In Hippocratis De fracturis

Galen

Galen, In Hippocratis De fracturis

Τἀναντία τῶν πρὸς ποδῶν ἕλκειν.

Εἴπερ ἐγέγραπτο πρὸς τἀναντία, τί ἀσαφὲς ἂν ἦν, ὥσπερ κατὰ τὴν διάνοιαν τὸ λεγόμενον, οὕτω καὶ κατὰ τὴν λέξιν. ἐπεὶ δὲ τἀναντία γέγραπται, ἢ λείπειν νομιστέον ἐξ ἀρχῆς ὑπὸ τοῦ βιβλιογράφου παραλελειμμένην τὴν εἰς τὸ πρόσθεν ἢ αὐτὸν Ἱπποκράτην κατὰ προαίρεσιν, ὡς ἰσοδυνάμως, ἢ κεχρῆσθαι τῇ φωνῇ τἀναντία ἢ οἷον ἐπίῤῥημα εἰρηκέναι τἀναντία, ὡς εἰ καὶ ἐναντίως ἔλεγε.

Τοῦτο δ’ ἢν βούλῃ ἀντὶ τῶν πλημνέων δοκίδα ὑποτείνας ὑπὸ τὴν κλίνην μερίην, ἔπειτα πρὸς τῆς δοκίδος, ἔνθεν καὶ ἔνθεν τὴν κεφαλὴν στηρίζων καὶ ἀνακλῶν τὰ ξύλα κατατείνειν τοὺς ἱμᾶντας.
484

Δύο πλῆμναι πρόσθεν αὐτῷ καὶ δύο μοχλοὶ τὴν ἀντίτασιν ἐργάζονται, μίαν ἣν ὑποκάτω τοῦ κατατεινομένου σκέλους, ἑτέραν δὲ ὑπεράνω τῆς κεφαλῆς. ἐπεὶ δὲ, ὥσπερ ἔφην, ἀσκεῖν ἡμᾶς ἀξιοῖ τὴν εὐπορίαν τῶν ἰαμάτων, ἑτέραν ἐπίνοιαν ἑαυτοῦ διδάσκων γυμνάζει σε πρὸς τὴν τῶν ὁμοίων εὕρεσιν. εἰ γὰρ αἱ πλῆμναι μὴ παρεῖεν, ὑποτείνας ξύλον μακρὸν κατὰ τὸ μῆκος τῆς κλίνης, ἐφ’ ἧς ὁ θεραπευόμενος κατάκειται· τὰ μὲν ἄλλα ταῦτα τοῖς ἔμπροσθεν πράξεις περιβάλλων τοὺς ἱμᾶντας ὁμοίως οἷς ἐδίδαξε τὸ ποῖα τοῦ σώματος ἐξαρτήσεις τε καὶ διὰ τῶν ξύλων, δι’ ὧν αὐτοὺς μοχλεύσεις, ἀντὶ δὲ τῶν πλημνῶν ἔτι χρήσῃ τοῖς τοῦ μακροῦ ξύλου πέρασιν, ἃς κεφαλὰς ὀνομάζουσι τὴν ἀντέρεισιν τῶν μοχλευόντων ξύλων πρὸς ἐκεῖνα ποιούμενος ὑπερέχοντα τῆς κλίνης σύμμετρον ἑκατέρωθεν, ἔκ τε τῶν πρὸς τῇ κεφαλῇ καὶ τῶν πρὸς τοῖς ποσὶ μερῶν. δοκίδα δὲ τὸ ὑποτεινόμενον κατὰ τὸ μῆκος τῇ κλίνῃ ξύλον ὠνόμασεν, εἰ καὶ μικρὰν εἶπε δοκόν.

485
Ἢν δὲ θέλῃς ὀνίσκους καταστήσας ἔνθεν καὶ ἔνθεν ἐπ’ ἐκείνων τὴν κατάτασιν ποιέεσθαι, πολλοὶ δὲ καὶ ἄλλοι τρόποι κατατασίων.

Τοὺς ἄξονας αὐτοὺς ὄνους εἴωθε καλεῖν, ὥσπερ καὶ τὸ λέγειν ὄνου τε περιαγωγήν. νῦν οὖν τοὺς μικροὺς ἄξονας ὀνίσκους εἴρηκεν ὑποκοριστικῶς, ὥσπερ ἐν τῇ προγεγραμμένῃ ῥήσει τὴν μικρὰν δοκὸν δοκίδα. χρὴ γάρ σε μὴ μόνον ἠσκῆσθαι πρὸς τὴν τῶν εὐπορίστων ἐπίνοιάν τε καὶ χρῆσιν, ἀλλὰ καὶ πρὸς τὴν τῶν παρ’ ἰατροῖς παρεσκευασμένων ὀργάνων πρὸς τὰς τοιαύτας ἀντιτάσεις. ἄξονας οὖν θεὶς οὐ κατὰ τὸ μῆκος τοῦ σώματος, ἀλλ’ ἐγκαρσίαν, ὡς ἐκεῖνο, θέσιν ἔχον ἔνθεν καὶ ἔνθεν τοῦ θεραπευομένου σώματος, ὅπερ αὐτὸ σημαίνει, κάτωθεν μὲν τῶν ποδῶν τὸν ἕτερον, ἄνωθεν δὲ τῆς κεφαλῆς τετάχθαι τὸν ἕτερον, ἔπειτα δὲ περιβάλλων τῶν ἱμάντων τὰς τελευτὰς τοῖς ἄξοσιν ἐκ τῆς

486
ἐκείνων περιαγωγῆς τὴν ἀντίτασιν ἐργάσῃ τοῦ θεραπευομένου σκέλους.

Ἄριστον δὲ ὅστις ἐν πόλει μεγάλῃ ἰητρεύει κεκτῆσθαι ἐσκευασμένον ξύλον, ἐν ᾧ πᾶσαι ἀνάγκαι ἔσονται, πάντων μὲν κατηγμάτων, πάντων δὲ ἄρθρων ἐμβολῆς ἐκ κατατάσιος καὶ μοχλεύσιος. ἀρκέει δὲ τὸ ξύλον, ἢν ᾖ τοιοῦτον οἷον οἱ τετράγωνοι στῦλοι, οἷοι δρυΐνοι γίνονται, μῆκος καὶ πλάτος καὶ πάχος.

Ὀργάνου τινὸς καὶ μηχανήματος, οὗτινος ἂν ἐθέλει ἐμνημόνευσεν. ἐν δὲ τῷ λόγῳ περὶ οὗ τὴν κατασκευὴν αὐτοῦ διδάξει κατὰ τὸ περὶ τῶν ἄρθρων βιβλίον ἑπόμενον τῷδε· καὶ ἡμεῖς οὖν ἐν ἐκείνῳ τὴν ἐξήγησιν ὧν ἀσαφῶς εἶπε ποιησόμεθα· νυνὶ δὲ ἐπὶ τὰ συνεχῆ τοῦ λόγου μεταβῆναι καὶ προσθείς.

487
Ἐπὴν δὲ ἱκανῶς κατατανύσῃς.

Τὸ σκέλος δηλονότι· περὶ γὰρ τῶν τῆς κνήμης περὶ τὸν ἀστράγαλον ἐξαρθρημάτων ὁ λόγος ἦν αὐτῷ, κἀν τῷ μεταξὺ περὶ τῆς ἀντιτάσεως διδάξας, οὕτω πάλιν ἐπὶ τὸν ἐξ ἀρχῆς λόγον ἐπανῆλθεν.

Ῥηΐδιον ἤδη τὸ ἄρθρον ἐμβαλεῖν, ὑπεραιωρέεται γὰρ ἐς ἰθυωρίην ὑπὲρ τῆς ἀρχαίης ἕδρης. κατορθώσαντα οὖν χρὴ τοῖσι θέναρσι τῶν χειρῶν, τοῖσι δὲ ἐς τὸ ἐξεστηκὸς ἐρείδοντα, τοῖσι δὲ ἐπὶ θάτερα κατώτερον τοῦ σφυροῦ ἀντερείδοντα. ἐπὴν δὲ ἐμβάλῃς, ἢν μὲν οἷόν τε ᾖ, κατατεταμένα ἐπιδεῖν χρή· ἢν δὲ κωλύηται ὑπὸ τῶν ἱμάντων, ἐκείνους λύσαντα ἀντικατατείνειν ἔς τ’ ἂν ἐπιδήσῃς.

Ἐκ τῶν τοιούτων αὐτοῦ λέξεων ὁρμώμενοί τινες ἄρθρον καλεῖν αὐτὸν φάσκουσι τὰ πέρατα τῶν διηρθρωμένων

488
πρὸς τὰς κοιλότητας ὀστῶν, ὥστε τὸ μὲν σύμπαν διάρθρωσιν καλεῖσθαι, καθ’ ὃ συνάπτεται πρὸς ἀλλήλοις τὰ πέρατα τῶν κινουμένων ὀστῶν, ἐν ταῖς ἐκτάσεσί τε καὶ κάμψεσιν. αὐτῶν δὲ τῶν ὀστῶν ἑκατέρου τοῦ μὲν ἐμβαίνοντος τὸ πέρας ἄρθρον, τοῦ δ’ ὑποδεχομένου τὴν κοιλότητα κοτύλην ἢ γλήνην ὀνομάζειν αὐτόν· ἀλλὰ ταῦτα μὲν ὀνόματα τὴν ἔκθλιψιν ἔχειν. μετὰ ταῦτα δέ σε διδάξει κοινὴν ἁπάσης ἐμβολῆς μέθοδον, ὡς κατ’ ἀρχὰς ἡμεῖς εἰρήκαμεν ἐν τῷ πρώτῳ τῶνδε τῶν ὑπομνημάτων, ἔνθεν περὶ τῆς χρείας ἐδιδάξαμεν ἐν ἐκείνοις τοῖς λόγοις ὡς οὐχ οἷόν τέ ἐστιν ἐμβάλλειν αὐτὰ προσηκόντως ἄνες τῆς ὑπεραιωρήσεως. εὐθὺ δὲ καὶ τὸν ὅρον διδάξει μέχρι πόσου χρὴ κατατείνειν. ὅταν γὰρ ἤδη δόξεις ἱκανῶς ἔχειν, ὡς ὑπεραιωρεῖσθαι δύνασθαι, παύσει τῆς ἀντιτάσεως.

Ἐπιδεῖν δὲ τὸν αὐτὸν τρόπον καὶ τὰς ὡσαύτως βαλλόμενον κατὰ τὸ ἐξεστηκὸς καὶ τὰς περιβολὰς τὰς πρώτας πλείστας
489
κατὰ τοῦτο ποιέεσθαι καὶ τοὺς σπλῆνας πλείστους κατὰ τοῦτο καὶ τὴν πίεσιν μάλιστα κατὰ τὠϋτό.

Τὰ κεφάλαια συντεμὼν ἀνέμνησε τῆς καταγμάτων ἐπιδέσεως, ἣν ἔμπροσθεν ἐδείξαμεν· καὶ μέντοι καὶ μεμνῆσθαι χρὴ τά τε κατ’ ἄκραν τὴν χεῖρα καὶ τὰ κατὰ τὸν πόδα καὶ τὰ κατὰ τὴν πτέρναν καὶ προσέτι ταῦτα τὰ κατὰ τὰ σφυρὰ ἐξαρθρήματα τῷ καταγματικῷ τρόπῳ τῆς ἐπιδέσεως πείθεσθαι, διὸ κἀν τούτῳ τῷ βιβλίῳ περιέχεται πάντα. τὴν δ’ αἰτίαν τοῦ χρῆναι τὴν ἐπίδεσιν οὕτως ποιεῖσθαι, κἂν ἐξάρθρημα, κἂν κάταγμα τὸ γεγονὸς ᾖ, πρώην μεμαθήκαμεν.

Προσεπιδεῖν δὲ καὶ ἔνθεν καὶ ἔνθεν ἐπὶ συχνόν.

Τοῦτ’ ἐν τῷ κατ’ ἰητρεῖον διὰ τῆσδε τῆς λέξεως ἐδήλωσεν· ἢν δ’ ἐπιδέοι, πολλὸν τοῦ ὑγιέος προσλαμβανέτω καὶ ἡ αἰτία πρόσθεν εἴρηται. ἄμεινον γὰρ ἐκθλίβεσθαι

490
τοῦ πεπονθότος μορίου τοὺς χυμοὺς οὐκ εἰς τὰ παρακείμενα μόνον, ἀλλὰ μέχρι πολλοῦ τε προστεθεῖσθαι καὶ μακροῦ κωλύεσθαι.

Μᾶλλον δέ τι τοῦτο τὸ ἄρθρον πεπιέχθαι χρὴ ἐν τῇ πρώτῃ ἐπιδέσει ἢ τὸ ἐν τῇ χειρί.

Κατὰ τὰ μεγέθη τῶν ἄρθρων ποιεῖται τὸ μέτρον τῆς πιέσεως καὶ τὸ πλῆθος τῶν ὀθονίων προσεπισκοπούμενος τὸ νευρῶδες αὐτῶν καὶ εὐαίσθητον, ἧττον γὰρ ἀποθλίβεσθαι βούλεται.

Ἐπὴν δὲ ἐπιδήσῃς, ἀνωτέρω μὲν τοῦ ἄλλου σώματος ἐχέτω τὸ ἐπιδεθὲν, τὴν δὲ θέσιν δεῖ ποιήσασθαι οὕτως, ὅκως ἥκιστα ἀπαιωρηθήσεται ὁ πούς.

Ὅτι μὲν ἐπὶ βραχὺ χρὴ μετεωρότερον εἶναι τὸν πόδα τοῦ ἄλλου σκέλους ἐλέχθη καὶ πρόσθεν. ἐλέχθη δὲ καὶ

491
ὅτι τοσοῦτον ὑψοῦσθαι προσῆκεν αὐτὸν, ὡς μηδὲ τῇ ἀντιτάσει κάμνειν τοὺς μύας. νυνὶ δὲ προσέθηκε περὶ τῆς κατὰ τὴν ἀπόθεσιν ἀσφαλείας παράγγελμα, μηδὲ μόλις κελεύων αἰωρεῖσθαι τὸν πόδα. τοῦτο δέ ἐστι μαλακῶν ἐρίων πανταχόθεν αὐτῷ παρατιθεμένων· καὶ δὴ μὲν τὸ κατὰ τὸ πέρας, ἔνθα τὸ ἴχνος ἐστὶ στηρίζεσθαί τινος μαλακοῦ ἢ ὑπαυχενίου ἢ καὶ ξύλου ὀρθοῦ, ᾧ καὶ προσδεδεμένος ἔσται μαλακαῖς ταινίαις.

Τὸν δὲ ἰχνασμὸν τοῦ σώματος, οὕτως ποιέεσθαι ὁκοίην τινὰ δύναμιν ἔχει καὶ τὸ ὀλίσθημα, τὰ μὲν γὰρ σμικρὸν, τὰ δὲ μέγα ὀλισθάνει.

Πρόδηλον οὖν ὅτι τὰ μὲν σμικρὸν ὀλισθήσαντα μετριωτέρας δεῖται τῆς ἐπιμελείας, τὰ δ’ ἐπὶ πλέον ἐκστάντα καὶ τῆς διαίτης ἀκριβεστέρας καὶ τῶν ἄλλων οἷς ἰσχναίνεται τὸ σῶμα.

492
Τὸ ἐπίπαν δὲ ἰσχναίνειν μᾶλλον καὶ ἐπὶ πλείω χρόνον χρὴ ἐν τοῖσι κατὰ σκέλεα τρώμασιν ἢ ἐν τοῖσι κατὰ χεῖρας· καὶ γὰρ μείζω καὶ παχύτερα ταῦτα ἐκείνων· καὶ δὴ καὶ ἀναγκαῖον ἐλινύειν τὸ σῶμα καὶ κατακεῖσθαι. μετεπιδῆσαι δὲ τὸ ἄρθρον οὔτε τὶ κωλύει τριταῖον, οὔτε κατεπείγει. καὶ τὰ ἄλλα πάντα παραπλησίως χρὴ ἰητρεύειν, ὥσπερ καὶ τὰ παροιχόμενα· καὶ ἢν μὲν ἀτρέμα κατακεῖσθαι, ἱκαναὶ τεσσαράκοντα ἡμέραι, ἢν μοῦνον ἐς τὴν ἑωυτῶν χώρην τὰ ὀστέα αὖθις καθίζηται, ἢν δὲ μὴ θέλῃ ἀτρεμέειν, χρῷτο μὲν ἂν οὐ ῥᾳδίως τῷ σκέλει, ἐπιδεῖσθαι δὲ ἀναγκάζοιτ’ ἂν πολὺν χρόνον.

Αὐτὸς εἶπε τὴν αἰτίαν οὗ κελεύει· καὶ γὰρ μείζω φησὶ καὶ παχύτερα ταῦτα ἐκείνων καὶ τρίτον ἐπὶ τούτοις ἐστὶ τὸ κατακείμενον ὑγιάζεσθαι τὸν ἄνθρωπον, οὐχ ὥσπερ ἐπὶ τῶν κατὰ χεῖρα περιερχόμενον. ταῦτ’ οὖν ἐν τῷ καθόλου περὶ πάντων ἡμῖν τῶν ἄρθρων εἰρῆσθαι νομίζομεν.

493
Ὁκόσα μέντοι τῶν ὀστέων μὴ τελέως ἵζει ἐς τὴν ἑωυτῶν χώρην, ἀλλά τι ἐπιλείπει, τῷ χρόνῳ λεπτύνεται ἰσχίον καὶ μηρὸς καὶ κνήμη· καὶ ἢν μὲν εἴσω ὀλισθῇ, τὸ ἔξω μέρος λεπτύνεται, ἢν δὲ ἔξω, τὸ εἴσω.

Εἰ καὶ τῶν ὑγιῶν τι μορίων ἐν ἡσυχίᾳ πολυχρονίῳ φυλάττοις ἢ βραχείαις κινήσεσι, λεπτότερον ἑαυτοῦ γίγνεται. θερμαίνει τε γὰρ ἡ κίνησις τὰ σώματα καὶ ῥώννυσι τὴν ἐν αὐτοῖς δύναμιν, ὑφ’ ἧς εἰς εὐτροφίαν ἐπιδίδωσι τὰ μέρη. ὁπόταν δὲ μὴ καλῶς ἐμβληθῇ τῶν ὀλισθησάντων τι, χείρους αἱ κινήσεις ἐπιτελοῦνται, καὶ μᾶλλον δὲ κατὰ τὰ ἀντικείμενα μέρη τῶν ὀλισθημάτων. ἐπειδὴ κενὸς ὁ τόπος καταλείπεται τοῦ μέρους κινηθέντος ὀστοῦ πρὸς τἀναντία. ῥᾷον οὖν ἐπ’ ἐκείνου στηρίζεται τοῦ μέρους εἰς ὃ μετέστη τὸ ἄρθρον. ἕδρας μὲν γὰρ δεῖται τὰ ὑπερκείμενα μόρια. ταῦτα δὲ αὐτοῖς οὐ κεναὶ χῶραι παρέχουσιν, ἀλλ’ αἱ πεπληρωμέναι· κατὰ γὰρ τοι τῆς κενῆς χώρας οὐδὲν στηρίζεσθαι

494
δύναται. διὰ τοῦτ’ οὖν καὶ τὸ σκέλος εἴωθε προφέρειν, ἔνθα τὴν ἔκπτωσιν ἔχει καὶ τοῖς κατ’ ἐκεῖνο τὸ μέρος ἐνεργεῖν μόνον· αὐτοὶ γὰρ οὖν καὶ τρέφονται καλῶς, οἱ δ’ ἄρχοντες ἐνδεῶς, οἵπερ εἰσὶν ἐκ τῶν ἀντικειμένων μερῶν.

Τὰ πλεῖστα δὲ ἐς τὸ εἴσω ὀλισθάνει· ἐπὴν δὲ κνήμης ὀστέα ἀμφότερα καταγῇ ἄνευ ἑλκώσιος, κατατάσιος ἰσχυροτέρης δεῖται. τείνειν δὲ τουτέων τῶν τρόπων ἐνίοισι τῶν προειρημένων τισὶ, ἢν μεγάλαι αἱ παραλλάξιες ἔωσιν. ἱκαναὶ δὲ καὶ ἀπὸ τῶν ἀνδρῶν κατατάσιες· τὰ πλεῖστα γὰρ ἀρκέοιεν ἂν δύο ἄνδρες ἐῤῥωμένοι, ὁ μὲν ἔνθεν, ὁ δ’ ἔνθεν ἀντιτείνοντες. τείνειν δὲ ἐς τὸ ἰθὺ χρὴ κατὰ φύσιν καὶ κατὰ τὴν ἰθυωρίην τῆς κνήμης καὶ τοῦ μηροῦ, καὶ ἢν κνήμης ὀστέα κατεηγυίης κατατείνῃς καὶ ἢν μηροῦ.

Τὰ κάτω πρὸς τὴν τοῖς σφυροῖς διάθεσιν ἐξαρθρήματα μᾶλλον ἔσω ὀλισθάνει. αἰτία δὲ ἡ τῆς περόνης ἀπόφυσις

495
ἔξωθεν ἀκριβέστερον περιλαμβάνουσα τὸν ἀστράγαλον ἢ περὶ τῆς κνήμης ἔσωθεν.

Καὶ ἐπιδεῖν δὲ οὕτως ἐκτεταμένων ἀμφοτέρων, ὁκότερον ἂν τουτέων ἐπιδέῃς· οὐ γὰρ ταῦτα ξυμφέρει σκέλει τε καὶ χειρί. πήχεος μὲν γὰρ καὶ βραχίονος, ἐπὴν ἐπιδεθῶσιν ὀστέα κατεηγότα, ἀναλαμβάνεται ἡ χεὶρ, καὶ ἢν ἐκτεταμένα ἐπιδέῃς τὰ σχήματα τῶν σαρκῶν, ἑτεροιοῦται ἐν τῇ ξυγκάμψει τοῦ ἀγκῶνος. ἀδύνατος γὰρ ὁ ἀγκὼν ἐκτετάσθαι πουλὺν χρόνον· οὐ γὰρ πολλάκις ἐν τοιούτῳ εἴθισται, ἀλλ’ ἐν τῷ ξυγκεκάμφθαι. καὶ δὴ καὶ ἅτε δυνάμενοι οἱ ἄνθρωποι περιιέναι, ἐπὴν κατὰ χεῖρα τρωθῶσιν, ξυγκεκάμφθαι κατὰ τὸν ἀγκῶνα δέονται. σκέλος δὲ ἔν τε τῇσιν ὁδοιπορίῃσι καὶ ἐν τῷ ἑστάναι εἴθισται, ὁτὲ μὲν ἐκτετάσθαι, ὁτὲ δὲ μικροῦ δεῖν ἐκτετάσθαι ἐς τὸ κάτω κατὰ φύσιν. καὶ δὴ καὶ πρὸς τὸ ὀχέειν τὸ ἄλλο σῶμα, διὰ τοῦτο εὔφορον αὐτῷ ἐστι τὸ ἐκτετάσθαι, ὅταν ἀνάγκη ἔχῃ- καὶ δὴ καὶ ἐν τῇσι κοίτῃσι πολλάκις ἐν τῷ σχήματι τουτέῳ ἐστὶν ἐν τῷ ἐπιτετάσθαι.
496
ἐπὴν δὲ δὴ τρωθῇ, ἀνάγκη καταδουλοῦται τὴν γνώμην, ὅτι ἀδύνατοι μετεωρίζεσθαι γίνονται, ὥστε οὐδὲ μέμνηνται περὶ τοῦ συγκαμφθῆναι καὶ ἀναστῆναι, ἀλλὰ ἀτρεμέουσιν ἐν τουτέῳ τῷ σχήματι κείμενοι.

Ἐάν τε κνήμην ἐάν τε μηρὸν ἐπιδέῃς, ἑκατέραν τῶν διαρθρώσεων ἐκτετάσθαι κελεύει, τὴν κατ’ ἰσχίον καὶ τὴν κατὰ γόνυ. τὴν δ’ αἰτίαν τοῦ σχήματος ἐφεξῆς ἐρεῖ σαφῶς, ἀποδείξει χρώμενος καὶ ἑτοίμως νοήσαις τὸν νοῦν. ἔστι δὲ τούτων τὰ κεφάλαια προειθίσθαι μὲν τὸ σκέλος ἑστώτων καὶ βαδιζόντων ἐκτετάσθαι. πρὸς γὰρ τὸ βαδίζειν τὸ σῶμα γεγονὸς ὑπὸ τῆς φύσεως εἰς τοῦτο σχῆμα περεσκεύασται πρὸς αὐτῆς καὶ διὰ τοῦτο καὶ κατακειμένων ἐκτεταμένον ἐστὶν ὡς τὰ πολλά. τὰς χεῖρας δὲ καὶ κατὰ τὰς ὁδοιπορίας καὶ ἄλλως ὡς τὸ πολὺ κεκλασμένας μετρίως ἔχομεν. οὐδεὶς γὰρ ἀποτετακὼς αὐτὰς περιέρχεται. διὰ τοῦτο κἂν ἐπιδεθῇ τις χεῖρα, δυνατόν ἐστιν αὐτῷ περιέρχεσθαι ταινίαν

497
ὑποτείνοντι τῷ πήχει. σκέλους δὲ καταγέντος ἀδύνατον ἐπιβαίνειν πρὶν ἀκριβῶς πωρωθῆναι.

Διὰ οὖν ταύτας τὰς προφάσιας χειρὸς καὶ σκέλεος οὔτε ἡ κατάτασις οὔτε ἡ ἐπίδεσις τοῦ σχήματος ξυμφέρει αὐτῇ. ἢν μὲν οὖν ἱκανὴ ἡ κατάτασις ἡ ἀπὸ τῶν ἀνδρῶν ᾖ, οὐθὲν δεῖ μάτην πονέεσθαι· καὶ γὰρ σολοικότερον μηχανοποιέειν μηθὲν δέον. ἢν δὲ μὴ ἱκανὴ ἡ κατάτασις ἡ ἀπὸ τῶν ἀνδρῶν καὶ τῶν ἄλλων τινὰ τῶν ἀναγκαίων προσφέρειν, ἤν τινά γε προχωρέῃ, ὅταν δὲ δὴ ἱκανῶς καταταθῇ, ῥηΐδιον ἤδη κατορθῶσθαι τὰ ὀστέα καὶ ἐς τὴν φύσιν ἀγαγεῖν, τοῖσι θέναρσι τῶν χειρέων ἀπευθύνοντα καὶ ἐξευκρινέοντα. ἐπὴν δὲ κατορθώσῃ, ἐπιδεῖν τοῖσιν ὀθονίοισιν κατατεταμένα, ἤν τ’ ἐπὶ δεξιὰ ἤν τ’ ἐπ’ ἀριστερὰ περιφέρειν ξυμφέρῃ αὐτέοισιν τὰ πρῶτα ὀθόνια. βαλλέσθω δὲ τὴν ἀρχὴν κατὰ τὸ κάτηγμα καὶ περιβαλλέσθω κατὰ τοῦτο τὰς πρώτας περιβολὰς, κἄπειτα νεμέσθω
498
ἐπὶ τὴν ἄνω κνήμην ἐπιδέων, ὥσπερ ἐπὶ τοῖσιν ἄλλοισι κατήγμασι εἴρηται. τὰ δὲ ὀθόνια πλατύτερα χρὴ εἶναι καὶ μακρότερα καὶ πλέω πολὺ αὐτὰ κατὰ τὸ σκέλος τῶν ἐν τῇ χειρί. ἐπὴν δὲ ἐπιδέῃς, καταθεῖναι ἐφ’ ὁμαλοῦ τινὸς καὶ μαλθακοῦ, ὥστε μὴ διαστρέφεσθαι ἢ τῇ ἢ τῇ μήτε λορδὸν μήτε κυφὸν εἶναι.

Φανερωτάτας μὲν εἴρηκε τὰς αἰτίας προφάσεις, καίτοι γε ἀληθῶς ἃς προείρηκεν οὐχ ὡς ἐν τῇ συνηθείᾳ προφάσεις εἴωθε λέγειν τὰς ψευδεῖς αἰτίας καὶ μικρὸν δὲ κατωτέρω πάλιν, οὕτω κέχρηται τῷ ὀνόματι κατὰ τήνδε τὴν ῥῆσιν. δι’ οὖν ταύτας τὰς προφάσιας τοῦ μὲν ἔξωθεν τοῦ ὀστέου καταγέντος ταχεῖαι αἱ ἐπιβάσεις. εἴρηκε δὲ τοῦτο περὶ περόνης ἀληθὲς ἐπιδοὺς ταχεῖαν μὲν ἐπ’ ἐκείνῃ καταγείσῃ τὴν τοῦ σκέλους γίνεσθαι κίνησιν, εἰ δὲ κνήμη συντριβῇ μετὰ πλείονα χρόνον δύνασθαι χρῆσθαι τοὺς οὕτως παθόντας.

499
Μάλιστα δὲ ξυμφέρει προσκεφάλαιον ἢ κλίνον ἢ ἐρινέον, μὴ σκληρὸν, λαπαρὸν, μέσον κατὰ μῆκος ποιήσαντα ὑποθεῖναι ἢ ἄλλο τι ὃ τούτῳ ἔοικεν.

Τὴν κνήμην ἀξιοῖ στηρίζειν ὅν εἶπε τρόπον προσκεφαλαίων μᾶλλον ἢ σωλῆνος, ἐφεξῆς γράφων ἃ μέμφεται τοὺς χρωμένους αὐτῷ πρὸς τὰ τοιαῦτα.

Περὶ γὰρ τῶν σωλήνων τῶν ὑποτιθεμένων ὑπὸ τὰ σκέλεα τὰ κατεηγότα, ἀπορέω ὅτι ξυμβουλεύσω ἢ ὑποτιθέναι χρὴ ἢ οὔ. ὠφελέουσι μὲν γὰρ, οὐχ ὅσον δὲ οἱ ὑποτιθέντες οἴονται· οὐ γὰρ ἀναγκάζουσιν οἱ σωλῆνες ἀτρεμέειν ὡς οἴονται. οὔτε γὰρ τῷ ἄλλῳ σώματι στρεφομένῳ ἢ ἔνθα ἢ ἔνθα ἢ ἐπαναγκάζει ὁ σωλὴν μὴ ἐπακολουθέειν τὸ σκέλος, ἢν μὴ ἐπιμελεῖται αὐτὸς ὁ ἄνθρωπος, οὔτε αὖ τὸ σκέλος ἄνευ τοῦ σώματος κωλύει ὁ σωλὴν κινηθῆναι
500
ἢ τῇ ἢ τῇ. ἀλλὰ μὴν ἀργέστερον ξύλον ὑποτετάσθαι, ἢν μὴ ὅμως ἄν τις μαλθακόν τι ἐς αὐτὸ ἐντεθῇ. ἀχρηστότατον δέ ἐστιν ἐν τῇσι μεθυποστρώσεσιν καὶ ἐν τῇσιν ἐς ἄφοδον προχωρήσεσιν. ἔστιν οὖν σὺν σωλῆνι καὶ ἄνευ σωλῆνος καὶ καλῶς καὶ αἰσχρῶς κατασκευάσασθαι. πιθανώτερον δὲ τοῖσι δημότῃσίν ἐστιν καὶ τὸν ἰατρὸν ἀναμαρτητότερον εἶναι ἢν σωλὴν ὑποκέηται, καίτοι ἀτεχνέστερόν γέ ἐστιν. δεῖ μὲν γὰρ ἐφ’ ὁμαλοῦ καὶ μαλθακοῦ κεῖσθαι, πάντῃ πάντως ἐς ἰθύ. ἐπείτοι γε ἀνάγκη κρατηθῆναι τὴν ἐπίδεσιν ὑπὸ τῆς διαστροφῆς τῆς ἐν τῇ διαθέσει, ὅποι ἂν ῥέπῃ καὶ ὁκόσα ἂν ῥέπῃ. ὑποκρινέσθω δὲ ὁ ὑποδεδεμένος ταῦτα ἅπερ καὶ πρότερον εἴρηται· καὶ γὰρ τὴν ἐπίδεσιν χρὴ τοιαύτην εἶναι καὶ τὸ οἴδημα οὕτως ἐξαείρασθαι ἐς τὰ ἄκρεα καὶ τὰς χαλάσιας οὕτως καὶ τὰς μετεπιδέσιας διὰ τρίτης καὶ εὑρισκέσθω ἰσχνότερον τὸ ἐπιδεόμενον καὶ τὰς ἐπιδέσιας ἐπὶ μᾶλλον ποιέεσθαι καὶ πλέοσι τοῖσιν ὀθονίοισιν. περιλαμβάνειν τε καὶ τὸν πόδα χαλαρῶς, ἢν μὴ ἄγαν ἐγγὺς ᾖ
501
τοῦ γούνατος τὸ τρῶμα. κατατείνειν δὲ μετρίως καὶ ἐπικατορθοῦν ἐφ’ ἑκάστῃ ἐπιδέσει χρὴ τὰ ὀστέα. ἢν γὰρ ὀρθῶς μὲν ἰητρεύηται, κατὰ λόγον δὲ τὸ οἴδημα χωρέῃ, ἔτι μὲν λεπτότερον καὶ ἰσχνότερον τὸ ἐπιδεόμενον χωρίον ἔσται, ἔτι δὲ αὖ παραγωγότερα τὰ ὀστέα, ἐνακούοντα δὲ τῆς κατατάσιος μᾶλλον. ἐπὴν δὲ ἑβδομαῖος ἢ ἑνδεκαταῖος γένηται τοὺς νάρθηκας προστιθέναι, ὥσπερ καὶ ἐπὶ τοῖς ἄλλοισι κατήγμασιν εἴρηται.

Ἔτι καὶ νῦν οἶδά τινας ἰατροὺς ὑποτιθέντας τῷ σκέλει σωλῆνας καὶ γλωσσόκομον κνήμης τε καὶ μηροῦ πεπονθότος, ἐπὶ μὲν τοῦ μηροῦ παντὶ τῷ σκέλει, τῆς κνήμης δὲ πεπονθυίας ἔνιοι μὲν καὶ τοῦθ’ ὑποβάλλουσιν ὅλῳ τῷ σκέλει τὸ ξύλον, ἔνιοι δὲ τὴν κνήμην ὅλην στηρίζοντες ἐν τῷ γλωσσοκόμῳ. βλάπτουσι δέ τι καὶ οἱ μετ’ αὐτῆς τὸν μηρὸν, ἀλλ’ ἦττον ἐκείνων. τὰς φλέβας δὲ αὐτὸς ὁ Ἱπποκράτης ἐδήλωσε σαφῶς, ὥστ’ αὐτὰς οὐδὲν ἐμὲ δεῖν ἔτι λέγειν, ἀλλ’ εἴπου κατὰ τὴν λέξιν ἀσαφὲς ἔσεσθαί τισι νομίσω,

502
τοῦτο ἐξαπλώσω καὶ πρῶτόν γε πάντων, ὅπῃ διαφέρει γλωσσόκομον σωλῆνι. εἴρηται μὲν οὖν παρὰ τοῖς Ἀττικοῖς γλωσσόκομον τὸ σκεῦος τοῦτο. ἴσως οὖν εἰς πολλὰ μὲν τῶν χρησίμων γραμμάτων ἐμβαίνουσιν οἱ ἄνθρωποι, πολλὰ δὲ τῶν ἀποθέτων γραμμάτων. ἔνιοι δὲ εἰς ὁδοιπορίας αὐτῷ χρῶνται, διοίσει δὲ οὔτε εἴτε γλωσσοκόμιον εἴτε γλωσσόκομόν τις ὀνομάζοι αὐτὸ, καθάπερ οὐδὲ διὰ τῶν δυοῖν ττ ἢ διὰ τῶν δυοῖν σσ. τὸ δὲ ὑποτιθέμενον τῷ σκέλει γλωσσόκομον, εὔδηλον ὅτι προμηκέστερόν τε καὶ στενώτερον εἶναι δεῖ τῶν συνήθων. δεῖ γὰρ αὐτὸ μὴ πολλῷ πλατύτερον εἶναι οὐ κατὰ τὸ σκέλος εὔρους ἢ πάχους ἢ ὅπερ ἂν ὀνομάζειν ἐθέλεις, ἵνα παραβληθέντων ἑκατέρωθεν ἐρίων ἐσφιγμένον ᾖ τὸ σκέλος, ὡς μηδὲ ἂν ὁ κάμνων βούληται μετακλίνειν αὐτὸ συγχωρεῖν τὴν στενοχωρίαν· ἀλλὰ τὴν μὲν ἐπὶ τὸ δεξιὸν ἢ τὸ ἀριστερὸν μέρος περιστροφὴν τοῦ σκέλους δύναται ἡ τῶν ἐρίων παράθεσις ἀποκωλῦσαι, τὴν δ’ ἄνω καὶ κάτω καὶ εἰς ὕψος αὐτοῦ κίνησιν οὐ δύναται. διὸ καὶ ὁ Ἱπποκράτης οὐκ ἀρέσκεται τῇ χρήσει τοῦ τοιούτου ξύλου
503
πρὸς τοῖς ἄλλοις καὶ ἀπηνοῦς ὄντος. τὸ γὰρ ἀργέστερον οἷον ἀπηνέστερον ἢ ἀηδέστερον δῆλον, διὰ τὸ μηδὲν εἴκειν, ὥσπερ καὶ τὰ ὑπαυχένιά τε καὶ τὰ ὑπαγκώνια διακαλούμενα. ταῦτα γὰρ εἴκοντα μετρίως οὐκ εἰσὶν ἀνιαρὰ τῷ σκέλει· χρησίμου δ’ ὄντος τοῦ τοιούτου μηχανήματος, ὅταν ἀφοδεῦσαι δεηθῶσιν οἱ κάμνοντες ἢ μετακομισθῆναί ποτε ἀπὸ τῆς ἑτέρας μετακλίσεως, ἐφ’ ἑτέραν ἕνεκα τοῦτο ἐργασθῆναι, διὰ τοῦτο μάλιστα τὴν χρῆσιν αὐτοῦ προσιέμεθα, καίτοι κἂν οἵ τινες ὑπ’ αὐτῶν τὸ ὑπαυχένιον χρῶνται καὶ κατ’ ἀρχὰς εὐθέως ὑποβάλλουσιν αὐτῷ ταινίας ἐγκαρσίας, ὅταν ἐντεθῶσι τὸ σκέλος ἐναντιῶντες ἑκατέρωθεν εἰς σκέλους ὕψος, ἔπειτα ἐκ τῶν ἄνω τοῦ κώλου μερῶν συνδήσαντες ἀλλήλαις ἀσφαλῆ νομίζουσι τὴν θέσιν τοῦ σκέλους ποιεῖσθαι. τό τε γὰρ ὑπαυχένιον ἐν ταῖς μετακομιδαῖς τοῦ κάμνοντος ἀντὶ γλωττοκόμου τείνεται τῷ σκέλει· καὶ μέντοι καὶ κατὰ τὸ κάτω πέρας αὐτοῦ, προστιθέασιν ἔνιοι ξύλον ὀρθὸν, ὡς προωθοῦσιν ἄκρον τὸν πόδα προβάλλοντες ἔρια δηλονότι, χάριν τοῦ μήτε ἄνω τὸ σκέλος ἕλκεσθαι τοῦ κάμνοντος μήτ’ ἀποτείνεσθαι κάτω. τὴν μὲν γὰρ ἀνάτασιν
504
ὁ δεσμὸς κωλύει, τὴν δ’ ἐπὶ τὸ κάτω φορὰν τὸ προσηρεισμένον τῷ πέλματι ξύλον· ἀλλὰ καίτοι τούτων ἀσφαλῶς παρασκευαζομένων τοῖς ἰατροῖς, ὅμως ἡ κατὰ τὰς διαρθρώσεις κίνησις οὐ κωλύεται, δυναμένου τοῦ κάμνοντος καὶ τὸ κατὰ σφυρὸν ἄρθρον καὶ τὸ κατὰ γόνυ διακινεῖν κατὰ βραχύ. περὶ μὲν γὰρ τοῦ κατ’ ἴσχιον οὐδὲ λόγου δεῖ, μηδ’ ὅλως αὐτοῦ μήθ’ ὑπὸ τοῦ γλωσσοκόμου μήθ’ ὑπὸ τῆς ἐπιδέσεως περιλαμβανομένου. ὅ γε μὴν σωλὴν τὰ μὲν ἄλλα ἔχει τὰ αὐτὰ τῷ γλωσσοκόμῳ, ἀλλ’ αὐτῷ δὲ τῷ σχήματι διαφέρει. περιφερὴς γὰρ ὢν ἔξωθεν ἔνδοθέν ἐστι κοῖλος, ὁμοίως τοῖς ἐπὶ τῶν κεράμων σωλῆσιν, ὅθεν αὐτῷ τοὔνομα. δοκεῖ δ’ οὗτος ἐπιτηδειότατος εἶναι πρὸς τὴν προκειμένην χρείαν, ἐπειδὴ περιλαμβάνει τὸ σκέλος ὅλον ἐν κύκλῳ μᾶλλον τοῦ γλωσσοκόμου. λείπονται γάρ τινες ἐν ἐκείνῳ χῶραι κεναὶ μετὰ τὴν ἔνθεσιν τοῦ σκέλους καί τινες ἰατροὶ παρεσκευασμένους ἔχουσι πλείονας σωλῆνας ἕνεκα τοῦ χρῆσθαι καθ’ ἕκαστον κῶλον ἁρμόττον τι τοιοῦτον ξύλον εὑρίσκοντες, ἐξ οὗ ποιήσουσιν αὐτοὺς εὐτόνους τε ἅμα καὶ λευκοὺς καὶ μαλακοὺς ἐγγλύψαντες δηλονότι τὸ ξύλον. καὶ παρ’ ἡμῖν γέ
505
τις ἰατρὸς ἐκ φιλυροῦ γεγονότας εἶχε πλείους τοιούτους σωλῆνας, ὥστε χρῆσθαι καθ’ ἕκαστον σκέλος τῷ προσήκοντι κατὰ τὸ μέγεθος μὴ ἀδέσμοις, οἴους ἔφην παραλαμβάνεσθαι πρός τινων ἐπὶ τῶν ὑπαυχενίων· ἀλλ’ ἐπ’ ἐκείνων μὲν οἱ δεσμοὶ χαλαρὸν γενόμενοι οὐ διαφθείρουσιν ἀθλίπτως τε κρατοῦσι τὸ σκέλος ἐν τῷ μετακομίζεσθαι διὰ τὴν μαλακότητα τοῦ ξύλου. προσεξεύρηταί γε μὴν ὑπὸ τῶν νεωτέρων ἰατρῶν γλωσσόκομον ὀργανικὸν εἰς ἀσφαλῆ κράτησιν, ὁπότερον ἂν ᾖ πεπονθὸς τῶν ὀστῶν.

Εἴτ’ οὖν μηρὸς ἢ κνήμη κατασκευὴν καὶ χρῆσιν ἔχον τὴν ὑπογεγραμμένην. περὶ τοῦ ὀργανικοῦ γλωσσοκόμου οὐκ ἀλόγως ηὑρῆσθαί μοι δοκεῖ τοῖς νεωτέροις ἰατροῖς γλωσσόκομον ὄργανον ἐπιτήδειον εἰς τὰς πωρώσεις, ἐάν τε μέρος ἐάν τε κνήμη συντρίβηται. πρόσκειται γὰρ αὐτῷ κατὰ τὸ πέρας ἄξων, ἐφ’ ὃν αἱ τελευταὶ τῶν ἀντιτεινόντων τὸ κῶλον βρόχων ἀχθεῖσαι περιβάλλονται. τοὺς δ’ αὐτοὺς βρόχους περιτιθέναι χρὴ κατὰ τὰ πέρατα τοῦ θεραπευομένου

506
τῶν ὀστῶν. ἔστωσαν δ’ ἐκ δυοῖν διανταίων, ὡς εἶναι σκέλη δ΄ τῶν βρόχων ἑκατέρου, δύο μὲν ἐκ τῶν δεξιῶν, δύο δὲ ἐκ τῶν ἀριστερῶν. ταῦτ’ οὖν τὰ σκέλη τὰ μὲν ἐκ τοῦ κάτω βρόχους διεκβάλλοντα διὰ τρημάτων τινῶν ἐν τῷ κάτω πέρατι τοῦ γλωσσοκόμου γεγονότων ἐπὶ τὸν ἄξονα φέρειν χρή. τὰ δὲ ἐκ τοῦ ἄνω βρόχους πρότερον ἀπάγοντα πρὸς τὴν ἄνω χώραν τοῦ γλωσσοκόμου διεκβάλλειν καὶ αὐτὰ τρημάτων τινῶν ἐν τοῖς πλαγίοις αὐτοῦ μέρεσι γεγονότων. ἐχέτω δὲ τὰ τρήματα τροχηλίας ἐν ἑαυτοῖς. ἑκατέρωθεν δὲ ἐκ τῶν ἕξω μερῶν κατάγοντα χρὴ φέρειν ἐπὶ τὸν ἄξονα τὰ εἰρημένα πέρατα τῶν βρόχων. τούτων γὰρ οὕτως σκευασθέντων μία περιστροφὴ τοῦ ἄξονος ὡσαύτως τείνει τοὺς δύο βρόχους, κάτω μὲν τὸν ἐν τῷ κάτω πέρατι τοῦ κατεαγότος ὀστοῦ περιβεβλημένον, ἄνω δὲ τὸν ἕτερον, ὥστε μετὰ τὴν ἀπόθεσιν ἔτι σοι λοιπὸν εἶναι καθ’ ἑκάστην ἡμέραν ἐπανορθοῦσθαι τὴν ἀντίτασιν τῶν βρόχων ἤτοι γε ἐπιτείνοντι τὴν τάσιν αὐτῶν ἢ ἐκλύοντι. τὸν μὲν γὰρ ἐν τοῖς κάτω μέρεσι τοῦ κώλου βρόχον ὁ ἄξων δι’ εὐθυπόρου τάσεως ἀντισπᾶται, τὸν δὲ ἄνω διὰ τῆς μεταληπτικῆς ὀνομαζομένης.

507
Τῶν δὲ ναρθήκων τὰς ἐνέδρας χρὴ φυλάττεσθαι, κατά τε τῶν σφυρῶν τὴν ἴξιν καὶ κατὰ τὸν τένοντα τὸν ἐν τῇ κνήμῃ τοῦ ποδός. ὀστέα δὲ κνήμης κρατύνεται ἐν τεσσαράκοντα ἡμέρῃσιν ἢν ὀρθῶς ἰητρεύηται, ἢν δὲ ὑποπτεύῃς τῶν ὀστέων τι δεῖσθαί τινος διορθώσιος ἤ τινα ἕλκωσιν ὀῤῥωδέῃς ἐν τῷ μεσηγὺ χρόνῳ χρὴ λύσαντα καὶ εὐθετησάμενον μετεπιδῆσαι. ἢν δὲ τὸ ἕτερον ὀστέον κατεαγῇ ἐν κνήμῃ, κατατάσιος μὲν ἀσθενεστέρης δεῖται, οὐ μὴν ἐπιλείπειν χρὴ οὐδὲ βλακεύειν ἐν τῇ κατατάσει. μάλιστα μὲν ἐν τῇ πρώτῃ ἐπιδέσει κατατείνεσθαι ὅσον ἐφικνέεται αἰεί ποτε πάντα τὰ κατήγματα, εἰ δὲ μὴ, ὡς τάχιστα. ὅ τι γὰρ ἂν μὴ κατὰ τρόπον εὐθετισμένων τῶν ὀστέων ἐπιδέων τις πιέζῃ ὀδυναίτερον τὸ χωρίον γίνεται. ἡ δὲ ἄλλη ἰητρείη ἡ αὐτή. τῶν δὲ ὀστέων τὸ μὲν ἔσω τοῦ ἀντικνημίου καλεομένου ὀχλωδέστερον ἐν τῇ ἰητρείῃ ἐστὶν καὶ κατατάσιος μᾶλλον δεόμενον, καὶ ἢν μὴ ὀρθῶς τὰ ὀστέα τεθῇ, ἀδύνατον κρύψαι. φανερὸν γὰρ καὶ ἄσαρκον
508
πᾶν ἐστὶν καὶ ἐπιβαίνειν ἐπὶ τὸ σκέλος πολλῷ βραδύτερον δύναιτ’ ἂν τουτέον κατεηγέντος. ἢν δὲ τὸ ἔξω ὀστέον κατεηγῇ, πουλὺ μὲν εὐφορώτερον φέρουσι, πουλὺ δ’ εὐκρυπτότερον, καὶ ἢν μὴ καλῶς ξυντεθῇ. ἐπίσαρκον γάρ ἐστιν ἐπὶ πόδας τε ταχέως ἵστανται, τὸ πλεῖστον γὰρ τοῦ ἀχθέντος ὀχέει τὸ ἔσωθεν τοῦ ἀντικνημίου ὀστέον. ἅμα μὲν γὰρ αὐτῷ τῷ σκέλει καὶ τῇ ἰθυωρίῃ τοῦ ἄχθεος τοῦ σκέλεος τὸ πλεῖον ἔχει τοῦ πόνου τὸ ἔσω ὀστέον. τοῦ γὰρ μηροῦ ἡ κεφαλὴ ὑπεροχέει τῇ ὕπερθεν τοῦ σώματος, αὕτη δὲ εἴσωθεν πέφυκε τοῦ σκέλους καὶ οὐκ ἔξωθεν, ἀλλὰ κατὰ τὴν τοῦ ἀντικνημίου ἴξιν· ἅμα δὲ τὸ ἄλλο ἥμισυ τοῦ σώματος γειτονεύεται ταύτῃ μᾶλλον τῇ ἴξει, ἀλλ’ οὐχὶ τῇ εἴσωθεν. ἅμα δὲ ὅτι παχύτερον τὸ εἴσω τοῦ ἔξωθεν, ὥσπερ καὶ τὸ ἐν τῷ πήχει τὸ κατὰ τὴν τοῦ μικροῦ δακτύλου ἴξιν λεπτότερον καὶ μακρότερον.
509

Τὰ ἐξέχοντα μέρη τῶν ὀστῶν ὁποῖα τῆς κνήμης ἐστὶ καὶ τῆς περόνης τὰ κάτω πέρατα, τὰς ἐπιθέσεις τῶν ναρθήκων οὐ φέρει· ταῦτ’ οὖν ἀξιοῖ φυλάττεσθαι. ἐνέδρας δ’ εἶπεν, ὡς εἰ καὶ ἕδρας εἰρήκει μετὰ τῆς ἐν προθέσεως τὸ σημαινόμενον ἐκ τῆς λέξεως ἐναργέστερον ἐλπίσας ποιήσειν. ταυτὶ μὲν οὖν τὰ ὀστᾶ διότι προπετῆ καὶ γυμνὰ σαρκῶν ἐστὶν, ὑπὸ τῆς τῶν ναρθήκων ἕδρας θλίβεται, μᾶλλον δὲ οὐκ αὐτὰ θλίβεσθαι χρὴ λέγειν, ἀλλὰ τοὺς ἐπ’ ἐκείνοις τε μῦς καί τινας ἀπονευρώσεις καὶ τὸ δέρμα. ταῦτα γὰρ ἐν τῷ μεταξὺ γενόμενα δυοῖν σκληρῶν σωμάτων, ἔξωθεν μὲν τοῦ νάρθηκος, ἔσωθεν δὲ τοῦ ὀστοῦ θλίβεταί τε καὶ θλᾶται καὶ πολλάκις οὕτως ἔπαθεν ὡς ἑλκωθῆναι. κατὰ δὲ τὴν πτέρναν ἐκ τῶν ὄπισθεν μερῶν εἰς ἔμπροσθεν ἐμφύεται τένων κατὰ τὴν γαστροκνημίαν ἐκφυόμενος μυοῖν, ὅστις ἐγκείμενος ἱκανῶς καὶ μάλιστα ἐπὶ τῶν ἀσάρκων οὐ φέρει τὸν ἐπιτιθέμενον νάρθηκα, ἀλλ’ οὗτος μὲν αἰσθητικώτατος ὢν ὑπὸ τῆς ἐκθλίψεως φλεγμαίνει, τὰ δὲ ἐπικείμενα τοῖς ὀστοῖς τῶν σφυρῶν σώματα διὰ τὴν σκληρότητα τῶν περιλαμβανόντων

510
αὐτὰ, καθότι προείρηται, θλιβόμενα πάσχει μέχρι τοῦ καὶ ἐκθλίμματος κατεργάζεσθαι. καλεῖ γὰρ ὁ Ἱπποκράτης οὕτω τὰς ἐκ τῶν θλιβόντων ἐπιπολῆς ἑλκώσεις τοῦ δέρματος.

Ἐν μέντοι τῷ ἄρθρῳ τῷ κάτω οὐχ ὁμοίη ἡ ὑπότασις τοῦ ὀστέου τοῦ μακροτέρου· ἀνομοίως γὰρ ὁ ἀγκών τε καὶ ἡ ἰγνύη κάμπτεται. διὰ οὖν ταύτας τὰς προφάσιας τοῦ μὲν ἔξωθεν ὀστέου κατεαγέντος ταχεῖαι αἱ ἐπιβάσιες, τοῦ δὲ εἴσωθεν κατεαγέντος βραδεῖαι αἱ ἐπιβάσιες.

Προειρηκὼς αὐτὸς ἀνωτέρω μακρότερον ὀστοῦν εἶναι τὸ τῆς περόνης, ὥσπερ καὶ ἐν χειρὶ τὸ τοῦ πήχεος. εἰρηκὼς δὲ ὅτι κατὰ τὴν εὐθυωρίαν ἐστὶν ἑκάτερον τοῦ μικροῦ δακτύλου καὶ μέντοι καὶ ὅτι λεπτότερον τοῦ συνεζευγμένου προσέθηκεν ἐφεξῆς, ᾗ διαφέρουσιν ἀλλήλων. εἴρηται δὲ σαφῶς ὑφ’ ἡμῶν ἐν τῷ περὶ τῶν ὀστῶν ὑπομνήματι τά τε

511
ἄλλα καὶ ἡ διάρθρησις, ὅτι τέ τίς ἐστιν ἀμφοτέρων αὐτῶν καὶ ὅτι κατὰ τὴν χεῖρα κατὰ τὸν ἔξω κόνδυλον τοῦ βραχίονος ἡ κερκὶς διηρθρωμένη κινεῖται περὶ αὐτὸν, ἐπιστρεφομένη πρός τε τὴν ἔξω χώραν τῆς χειρὸς καὶ τὴν ἔσω. κατὰ δὲ τὸ σκέλος ἡ κνήμη μόνη διαρθροῦται τῷ μηρῷ τῆς περόνης οὐδεμίαν ἐχούσης κίνησιν. οὐδὲ γὰρ ὅλως ἐφ’ ἑκάτερα στρέφεται τὸ ἄρθρον τοῦτο, καθάπερ τὸ κατ’ ἀγκῶνα. κάμπτεται δὲ μόνον οὐδὲ τοῦτο πάσχει ὁμοίως τῷ κατ’ ἀγκῶνα· ἐκεῖ μὲν γὰρ τοῦ βραχίονος τὸ γιγγλυμοειδὲς διήρθρωται τῇ βαθμίδι τοῦ πήχεος. ἐν γόνατι δὲ οἱ δύο δάκτυλοι τοῦ μηροῦ διτταῖς ἐπιβαίνουσι κοιλότησι τῆς κνήμης, ἡ μὲν ὄπισθεν, ὁπότ’ ἐκτείνοιτο τελέως, ἡ δὲ ἔμπροσθεν ὁπότε κάμπτοιτο. κατὰ δὲ τὸν μηρὸν οὐδετέρα τούτων ἐστὶν, οὐδὲ γὰρ ὅλως κορώνας ἔσχεν ἡ κνήμη. ἀνομοίως γὰρ ἀγκών τε καὶ ἰγνύη κάμπτεται. αὐτὸς ἀνωτέρω περὶ πήχεος διαλεγόμενος εἶπεν οὕτως· ἔστι δ’ ἐκεῖνο τὸ ὀστέον τοιοῦτον, ἀγκὼν καλεόμενος, ᾧ ποτὶ στηριζόμεθα, σαφῶς ἐνδεικνύμενος
512
ὅτι τὸ τοῦ πήχεος ὀξύτατον ὀνομάζει ἀγκῶνα. καλοῦσι δ’ αὐτὸν καὶ ὀλέκρανον καὶ κύβιτον· ἀλλὰ νῦν γέ φησιν, ἀνομοίως ἀγκών τε καὶ ἰγνύη κάμπτεται· δυνάμει πάλιν κἀνταῦθα λέγων, ὅτι ἀνομοίως ἥ τε κατ’ ἀγκῶνα διάρθρωσις καὶ ἰγνύη κάμπτεται, ἀμέλει καὶ αὐτὸς ἐν τοῖς κατωτέρω φησί. τὰ δὲ κατ’ ἀγκῶνα καὶ ὀχλωδέστερα τοῖς κακοῖς περὶ ἐξαρθρημάτων ὁ λόγος ἐστί. τούτου τοίνυν χρὴ μεμνῆσθαι πρὸς πολλὰ τὴν ἀκρίβειαν τῶν κυρίων ὀνομάτων οὐδὲ παρ’ ἑνὶ τῶν παλαιῶν Ἑλλήνων εὕροις ἂν φυλαττομένην, ἀλλὰ τὰ μὲν χρώμενοι, τὰ δὲ μεταφέροντες λέγουσι· καὶ μέντοι καὶ τὸ τῆς ἰγνύας ὄνομα καὶ αὐτὸ τοιοῦτόν ἐστιν, οἷόν περ καὶ τὸ τῆς μασχάλης τὸν ὑποκάτω τοῦ ὤμου τόπον σημαίνει τό τε τῆς ἰγνύος τὸν ἀντικείμενον ἐκ τῆς ὀπίσῳ τῷ γόνατι. καὶ γὰρ οὖν καὶ αὐτὸ τό γόνυ τὸ πρόσω μέρος ἅπαν σημαίνει τῆς ἐνταῦθα διαρθρώσεως, ὥστε κἂν τῷ δέρματι τῷ κατὰ τοῦτο τὸ χωρίον ἕλκος γένηταί τινι, τὸν ἄνθρωπον τοιοῦτόν φασιν ἕλκος ἔχειν ἐν τῷ γόνατι, κἂν ὁ ὑπὸ τῷ δέρματι τένων ὁ περιτεταμένος τῷ ὀστῷ διαιρεθῇ, καὶ τότε τραῦμά φασιν ἐν τῷ γόνατι γεγονέναι,
513
καθάπερ γε καὶ αὐτὸ τὸ τῆς μύλης πάθοι σῶμα. καλοῦσι δ’ αὐτὴν οὐχ οὕτως μόνον, ἀλλὰ καὶ ἐπιγονατίδα· καὶ μέντοι καὶ τὰ πλάγια μέρη τοῦ σώματος ἑρμηνεύοντες λέγουσι ποτὲ μὲν ἔξω, ποτὲ δ’ ἔσω τοῦ γόνατος γεγονέναι τὸ ἕλκος. ὅλον γὰρ τὸ χωρίον ἐν πλατεῖ γόνυ καλοῦσιν ὥσπερ καὶ ἰγνύαν καὶ μασχάλην καὶ ὦμον. οὕτως οὖν καὶ ἀγκῶνα καὶ σφυρὰ καὶ καρπὸν ὅλον τὸ χωρίον ὀνομάζει, πολλάκις δ’ αὐτὸ προτίθεται τὸ κατ’ ὦμον ἄρθρον, τὸ κατ’ ἀγκῶνα, τὸ κατὰ γόνυ, τὸ κατ’ ἰσχίον, τὸ κατὰ σφυρὸν, πρόδηλον ὅτι πως ποικίλως χρῆται τοῖς ὀνόμασιν, ὥσπερ ἔφην καὶ τοὺς ἄλλους παλαιοὺς, καταφρονῶν τῆς ὕστερον ἀσκηθείσης περὶ αὐτῶν μικρολογίας, ἣν οἱ μεταχειρισάμενοι καλοῦσιν ἀκρίβειαν.