’ αὐγὴν μὲν οὖν ὀλίγη τε ἡ χρῆσις καὶ καταφανής τε ἡ μετριότης.

Ἐδείχθη πρόσθεν. οὐδὲν γὰρ τῶν ἄλλων μορίων πλὴν ὀφθαλμῶν δεῖται τῆς τοιαύτης χειρουργίας. ἐπεὶ δὲ, ὡς ἔφην, ἀπεστράφθαι τελέως τὴν αὐγὴν ἀδύνατόν ἐστιν ἐν ταῖς χειρουργίαις, ἐν τῷ μεταξὺ βούλεται τοῦ τ’ ἀπεστράφθαι καὶ τοῦ πρὸς αὐγὴν ἐστράφθαι σχηματίζειν τὸν ἄνθρωπον. οὐ μὴν ἴσον ἐπὶ πάντων τῶν παθῶν ἀπεστράφθαι προσήκει τὸν ἰατρὸν τῆς αὐγῆς, ἐφ’ ὅσον αὐτὸ τὸ πάθος ἀναγκάζει. οἱ μὲν γὰρ ἡλκωμένοι καὶ ὑπόπυοι καὶ σταφυλώματα ἔχοντες ἢ καὶ φλεγμονὴν μεγάλην ἢ ῥεῦμα δριμὺ καὶ πρὸς τῆς ὀλίγης αὐγῆς πλήττονται σφοδρῶς, ὡς ὀδυνᾶσθαί τε καὶ ῥευματίζεσθαι παραχρῆμα. τούτων δ’ ἧττον ὑπὸ τῆς αὐγῆς ἐνοχλεῖται παρακεντούμενός τις ἢ πτερύγιον ἢ ἐγκανθίδα χειριζόμενος. ἡ τοίνυν τῆς ἀποστροφῆς μετριότης, ἣν ἀπὸ τῆς αὐγῆς ἀπεστράφθαι προσήκει τὸν χειριζόμενον,

682
εὑρεθήσεταί σοι δύο τούτοις προσέχοντι σκοποῖς, τῷ τε σαφῶς ὁρᾷν τὸν ἰατρὸν, ὃ πράττει παρὰ τὸν ὀφθαλμὸν ἐν τῇ χειρουργίᾳ, τῷ τε μὴ σφοδρῶς ἀνιᾶσθαι τὸν χειριζόμενον, ἐπεὶ ἑκάτερος σκοπὸς ἐναντίον ὑπαγορεύει σχῆμα κατὰ τὸν ἐπικρατοῦντα ποιῶν τὴν αἵρεσιν. εἰ δέ σοι δόξειε μηδ’ ἕτερος ἐπικρατεῖν, τὸ μέσον αἱροῦ σχῆμα τῶν τε ἀκριβῶς ἐστραμμένων πρὸς τὴν αὐγὴν καὶ τῶν ὑπεστραμμένων αὐτήν. ἐγώ σοι τὴν ὁδὸν ἀφηγησάμην, ᾗ χρώμενος εὑρήσεις τὸ μέτριον τῆς ἐπιστροφῆς, Ἱπποκράτης δὲ εἶπεν, ἡγούμενος ἅπασαν καταφανῆ τὴν μετριότητα γενέσθαι ῥᾳδίως, εἰ βουληθεῖεν εὑρεῖν. οὐ γὰρ ἀπαιδεύτους ἀνθρώπους, ὡς ἡμεῖς νῦν, ἀλλ’ ἱκανῶς γεγυμνασμένους ἐν τοῖς μαθήμασιν ἐδίδαξεν, ὡς τὰ τοιαῦτα καὶ αὐτοὺς ἐπινοεῖν ἑτοίμως ἐξ ἀκολουθίας τοῖς τῶν προδεδειγμένων.

683
Τὰ δὲ πρὸς αὐγὴν ἐκ τῶν παρεουσέων, ἐκ τῶν ξυμφερουσέων αὐγέων πρὸς τὴν λαμπρότητα τρέπειν τὸν χειριζόμενον.

Ὅσον μὲν ἐπὶ τὸ δεῖν ἐναργέστατα βλέπειν τὸν ἰατρὸν, ὅσα πράττει κατὰ τὴν χειρουργίαν, ἐν τῷ τοῦ κάμνοντος σώματι, τὴν λαμπροτάτην αὐγὴν αἱρεῖσθαι χρὴ, κατὰ πάντα τὰ μόρια, πλὴν ὀφθαλμῶν. ἡ λαμπροτάτη δέ ἐστι τῶν αὐγῶν ἐν ὑπαίθρῳ χωρίῳ τοῦ ἡλίου καταλάμποντος αὐτὸν, μηδενὸς ἐπισκοτοῦντος. ἀλλ’ ἐνίοτε μὲν οὐδέν ἐστι τοιοῦτον ἐν τῇ τοῦ χειριζομένου καταγωγῇ. πολλάκις δέ ἐστι μὲν, ἀλλ’ οὐ συμφέρει εἰσάγειν εἰς αὐτὸ χειμῶνος μὲν διὰ κρύος, ἐν θέρει δὲ διὰ θάλπος· ἑκατέρου γὰρ αὐτῶν ἐστιν ἰδία βλάβη, καὶ πρὸς τούτοις ἔτι φυλάττεσθαι χρὴ τοὺς ἀνέμους, ὥστε διὰ τούτους οὐ μόνον αὐτὸν καλὸν ἀέρα φεύγομεν πολλάκις, ἀλλὰ καὶ τὸν πλησίον θύρας καὶ θυρίδος ἄνεμον εἰσπνέοντα σφοδρῶς ἄγειν τὸν ἐνεργούμενον. ἐπ’ 

684
ἐκείνων δὲ μάλιστα φεύγομεν ἄνεμον, ἐφ’ ὧν εὐλαβούμεθα παθεῖν τι τὸ νευρῶδες γένος, ὥσπερ γε πάλιν ἥλιον ἐπὶ τῶν σηπομένων, ὡς πρὸς αἱμοῤῥαγίαν ἐπιτηδείως ἐχόντων. καλῶς οὖν προσέθηκε τῶν παρεουσέων, τῶν συμφερουσέων, οὐ γὰρ ἁπλῶς ἐκ τῶν παρουσῶν αὐτῶν αἱρεῖσθαι χρὴ τὴν λαμπρότητα, ἀλλὰ καὶ προσεπιβλέπειν, εἰ καὶ τῶν συμφερουσῶν αὐγῶν ἐστιν ἡ λαμπροτάτη.

Πλὴν ὁκόσα ἢ λαθεῖν δεῖ ἢ ὁρῇν αἰσχρόν.

Οὐ σαφῆ τῇ λέξει τὴν ἑαυτοῦ διάνοιαν ἡρμήνευσεν ὁ τεχνικὸς, ἀλλ’ ὥστε δόξαι, μὴ δεῖν πρὸς αὐγὴν τρέπειν τὰ χειριζόμενα μόρια τῶν καμνόντων, ὅσα λαθεῖν προσῆκεν ἢ ὁρᾷν αἰσχρόν. ὁ δὲ οὐ τοῦτο βούλεται, ἐφεξῆς οὖν φησιν.