In Hippocratis De fracturis

Galen

Galen, In Hippocratis De fracturis

Τοῖσι μὲν γὰρ ἐπὶ δεξιὰ ἐπιδεῖν ξυντρόφως ἔχει, τοῖσι δὲ ἐπ’ ἀριστερὰ, τοῖσι δὲ ἀπὸ δύο ἀρχέων· ὁκόσα δὲ κατηπορήθη ὀστέα ἐμπεσεῖν, ταῦτα αὐτὰ εἰδέναι χρὴ ὅτι ἀποστήσεται, καὶ ὅσα τελέως ἐψιλώθη τῶν σαρκῶν. ψιλοῦται δὲ ἐνίων μὲν τὸ ἄνω μέρος, μετεξετέρων δὲ κύκλωθεν, ἀμφιθνήσκουσιν αἱ σάρκες.
601

Συντρόφως εἴρηκεν ἀντὶ τοῦ οἰκείως, οὐδὲν ὠφελούσῃ μεταφορᾷ χρησάμενος, ὅθεν αὐτὸ καὶ παρεσημηνάμην. ἐπὶ δὲ τὴν μεταφορὰν καὶ οἱ ἄλλοι πάντες ὅσοι δεινοὶ λέγειν εἰς ἐνεργεστέραν δήλωσιν τοῦ κατὰ τὴν διήγησιν πράγματος· χρῶνται.

Καὶ τῶν μὲν ἀπὸ τοῦ ἀρχαίου τρώματος σεσάπρισται ἔνια τῶν ὀστέων, τῶν δ’ οὒ, καὶ τῶν μὲν μᾶλλον, τῶν δ’ ἧσσον, καὶ τὰ μὲν σμικρὰ, τὰ δὲ μεγάλα. διὰ οὖν ταῦτα τὰ εἰρημένα οὐκ ἔστιν ἑνὶ ὀνόματι εἰπεῖν ὁκότε τὰ ὀστέα ἀποστήσεται. τὰ μὲν γὰρ διὰ μικρότητα, τὰ δὲ διὰ τὸ ἐπ’ ἄκρου ἔχεσθαι θᾶσσον ἀφίσταται, τὰ δὲ διὰ τὸ μὴ ἀφίστασθαι, ἀλλὰ λεπιδοῦσθαι καταξηρανθέντα καὶ σαπρὰ γενόμενα. πρὸς δὲ τούτοις διαφέρει τε καὶ ἰητρείη ἰητρείης. ὡς μὲν οὖν τὸ ἐπίπαν τάχιστα τουτέων ὀστέα ἀφίσταται, ὧν τάχισται μὲν αἱ ἐκπυήσιες, τάχισται δὲ κάλλισται αἱ σαρκοφυΐαι· καὶ γὰρ αἱ ἀποφυόμεναι σάρκες
602
κατὰ τὸ σιναρὸν αὗται μετεωρίζουσι τὰ ὀστέα ὡς ἐπὶ τὸ πουλύ. ὅλως μὴν ὁ κύκλος τοῦ ὀστέου ἢν ἐν τεσσαράκοντα ἡμέρῃσιν ἀποστῇ, καλῶς ἀποστήσεται. ἔνια γὰρ εἰς ἑξήκοντα ἡμέρας ἀφικνεῖται, τὰ μὲν γὰρ ἀραιότερα τῶν ὀστέων θᾶσσον ἀφίσταται, τὰ δὲ στερεώτερα βραδύτερον, τὰ δὲ ἄλλα τὰ μείω πολλὸν ἐνδοτέρω, ἄλλα δ’ ἄλλως.

Τὸ σεσάπρισται ὅτι κατὰ τοῦ σαπροῦ γέγονε καλῶς εἴρηται. τὰ δὲ διεφθαρμένα ὅτι καλοῦσι σαπρὰ, τινὶ οὐκ ὀρθῶς εἴρηται· πάντα γὰρ τὰ παλαιὰ καὶ χρόνια προσαγορεύει αὐτὸς σαπρά.

Ἀποπρίειν δ’ ὀστέον ἐξέχον ἐπὶ τῶνδε τῶν προφάσιων χρὴ, ἢν δύνηται ἐμβάλλειν, μικροῦ δέ τινος αὐτῷ δοκεῖ δεῖν παρελθεῖν καὶ οἷόν τε ᾖ παραιρεθῆναι, ἤν τε ἀσηρὸν ᾖ καὶ θραῦόν τι τῶν σαρκίων καὶ δυσαισθησίην παρέχει,
603
ψιλὸν δὲ τυγχάνει ἐὸν καὶ τὸ τοιοῦτον ἀφαιρέειν χρή. τὰ δ’ ἄλλα μέγα οὐδὲν μέγα διαφέρει οὔτε ἀποπρῖσαι οὔτε μὴ ἀποπρῖσαι. σαφέως γὰρ εἰδέναι χρὴ ὅτι ὀστέα ὅσα τελέως στερέεται τῶν σαρκῶν καὶ ἐπιξηραίνεται, ὅτι πάντα τελέως ἀποστήσεται. ὅσα δὲ ἀπολεπιδοῦσθαι μέλλει, ταῦτα οὐ χρὴ ἀποπρίειν. τεκμαίρεσθαι δὲ χρὴ ἀπὸ τῶν τεταγμένων σημείων τὰ τελέως ἀποστησόμενα, ἰητρεύειν δὲ τοὺς τοιούτους σπλήνεσι καὶ τῇ οἰνηρῇ ἰητρείῃ, ὥσπερ καὶ πρόσθεν γέγραπται τῶν ἀποστησομένων ὀστέων. φυλάσσεσθαι δὲ χρὴ μὴ καταψυχροῖσι τέγγειν τὸν πρῶτον χρόνον· ῥιγέων γὰρ πυρετωδέων, κίνδυνος δὲ καὶ σπασμῶν, προκαλέεται γὰρ ἀεὶ σπασμὸν τὰ ψυχρὰ, ποτὲ δὲ καὶ ἕλκει. εἰδέναι δὲ χρὴ ὅτι περ ἀνάγκη βραχύτερα τὰ σώματα ταύτῃ γενέσθαι, ὧν ἀμφότερα τὰ ὀστέα κατεηγότα καὶ παρηλλαγμένα ἰητρεύηται καὶ οἷς ὅλως καὶ ὁ κύκλος τοῦ ὀστέου ἀπέστη.

Ὅτι καὶ νῦν εἴρηκε προφάσεις οὐ τὰς ψευδεῖς αἰτίας, ἀλλὰ τὰς ἀληθεῖς, εὔδηλον. αὐτὸς δὲ ὁ περὶ τῶν σεσαπρισμένων

604
ὀστῶν λόγος ἅπας ἐστὶ σαφὴς κελεύοντος ἀποπρίειν αὐτῶν τά γε κατὰ τὰς ἐμβολὰς ἐμποδίζοντα καὶ ὡς νύττοντα τὰς ψεούσας σάρκας καὶ, ὡς αὐτὸς εἶπε, δυσαισθησίην παρέχει, τουτέστι δυσχερῆ καὶ ἀγρίαν τὴν αὐτῶν θέσιν. ἐδείξατο δὲ τῷ λόγῳ καὶ τὰ ὑπογυμνωθέντα τῶν σαρκῶν ὀστᾶ καὶ μὴ παραχρῆμα κατατεθέντα πάντως ἀποπεσεῖσθαι καὶ τὰ ξηρανθέντα.

Ὅσων δὲ μηροῦ ὀστέον ἢ βραχίονος ἐξέσχεν, οὗτοι οὐ μάλα περιγίνονται. τὰ γὰρ ὀστέα μεγάλα καὶ πολυμύελα καὶ πολλὰ καὶ ἐπίκαιρα τὰ συντιτρωσκόμενα νεῦρα καὶ μύες καὶ φλέβες. καὶ ἢν μὲν ἐμβάλλοις, σπασμοὶ φιλέουσιν ἐπιγίνεσθαι, μὴ ἐμβληθεῖσι δὲ πυρετοὶ ὀξέες καὶ ἐπίχολοι καὶ λιγνυώδεες καὶ ἐπιμελαίνονται. περιγίνονται δὲ οὐχ ἧσσον οἷσι μὴ ἐμβληθῇ, μηδὲ πειρηθῇ ἐμβάλλεσθαι. ἔτι δὲ μᾶλλον περιγίνονται οἷσι τὸ κάτω μέρος τοῦ ὀστέου ἐξέσχεν ἢ οἷσι τὸ ἄνω. περιγίνονται δ’
605
ἂν καὶ οἷσιν ἐμβληθείη, σπανίως γε μήν. μελέται γὰρ μελετέων μέγα διαφέρουσι καὶ φύσιες φυσίων τῶν σωμάτων εἰς εὐφορίην. διαφέρει δὲ μέγα καὶ ἢν ἔσω τοῦ βραχίονος καὶ τοῦ μηροῦ τὰ ὀστέα ἐξέχῃ. πολλαὶ γὰρ καὶ ἐπίκαιροι κατατάσιες φλεβῶν ἐν τῷ ἔσω μέρει, ὧν ἔνιαι τιτρωσκόμεναι σφάγιαί εἰσιν, εἰσὶ δὲ καὶ τῷ ἔξω μέρει, ἧσσον δέ. ἐν τοῖσιν οὖν τοιούτοισι τρώμασι τοὺς μὲν κινδύνους οὐ χρὴ λήθειν ὁκοῖοί τινές εἰσι καὶ προλέγειν χρὴ. πρὸς τοὺς καιρούς. εἰ δὲ ἀναγκάζοιο μὲν ἐμβαλεῖν, ἐλπίζοις δὲ ἐμβάλλειν καὶ μὴ πολλὴ ἡ παράλλαξις ᾖ τοῦ ὀστέου καὶ μὴ ξυνδεδραμήκοιεν οἱ μύες, φιλέουσι γὰρ ξυνδεῖν ἡ μόχλευσις καὶ τούτοισι μετὰ τῆς κατατάσιος εὖ ἂν ξυλλαμβάνοιτο.

Οὐχ οὕτω διὰ τὸ τοῦ ὀστέου μέγεθος ὁ κίνδυνος ἐπ’ αὐτοῖς γίγνεται γυμνωθεῖσιν ὡς διὰ τὸ τῶν μυῶν τε καὶ νεύρων καὶ ἀρτηριῶν τε καὶ φλεβῶν καὶ πρὸς τούτοις ὅτι

606
πλησιέστερόν εἰσι τῆς ἀρχῆς τῶν μυῶν τε καὶ νεύρων. εἴρηται δὲ ἐν τῷ περὶ αὐτῶν λόγῳ ὅτι φιλοῦσιν οἱ μύες εἰς ἑαυτοὺς συντρέχειν παραλλαττόντων τῶν ὀστέων, οὕτως ᾧ πολλάκις ἡμεῖς ἤδη κατὰ τὸν λόγον ἐχρησάμεθα. τὰ δ’ ἄλλα δῆλα τοῖς προσέχουσι τὸν νοῦν.

Ἐμβάλλοντα δὲ ἐλλέβορον μαλθακὸν πιπίσαι χρὴ αὐθημερὸν, ἢν αὐθημερὸν ἐμβληθῇ, εἰ δὲ μὴ, οὐδ’ ἐγχειρέειν χρή. τὸ δὲ ἕλκος ἰητρεύειν χρὴ, οἵηπερ κεφαλῆς ὀστέα κατεηγυίης καὶ ψυχρὸν μηδὲν προσφέρειν, σιτίων δὲ στερῆσαι τελέως.

Ἄπορον εἰπεῖν ὅ τι ποτὲ αὐτῶν σημαίνει τὸ μαλθακόν. ὅτι μὲν γὰρ ἢ τὸ ποιὸν ἢ τὸ ποσὸν ἐνδείκνυται τῆς πόσεως αὐτοῦ δῆλον, οὔτε δεῖται τοῦ κατὰ πλῆθος ὀλίγου τὸ μαλθακὸν οἰκείως ἄν τις εἰρῆσθαι νομίσειεν, οὔτε τίνα τρόπον ἐνδείκνυται σκευάσας αὐτοῦ, ποιῆσαι ῥᾴδιον, ἔπειτα καὶ

607
ῥαφανίδας ἐνίοτε δι’ ὀξυμέλιτος ἐδώκαμεν, ἐμπήξαντες αὐταῖς δι’ ὅλης ἡμέρας καὶ νυκτὸς ἐλλεβόρου μόνου κλωνία, καὶ εἴη ἂν ἀσθενὴς ἀπ’ ἐλλεβόρου κάθαρσις ἡ τοιαύτη. τὸ δ’ ἀληθὲς εὑρεῖν οὐχ οἷόν τε διὰ τὸ μὴ γεγράφθαι πρὸς αὐτοῦ πῶς δίδωσι τὸν ἐλλέβορον. ἴσμεν γὰρ ὅτι πλείους οἱ τρόποι τῆς δόσεως αὐτοῦ εἰσι γεγραμμένοι πολλοῖς τῶν ἰατρῶν παλαιῶν τε καὶ νέων καὶ μέσων κατὰ ἡλικίαν.

Καὶ ἢν μὲν πικρόχολος φύσει ᾖ, ὀξύγλυκυ εὐῶδες ὀλίγον ἐπὶ ὕδωρ ἐπιστάζοντα, τουτέῳ διαιτᾷν, ἢν δὲ μὴ πικρόχολος ᾗ, ὕδατος πόματι χρῆσθαι. καὶ ἢν μὲν πυρεταίνῃ ξυνεχῶς, τεσσαρεσκαίδεκα ἡμέρας τὸ ἐλάχιστον οὕτω διαιτᾷν, ἢν δὲ ἀπύρετος ᾖ, ἑπτὰ ἡμέρῃσιν.

Ταύτην τὴν λέξιν ἐναντίως Ἀρτεμίδωρος ὁ ἐπικληθεὶς Καπίτων ἔγραψε, μὴ βουλόμενος ἐπὶ μὲν τῶν πικροχόλων

608
ὀξύγλυκυ δίδοσθαί ποτε ποτὸν, ἐπὶ δὲ τῶν μὴ πικροχόλων ὕδωρ. ἐποίησεν οὖν τὴν λέξιν τοιαύτην καὶ ἢν μὴ πικρόχολος φύσει ἢ ὀξύγλυκυ εὐῶδες ὀλίγον ἐπὶ ὕδωρ ἐπιστάζοντα, τουτέῳ διαιτᾷν, ἢν δὲ πικρόχολος ᾖ, ὕδατος πόματι χρῆσθαι. καὶ ἄλλοι τινὲς ἅμα τῷ Ἀρτεμιδώρῳ τὴν γραφὴν ταύτην ἀντὶ τῆς προτέρας εἵλοντο, καίτοι κατὰ τὸ περὶ διαίτης ὀξέων αὐτὸς ὁ Ἀρτεμίδωρος οὕτως γράφει ἐκεῖνον τὸν λόγον, ἐν ᾧ περὶ ὕδατος πόσεως ὁ Ἱπποκράτης διηγεῖται, ἄλλως τε οὐδὲ δίψαν παύει, ἀλλ’ ἐπιπικραίνει. χολῶδες γὰρ φύσει χολώδει καὶ ὑποχονδρίῳ κακόν. κάκιστον δ’ ἑωυτοῦ καὶ χολωδέστατον καὶ φιλαδυναμιώτατον, ὅταν εἰς κενεότητα εἰσέλθῃ. ταύτην τὴν ῥῆσιν ἐνίων γραψάντων ὡδί· χολῶδες γὰρ φύσει καὶ ὑποχονδρίῳ κακὸν, αὐτὸς ὁ Ἀρτεμίδωρος εἵλετο τὴν προτέραν γραφὴν ἐν ᾗ πρόσκειται τὸ χολώδει γράψας οὕτως· χολῶδες γὰρ φύσει χολώδει οὐχ ἁπλῶς τῇ τυχούσῃ, καὶ πᾶσι βουλόμενος αὐτὸ τὸ ὕδωρ χολῶδες εἶναι, ἀλλὰ μόνῃ τῇ χολώδει φύσει. ὅπως οὖν νῦν αὐτὸς τοῖς πικροχόλοις δίδωσιν, εἰ μὴ ἄρα τοὺς πικροχόλους
609
ἄλλους τινὰς οἴεται εἶναι παρὰ τοὺς χολώδεις· ἀλλ’ ὅτι τοὺς τὴν πικρὰν χολὴν πλέονα γεννῶντας οὕτως ὀνομάζει πικροχόλους οὐδεὶς ἀγνοεῖ, τὴν μὲν ἑτέραν χολὴν τὴν μέλαιναν ὀξεῖαν μὲν ἰδεῖν, πικρὰν δὲ, τὴν ὑγρὰν δὲ καὶ ξανθὴν φαινομένην. εὔδηλον οὖν ἐν τῇ προκειμένῃ ῥήσει διὰ μὲν αὐτὰ τὰ κατέχοντα παθήματα τὸν κάμνοντα φυλάττεσθαι τὴν τοῦ οἴνου πόσιν· εἰ δέ τις εἴη φύσει πικρόχολος, ἐπειδὴ μεγάλως οὗτος ὑπὸ τῆς ὑδατοποσίας βλάπτεται, καθὸ λέλεκται καὶ διὰ τοῦ περὶ διαίτης ὀξέων ἐκείνῳ μόνῳ συγχωρεῖ, ὀλίγον παντελῶς ὀξύγλυκυ διδόναι. τοῦτο δὲ σκευαζόμενον, ὃ δὴ καὶ ἀπόμελι καλοῦσιν. ὅπως δὲ μὴ ἅψηται τῶν νευρωδῶν μερῶν, αἱρεῖται τὸ γλυκὺ, ὄντος δηλονότι βλαβερωτέρου τοῦ ὀξυτέρου καὶ μάλιστα ὅταν ἐκ μέλιτος καὶ ὄξους κατασκευασθῇ· καὶ μὴ καθάπερ εἶπον ἐπὶ τῶν κηρίων. ἐν Ἑλλάδι μὲν γὰρ οὕτως καὶ μάλιστα περὶ τὴν Ἦλιν, ἐν δὲ τοῖς ἄλλοις ἔθνεσιν ἐπὶ κηρίων σκευάζομεν ἡμεῖς αὐτὸ μιγνύντες ὄξος μέλιτι καὶ συνεψῶντες, ὡς ἑνωθῆναί τε τὰς ποιότητας αὐτῶν, τραυσθῆναι δὲ τὴν ὄξους δύναμιν.

610
Ἔπειτα ἐκ προσαγωγῆς κατὰ λόγον φαύλην δίαιταν ἄγειν, καὶ οἷσιν ἂν μὴ βληθῇ τὰ ὀστέα, καὶ τὴν φαρμακείην χρὴ τοιαύτην ποιέεσθαι καὶ τῶν ἑλκέων τὴν μελέτην καὶ τὴν δίαιταν· ὡσαύτως καὶ τὸ ἀπαιωρεύμενον τοῦ σώματος μὴ κατατείνειν, ἀλλὰ καὶ προσάγειν μᾶλλον, ὥστε χαλαρώτερον εἶναι τὸ κατὰ τὸ ἕλκος. τῶν δὲ ὀστέων ἀπόστασις χρονίη, ὥσπερ καὶ πρόσθεν εἴρηται. μάλιστα δὲ χρὴ τὰ τοιαῦτα διαφυγεῖν· ἀλλ’ ἤν τις καλὴν ἔχῃ τὴν ἀποφυγὴν, αἵ τε γὰρ ἐλπίδες ὀλίγαι καὶ οἱ κίνδυνοι πολλοὶ, καὶ μὴ ἐμβάλλων ἄτεχνος ἂν δοκέοι εἶναι καὶ ἐμβάλλων ἂν ἐγγυτέρω αὐτὸν τοῦ θανάτου ἀγάγοι ἢ σωτηρίης.

Ὅτι φαύλην δίαιταν ὀνομάζειν τὴν ἐναντίαν τῇ ἀκριβεῖ καὶ πρόσθεν εἴρηταί μοι.

611
Τὰ δὲ ὀλισθήματα τὰ κατὰ γούνατα καὶ τὰ διακινήματα τῶν ὀστέων, εὐηθέστερα πουλὺ τῶν κατ’ ἀγκῶνα κινημάτων καὶ ὀλισθημάτων.

Ὀλισθήματα μὲν ὀνομάζει τὰς τέτταρας παραλλαγὰς τῶν ὀστῶν, διακινήματα δὲ τὰς βραχείας. εὐηθέστερον δὲ εἶπεν οὐ κατὰ τὸ κύριον τοῦ εὐήθους σημαινόμενον, ἐν ᾧ δηλοῦται τὸ εὖ ἔχον τὸ ἦθος. εἰ γὰρ ἠλίθιος εὐήθης ὁμοίως λέγεται, τῇ τε γλυκείᾳ καὶ τῷ καλλείᾳ, γλυκεῖαν μὲν τὴν σῦν ὀνομαζόντων ἀνθρώπων, ὅταν εὐήθη τοῖς θεοῖς εὐφημίας ἕνεκα, καλλείαν δὲ τὸν πίθηκον, ἐπειδὴ καὶ τούτου τὴν προσηγορίαν φυλάττοντες λέγουσιν, ὥσπερ καὶ Καλλίμαχος ἔφη πρὸ μιῆς ὥρας θηρίον οὐ λέγεται.

Τό τε γὰρ ἄρθρον τοῦ μηροῦ εὐσταλέστερον ὡς ἐπὶ μεγέθει ἢ τὸ τοῦ βραχίονος.
612

Ἡ κατὰ γόνυ διάρθρωσις ἐκ δυοῖν ὀστῶν ἀλλήλοις διηρθρωμένων γίγνεται, μηροῦ τε καὶ κνήμης· ἀλλ’ ὥσπερ ἐν ταῖς ἄλλαις ἁπάσαις διαρθρώσεσιν εἶναι μέν τινα χρὴ κοιλότητα τὴν ὑποδεξομένην τοῦ διηρθρωμένου τὸ πέρας ὀστοῦ, εἶναι δὲ τὸ πέρας αὐτὸ τοῦτο περιφερὲς, οὕτως ἑτοίμως τε καὶ ἀλύπως ἐμβαίνειν τῇ διαρθρώσει, κατὰ τὸν αὐτὸν λόγον κἀπὶ τῆς κατὰ γόνυ διαρθρώσεως ἐμβαινόμενόν ἐστι τὸ τοῦ μηροῦ πέρας, ὑποδεχόμενον δὲ τὸ τῆς κνήμης. ὑποκειμένη γὰρ αὐτῷ τῷ μηρῷ τὰς δύο κεφαλὰς αὐτοῦ δέχεται κοιλότησιν, ἐπιτηδείας μέν τινος αὐτῶν νευροχόνδρου διαφύσεως οὔσης. εἰκότως οὖν ὁ Ἱπποκράτης τῶν διηρθρωμένων ἀλλήλων ὀστῶν ἄρθρον ὀνομάζων, οὐ τὸ δεχόμενον τὴν πλησιάζουσαν ἐξοχὴν, ἀλλὰ τὸ στηριζόμενον ἐν τῇ κοιλότητι καὶ νῦν εἶπε. τό τε γὰρ ἄρθρον τοῦ μηροῦ εὐσταλέστερόν ἐστιν, ἐπειδὴ τούτου ἐναρθρουμένου ἤδη τῇ κνήμῃ τὸ ἄρθρον, τουτέστι τὸ κάτω πέρας τοῦ μηροῦ εὐσταλέστατον ὑπάρχει, ἥπερ αὐτὸ δηλοῖ τὸ ἔλαττον κατὰ τὸν ὄγκον. οὐ μὴν ἁπλῶς γε ἔλαττόν ἐστι τοῦτο τοῦ κατ’ ἀγκῶνα πέρατος τοῦ βραχίονος, ἀλλὰ κατ’ ἀναλογίαν ἐξεταζόντων.

613
εἴπερ γὰρ ἀνάλογον ἦν τῷ μεγέθει τοῦ μηροῦ τὸ κάτω πέρας αὐτοῦ, πολλῷ μᾶλλον μεῖζον ἂν ἦν, νυνὶ δ’ οὐχ οὕτως ἔχει. πολλῷ γὰρ μείζων ὁ μηρὸς τοῦ βραχίονος, ὀλίγῳ δὲ τὸ κατὰ γόνυ πέρας αὐτοῦ τοῦ κατ’ ἀγκῶνα βραχίονος πέρατος ὑπάρχει.

Καὶ δικαίην φύσιν μοῦνον ἔχον καὶ ταύτην περιφερέα, τὸ δὲ τοῦ βραχίονος ἄρθρον μέγα τε καὶ βαθμίδας πλείονας ἔχον.

Τὸ κατὰ γόνυ, φησὶν, ἄρθρον τοῦ μηροῦ δικαίαν φύσιν μόνον ἔχει. δῆλον δὲ, ὡς πολλάκις εἴρηται, τὸ δίκαιον ὄνομα παρ’ αὐτῷ τὴν ἴσην. σκεψώμεθα οὖν ἀκριβῶς διὰ τί μόνον τοῦτο τὸ ἄρθρον, φησὶν, ἴσην ἔχει φύσιν, εὑρεῖν ἡμᾶς ὡς μηδαμόθι πλεονεκτεῖν ἐν αὐτῷ τὰ μόρια διὰ τὸ πᾶν ὅμοια ἀλλήλοις γ’ ἐνεστῶτα τὰ μόρια, διὰ τὸ πᾶν καὶ διάρθρωσιν μίαν ἔχειν. ἐπεὶ δὲ τοίνυν εἰς δύο περιφερεῖς

614
κεφαλὰς ὁ μηρὸς ἐνταῦθα τελευτᾷ κατά τε τὸ μέγεθος ἴσως, κατά τε τὸ σχῆμα διαρθροῦνται, ταῖς ἀμφοτέραις κοιλότησι τῆς κνήμης ἴσαις ἐμφυομέναις, ἔτι πρὸς τούτῳ κατ’ εὐθὺ τῶν ὅλων ἐστὶν ἑκάτερον τῶν περάτων, τό τε τοῦ μηροῦ καὶ τὸ τῆς κνήμης. διὰ τοῦτο προσηκόντως ἄν τις φαίη δικαίαν φύσιν ἔχειν τὸ ἄρθρον τοῦτο. τὸ γὰρ ἄνω μέρος τοῦ μηροῦ τὸ πρὸς ἰσχίον διαρθρούμενον οὔτε κατ’ εὐθὺ μηροῦ τὴν κεφαλὴν ἔχει· δόξει γὰρ ἀποχωρεῖν πρὸς τὴν ἔσω χώραν· οὔτε κατ’ ἀναλογίαν τοῦ μεγέθους. παχύτερος γάρ ἐστιν ὁ μηρὸς πολλῷ τοῦ πέρατος· ἡ γοῦν τοῦ βραχίονός ἐστι κεφαλὴ τοῦ μηροῦ καὶ τοῦτ’ ἐλάττονος αὐτοῦ κατὰ τὸν ὄγκον ὄντος, ἀλλ’ οὐδ’ αὕτη κατ’ εὐθὺ βραχίονος πέφυκεν. εἰ δὲ καὶ τὰς ἄλλας ἐπισκέποις διαρθρώσεις, εὕροις ἂν οὐδεμίαν ἔχουσαν ἁπάσας τὰς ἐπὶ τῆς κατὰ γόνυ διαρθρώσεως εἰρημένας ἰσότητας. αὐτίκα γέ τοι τὸ κάτω πέρας τῆς κνήμης, ἔνθα τὰ τῆς περόνης διαρθροῦται κατὰ τῷ ἀστραγάλῳ, οὔτε τὰς ἐπιφύσεις οὔτε τὰς κοιλότητας ἀνάλογον ἔχει τοῖς ὀστοῖς. ἐχρῆν γὰρ, εἴπερ οὕτως εἶπεν, ὥσπερ ἡ κνήμη πάμπολυ
615
παχυτέρα τῆς περόνης ἐστὶν, οὕτω καὶ τὴν ἐπίφυσιν αὐτῆς εἶναι μείζονα, κατά τε τὴν ἔνδον ἐν τῇ διαρθρώσει κοιλότητα καὶ τὴν ἔξωθεν αὐτῆς κυρτότητα. νυνὶ δ’ οὐχ οὕτως ἔχει· καὶ μέντοι καὶ αὐτὸς ὁ ἀστράγαλος οὐχ ἁπλοῦν ἔχει τὸ σχῆμα κατὰ τὴν διάρθρωσιν, ἀλλὰ ποικίλον τε καὶ διαλλάττον ἐν τοῖς μέρεσιν αὐτῶν πάμπολυ. παραπλήσια δ’ ἂν τούτοις εὕροις ἐπὶ τῆς κατὰ τὸν καρπὸν διαρθρώσεως πήχεώς τε καὶ κερκίδος, ἅπερ εἰ πάντα διέρχομαι, ὡς μακρὸν μῆκος ἐκπεσεῖν ἀναγκασθήσομαι καὶ πολὺ μᾶλλον εἰπὼν ἄλλην ἁπασῶν διαρθρώσεων ἑρμηνεύειν με τὴν φύσιν, οἷον τῆς κατὰ τὴν γένυν ἢ κατὰ τὸ πλατὺ καλούμενον ὀστοῦν. ἀλλὰ δοκεῖ μοι βέλτιον εἶναι μικρὸν ἐν κεφαλαίῳ λόγον εἰπόντα μεταβαίνειν ἐφ’ ἕτερον. ἔστι δ’ ὁ λόγος τοιόσδε· τῆς τῶν ὀστῶν ἁπάντων φύσεως ἓν ὑπόμνημά μοι γέγραπται, τὸ σχῆμα καὶ τὴν διάρθρωσιν ἑρμηνεύοντι. τοῦτο μεταχειρισάμενος εὑρήσεις ἀληθῶς περὶ πάντων τῶν ἄρθρων ἀποφηνάμενον ἐν τῷ προκειμένῳ λόγῳ, μόνου τοῦ κατὰ γόνυ τὴν ἀκριβῆ καὶ δικαίαν ἔχοντος διάρθρωσιν. τὸ δὲ τοῦ βραχίονος ἄρθρον μέγα τε καὶ βαθμίδας ἔχον πλείονας
616
προκείμενον παραβάλλειν ἀλλήλαις τὴν κατὰ γόνυ διάρθρωσιν τῇ κατ’ ἀγκῶνα καὶ δείξαντα κατὰ γόνυ παθήματα τῶν ὀστῶν ἐπιεικέστερα τῶν κατ’ ἀγκῶνα. τοῦτο ἐπιχειρίσας δεικνύειν ἔφη, τό τε γὰρ ἄρθρον τοῦ μηροῦ εὐσταλέστερον ὡς ἐπὶ μεγέθει καὶ προσέτι τῷ λόγῳ τὴν δικαίαν φύσιν ἔχον, αὔταρκες ἂν ἐγεγόνει· καίτοι περιβάλλει μόνην τὴν κατ’ ἀγκῶνα διάρθρωσιν ἐπὶ τῷ μοῦνον προσέθηκεν εἰπών· καὶ τὴν δικαίαν φύσιν μοῦνον ἔχον ἠναγκάσθη ἀναμνῆσαι τῆς τῶν ὅλων ἄρθρων φύσεως, οὐδεμιᾶς ἁπλῆς οὔσης, ἀλλὰ καὶ τοῖς σχήμασι καὶ τοῖς μεγέθεσιν ἀνίσου τε καὶ ἀνομοίου κατὰ μέρη. νῦν οὖν ἐπὶ τὴν κατ’ ἀγκῶνα διάρθρωσιν ἐλθόντος αὐτοῦ καὶ δεικνύντος ἀνόμοιά τε καὶ ἄνισα τὰ κατ’ αὐτὴν μέρη καὶ ἡμεῖς ἀκολουθήσαντες αὐτῇ τῇ λέξει σαφηνιοῦμεν ἑκάτερον τῶν λεγομένων. μέγα μὲν οὖν ἔφη τὸ κατ’ ἀγκῶνα πέρας εἶναι ἤπερ τὸ τοῦ βραχίονος εἰκότως. πλατύνεται γὰρ ἐνταῦθα πλείους λαμβάνων κεφαλὰς ἀνίσους, ἃς ὀνομάζουσι κονδύλους, ἥ θ’ ὑποδεχομένη κοιλότης αὐτῶν κατά τινα δέχεται, καθάπερ ἐπὶ γόνατος·
617
ἀλλὰ τὴν μέσην ἐν αὐταῖς κυρτότητα τὴν περιφερῆ τροχηλίαν παρὰ φύσιν οὖσαν. ἐπὶ τῶν μεγάλων κονδύλων τοῦ βραχίονος ὁ μὲν ἔνδον οὐδὲν ὀστοῦν ἔχει πρὸς αὐτὸν οὔτε συναρθρούμενον, ὁ δὲ ἔξω κατὰ τὴν κερκίδα διαρθροῦται. περιέχουσιν αὐτὴν κατὰ τοῦτο κοιλότητα, ἣν ἐπὶ τῷ πέρατι τὸ τῆς κερκίδος ὀστοῦν ἔχει. μέχρις μὲν οὖν τῶνδε φαίνεται πῆχυς μὲν καὶ κερκὶς ὑποδεχόμενα τὸν βραχίονα, καθ’ ἕτερον δ’ αὖ τρόπον ὁ βραχίων ὑποδέχεται τὰς κορώνας τοῦ πήχεως ἔχων δύο κοιλότητας ἐπιτηδείας ἑκατέρωθεν, βραχυτέραν μὲν τὴν πρόσω, βαθυτέραν δὲ τὴν ὀπίσω· διότι καὶ αἱ τοῦ πήχεως ἀποφύσεις ἃς κορώνας τε θηλυκῶς καὶ κόρωνα καλοῦσιν οὐδετέρως, ἄνισοι τὸ μέγεθός εἰσι καὶ μείζων ἡ ὄπισθεν. ὥστε ποικίλη τε καὶ ἀνόμοιος τοῖς μέρεσι, καὶ κατὰ τοῦτο καλῶς εἶπεν ὁ Ἱπποκράτης ἐπὶ τοῖς κατὰ γόνυ δικαίαν φύσιν ἔχειν τὸ ἄρθρον, οὐ μὴν ἐπὶ τοῖς κατ’ ἀγκῶνα. διὰ τί δὲ βαθμίδας ἔχει πλείονας, εἰ καὶ τούτους παραβαλὼν εἶπε, τῇ κατὰ γόνυ. δύο γὰρ ἐκεῖναι μόναι βαθμίδες εἰσὶ τῆς κνήμης, ὡς καὶ δύο κόνδυλοι τοῦ μηροῦ· κατ’
618
ἀγκῶνα δὲ μία μὲν ἐστι μεγάλη κοιλότης τοῦ πήχεως ἣν ὁρίζουσιν αἱ δύο κορῶναι, βραχυτέρα μὲν πρόσθεν, ἡ δὲ ἐκ τῶν ὄπισθεν μερῶν προμηκεστέρα. τοῦ δὲ βραχίονος αὐτοῦ δύο μέν εἰσιν αἱ δύο ἐξεσκαμμέναι κοιλότητες, ὥσπερ βόθυνοί τινες, ἐμβαίνειν ἔφη τὰς κορώνας τοῦ πήχεως, μία δὲ ἄλλη καθάπερ ἐκγεγλυμμένη κατὰ τὸ μέσον αὐτοῦ τροχηλίᾳ παραπλησίως.

Πρὸς δὲ τούτοις τὰ μὲν τῆς κνήμης ὀστέα παραπλήσια μῆκός ἐστι καὶ σμικρόν τι οὐκ ἄξιον λόγου τὸ ἔξω ὀστέον ὑπερέχει, οὐδενὸς μεγάλου κώλυμα ἐὸν, ἀφ’ οὗ πέφυκεν ὁ ἔξω τένων, ὁ παρὰ τὴν ἰγνύην.

Μικρῷ τινι μεῖζον εἶναί φησι τὸ ἔξωθεν ὀστοῦν ὃ καλοῦσι περόνην, ὅπερ ἤδη καὶ πρόσθεν εἶπεν, ἡνίκα τῶν ἁπλῶν τῆς κνήμης καταγμάτων ἔγραψε θεραπείαν. ἡμεῖς δὲ καὶ τότε καὶ νῦν λέγομεν ὡς μὲν πρὸς τὸ κάτω

619
μέρος ἡ περόνη τῆς κνήμης ὑπερέχει, κατὰ δὲ τὸ πρὸς τῷ γόνατι φαίης ἂν μᾶλλον ὑπερέχειν τὴν κνήμην· οὐδὲ γὰρ διαρθροῦται πρὸς τὴν περόνην ὁ μηρὸς, ἀλλ’ ὡς εἴπομεν ἀρτίως, ἡ ἔξωθεν αὐτοῦ κεφαλὴ τῇ κατὰ τοῦτο κοιλότητι τῆς κνήμης ἐπιβαίνει. διὰ τί δέ φησιν, οὐδενὸς μεγάλου κωλύματος τῇ περόνῃ συνεῖναι, τοῖς ἀνεγνωκόσι περὶ χρείας μορίων ἐστὶ δῆλον, ἐν οἷς ἐδείχθησαν αἱ διαρθρώσεις ἅπασαι δύο σκοποὺς ἔχουσαι τῆς κατασκευῆς, τῶν μὲν ἐνεργειῶν τὸ ἀκώλυτον, τῶν δὲ ἐκπτώσεων, ὡς Ἱπποκράτης ὠνόμασεν, ἄρτι κώλυμα. τὸ μὲν οὖν ἀκώλυτον εἰς τὴν ἐνέργειαν αἵ τε κοιλότητες ἐπιπολῆς οὖσαι καὶ οἱ σύνδεσμοι χαλαροὶ γιγνόμενοι παρέχουσι, τὴν δὲ εἰς τὰς ἐξαρθρώσεις ἀσφάλειαν αἵ τε κοιλότητες βαθεῖαι καὶ μεγάλας ἔχουσαι τὰς ὀφρῦς, οἵ τε σύνδεσμοι σύντονοι μὲν τὴν οὐσίαν, τὸ δὲ μῆκος βραχεῖς, οἵ τε ἔξωθεν περικείμενοι τῇ διαρθρώσει τένοντες ἰσχυροί τε καὶ σύντονοι. εἰ τοίνυν τῇ περόνῃ τῇ κατὰ γόνυ διαρθρώσει πρὸς ἀσφάλειαν οὐδὲν συντελεῖ, πλὴν σμικροῦ
620
τινος, ὅπερ δι’ αὐτῆς ἧς ἔγραψε λέξεως ἐνεδείξατο λέγων· ἀφ’ οὗ πέφυκεν ὁ ἔξω τένων ὁ παρὰ τὴν ἰγνύην. οὐ τῆς ἀκριβοῦς γνώσεως ἕνεκεν χρή σε περιμένειν τὴν ἀνατομὴν ἐπὶ πάντων τῶν ἰσχνῶν ἐναργῶς φαινομένων καὶ πρὸ τῆς ἀνατομῆς, τένοντας δὲ διὰ τί καλεῖ τὰς ἀπονευρώσεις τῶν μυῶν εἴρηταί μοι πολλάκις. οὗτος ὁ τένων ὁ κατὰ τὰ ἔξω τοῦ γόνατος ἔξωθεν σφίγγων τὴν διάρθρωσιν βοηθεῖ τι τῆς κατὰ τὸ μέρος ἀσφαλείας κώλυμα γιγνόμενον ἐνταῦθα ὀλισθαίνειν τὸν μηρόν.

Τὰ δὲ τοῦ πήχεος ὀστέα ἄνισά ἐστι καὶ τὸ βραχύτερον συχνῷ, τὸ δὲ λεπτότερον πολλῷ ὑπερβάλλει καὶ ὑπερέχει τὸ ἄρθρον.

Ἄνισα τὰ τοῦ πήχεως εἶπεν ὀστᾶ, οὐχὶ καὶ τῆς κνήμης εἴη παραβάλλειν νῦν οὐκ ἐχούσης ἄνισα, παρ’ ἐκείνην ἔφη τὸ ἔξωθεν εἶναι μακρότερον· ἀλλ’ ὅτι βραχύτερον μὲν ὑπερέχον τὸ ἔξωθεν ὀστοῦν τῆς κνήμης καὶ ἐλαχίστῳ, πολὺ

621
δ’ ὁ πῆχυς. ἐὰν γὰρ ἀκριβῶς προσέχῃς τὸν νοῦν, ἐν τοῖς ἄνω πέρασιν ἡ περόνη φαίνεταί σοι βραχύ τι λειπομένη τῆς κνήμης, ὥστε καὶ σαφῶς ἐστιν ἐν τῷ κάτω μὲν πέρατι μακροτέρα. διὰ γοῦν τὴν ἄνωθεν ἔνδειαν ὀλίγον εἶναι κατὰ τῆς ὑπεροχῆς. ὁ δὲ πῆχυς ὅλῳ τῷ ἀγκῶνι τῆς κερκίδος ὑπερέχει καὶ διὰ τοῦτο ἔφη τὸ ἄρθρον ὑπερέχειν, ἤτοι τὴν διάρθρωσιν, ὅλην οὕτως ὀνομάσας ἢ τὸ πέρας τοῦ βραχίονος ὃ διαρθροῦται πρὸς τὴν σιγματοειδῆ τοῦ πήχεως κοιλότητα.

Ἐξήρτηται μέντοι καὶ τούτων τῶν νεύρων κατὰ τὴν κοινὴν ξύμφυσιν τῶν ὀστέων, πλεῖον δὲ μέρος ἔχει τὸ ἄρθρον.

Τοὺς συνδέσμους νῦν ὠνόμασε νεῦρα καὶ ἐπὶ παντὶ καλῶν οὕτως αὐτούς. ὅτι δὲ τῇ περιδιαρθρώσει συνδέσμους τοὺς πλατεῖς καὶ ὑμενώδεις οὕτως ὠνόμασε νῦν, ἔσται μὲν δῆλον κἀξ ὧν ἐπιφέρων εἴρηκε τὴν ἑξῆς φησίν· ἀλλὰ καὶ

622
χωρὶς ἐκείνων πρόδηλον οὐδὲν τῶν κυρίως ὀνομαζομένων νεύρων εἰς ὀστοῦν ἀναφέρεσθαι. τῶν γὰρ συνδέσμων ἴδιον τοῦτο καὶ δι’ αὐτοὺς καὶ τῶν τενόντων, ὅτι κεκρασμένην ἔχουσι τὴν οὐσίαν ἐκ συνδέσμων καὶ νεύρων. εἴρηται δὲ τελέως περὶ τῶν τοιούτων ἁπάντων ἐν τοῖς περὶ μυῶν κινήσεως, ἀλλὰ νῦν τὸ προκείμενον ἐν τῇ δηλουμένῃ ῥήσει λεκτέον. ἐξηρτῆσθαί φησι τὸ ὑπερέχον τοῦ πήχεως, τουτέστι τὸν ἀγκῶνα τῶν περιλαμβανομένων τὴν διάρθρωσιν συνδέσμων κατ’ ἐκεῖνα τὰ μέρη τῶν ὀστῶν, ἔνθα τὴν κοινὴν ἔχει σύμφυσιν ὁ πῆχυς καὶ ἡ κερκὶς δηλονότι. εἶπε δὲ τοῦτο διότι τὸ ἀπὸ τοῦδε πᾶν ὅσον ὀπίσω προχωρεῖ, τὸ γυμνὸν τῆς σαρκώδους οὐσίας οὐκέτ’ οὐδεμίαν ἔχει σύμφυσιν πρὸς τοὺς τῆς διαρθρώσεως συνδέσμους. ἐμφύεται γὰρ αὐτῷ κατ’ αὐτοὺς πλατυνόμενος ὁ τένων τοῦ τὴν κατὰ τὸν ἀγκῶνα διάρθρωσιν ἐκτείνοντος μυός.

Πλεῖον δὲ μέρος ἔχει τῆς ἐξαρτήσεως τῶν νεύρων ἐν τῷ βραχίονι τὸ λεπτὸν ὀστέον ἤπερ τὸ παχύ. ἡ μὲν οὖν
623
φύσις τοιουτότροπος τῶν ἄρθρων τούτων καὶ τῶν ὀστέων τοῦ ἀγκῶνος.

Ταύτην ἔφην τὴν ῥῆσιν ἐνδείκνυσθαι νεῦρα καλεῖσθαι πρὸς αὐτοῦ τοὺς ὅλης τῆς διαρθρώσεως συνδέσμους, ἐκπεφυκότας μὲν ἐκ τοῦ κάτω πέρατος τοῦ βραχίονος, ἐμπεφυκότας δὲ τοῖς ἐνταῦθα πέρασι πήχεώς τε καὶ κερκίδος, ἐν πάσῃ γάρ ἐστι τοῦτο διαρθρώσει· οὕτω δὲ κοινοὺς εἶναι τῶν διηρθρωμένων ὀστῶν συνδέσμους πλατεῖς ἐν κύκλῳ περικειμένους, ὡς δοκεῖν ὑμένας εἶναι παχεῖς. οὗτοι τοίνυν ἐμφύονται μὲν καὶ τῇ τῆς κερκίδος κεφαλῇ, πολλῷ δὲ μέρει τοῦ πήχεως. διὰ τοῦτ’ ἔφη, πλέον δὲ μέρος ἔχει τῆς ἐξαρτήσεως τῶν νεύρων ἐν τῷ βραχίονι τὸ λεπτὸν ὀστέον ἤπερ τὸ παχὺ, τουτέστιν ὁ πῆχυς. εἴπερ ἡ κερκὶς ἐξήρτηται μὲν ἄμφω τῶν ἐκφυομένων τοῦ βραχίονος συνδέσμων, ἃ νεῦρα κεκληκέναι νῦν ἔφην αὐτόν· πλέον δὲ μέρος ἔχει τῆς ἐξαρτήσεως ὁ πῆχυς.

624
Καὶ διὰ τὸν τρόπον τῆς φύσιος τὰ κατὰ γόνυ ὀστέα πολλάκις μὲν ὀλισθαίνει, ῥηϊδίως δὲ ἐμπίπτει.

Τῶν γὰρ καθ’ ἑκάτερον τὴν διάρθρωσιν ἐργαζομένων ὀστῶν ἐσφιγμένη μὲν ἡ σύνθεσίς ἐστι κατ’ ἀγκῶνα, χαλαρωτέρα δὲ κατὰ γόνυ, πρὸς τῷ καὶ πολλὰς ὑπεροχὰς καὶ κοιλότητας ἀλλήλαις διαρθρούμενα, σφίγγει μὲν πανταχόθεν τὴν κατ’ ἀγκῶνα διάρθρωσιν. ἐν δὲ τῇ κατὰ γόνυ καὶ τῶν κονδύλων τοῦ μηροῦ ταῖς κοιλότησι τῆς κνήμης ἐπιβαινόντων ἀβάθεσί τε καὶ ὑπτίαις οὔσαις εἰκότως ἡ διάρθρωσις ὀλισθανωτέρα ὥστε καὶ αὖθις ἐμπίπτειν τάχιστα.

Φλεγμονὴ δὲ οὐ μεγάλη προσγίνεται οὐδὲ δεσμὸς τοῦ ἄρθρου.

Διὰ τὸ βίαιον τῆς ἐξαρθρώσεώς τε καὶ τῆς ἐμβολῆς αἱ φλεγμοναὶ γίγνονται κατὰ λόγον. ἐπὶ τοῦ γόνατος αἱ

625
διαστῶσαι καὶ ῥᾳδίως ἀμφοτέρων γιγνομένων οὐχ ἕπεται φλεγμονή. διὰ δὲ τὸ μὴ γίγνεσθαι ταύτην ὁ δεσμὸς ἐπιγίγνεται, τουτέστι τοῦ ἄρθρου μετὰ τὸ θεραπευθῆναι δυσκίνητα, μήτε ἐκτεινομένου αὐτοῦ ῥᾳδίως μήτε καμπτομένου. συμβαίνει γὰρ οὕτως ὁ δεσμὸς ὑπὸ καμφθέντος τεινόμενος φλεγμονῆς μεγάλης οὐ σμικρώδης ἐκ τῶν περὶ τὴν διάρθρωσιν νεύρων ἢ συμπτωμάτων, διὸ λείψανόν τι δυσκίνητον γίγνεται τὸ ἄρθρον, ὡς δοκεῖν δεδεῖσθαι. τῶν γὰρ ἐν αὐτῷ γε καὶ περὶ αὐτὸν τενόντων καὶ συνδέσμων μὴ δυναμένων ἐπεκτείνεσθαι, μήδ’ εἰς πάντα τοῦτον ἑτοίμως ἕπεσθαι τοῖς κινοῦσι τὴν διάρθρωσιν μυσὶν, ἀλλὰ διὰ τὸ σκληρὸν ἀντισπῶντι δεσμῷ παραπλήσιον γίγνεται πάθος. ἐν δὲ τῇ κατὰ τὸν ἀγκῶνα διαρθρώσει καὶ τὰ λεπτὰ τέτταρα τῶν κορώνων τοῦ πήχεως ἐνίοτε περιθραυομένου κατά τὸ τὰς ἐκπτώσεις καὶ τὰς ἐμβολάς. πολλὴ δὲ ἡ σύστασις γιγνομένη χαλεπώτερόν τε καὶ ἀνιαρότερον ἐργάζεται τὸν σύνδεσμον τοῦ ἄρθρου.

626
Ὀλισθαίνει δὲ τὰ πλεῖστα ἐς τὸ εἴσω μέρος, ἔστι δ’ ὅτε καὶ ἐς τὸ ἔξω, ποτὲ δὲ καὶ ἐς τὴν ἰγνύην. τούτων ἁπάντων αἱ μεταβολαὶ οὐ χαλεπαὶ, ἀλλὰ τὰ μὲν ἔξω καὶ ἔσω ὀλισθαίνοντα καθῆσθαι μὴ χρὴ τὸν ἄνθρωπον ἐπὶ χαμαιζήλου τινὸς, τὸ δὲ σκέλος ἀνωτέρω ἔχειν, μὴ μὲν πολλῷ.

Καθ’ ἃ μέρη μᾶλλον ἡ διάρθρωσις ἔσφιγκται, κατὰ ταῦθ’ ἧττον ὀλισθαίνει. τελεώτατα μὲν οὖν ἔσφιγκται τὰ πρόσω μέρη, καθ’ ἃ καὶ ἡ μύλη. καλοῦσι δὲ αὐτὴν εἰκότως ἔνιοι τῶν ἰατρῶν ἐπιγονατίδα καθόλου τοῦ γόνατος ἐπικειμένην. αὐτὴν δὲ ταύτην ἐπιπεφυκώς τις ἔξωθεν τένων πλατὺς σφίγγει τὴν ἀρχὴν ἐκφύσεως ἔχων ἐκ τῶν προσθίων τοῦ μηροῦ δεσμῶν ὑπερβαίνων τε τὴν μύλην ὅλην ἐπιφυόμενος τῆς κνήμης ἀρχή· τὸ μὲν πρόσω μέρος τῆς κατὰ γόνυ διαρθρώσεως διά τε τὴν μύλην τόν τε εἰρημένον τένοντα καταφυόμενον, ὡς εἶπον, εἰς τὴν ἀρχὴν τῆς κνήμης

627
ἀκριβῶς ἔσφιγκται. κατὰ δὲ εἰς τὸ ὀπίσω μέρος τῆς διαρθρώσεως ἡ κεφαλὴ τοῦ κάμπτοντος τὴν κνήμην μυὸς, τοῦ μηροῦ δ’ ἓν ἀκριβῶς στρογγύλον τὸ ταύτης μέρος σφίγγει τῆς διαρθρώσεως. οὗτος ὁ μῦς αὐτὸς μὲν σμικρός ἐστι καὶ διὰ τοῦτ’ ἔλαθε τοὺς ἀνατομικοὺς ἐγκατακρυπτόμενος τῇ διαρθρώσει. παχυτάτην δὲ ἔχει τὴν κεφαλὴν συνδέσμων οὖσαν ἰσχυροτάτων. ὑπόλοιποι δέ εἰσι δύο χῶραι τῆς κατὰ γόνυ διαρθρώσεως, ἥ τ’ ἔξω καὶ ἡ ἔνδεν οὐδὲν ἔχουσαι τοιοῦτον εἰς φυλακὴν, οἷον ἥτε πρόσω καὶ ἡ ὀπίσω. διὰ τοῦτ’ οὖν ὀλισθαίνειν πέφυκεν ὁ μηρὸς εἰς ταύτας καὶ μᾶλλον εἰς τὸν ἔνδον, ὅτι μᾶλλον ἄσφιγκτος αὕτη.

Κατάτασις δὲ ὡς ἐπὶ τὸ πολὺ μετρίη ἀρκέῃ, τῇ μὲν κατατείνειν τὴν κνήμην, τῇ δὲ ἀντιτείνειν τὸν μηρόν.

Τὴν κατάτασιν εἰπὼν σαφῶς, τὴν ἐμβολὴν οὐ προσέγραψεν ὡς σαφῆ, γιγνωσκόντων ἡμῶν ὡς καθόλου τοῦτο ἐπὶ πάσης ἐμβολῆς ὡς ἐπὶ τἀναντία μέρη τῆς ἐκπτώσεως

628
ἀπωθεῖσθαι προσήκει τὸ ἐκπεπτωκὸς ἄρθρον. ἔνθα δὲ βαλλόντων ἐξοχή τις οὐ προμήκης ὀστοῦ εἰς ὑπεραιώρησιν τό τε ἐμβληθησόμενον ὀστοῦν κατατάξαι προσήκει. τὴν διδασκαλίαν οὐ παραλείπει γράφειν αὐτὸς, ὡς ἐπὶ τῆς κατ’ ἀγκῶνα διαρθρώσεως ἐποίησεν, ἀλλ’ οὐδέν γε κατὰ τὸ γόνυ καὶ τὴν ἰγνύαν ἐκπτώσεως, οὔθ’ ὅλως ἐμνημόνευσεν ἕνα λόγον τῆς ἔξω τε καὶ ἔσω τὴν ἐμβολὴν ἐχούσης· μετὰ γὰρ τὴν ἀντίτασιν ὡσαύτως γιγνομένην ἀπῶσαι δεῖ τὸ ἐκπεπτωκὸς ἄρθρον εἰς τὴν πρόσω χώραν.