In Hippocratis De fracturis

Galen

Galen, In Hippocratis De fracturis

Πολλαχῆ δὲ ἠδέλφισται τὰ ἕτερα τοῖσιν ἑτέροισιν.

Ὅπερ εἰώθαμεν λέγειν, ὡμοίωται καὶ κοινωνεῖ καὶ συγγένειαν ἔχει, τοῦτο καλεῖν εἴωθεν ὁ Ἱπποκράτης ἠδέλφισται

588
τὴν πολλὴν τῶν πραγμάτων οἰκειότητα καὶ συγγένειαν ἐνδεικνύμενος τῷ ὀνόματι· πολλῶν γὰρ ὄντων ἀλλήλοις συγγενῶν οὐδενὸς μᾶλλον οἰκειότερον ἂν ὀνομάζοιτο συγγενὲς, ὡς ἰσοδυναμοῦσαν οὖσαν τῆς οἷον ἀδελφότητος τὴν σφόδρα οἰκειότητα προσαγορεύειν εἴωθε τῷ ἠδελφίσθαι ῥήματι.

Ὁκόσοι μέντοι δικαιέουσιν εἰρίοισιν χρῆσθαι, ἔστ’ ἂν ἑπτὰ ἡμέρας παρέλθωσιν, ἔπειτα κατατείνειν τε καὶ κατορθοῦν καὶ ὀθονίοισιν ἐπιδεῖν, οὗτοι οὐκ ἂν ἀσύνετοι ὁμοίως φανεῖεν· καὶ γὰρ τῆς φλεγμονῆς τὸ ἐπικαιρότατον παρελήλυθεν καὶ τὰ ὀστέα χαλαρὰ καὶ εὔθετα μετὰ ταύτας τὰς ἡμέρας ἂν εἴη. πολλῷ μέντοι ἡσσᾶται καὶ αὕτη ἡ μελέτη τῆς ἐξ ἀρχῆς τοῖσιν ὀθονίοισιν ἐπιδέσιος. κεῖνος μὲν γὰρ ὁ τρόπος ἑβδομαίους ἐόντας ἀποδείκνυσι καὶ παρασκευάζει νάρθηξιν τελέως ἐπιδεῖν, οὗτος δὲ ὁ τρόπος πολὺ ὑστεροῖ.
589

Τοὺς περὶ τρίτην ἢ τετάρτην ἡμέραν ἀρχομένους τῆς περικαταγματικῆς ἀγωγῆς ἐν τῷ πρόσθεν λόγῳ μεμψάμενος ἐπὶ τοὺς μετὰ τὴν ἑβδόμην ἡμέραν ἐπ’ αὐτὴν ἀφικνουμένους ἥκει σὺν τῷ λόγῳ μικρότερα δεικνὺς, ἁμαρτάνειν αὐτοὺς, ὡς ἂν ἀφλεγμαντωτέροις τοῖς μέρεσιν προσάγοντας τὴν ἀντίτασιν. οἱ δέ γε περὶ τρίτην ἢ τετάρτην τοῦτο πράττοντες, ἢν ὃ καὶ μάλιστα φλεγμαίνῃ, δεῖται παρηγορίας, οὐ μικρὸν ἁμάρτημα δείκνυσιν ἁμαρτάνειν αὐτούς.

Βλάβας δέ τινας καὶ ἄλλας ἔχει, ἀλλὰ μακρὸς ἂν εἴη πάντα γράφειν.

Τὸ μῆκος τοῦ χρόνου μεμψάμενος ἐπὶ τῶν μετὰ τὴν ἑβδόμην ἡμέραν ἀρχομένων τῆς καταγματικῆς ἀγωγῆς, ἔτι πρὸς τούτῳ φησὶ καὶ ἄλλας εἶναι βλάβας ἃς παραλείπει, ὅπως μὴ μακρολογοίη. προσθεῖναι δὲ ἡμᾶς ἄμεινον αὐτὰς ἐξ αὐτῶν ὧν ἔμπροσθεν ἐδείξαμεν ὡρμωμένους· μετρίου

590
μὲν ὄντος τοῦ κατάγματος ὀκνηρότερα γίνεται τὰ μόρια διὰ τὴν τοιαύτην ἐπίδεσιν, ὡς καὶ πρόσθεν ἐδιδάξαμεν. εἰ δὲ καὶ σφοδρότερόν τε καὶ κακοηθέστερόν ποτε τὸ κῶλον συντριβείη, κίνδυνός ἐστι τηνικαῦτα καὶ αὐτῶν τι τῶν ὀστῶν σφακελέσαι τῆς καταγματικῆς ἀγωγῆς ἀναβλησθείσης εἰς τὸν μετὰ τὴν ἑβδόμην ἡμέραν καιρόν. ἀπ’ ἀρχῆς γὰρ ταύτην βούλεται παραλαμβάνεσθαι, διότι τῶν πεπονθότων μορίων ἑκατέρως τὴν περιουσίαν ἐκθλίβει τοῦ αἵματος, ἐξ ἧς χρονιζούσης αὐτόθι σήπεσθαι καὶ τοῖς ὀστοῖς ἐνίοτε συμβαίνει διαβεβρωμένους ἐπὶ πλέον ὑπὸ τῶν μοχθηρῶν ἰχώρων.

Ὁκόσοισι δὲ τὰ ὀστέα κατεηγότα καὶ ἐξίσχοντα μὴ δύνηται ἐς τὴν ἑωυτῶν χώρην καθιδρύεσθαι ἥδε ἡ κατάστασις.

Καταστῆσαι συνήθως λέγουσιν οἱ κατὰ τὴν Ἀσίαν Ἕλληνες ἀντὶ τοῦ πρὸς τὴν οἰκείαν χώραν ἀγαγεῖν. ἀπὸ τούτου δέ μοι δοκεῖ καὶ ὁ Ἱπποκράτης πεποιηκέναι καὶ νῦν

591
τὸ τῆς καταστάσεως ὄνομα μετὰ τοῦ σ δηλονότι γραφομένης τῆς συλλαβῆς ταύτης, ὡς ταὐτὸν σημαίνειν δι’ αὐτοῦ τῇ καθιδρύσει, ἥτις ἐνδείκνυται τὸ κατὰ χώραν ἱδρύσαι τι. κακῶς οὖν ἔνιοι γράφουσι κατάτασις ἄνευ τοῦ σ. οὐ γὰρ διὰ τῆς κατατάσεως, ἀλλὰ καὶ διὰ τῆς μοχλείας ἱδρύει εἰς τὴν οἰκείαν χώραν τὰ γυμνωθέντα τῶν ὀστῶν.

Σιδήρια χρὴ ποιέεσθαι ἐς τοῦτον τὸν τρόπον, ὅνπερ οἱ μοχλοὶ ἔχουσιν, οἷς οἱ λατύποι χρέονται, τὸ μέν τι πλατύτερον, τὸ δέ τι στενότερον. εἶναι δὲ χρὴ καὶ τρία καὶ ἔτι πλείω, ὡς τοῖς μάλιστα ἁρμόζουσίν τις χρήσαιτο, ἔπειτα τουτέοισι χρὴ ἅμα τῇ κατατάσει μοχλεύειν ὑποβάλλοντα. πρὸς μὲν τὸ κατώτερον τοῦ ὀστέου ἐρείδοντα, πρὸς δὲ τὸ ἀνώτερον τῷ ἀνωτέρῳ τοῦ σιδηρίου, ἁπλῷ δὲ λόγῳ ὥσπερ εἰ λίθον τις ἢ ξύλον μοχλεύοι ἰσχυρῶς. ἔστω δὲ σθεναρὰ τὰ σιδήρια ὡς οἷόν τε, ὡς μὴ κάμπτηται.
592
αὕτη μεγάλη τιμωρίη ἤν τε τὰ σιδήρια ἐπιτήδεια ᾖ καὶ μοχλεύηταί τις ὡς χρή.

Πρόδηλον ὅτι κατὰ τὸ σχῆμα παραπλήσια κατασκευάζει σιδήρια τοῖς τῶν λατύπων, οὐ κατὰ τὸ μέγεθος· οἷς γὰρ ἐπὶ τῶν ὀστῶν χρώμεθα σιδηρίοις εἰς τὸ μοχλεύοντες αὐτὰ κατατάξαι τηλικαῦτά ἐστι τὸ μέγεθος, ἡλίκα καὶ πρὸς τὴν τῶν ὀδόντων μοχλείαν ὑφ’ ὑμῶν παρεσκεύασται. πλείω δὲ εἶναι χρὴ τὰ περὶ τῶν ὀστῶν μοχλείαν παρεσκευασμένα διαφέροντα ἀλλήλων μεγέθει τε καὶ λεπτότητι καὶ μικρότητι τῇ κατὰ τὸ πέρας αὐτῶν, ἔνθα μάλιστα τὸ ἔργον αὐτῶν ἐστιν. ὅπως δὲ προσήκει χρῆσθαι τοῖσδε τοῖς σιδηρίοις αὐτὸς ὁ Ἱπποκράτης διδάξει σαφῶς. εἰ δέ τις οὐ παρακολουθεῖ τῇ λέξει τἀνδρὸς, οὐκ ἐξηγήσεως οὐδ’ ἑρμηνείας ἑτέρας, ἀλλ’ αὐτοψίας δεῖται. τινὰ γάρ ἐστι πράγματα τοιαῦτα τὴν φύσιν, ὥστε μὴ δύνασθαι πιστεῦσαι ἢ νοῆσαι ἄνευ τοῦ θεάσασθαί τινα αὐτῶν.

593
Ὁκόσα γὰρ ἀνθρώποις ἅρμενα μεμηχάνηται πάντων ἰσχυρότατά ἐστι τρία ταῦτα, ὄνου τε περιαγωγὴ καὶ μόχλευσις καὶ σφήνωσις. ἄνευ δὲ τούτων ἢ ἑνὸς δή τινος ἢ πάντων οὐδὲν τῶν ἔργων τῶν ἰσχυροτάτων οἱ ἄνθρωποι ἐπιτελέουσιν. οὔκουν ἀτιμαστέη αὕτη ἡ μόχλευσις, εἰ γὰρ οὕτως ἐμπεσεῖται τὰ ὀστέα ἢ οὐκ ἄλλως. ἢν δὲ ἄρα τοῦ ὀστέου τὸ ἄνω παρηλλαγμένον μὴ ἐπιτήδειον ἔχῃ ἐνέδραν τῷ μοχλῷ, ἀλλὰ παροξὺ ὃ παραφέρει παραγλύψαντα χρὴ τοῦ ὀστέου ἐνέδρην τῷ μοχλῷ ἀσφαλέα ποιῆσαι. μοχλεύειν δὲ χρὴ καὶ τείνειν αὐθήμερα ἢ δευτεραῖα, τριταῖα δὲ μὴ, τεταρταῖα δὲ ὡς ἥκιστα καὶ πεμπταῖα· καὶ γὰρ μὴ ἐμβάλλοντι, ὀχλήσαντι δὲ ἐν ταύτῃσιν τῇσι ἡμέρῃσι φλεγμονὴν ἂν ποιήσειε καὶ ἐκβάλλοντι οὐδὲν ἧσσον.

Ὄνους καὶ ὀνίσκους τοὺς ἄξονας ὀνομάζει. τούτων οὖν τὴν περιαγωγὴν ἕν τι τῶν βεβαιοτάτων φησὶν εἶναι,

594
ὥσπερ καὶ τὴν μοχλείαν καὶ τὴν σφήνωσιν. ὀνομάζει δὲ σφήνωσιν τὴν διὰ τῶν σφηνῶν διάστασίν τε καὶ διαίρεσιν τῶν ξύλων.

Σπασμὸν μέντοι ἐμβάλλοντι πουλὺ ἂν μᾶλλον ποιήσειεν ἢ ἀπορήσαντι ἐμβαλεῖν. ταῦτα εὖ χρὴ εἰδέναι· καὶ γὰρ εἰ ἐπιγένοιτο σπασμὸς ἐμβάλλοντι, ἐλπίδες μὲν οὐ πολλαὶ σωτηρίης. λυσιτελέει δὲ ὀπίσω ἐμβάλλειν τὸ ὀστέον, εἰ οἷόν τε εἴη ἀόχλως.

Διὰ τί σπασμοὶ γίνονται κατὰ πάσας τὰς τοιαύτας διαθέσεις ἐμβαλλομένων τῶν ὀστῶν εἶπεν ἐφεξῆς πάντα, ὥσπερ καὶ ἄλλων πολλῶν ἐπικαίρων εἰς τὴν τέχνην ἅπαξ εἰπὼν ἀρκεῖται, μεταφέρειν ἡμᾶς ἀξιῶν τὸν λόγον ἐπὶ πάντα τὰ ἄλλα ὅσα τῆς αὐτῆς φύσεως. εἰ δὲ τοίνυν παραγράψω σοι τὴν ῥῆσιν αὐτοῦ, δι’ ἧς τὸ καθόλου τοῦτο κοινὸν πολλῶν τῶν κατὰ μέρος διδάσκει.

595
Οὐ γὰρ ἐπὶ τοῖσιν χαλαρωτέροισι τοῦ καιροῦ σπασμοὶ καὶ τέτανοι ἐπιγίνονται, ἀλλ’ ἐπὶ τοῖς ἐντεταμένοισι μᾶλλον, περὶ οὗ νῦν ὁ λόγος. οὐ χρὴ οὖν ἐνοχλέειν ἐν τῇσι προειρημένῃσι ταύτῃσιν, ἀλλὰ μελετᾷν ὅκως ἥκιστα φλεγμαίνῃ τὸ ἕλκος καὶ μάλιστα ἐκπυήσῃ. ἐπὴν δὲ ἑπτὰ ἡμέραι παρέλθωσιν ἢ ὀλίγῳ πλείους, ἢν ἀπύρετος ᾖ καὶ μὴ φλεγμαίνῃ τὸ ἕλκος, τό τε ἧσσον κωλύειν ἢ πειρῆσθαι ἐμβάλλειν, ἢν ἐλπίζῃς κρατήσειν· ἢν δὲ μὴ, οὐδὲν δεῖ μάτην ὀχλέειν. καὶ ἢν μὲν οὖν ἐμβάλῃς τὰ ὀστέα ἐς τὴν ἑωυτῶν χώρην, γεγράφαται ἤδη οἱ τρόποι τοῦ ὡς χρὴ ἰητρεύειν, ἤν τε ἐλπίζῃς ὀστέα ἀποστήσεσθαι ἤν τε μή. χρὴ δὲ καὶ ἢν μὲν ἐλπίζῃς ὀστέα ἀποστήσεσθαι ὡς ἔφην, τῷ τρόπῳ τῶν ὀθονίων ἐπὶ πᾶσι τοῖσι τοιουτέοισι τὴν ἐπίδεσιν ποιέεσθαι, ἐκ μέσου τοῦ ὀθονίου ἀρχόμενον, ὡς ἐπὶ τὸ πουλὺ ὡς ἐπὶ δύο ἀρχέων ὑποδεσμὸς ὑποδεῖται.
596

Ἐμάθομεν ἐν τοῖς περὶ κινήσεων μυῶν ἐπὶ τὴν ἰδίαν ἀρχὴν ἑκατέρου μυὸς κινουμένου τὴν ἐνέργειαν αὐτῶν γίγνεσθαι. ὅταν οὖν ἀκόντων ἡμῶν λάβωσι διὰ μέγεθος φλεγμονῆς οἱ σπασμοὶ γίνονται. διὰ τί οὖν ἐμβληθέντων τῶν παραλλαττόντων ὀστῶν ἄλληλα κατά τε τὰ συντρίμματα καὶ τὰς ἐξαρθρήσεις οἱ μύες γίνονται; μᾶλλον γὰρ ἐν τούτῳ ἐστὶν ἡ λύσις τοῦ προβλήματος, ὅτι μικρότερον ἑαυτοῦ γίνεται τὸ κῶλον, ἔν τε τοῖς ἐξαρθρήμασι καὶ κατάγμασιν, ἐπειδὰν ἑκάστη τι τῶν ὀστῶν διατρήσασα τὸ δέρμα. μετὰ δὲ τὴν εἰς τὸ κατὰ φύσιν ἐπάνοδον τῶν γυμνωθέντων ἀπολαμβάνει τοῦ πρόσθεν μῆκος, ὥσπερ καὶ οἱ φλεγμαίνοντες μύες ἀναγκάζονται συνεκτείνεσθαι τῷ παντὶ κώλῳ. διττὴν οὖν λαμβάνεται τάσιν, ἥν τε ἐκ τοῦ φλεγμαίνειν εἶχον, ἥν τε νῦν ἔτι προσεπιλαμβάνουσιν εἰς μῆκος ἐπεκταθέντες.

Τεκμαίρεσθαι δὲ χρὴ πρὸς τὴν μορφὴν τοῦ ἕλκεος, ὅκως ἥκιστα σεσηρὸς καὶ ἐκπεπληγμένον ἔσται παρὰ τὴν ἐπίδεσιν.
597

Κατὰ μεταφορὰν ἀμφοτέροις κέχρηται τοῖς ὀνόμασι, τὸ μὲν σεσηρὸς ἀπὸ τῶν χειλῶν τοῦ σώματος ὅλως προσαγορεύσας, τὸ δ’ ἐκπεπληγμένον ἀπὸ τῶν πολὺ διεστώτων σκελῶν. ἡ γὰρ ἐκείνων διάστασις ὀνομάζεται πλῆκτα, ὥσπερ καὶ σεσηρέναι λέγομεν τοὺς διιστάντας ἀπ’ ἀλλήλων χωρὶς τοῦ τῆς γένυος ὀστοῦν κινῆσαι. οὕτω μὲν γὰρ ἀνοῖξαι γίγνεται τὸ στόμα, διαστῆσαι δὲ τὰ χείλη τῶν ὀδόντων συμβεβλημένων ὀνομάζουσι σεσηρέναι. φυλάττεσθαι δέ γε κελεύει κατὰ τὴν ἐπίδεσιν ἐκτεταμένα ποιῆσαι τὰ χείλη τοῦ ἕλκους. συνάγεσθαι γὰρ βούλεται πρὸς ἄλληλα τὴν οἰκείαν θέσιν ἀπολαμβανόντων τῶν μερῶν τοῦ δέρματος, ἐπειδὴ καὶ θλίβοιτ’ ἂν ἥκιστα ποιούντων οὕτω καὶ σκέποιτ’ ἂν μάλιστα τὸ ὑποκείμενον ἕλκος ἐν τοῖς μυσίν. εἰδέναι γάρ σε χρὴ τῷ δέρματι χαίροντα τὰ ὑπ’ αὐτοῦ πάντα καὶ μηδὲν ὑποκείμενον ἀβλαβῶς γυμνοῦσθαι· καὶ τί θαυμαστὸν οἰκείαν τε καὶ σύμφυτον ἔχοντα τὴν ἐκ τοῦ δέρματος σκέπην αὐτὰ χαίρειν μὲν ἀεὶ τῷ συμφύτῳ σκεπάσματι, χαλεπῶς δὲ ὑπὸ τῶν ἄλλων ἁπάντων διατίθεσθαι; διὸ καί με θεάσασθαι μήτ’ ἀποτέμνοντα μέρη τοῦ δέρματος, ἀλλ’ ἐπάγοντα

598
τὸ ἀποσυρμὸν αὐτοῖς, ἔξωθέν τε καὶ κατ’ αὐτοῦ τιθέντα τὰ μὲν ἃ πολλάκις ἐθεάσασθε τὰ οὕτως ἀποσυῤῥέοντα δέρματα, καὶ τό γε θαυμασιώτερόν ἐστιν ὅτε μελανθέντος κατὰ τὴν πληγὴν εὐθέως. ἔτι δὲ δήπου τοῦτο θαυμασιώτερον, ὅτι μὴ νεανίσκοις μόνοις, ἀλλὰ καὶ γέρουσιν οὐκ ὀλίγοις πολλὰ τῶν οὕτως ἀποσυῤῥέντων δερμάτων ἐν τῷ παραυτίκα μελανθέντων προσάγοντες ἐκολλήσαμεν. εἰ δὲ γυμνὴν ἐάσαις τὴν ἀποδεδαρμένην σάρκα καὶ δυσχερὴς οὖν ἡ οὔλωσις αὐτῆς γίνεται μετὰ τοῦ καὶ δάκνεσθαι πάντως καὶ ῥυπαίνεσθαι. τὰ γὰρ ἀφλέγμαντα καὶ παρηγορικὰ φάρμακα, καθάπερ ἐστὶ τό τε πάρυγρον ὀνομαζόμενα ἥ τε τετραφάρμακος δύναμις, ἀφλέγμαντον μὲν φυλάττει τὸ πεπονθὸς μέρος, ῥυπαρὸν δὲ ἐργάζεται τὸ ἕλκος. τὰ δ’ αὖ καθαίροντα τὸ ἕλκος, ἅτε ῥυπτικὴν ἔχοντα δύναμιν, αἴσθησιν αὐτοῦ φέρει δακνώδη. τό γε μὴν ὑπὸ τοῦ δέρματος ἐσκεπάσθαι τὸ ἀπόσυρμα τούτων οὐδὲν πάσχει. τούτῳ δ’ ὅμοιόν ἐστι καὶ τὸ κατὰ τὰς φλυκταίνας γιγνομένας ὑπὸ πολλῶν προφάσεων, εἰς ὄγκον δὲ αἰρομένας, ἐνίοτε δὲ μεγάλην ὀδύνην ἐπιφέρειν, ἴστε δή μοι κἀκείνας ὡσαύτως. θεραπεύοντι
599
γὰρ αὐτῷ ὀξείᾳ βελόνῃ τὴν φλύκταιναν εἰς ἀπόῤῥυσιν, εἴ γε ἐκθλίψας ἀτρέμα τὸ ὑγρὸν, ἀπολείπω προσκείμενον τὸ δέρμα καὶ συμβαίνει πάλιν αὐτὸ πληροῦσθαι μύσαντος τοῦ τρήματος ἐκ δευτέρου καὶ φλύκταινα πληρωθεῖσα τίτλα τὰς κατὰ τὸν αὐτὸν τρόπον, εἶτ’ ἐκθλιβέντος τοῦ ὑγροῦ προστέλλεται τῷ χρωτὶ τὸ δέρμα καὶ φυλάττεται μέχρι ἂν ἀπουλωθῆναι τὸ ὑπ’ αὐτοῦ τοῦ χρωτὸς ἡλκωμένον. ταῦτ’ εἴρηταί μοι σαφῆ γνωρίσματα τοῦ δεῖσθαι πᾶν ἕλκος ἐσκεπάσθαι τῷ συμφύτῳ δέρματι. τὸ δὲ νῦν προκείμενον ἕλκος οὐδὲ τὸ τυχόν ἐστιν, ἀλλὰ διὰ παντὸς τοῦ βάθους διῃρημένης τοῖς ὀστοῖς τῆς σαρκὸς ἁπάσης. οὐ γὰρ ἂν ἐξέσχεν ἐκεῖνα διὰ τοῦ δέματος, εἰ μὴ διέτεμε πρῶτον ὅλην τὴν σάρκα. ταύτην οὖν βέλτιόν ἐστιν ἐσκεπάσθαι τῷ πέριξ δέρματι· γυμνὴ γὰρ οὖσα ταῖς οὐσίαις αὐταῖς τῶν ἐπιτεθειμένων φαρμάκων ὁμιλοῦσα ῥυπαίνεται μὲν ὑπὸ τῶν ἐλαιωδῶν καὶ παρηγορικῶν, δάκνεται δ’ ὑπὸ τῶν καθαιρόντων τὸν ῥύπον ὄντων ῥυπτικῶν, εἰ δὲ διὰ τοῦ δέρματος αἱ τῶν ἐπιτιθεμένων φαρμάκων δυνάμεις εἰς τὴν πεπονθυῖαν σάρκα κατεφύοντο χωρὶς τῶν οὐσιῶν, ὀνήσουσι μὲν αὐτὴν, οὐδὲν δ’
600
ὧν εἴρηται συμπτωμάτων ἐπάξουσιν. εἰκότως οὖν ὁ Ἱπποκράτης περὶ παντὸς ποιεῖται συνάγεσθαι τὰ χείλη τῶν τοιούτων ἑλκῶν, πραχθείη δ’ ἄν σοι καλῶς τοῦτο τὴν ἰδέαν αὐτῶν ἀκριβῆ κατασκεψαμένῳ· εἰ μὲν γὰρ ἕν τι τῶν χειλῶν ἐκτετραμμένον εἴη πρὸς τὸ πλάγιον, ἐκεῖθεν ἀρξάμενον ἐχρῆν τῆς ἐπιδέσεως τἀναντία περιτρέπειν αὐτό. εἰ δ’ ἀμφότερα πεπόνθασι τοῦτο, τὴν ἀπὸ δυοῖν ἀρχῶν ἐπίδεσιν ποιήσασθαι, προσάγεις ἀλλήλοις τὰ χείλη.

Τοῖσι μὲν γὰρ ἐπὶ δεξιὰ ἐπιδεῖν ξυντρόφως ἔχει, τοῖσι δὲ ἐπ’ ἀριστερὰ, τοῖσι δὲ ἀπὸ δύο ἀρχέων· ὁκόσα δὲ κατηπορήθη ὀστέα ἐμπεσεῖν, ταῦτα αὐτὰ εἰδέναι χρὴ ὅτι ἀποστήσεται, καὶ ὅσα τελέως ἐψιλώθη τῶν σαρκῶν. ψιλοῦται δὲ ἐνίων μὲν τὸ ἄνω μέρος, μετεξετέρων δὲ κύκλωθεν, ἀμφιθνήσκουσιν αἱ σάρκες.
601

Συντρόφως εἴρηκεν ἀντὶ τοῦ οἰκείως, οὐδὲν ὠφελούσῃ μεταφορᾷ χρησάμενος, ὅθεν αὐτὸ καὶ παρεσημηνάμην. ἐπὶ δὲ τὴν μεταφορὰν καὶ οἱ ἄλλοι πάντες ὅσοι δεινοὶ λέγειν εἰς ἐνεργεστέραν δήλωσιν τοῦ κατὰ τὴν διήγησιν πράγματος· χρῶνται.

Καὶ τῶν μὲν ἀπὸ τοῦ ἀρχαίου τρώματος σεσάπρισται ἔνια τῶν ὀστέων, τῶν δ’ οὒ, καὶ τῶν μὲν μᾶλλον, τῶν δ’ ἧσσον, καὶ τὰ μὲν σμικρὰ, τὰ δὲ μεγάλα. διὰ οὖν ταῦτα τὰ εἰρημένα οὐκ ἔστιν ἑνὶ ὀνόματι εἰπεῖν ὁκότε τὰ ὀστέα ἀποστήσεται. τὰ μὲν γὰρ διὰ μικρότητα, τὰ δὲ διὰ τὸ ἐπ’ ἄκρου ἔχεσθαι θᾶσσον ἀφίσταται, τὰ δὲ διὰ τὸ μὴ ἀφίστασθαι, ἀλλὰ λεπιδοῦσθαι καταξηρανθέντα καὶ σαπρὰ γενόμενα. πρὸς δὲ τούτοις διαφέρει τε καὶ ἰητρείη ἰητρείης. ὡς μὲν οὖν τὸ ἐπίπαν τάχιστα τουτέων ὀστέα ἀφίσταται, ὧν τάχισται μὲν αἱ ἐκπυήσιες, τάχισται δὲ κάλλισται αἱ σαρκοφυΐαι· καὶ γὰρ αἱ ἀποφυόμεναι σάρκες
602
κατὰ τὸ σιναρὸν αὗται μετεωρίζουσι τὰ ὀστέα ὡς ἐπὶ τὸ πουλύ. ὅλως μὴν ὁ κύκλος τοῦ ὀστέου ἢν ἐν τεσσαράκοντα ἡμέρῃσιν ἀποστῇ, καλῶς ἀποστήσεται. ἔνια γὰρ εἰς ἑξήκοντα ἡμέρας ἀφικνεῖται, τὰ μὲν γὰρ ἀραιότερα τῶν ὀστέων θᾶσσον ἀφίσταται, τὰ δὲ στερεώτερα βραδύτερον, τὰ δὲ ἄλλα τὰ μείω πολλὸν ἐνδοτέρω, ἄλλα δ’ ἄλλως.

Τὸ σεσάπρισται ὅτι κατὰ τοῦ σαπροῦ γέγονε καλῶς εἴρηται. τὰ δὲ διεφθαρμένα ὅτι καλοῦσι σαπρὰ, τινὶ οὐκ ὀρθῶς εἴρηται· πάντα γὰρ τὰ παλαιὰ καὶ χρόνια προσαγορεύει αὐτὸς σαπρά.

Ἀποπρίειν δ’ ὀστέον ἐξέχον ἐπὶ τῶνδε τῶν προφάσιων χρὴ, ἢν δύνηται ἐμβάλλειν, μικροῦ δέ τινος αὐτῷ δοκεῖ δεῖν παρελθεῖν καὶ οἷόν τε ᾖ παραιρεθῆναι, ἤν τε ἀσηρὸν ᾖ καὶ θραῦόν τι τῶν σαρκίων καὶ δυσαισθησίην παρέχει,
603
ψιλὸν δὲ τυγχάνει ἐὸν καὶ τὸ τοιοῦτον ἀφαιρέειν χρή. τὰ δ’ ἄλλα μέγα οὐδὲν μέγα διαφέρει οὔτε ἀποπρῖσαι οὔτε μὴ ἀποπρῖσαι. σαφέως γὰρ εἰδέναι χρὴ ὅτι ὀστέα ὅσα τελέως στερέεται τῶν σαρκῶν καὶ ἐπιξηραίνεται, ὅτι πάντα τελέως ἀποστήσεται. ὅσα δὲ ἀπολεπιδοῦσθαι μέλλει, ταῦτα οὐ χρὴ ἀποπρίειν. τεκμαίρεσθαι δὲ χρὴ ἀπὸ τῶν τεταγμένων σημείων τὰ τελέως ἀποστησόμενα, ἰητρεύειν δὲ τοὺς τοιούτους σπλήνεσι καὶ τῇ οἰνηρῇ ἰητρείῃ, ὥσπερ καὶ πρόσθεν γέγραπται τῶν ἀποστησομένων ὀστέων. φυλάσσεσθαι δὲ χρὴ μὴ καταψυχροῖσι τέγγειν τὸν πρῶτον χρόνον· ῥιγέων γὰρ πυρετωδέων, κίνδυνος δὲ καὶ σπασμῶν, προκαλέεται γὰρ ἀεὶ σπασμὸν τὰ ψυχρὰ, ποτὲ δὲ καὶ ἕλκει. εἰδέναι δὲ χρὴ ὅτι περ ἀνάγκη βραχύτερα τὰ σώματα ταύτῃ γενέσθαι, ὧν ἀμφότερα τὰ ὀστέα κατεηγότα καὶ παρηλλαγμένα ἰητρεύηται καὶ οἷς ὅλως καὶ ὁ κύκλος τοῦ ὀστέου ἀπέστη.

Ὅτι καὶ νῦν εἴρηκε προφάσεις οὐ τὰς ψευδεῖς αἰτίας, ἀλλὰ τὰς ἀληθεῖς, εὔδηλον. αὐτὸς δὲ ὁ περὶ τῶν σεσαπρισμένων

604
ὀστῶν λόγος ἅπας ἐστὶ σαφὴς κελεύοντος ἀποπρίειν αὐτῶν τά γε κατὰ τὰς ἐμβολὰς ἐμποδίζοντα καὶ ὡς νύττοντα τὰς ψεούσας σάρκας καὶ, ὡς αὐτὸς εἶπε, δυσαισθησίην παρέχει, τουτέστι δυσχερῆ καὶ ἀγρίαν τὴν αὐτῶν θέσιν. ἐδείξατο δὲ τῷ λόγῳ καὶ τὰ ὑπογυμνωθέντα τῶν σαρκῶν ὀστᾶ καὶ μὴ παραχρῆμα κατατεθέντα πάντως ἀποπεσεῖσθαι καὶ τὰ ξηρανθέντα.

Ὅσων δὲ μηροῦ ὀστέον ἢ βραχίονος ἐξέσχεν, οὗτοι οὐ μάλα περιγίνονται. τὰ γὰρ ὀστέα μεγάλα καὶ πολυμύελα καὶ πολλὰ καὶ ἐπίκαιρα τὰ συντιτρωσκόμενα νεῦρα καὶ μύες καὶ φλέβες. καὶ ἢν μὲν ἐμβάλλοις, σπασμοὶ φιλέουσιν ἐπιγίνεσθαι, μὴ ἐμβληθεῖσι δὲ πυρετοὶ ὀξέες καὶ ἐπίχολοι καὶ λιγνυώδεες καὶ ἐπιμελαίνονται. περιγίνονται δὲ οὐχ ἧσσον οἷσι μὴ ἐμβληθῇ, μηδὲ πειρηθῇ ἐμβάλλεσθαι. ἔτι δὲ μᾶλλον περιγίνονται οἷσι τὸ κάτω μέρος τοῦ ὀστέου ἐξέσχεν ἢ οἷσι τὸ ἄνω. περιγίνονται δ’
605
ἂν καὶ οἷσιν ἐμβληθείη, σπανίως γε μήν. μελέται γὰρ μελετέων μέγα διαφέρουσι καὶ φύσιες φυσίων τῶν σωμάτων εἰς εὐφορίην. διαφέρει δὲ μέγα καὶ ἢν ἔσω τοῦ βραχίονος καὶ τοῦ μηροῦ τὰ ὀστέα ἐξέχῃ. πολλαὶ γὰρ καὶ ἐπίκαιροι κατατάσιες φλεβῶν ἐν τῷ ἔσω μέρει, ὧν ἔνιαι τιτρωσκόμεναι σφάγιαί εἰσιν, εἰσὶ δὲ καὶ τῷ ἔξω μέρει, ἧσσον δέ. ἐν τοῖσιν οὖν τοιούτοισι τρώμασι τοὺς μὲν κινδύνους οὐ χρὴ λήθειν ὁκοῖοί τινές εἰσι καὶ προλέγειν χρὴ. πρὸς τοὺς καιρούς. εἰ δὲ ἀναγκάζοιο μὲν ἐμβαλεῖν, ἐλπίζοις δὲ ἐμβάλλειν καὶ μὴ πολλὴ ἡ παράλλαξις ᾖ τοῦ ὀστέου καὶ μὴ ξυνδεδραμήκοιεν οἱ μύες, φιλέουσι γὰρ ξυνδεῖν ἡ μόχλευσις καὶ τούτοισι μετὰ τῆς κατατάσιος εὖ ἂν ξυλλαμβάνοιτο.

Οὐχ οὕτω διὰ τὸ τοῦ ὀστέου μέγεθος ὁ κίνδυνος ἐπ’ αὐτοῖς γίγνεται γυμνωθεῖσιν ὡς διὰ τὸ τῶν μυῶν τε καὶ νεύρων καὶ ἀρτηριῶν τε καὶ φλεβῶν καὶ πρὸς τούτοις ὅτι

606
πλησιέστερόν εἰσι τῆς ἀρχῆς τῶν μυῶν τε καὶ νεύρων. εἴρηται δὲ ἐν τῷ περὶ αὐτῶν λόγῳ ὅτι φιλοῦσιν οἱ μύες εἰς ἑαυτοὺς συντρέχειν παραλλαττόντων τῶν ὀστέων, οὕτως ᾧ πολλάκις ἡμεῖς ἤδη κατὰ τὸν λόγον ἐχρησάμεθα. τὰ δ’ ἄλλα δῆλα τοῖς προσέχουσι τὸν νοῦν.

Ἐμβάλλοντα δὲ ἐλλέβορον μαλθακὸν πιπίσαι χρὴ αὐθημερὸν, ἢν αὐθημερὸν ἐμβληθῇ, εἰ δὲ μὴ, οὐδ’ ἐγχειρέειν χρή. τὸ δὲ ἕλκος ἰητρεύειν χρὴ, οἵηπερ κεφαλῆς ὀστέα κατεηγυίης καὶ ψυχρὸν μηδὲν προσφέρειν, σιτίων δὲ στερῆσαι τελέως.

Ἄπορον εἰπεῖν ὅ τι ποτὲ αὐτῶν σημαίνει τὸ μαλθακόν. ὅτι μὲν γὰρ ἢ τὸ ποιὸν ἢ τὸ ποσὸν ἐνδείκνυται τῆς πόσεως αὐτοῦ δῆλον, οὔτε δεῖται τοῦ κατὰ πλῆθος ὀλίγου τὸ μαλθακὸν οἰκείως ἄν τις εἰρῆσθαι νομίσειεν, οὔτε τίνα τρόπον ἐνδείκνυται σκευάσας αὐτοῦ, ποιῆσαι ῥᾴδιον, ἔπειτα καὶ

607
ῥαφανίδας ἐνίοτε δι’ ὀξυμέλιτος ἐδώκαμεν, ἐμπήξαντες αὐταῖς δι’ ὅλης ἡμέρας καὶ νυκτὸς ἐλλεβόρου μόνου κλωνία, καὶ εἴη ἂν ἀσθενὴς ἀπ’ ἐλλεβόρου κάθαρσις ἡ τοιαύτη. τὸ δ’ ἀληθὲς εὑρεῖν οὐχ οἷόν τε διὰ τὸ μὴ γεγράφθαι πρὸς αὐτοῦ πῶς δίδωσι τὸν ἐλλέβορον. ἴσμεν γὰρ ὅτι πλείους οἱ τρόποι τῆς δόσεως αὐτοῦ εἰσι γεγραμμένοι πολλοῖς τῶν ἰατρῶν παλαιῶν τε καὶ νέων καὶ μέσων κατὰ ἡλικίαν.

Καὶ ἢν μὲν πικρόχολος φύσει ᾖ, ὀξύγλυκυ εὐῶδες ὀλίγον ἐπὶ ὕδωρ ἐπιστάζοντα, τουτέῳ διαιτᾷν, ἢν δὲ μὴ πικρόχολος ᾗ, ὕδατος πόματι χρῆσθαι. καὶ ἢν μὲν πυρεταίνῃ ξυνεχῶς, τεσσαρεσκαίδεκα ἡμέρας τὸ ἐλάχιστον οὕτω διαιτᾷν, ἢν δὲ ἀπύρετος ᾖ, ἑπτὰ ἡμέρῃσιν.

Ταύτην τὴν λέξιν ἐναντίως Ἀρτεμίδωρος ὁ ἐπικληθεὶς Καπίτων ἔγραψε, μὴ βουλόμενος ἐπὶ μὲν τῶν πικροχόλων

608
ὀξύγλυκυ δίδοσθαί ποτε ποτὸν, ἐπὶ δὲ τῶν μὴ πικροχόλων ὕδωρ. ἐποίησεν οὖν τὴν λέξιν τοιαύτην καὶ ἢν μὴ πικρόχολος φύσει ἢ ὀξύγλυκυ εὐῶδες ὀλίγον ἐπὶ ὕδωρ ἐπιστάζοντα, τουτέῳ διαιτᾷν, ἢν δὲ πικρόχολος ᾖ, ὕδατος πόματι χρῆσθαι. καὶ ἄλλοι τινὲς ἅμα τῷ Ἀρτεμιδώρῳ τὴν γραφὴν ταύτην ἀντὶ τῆς προτέρας εἵλοντο, καίτοι κατὰ τὸ περὶ διαίτης ὀξέων αὐτὸς ὁ Ἀρτεμίδωρος οὕτως γράφει ἐκεῖνον τὸν λόγον, ἐν ᾧ περὶ ὕδατος πόσεως ὁ Ἱπποκράτης διηγεῖται, ἄλλως τε οὐδὲ δίψαν παύει, ἀλλ’ ἐπιπικραίνει. χολῶδες γὰρ φύσει χολώδει καὶ ὑποχονδρίῳ κακόν. κάκιστον δ’ ἑωυτοῦ καὶ χολωδέστατον καὶ φιλαδυναμιώτατον, ὅταν εἰς κενεότητα εἰσέλθῃ. ταύτην τὴν ῥῆσιν ἐνίων γραψάντων ὡδί· χολῶδες γὰρ φύσει καὶ ὑποχονδρίῳ κακὸν, αὐτὸς ὁ Ἀρτεμίδωρος εἵλετο τὴν προτέραν γραφὴν ἐν ᾗ πρόσκειται τὸ χολώδει γράψας οὕτως· χολῶδες γὰρ φύσει χολώδει οὐχ ἁπλῶς τῇ τυχούσῃ, καὶ πᾶσι βουλόμενος αὐτὸ τὸ ὕδωρ χολῶδες εἶναι, ἀλλὰ μόνῃ τῇ χολώδει φύσει. ὅπως οὖν νῦν αὐτὸς τοῖς πικροχόλοις δίδωσιν, εἰ μὴ ἄρα τοὺς πικροχόλους
609
ἄλλους τινὰς οἴεται εἶναι παρὰ τοὺς χολώδεις· ἀλλ’ ὅτι τοὺς τὴν πικρὰν χολὴν πλέονα γεννῶντας οὕτως ὀνομάζει πικροχόλους οὐδεὶς ἀγνοεῖ, τὴν μὲν ἑτέραν χολὴν τὴν μέλαιναν ὀξεῖαν μὲν ἰδεῖν, πικρὰν δὲ, τὴν ὑγρὰν δὲ καὶ ξανθὴν φαινομένην. εὔδηλον οὖν ἐν τῇ προκειμένῃ ῥήσει διὰ μὲν αὐτὰ τὰ κατέχοντα παθήματα τὸν κάμνοντα φυλάττεσθαι τὴν τοῦ οἴνου πόσιν· εἰ δέ τις εἴη φύσει πικρόχολος, ἐπειδὴ μεγάλως οὗτος ὑπὸ τῆς ὑδατοποσίας βλάπτεται, καθὸ λέλεκται καὶ διὰ τοῦ περὶ διαίτης ὀξέων ἐκείνῳ μόνῳ συγχωρεῖ, ὀλίγον παντελῶς ὀξύγλυκυ διδόναι. τοῦτο δὲ σκευαζόμενον, ὃ δὴ καὶ ἀπόμελι καλοῦσιν. ὅπως δὲ μὴ ἅψηται τῶν νευρωδῶν μερῶν, αἱρεῖται τὸ γλυκὺ, ὄντος δηλονότι βλαβερωτέρου τοῦ ὀξυτέρου καὶ μάλιστα ὅταν ἐκ μέλιτος καὶ ὄξους κατασκευασθῇ· καὶ μὴ καθάπερ εἶπον ἐπὶ τῶν κηρίων. ἐν Ἑλλάδι μὲν γὰρ οὕτως καὶ μάλιστα περὶ τὴν Ἦλιν, ἐν δὲ τοῖς ἄλλοις ἔθνεσιν ἐπὶ κηρίων σκευάζομεν ἡμεῖς αὐτὸ μιγνύντες ὄξος μέλιτι καὶ συνεψῶντες, ὡς ἑνωθῆναί τε τὰς ποιότητας αὐτῶν, τραυσθῆναι δὲ τὴν ὄξους δύναμιν.

610
Ἔπειτα ἐκ προσαγωγῆς κατὰ λόγον φαύλην δίαιταν ἄγειν, καὶ οἷσιν ἂν μὴ βληθῇ τὰ ὀστέα, καὶ τὴν φαρμακείην χρὴ τοιαύτην ποιέεσθαι καὶ τῶν ἑλκέων τὴν μελέτην καὶ τὴν δίαιταν· ὡσαύτως καὶ τὸ ἀπαιωρεύμενον τοῦ σώματος μὴ κατατείνειν, ἀλλὰ καὶ προσάγειν μᾶλλον, ὥστε χαλαρώτερον εἶναι τὸ κατὰ τὸ ἕλκος. τῶν δὲ ὀστέων ἀπόστασις χρονίη, ὥσπερ καὶ πρόσθεν εἴρηται. μάλιστα δὲ χρὴ τὰ τοιαῦτα διαφυγεῖν· ἀλλ’ ἤν τις καλὴν ἔχῃ τὴν ἀποφυγὴν, αἵ τε γὰρ ἐλπίδες ὀλίγαι καὶ οἱ κίνδυνοι πολλοὶ, καὶ μὴ ἐμβάλλων ἄτεχνος ἂν δοκέοι εἶναι καὶ ἐμβάλλων ἂν ἐγγυτέρω αὐτὸν τοῦ θανάτου ἀγάγοι ἢ σωτηρίης.

Ὅτι φαύλην δίαιταν ὀνομάζειν τὴν ἐναντίαν τῇ ἀκριβεῖ καὶ πρόσθεν εἴρηταί μοι.

611
Τὰ δὲ ὀλισθήματα τὰ κατὰ γούνατα καὶ τὰ διακινήματα τῶν ὀστέων, εὐηθέστερα πουλὺ τῶν κατ’ ἀγκῶνα κινημάτων καὶ ὀλισθημάτων.

Ὀλισθήματα μὲν ὀνομάζει τὰς τέτταρας παραλλαγὰς τῶν ὀστῶν, διακινήματα δὲ τὰς βραχείας. εὐηθέστερον δὲ εἶπεν οὐ κατὰ τὸ κύριον τοῦ εὐήθους σημαινόμενον, ἐν ᾧ δηλοῦται τὸ εὖ ἔχον τὸ ἦθος. εἰ γὰρ ἠλίθιος εὐήθης ὁμοίως λέγεται, τῇ τε γλυκείᾳ καὶ τῷ καλλείᾳ, γλυκεῖαν μὲν τὴν σῦν ὀνομαζόντων ἀνθρώπων, ὅταν εὐήθη τοῖς θεοῖς εὐφημίας ἕνεκα, καλλείαν δὲ τὸν πίθηκον, ἐπειδὴ καὶ τούτου τὴν προσηγορίαν φυλάττοντες λέγουσιν, ὥσπερ καὶ Καλλίμαχος ἔφη πρὸ μιῆς ὥρας θηρίον οὐ λέγεται.