In Hippocratis De fracturis

Galen

Galen, In Hippocratis De fracturis

Περιβαλὼν δὲ ἅπαξ ἐς τὸ αὐτό.

Ἅπαξ κελεύει περιβάλλειν τοῦ δευτέρου τῶν ὀθονίων τὴν ἀρχὴν οὐ δὶς ἢ τρὶς, ὡς τοῦ προτέρου. βούλεται

376
γὰρ ἄνω μᾶλλον ἢ κάτω τὸ περιεχόμενον ἐν τοῖς περὶ τὸ κάταγμα μέρεσιν ἐκθλίβεσθαι κατὰ τὴν εἰρημένην αἰτίαν.

Ἔπειτα νεμέσθω ἐς τὸ κάτω καὶ ἐπὶ ἧσσον πιέζων, ἐπὶ μεῖζον διαβιβάσκων.

Ἧττον σφίγγεσθαι τὸ κῶλον ὑπὸ τοῦ δευτέρου τῶν ἐπιδέσμων βούλεται δι’ ἃς εἶπεν αἰτίας. οὐ μὴν οὐδὲ πυκνὰς τὰς περιβολὰς τῶν ὀθονίων ποιεῖσθαι συμβουλεύων τοῦ προτέρου τῶν ἐπιδέσμων αὐτάρκως ἐργασαμένου τὴν ἐκ τῆς πυκνότητος χρείαν.

Ὡς ἂν αὐτέῳ ἱκανὸν γένηται τὸ ὀθόνιον ἀναπαλινδρομῆσαι κεῖθι, ἵνα περ τὸ ἕτερον ἐτελεύτησεν.

Ὁ μὲν οὖν Ἱπποκράτης ἐπιδέσμοις δύο χρῆται πρὸ τῆς τῶν σπληνῶν ἐπιβολῆς, ἄλλοι δέ τινες ἐχρήσαντο τρισὶν,

377
ἑνὶ μὲν ἐκ τοῦ κατάγματος ἄνω νεμομένῳ, καθάπερ ὁ Ἱπποκράτης ἐκέλευσε, δευτέρῳ δὲ ἐκ τοῦ κατάγματος κάτω καὶ τρίτῳ κάτωθεν ἄνω κατ’ ἀμφοτέρων ὁμοῦ τῶν προτέρων ἑλισσομένων. καὶ μέντοι καὶ τῶν τριῶν ἐπιδέσμων ὁ δεύτερος αὐτοῖς ἐστι βραχύτερος ἑκατέρου τῶν λοιπῶν, ἐκεῖνοι δ’ ἀλλήλοις ἴσοι διὰ τὸ τὸν μὲν πρῶτον αὐτῷ τε τῷ κατάγματι περιβάλλεσθαι δὶς ἢ τρὶς, ἑλίσσεσθαί τε περὶ τὸ κῶλον περιβολαῖς πυκνοτέραις, τὸν δὲ δεύτερον ἅπαξ μὲν τῷ κατάγματι περιβάλλεσθαι, τὰς δὲ περιβολὰς ἔχειν ἀραιοτέρας· τὸν δὲ τρίτον κατ’ ἀμφοῖν μὲν περιβάλλεσθαι. διὰ δὲ τὴν ἀραιότητα τῆς νομῆς οὐ γίγνεσθαι μακρότερον τοῦ πρώτου, ἀλλ’ ὅτι τοὺς εἰρημένους τρεῖς ἐπιδέσμους οἱ δύο περιέχουσιν ἐν ἑαυτοῖς, οὓς Ἱπποκράτης ἔγραψε, δῆλόν ἐστι, κἂν ἐγὼ μὴ λέγω, τοῦ δευτέρου τῶν ἐπιδέσμων εἰς δύο χρείας ὑπηρετοῦντος, ἃς ἐκεῖνοι διελόντες ἑνὶ μὲν ἐχρῶντο πρὸς τὴν ἐκ τοῦ κατεαγότος ἐπὶ τὸ κάτω νομὴν, ἑτέρῳ δὲ εἰς τὴν ἐντεῦθεν ἄνω πρὸς τὸ τοῦ πρώτου τῶν ἐπιδέσμων πέρας.

378
Ἐνταῦθα μὲν οὖν τὰ ὀθόνια ἐπ’ ἀριστερὰ ἢ ἐπὶ δεξιὰ ἐπιδεδέσθω ἢ ἐπὶ ὁκότερα ἂν ξυμφέρῃ πρὸς τὸ σχῆμα τοῦ κατεάγματος καὶ ἐφ’ ὁκότερα ἂν περιῤῥέπειν ξυμφέρῃ.

Ἐν τοῖς κατάγμασι τῶν ὀστῶν ἡ ῥοπὴ τῆς διαστροφῆς ἐνίοτε μὲν ἐπὶ τὸ ἀριστερὸν, ἐνίοτε δ’ ἐπὶ τὸ δεξιὸν γίγνεται τοῦ κώλου. χρὴ τοίνυν τῶν πρώτων δύο ἐπιδέσμων ἐξ ὑπεναντίου ποιεῖσθαι τὴν ἐπίδεσιν, ἀρχομένου μὲν ἐξ ἐκείνου τοῦ μέρους, εἰς ὃ τὸ κῶλον ἐνέκλινε, περιῤῥέοντα δ’ ἐπὶ τοὐναντίον· οὕτως γὰρ ἰσόῤῥοπον ἀπεργασθήσεται τὸ κατεαγὸς ὀστοῦν. τοῦτ’ οὖν ἐστιν ὃ λέγει νῦν Ἱπποκράτης κελεύων ἡμᾶς τὴν νομὴν τῆς ἐπιδέσεως πρὸς τὸ σχῆμα τοῦ κατάγματος ποιεῖσθαι, ὅπερ ἐστὶ περιῤῥέπειν ἐπὶ τἀναντία τῆς ἐκτροπῆς αὐτῶν.

Μετὰ δὲ ταῦτα σπλῆνας κατατείνειν χρὴ κεχρισμένους κηρωτῇ ὀλίγῃ· καὶ γὰρ προσηνέστερον καὶ εὐθετώτερον.
379

Οἱ σπλῆνες στήριγμα τῶν πρώτων δυοῖν ἐπιδέσμων εἰσὶν, οὓς ἰδίως ὑποδεσμίδας ὀνομάζει, ἐπιβάλλεται δ’ αὐτοῖς ἐναντίως. ἐκεῖνοι μὲν γὰρ ἐγκάρσιοι περὶ τὸ κῶλον ἑλίττονται, κατὰ μῆκος δὲ οἱ σπλῆνες ἐπιτείνονται, τὴν πρώτην τὴν ἐκ δυοῖν ὀθονίων ἐπίδεσιν ὅλην καταλαμβάνοντες. κεχρῆσθαι δ’ αὐτοὺς ὀλίγῃ κηρωτῇ κελεύει· περιῤῥυέντες γὰρ ἀστήρικτοι γιγνόμενοι διὰ τὸ πλῆθος αὐτῆς, ὥσπερ καὶ διὰ τὴν ὀλιγότητα τὴν ἀρχὴν οὐδὲν ἑνωθήσονται τοῖς ὑποδέσμοισιν. ἔστι γὰρ ὥσπερ τι πρὸς ἐκείνοις αὐτοῖς ἡ κηρωτή· φαίνεται δὲ κἀπὶ τῶν ἄλλων ἁπάντων ὅσα κόλλῃ συνδεῖται τὸ μέτριον αὐτῆς ἄριστον. ἐπὶ δὲ τῶν σπληνῶν καὶ θλίψις γίνεται ξηρῶν τ’ ἐπιτεθειμένων τῶν ὀθονίων, ᾧπερ ἀντίκειται τὸ προσηνέστερον, ὥσπερ γε καὶ τῷ εὐθετώτερον ἀντίκειται τὸ διὰ τὸ πλῆθος τῆς κηρωτῆς ἀνέδραστον. εἰκότως οὖν ἔφη, καὶ γὰρ προσηνέστερον καὶ εὐθετώτερον. ἐκ μὲν τοῦ μηδ’ ὅλως κεχρῆσθαι τῇ κηρωτῇ τοῦ σπληνὸς, ἀπολλυμένου τοῦ προσηνοῦς, ἐκ δὲ τοῦ πλέον ἢ χρὴ τοῦ εὐθέτου, τὸ γὰρ πλῆθος τῆς κηρωτῆς ὄλισθον αὐτῆς ἐργάζεται.

380
Ἔπειτα οὕτως ἐπιδεῖν τοῖσιν ὀθονίοισιν ὡς ἐναλλὰξ, ὁτὲ μὲν ἐπὶ δεξιὰ, ὁτὲ δὲ ἐπ’ ἀριστερά· καὶ τὰ μὲν πλείω κάτωθεν ἀρχόμενος ἐς τὸ ἄνω ἄγειν. ἔστι δ’ ὅτε καὶ ἄνωθεν ἐς τὸ κάτω.

Αἱ μὲν ὑποδεσμίδες οὐκ ἐναλλὰξ ἀλλήλαις εἶχον τὴν νομὴν, ἀλλ’ ἐπὶ τοὐναντίον ἀμφότεραι τῆς εἰς τὸ παρὰ φύσιν ἐκτροπῆς ἐπανῆγον τὸ κῶλον. οἱ δὲ μετὰ τοὺς σπλῆνας ἀπόδεσμοι σκοπὸν ἔχοντες, ὅλον μὲν τὸ κῶλον ἀποδεῖν, ἅπασαν δὲ τὴν ἐπίδεσιν ὁποίαν παρέλαβον φυλάττειν ἔμπαλιν ἀλλήλοις ποιοῦνται τὴν νομὴν, ὁ μὲν ἐπὶ τὸ δεξιὸν μέρος, ὁ δ’ ἐπὶ θάτερον ἑλιττόμενος, ὡσαύτως δὲ κάτω μὲν ὁ ἕτερος, ἄνω δὲ ὁ ἕτερος. οὕτως γὰρ μάλιστα φυλάξουσι τὴν ἐπίδεσιν οἵαν παρέλαβον φυλάττειν ἔμπαλιν ἀλλήλοις. διόπερ αἱ μὲν ἐπὶ τὰ δεξιά τε καὶ ἀριστερὰ κατὰ πᾶν ἴσαι γιγνέσθωσαν, αἱ δ’ ἄνω καὶ κάτω μὴ πολὺ μὲν ἀλλήλων ὑπερεχέτωσαν. ὅμως δ’ οὖν ἡ κάτωθεν ἄνω πλεονεκτείτω·

381
ἀσφαλέστερον γὰρ τοῦτο διὰ τὴν ὀλίγον ὕστερον εἰρημένην αἰτίαν, ἡνίκα εἰς τὴν ἀρχὴν τοῦ κώλου τὸ αἷμα συνεβούλευσεν ἐκθλίβειν ἀπὸ τοῦ κατάγματος.

Τὰ δὲ ὑπόξηρα ἀκέεσθαι τοῖσι σπλήνεσι κυκλοῦντας. τῷ δὲ πλήθει τῶν περιβολέων μὴ πᾶν ἀθρόον ξυνδιορθοῦντα, ἀλλὰ κατὰ μέρος.

Τὰ πέρατα τῶν κώλων στενότερον ἔχει τὸ εὖρος, ἅπερ· ὑπόξηρα καλεῖ. ταῦτ’ οὖν αὐτῶν τὰ μόρια κελεύει περιβόλαια σπληνῶν ἐγκαρσίων πληροῦν ἅμα ταῖς τῶν ἐπιδεσμίων ἐπιβολαῖς πλεόνεσιν ἐνταῦθα γιγνομέναις οὐκ ἀθρόως ἐργαζόμενον τοῦτο. ποιήσεις γὰρ οὕτως ἀνώμαλον τὴν ἐπίδεσιν, ἀλλὰ κατὰ βραχὺ τὸ ἐνδεὲς ἀναπληροῦντα.

Προσπεριβάλλειν δὲ χρὴ χαλαρὰ καὶ περὶ τὸν καρπὸν τῆς χειρὸς ἄλλοτε καὶ ἄλλοτε.
382

Συμφλεγμαίνειν μὲν εἴωθεν ἅπαντα τὰ πλησιάζοντα μέρη τοῖς πεπονθόσι. τὰ δὲ πέρατα τῶν κώλων μᾶλλον, ὅτι μικρὰ καὶ ἄσαρκα τελέως ἐστὶ καὶ διὰ τοῦτο τὴν ἐπιῤῥέουσαν ἐκ τῶν περὶ τὸ κάταγμα χωρίων ὕλην ἐπιπόνως ἐπιδέχεται. παρηγορεῖν οὖν αὐτὰ βούλεται τῇ τῆς κηρωτῆς ἐπιθέσει, ἣν ὁπότε ψιλὴν ἄνευ τοῦ σκεπάσαι τινὶ βέλτιον ἦν ἐπιβάλλειν αὐτοῖς, οὔθ’ ἑτέροις ἐπιδέσμοις χρῆσθαι κατ’ αὐτῶν ἀστήρικτον ἔχουσι τὴν ἀρχὴν καὶ τελευτὴν καὶ διὰ τοῦτο περιῤῥυησομένοις ἐν τάχει. συνεχρήσαντο οὖν τοῖς ὅλου τοῦ κατάγματος ἐπιδέσμοις, οὓς χαλαροὺς εἰκότως ἐπιβάλλει μὴ μέλλοντάς γε δυσχερείας παρέξειν, ἀλλὰ καὶ μίαν μόνην τὴν κώλυσιν τῆς φλεγμονῆς, κρατήματος γὰρ μηδενὸς χρῆται τὸ κατεαγός.

Πλῆθος δὲ τῶν ὀθονίων ἱκανὸν τὸ πρῶτον αἱ δύο μοῖραι.
383

Κατὰ τὴν πρώτην ἁπασῶν ἐπίδεσιν πᾶσαν ἀξιοῖ τὸ πλῆθος τῶν ὀθονίων ἔλαττον ὑπάρχειν, ἧς οὐ δεησόμεθα προϊόντος τοῦ χρόνου. ἐδίδαξε γάρ σε πηλίκα χρὴ πλείστοις ὀθονίοις χρῆσθαι μικρὸν ὕστερον. ἐπεὶ δὲ τὸ πλῆθος τῶν ὀθονίων ἔκ τε τοῦ ἀριθμοῦ καὶ τοῦ μήκους τῶν ἐπιδέσμων τε καὶ σπληνῶν αὐξάνεται ζητήσεις ὡς ποτέρα μείζους ἢ πλείους κελεύει σοι ποιεῖν τοὺς ἐπιδέσμους ἐπὶ προσήκοντι τῷ χρόνῳ, καὶ μέντοι καὶ πηλίκον εἶναι προσήκει ἕκαστον. τὸ μὲν οὖν πλάτος τε καὶ μῆκος αὐτὸς ὥρισεν ἐν τῷ κατ’ ἰητρεῖον εἰπὼν, τριῶν ἢ τεττάρων πήχεων μὲν μῆκος, δακτύλων δὲ πλάτος οὐδὲ νῦν εἰπεῖν παρέλειπε. δύο γὰρ ὑποδεσμίδας ἀξιοῖ ποιεῖσθαι δι’ ὅλης τῆς ἐπιδέσεως. τούς γε μὴν σπλῆνας ὅτι τριπήχεις ἢ τετραπήχεις εἶναι προσήκει καὶ τοῦτ’ αὐτὸς ἐδίδαξεν. ἀριθμὸν δ’ αὐτὸς εἰκὸς εἶναι τοσοῦτον, ὅσον δ’ ἂν αὐτάρκως περιλαμβάνῃ τὸ κῶλον. οἱ δ’ ἔξωθεν ἐπίδεσμοι κατὰ τῶν σπληνῶν ἐπιβαλλόμενοι δύο μὲν εἰς τὰ πολλὰ γενήσονται, κάτωθεν μὲν

384
ἄνω τὴν φορὰν ποιούμενος ὁ ἕτερος αὐτῶν, ἄνωθεν δὲ κάτω πάλιν ὁ ἕτερος. ἐγχωρεῖ γε μὴν καὶ τρεῖς καὶ τέτταρας αὐτοὺς ποιεῖν, ἀλλ’ ἡμεῖς ἀεὶ δυοῖν χρώμεθα. πρὸς τούτους οὖν τις ἀποβλέπων τοὺς σκοποὺς εὔδηλον ὅτι στοχάσεται κατ’ ἀρχὰς μὲν ταῖς δύο μοίραις τῶν ὀθονίων χρῆσθαι. καθ’ ὃν δ’ ἂν χρόνον ἀφλέγμαντον ᾖ τὸ πεπονθὸς μέρος ταῖς τρισὶν. ἐν μὲν οὖν τῷ κατ’ ἰητρεῖον, ὡς ἔφην, ὥρισε τὸ μῆκος τῶν ἐπιδέσμων ἀξιοῦντος αὐτοῦ τριῶν ἢ τεττάρων εἶναι πήχεων τῶν ἰδίων δηλονότι τοῦ ἐπιδέσμου. γελοῖον γὰρ εἰ τύχῃ παιδίον δυοῖν ἢ τριῶν ἐτῶν οὕτω μακροῖς ὀθονίοις ἐπιδησόμενος ὡς ἀνδρὸς τελείου τεττάρων πήχεων εἶναι τὸ μῆκος ἢ τὸν τέλειον, οὕτως βραχέσιν ὡς τριῶν ἢ τεττάρων εἶναι τῶν τοῦ παιδίου, κατὰ μέντοι τοῦτο βιβλίον οὐχ ὥρισε τὸ μῆκος τῶν ἐπιδέσμων, ὥσπερ οὐδὲ τὸ πλάτος ἡμῖν ἀπολείπων στοχάζεσθαι. δῆλον γὰρ ὅτι πρὸς τὸ μέγεθος τοῦ κατάγματος ἁρμοττομένους ἡμᾶς εὑρίσκειν χρὴ τὸ μῆκος τῶν ἐπιδέσμων, ἀεὶ μὲν τῆς ἐπιδέσεως, ὡς αὐτὸς ἐκέλευσε, προσλαμβανούσης πολὺ τοῦ ὑγιοῦς,
385
οὐκ ἀεὶ δὲ ταὐτὸ, ἀλλὰ κατὰ τὸ μέγεθος, ὡς ἔφη, τοῦ κατάγματος. εἰ δὲ δὶς ἢ τρὶς αὐτῷ τῷ κατάγματι περιβάλλειν χρὴ, μετὰ δὲ ταῦτα πυκναῖς ταῖς περιβολαῖς χρώμενον ἄνευ τελευτῆσαι πολὺ τοῦ ὑγιοῦς ἐπιβάλλοντα. τηλικοῦτον δηλονότι προσήκει τὸ πρῶτον ὀθόνιον ὑπάρχειν, ὡς ἐξαρκέσαι ταῖς πρώταις περιβολαῖς ταῖς εἰρημέναις. ὡσαύτως δὲ καὶ κατὰ τοὺς ἄλλους ἐπιδέσμους τὸ μῆκος αὐτάρκες γιγνέσθω, ὡς ταῖς ὑπ’ αὐτοῦ γεγραμμέναις λέξεσιν ἀρκέσαι. τό γε μὴν πλάτος τῶν ἐπιδέσμων ἐξ ὦν εἴρηκεν αὐτὸς σκοπῶν εὑρήσεις. ἡρμόσθω μὲν γὰρ, φησὶ, πεπιέχθω δὲ μή· τὸ δ’ ἡρμόσθαι τὸ οἷον ἐστηρίχθαι δηλοῖ. τοῦτο δ’ ἔσται μὴ πάνυ πλατέων παρεσκευάσθαι τῶν ὀθονίων, ῥυσοῦται γὰρ ἐν ταῖς περιβολαῖς τὰ τοιαῦτα, ἐπεὶ ἄλλως γε τὸ πλατύτερον ὀθόνιον, ὡς ἂν πλείονα τόπον περιλαμβάνον ἀσφαλέστερον κρατεῖ τὰ κατεαγότα μόρια τῶν ὀστῶν καὶ ὅσον ἐπὶ τοῦτο κάλλιστος ἂν ἦν πλατύτατος ὁ ἐπίδεσμος. ἀλλὰ γὰρ ἐπειδὴ ῥυσούμενος ὁ τοιοῦτος, ἐν οἷς ἂν παραθῇ τοῦτο πάθῃ μέρεσιν ἑαυτοῦ χαλαρώτερος γιγνόμενος, ἀπόλλυσι
386
τὴν ἀσφαλῆ λαβὴν τῶν ὑποκειμένων σωμάτων, διὰ τοῦτο χρὴ μὴ πάνυ πλατὺν ὑπάρχειν αὐτόν. αὐξανέσθω δή σοι τὸ τοῦ ὑποδέσμου πλάτος ἄχρις ἂν ἐνδέχηται, ὡς μηδέπω γίγνεσθαι χαλαρὸν αὐτοῦ τὸ μέρος, διὸ καὶ τὰ τοιαῦτα πάντα κάλλιον ὁ τετριμμένος πράξει. στοχαστικοὶ γὰρ οἱ σκοποὶ καὶ οὐδεὶς τοιοῦτος, οἷον ἐν τῷ γράφειν τε καὶ ἀναγινώσκειν. διὰ τί δὲ πλείοσιν ὀθονίοις ὕστερον χρῆσθαι κελεύει, τηνικαῦτα ἀκούσῃ ὅταν ἐπὶ τὴν ῥῆσιν ἐν ᾗ ταῦτα γράφει παραγενώμεθα.

Σημεῖα δὲ τοῦ καλῶς ἰητρευμένου ταῦτα καὶ ὅρος ἐπιδεομένου εἰ ἐρωτῴης αὐτὸν εἰ πεπίεκται καὶ εἰ φαίη μὲν πεπιέχθαι, ἡσύχως δὲ καὶ μάλιστα εἰ κατὰ τὸ κάτηγμα φαίη. τοιαῦτα τοίνυν φάναι χρὴ πεπρηγμένα διὰ τέλεος τὸν ὀρθῶς ἐπιδεόμενον.

Ἐπεὶ δὲ στοχαστικοῖς, οὐκ ἐπιστημονικοῖς σκοποῖς οὐδὲ ἡμᾶς χρησομένους ἐν ταῖς τῶν ὀθονίων περιβολαῖς, διὰ

387
τοῦτο σημείοις ἀσφαλέσι κρίνειν ἀξιοῖ τὸ κατωρθωμένον τε καὶ διημαρτημένον αὐτοῖς. ἐὰν μὲν ἱκανῶς θλίβηται πρὸς τῶν ἐπιδέσμων ὁ κάμνων, ἐν τάχει λύσαντες ἄμεινον ἐπιδήσομεν, ἐὰν δὲ χαλαρώτεραι τοῦ προσήκοντος αἱ περιβολαὶ τῶν ὀθονίων ὦσι, μὴ πάνυ πολὺν ἀναμένωμεν χρόνον· ἡ μὲν γὰρ ἰσχυρὰ θλίψις ὀδύνην τε καὶ φλεγμονὴν καί ποτε καὶ νέκρωσιν ἐπιφέρει κατὰ τὸ τοῦ κώλου πέρας. ἡ χαλαρὰ δὲ ἐπιβολὴ τῶν ὀθονίων ἀκίνδυνος μὲν εἰς ταῦτα, διαστρέφεσθαι δὲ ἐπιτρέπει τῷ κώλῳ ἐπὶ τὸ κάταγμα. κατεπείγει τοιγαροῦν ἡ σφοδρὰ θλίψις, ὡς ἐν αὐτῇ τῇ ἡμέρᾳ κατεπιδεῖν ἀναγκάζειν, οὐ μήν γε ἡ χαλαρά· μίαν μὲν γὰρ ἀναμένει πάντως. δύναιτο δ’ ἄν ποτε καὶ τὰς δύο· διὰ τοῦτο γοῦν ἐρωτᾷν ἀκριβῶς χρὴ τὸ ἐπιδεδεμένον, ὁποίας τινὸς αἰσθάνεται τῆς τῶν ὀθονίων ἐπιβολῆς, ἵνα ἐξ ὧν ἀποκρίνεται διαγινώσκωμέν τι περὶ τῆς κατὰ τὴν ἐπίδεσιν ἐπανορθώσεως. προσῆκον δὲ, φησὶ, κατὰ τὸ κάταγμα δεῖν ἀποκρίνεσθαι τὸν ἐπιδεδεμένον αἰσθάνεσθαι μᾶλλον ἤπερ κατὰ τὰ ἄλλα μέρη τοῦ κώλου τῆς ἐκ τῶν ὀθονίων ἐπιδέσεως. 
388
αἰσθητικώτερόν τε γὰρ τοῦτο τῶν θλιβέντων ἐστὶ, διότι τε πέπονθεν ἡμεῖς τε μᾶλλον ἐπιέσαμεν ἐνταῦθα τὸν ἐπίδεσμον, ὡς ἂν βουλόμενοι τὸ πᾶν αἷμα ἐκθλίβειν, ἐφ’ ἑκατέρου τοῦ κώλου πόῤῥω τοῦ κατάγματος, οὕτω γὰρ ἔμελλεν ἀφλέγμαντον ἔσεσθαι τὸ πεπονθός.

Σημεῖα δὲ ταῦτα τῆς μετριότητος, τὴν μὲν ἡμέρην ἣν ἂν ἐπιδεθῇ καὶ τὴν νύκτα δοκείτω αὐτὸς ἑαυτῷ μὴ ἐπὶ ἧσσον πεπιέχθαι, ἀλλ’ ἐπὶ μᾶλλον. τῇ δ’ ὑστεραίῃ οἰδημάτιον ἐλθεῖν ἐς χεῖρα ἄκρην μαλθακόν· μετριότητος γὰρ σημεῖον τῆς πιέσιός σου.

Ἐπειδὴ τὸ κῦρος τῆς ἐπιδέσεως ἐν τῷ ποσῷ τῆς πιέσεώς ἐστιν, ὑφίσταται δὲ τὸ ποσὸν τοῦθ’ ὑπαλλάσσεσθαι διὰ τὴν ἐν μαλακότητί τε καὶ σκληρότητι διαφορὰν τῶν μορίων, οὐχ ἥκιστα δὲ καὶ διὰ τὸ τινὰ μὲν σώματα φύσει δυσαίσθητα, τινὰ δὲ εὐαίσθητα ὑπάρχειν, εἰκότως ἐκ πολλῶν

389
σημείων πειρᾶται τὴν ἀσφάλειαν τῶν θεραπευομένων πορίζεσθαι. διὰ τοῦτ’ οὖν οὐκ ἤρκεσεν αὐτῷ μόνα τὰ ἐκ τῆς ἐρωτήσεως, ἀλλὰ καὶ τοῖς μορίοις αὐτοῖς ἀξιοῖ προσέχειν ἡμᾶς καὶ μάλιστά γε τοῖς πέρασιν αὐτῶν. οἰδημάτιον γὰρ ἔσεσθαί φησιν, ἐὰν συμμέτρως πιέσωμεν ἐν ἄκρᾳ τῇ χειρὶ κατὰ τὴν δευτέραν ἡμέραν μαλθακὸν, ὅπερ ἐστὶ τὸ εἶκον, εἰ πιέζομεν αὐτὸ, τοὺς δακτύλους ἐπιβάλλοντες, ὡς εἴ γε τοῦτο τὸ οἰδημάτιον ἢ μηδ’ ὅλως εὕροιμεν ἢ σκληρὸν εἰδέναι χρὴ σαφῶς, ἐνδεέστερον μὲν πεπιέχθαι τὸ κάταγμα, μηδ’ ὅλως εὑρεθέντος ἐπὶ μᾶλλόν γε τεθλίφθαι σκληροῦ φανέντος. εὔδηλον γὰρ ὅτι τῶν ἐκθλιβομένων χυμῶν ὑπὸ τῆς ἐπιδέσεως ἐπὶ τὸ πέρας τοῦ κώλου πολλῶν γιγνομένων, πληρωθήσεται τὸ ἄκρον αὐτοῦ καὶ θλιβόμενον τοῖς δακτύλοις οὐχ ὑπείξει. καὶ τοῦτ’ ἔσται σοι σημεῖον σφοδρᾶς πιέσεως, ὥσπερ γε καὶ εἰ μηδ’ ὅλως οἰδήσειεν ἡ ἄκρα χεὶρ, ἔσται σοι καὶ τοῦτο τεκμήριον τοῦ μηδ’ ὅλως ἐκτεθλίφθαι τε πρὸς τῆς ἐπιδέσεως. ἀνάλογον μὲν γὰρ ἀεὶ τῷ πόσῳ τῆς πιέσεως τὸ ποσὸν τῶν ἐκθλιβομένων γίνεται χυμῶν.
390
ἀναλόγως δὲ τούτῳ τὸ ποσὸν ὂν τοῦ οἰδήματος, ὥστ’ εἰκότως ἀντίτυπον μὲν καὶ μέγα τὸ κατ’ ἄκρον τὸ κῶλον οἴδημα γίγνεται, σφοδρῶς θλιψάντων τὸ κατεαγὸς αὐτοῦ μέρος. εἶκον δὲ καὶ μικρὸν ἀτρέμα πιεσάντων, ὥσπερ εἰ καὶ μηδ’ ὅλως πιέσαιμεν, οὐδ’ ὅλως ἔσται τὸ οἴδημα. πρόδηλον οὖν ὡς μεγάλου μὲν ἀντιτύπου φανέντος οἰδήματος ἐν ἄκρᾳ τῇ χειρὶ κατὰ τὴν δευτέραν ἡμέραν ἀντικωλυτέον ἐστὶ καὶ καταντλητέον ὕδατι πολλῷ θερμῷ παραχέοντας δαψιλὲς ἔλαιον ἐπιδετέον τε μετρίως πιέζοντας. εἰ δὲ μηδ’ ὅλον εἴη γεγονὸς οἴδημα κατὰ τὴν δευτέραν ἡμέραν, ἐν τῇ τρίτῃ τῶν ἡμερῶν ἐπιλύσας δήσεις εὐτονώτερον, εἰ δὲ μέτριον εἴη γεγονὸς οἰδημάτιον, ὁ μὲν οὖν Ἱπποκράτης καὶ τοῦτο διὰ τρίτης λύει, ἐγὼ δὲ εἰς τὴν τετάρτην ἡμέραν ἀναβαλλόμενος ἐνίοτε μὲν καὶ πέμπτην μάλιστα ἐν χειμῶνι χεῖρον οὐδὲν εὗρον γιγνόμενον.

Τελευτώσης δὲ τῆς ἡμέρης ἐπὶ ἧσσον δοκείτω πεπιέχθαι, τῇ δὲ τρίτῃ χαλαρά σοι δοκείτω εἶναι τὰ ἐπιδέσματα, κἢν
391
μέν τι τούτων τῶν εἰρημένων ἐλλίπῃ, γινώσκειν χρὴ ὅτι χαλαρωτέρη ἐστὶν ἐπίδεσις τοῦ μετρίου· ἢν δέ τι τῶν εἰρημένων πλεονάζῃ, χρὴ γινώσκειν ὅτι μᾶλλον ἐπιέχθη τοῦ μετρίου καὶ τουτέοισι σημαινόμενος τὸ ὕστερον ἐπιδέων ἢ χαλᾷν μᾶλλον ἢ πιέζειν.

Οὐ μὰ Δία, καθάπερ οἴονταί τινες, ἐκ τῆς τάσεως μακροτέρων γιγνομένων τῶν ὀθονίων ἡ ἐπίδεσις ἐν τῷ χρόνῳ χαλαρωτέρα φαίνεται, ἀλλ’ ὅτι προστέλλεται τὸ κῶλον ἰσχνούμενον, ὅταν ὀρθῶς ἐπιδέηται, καὶ τοῦτ’ ἐναργῶς φαίνεται διὰ παντὸς ἐπὶ πάντων τῶν καταγμάτων, ὡς καὶ αὐτὸς ὁ Ἱπποκράτης δηλώσει.

Ἀπολύσαντα δὲ χρὴ τριταῖον ἐόντα κατατεινάμενον καὶ διορθωσάμενον, κἢν μετρίως τὸ πρῶτον ἐτετυχήκεις ἐπιδήσας· ταύτην τὴν ἐπίδεσιν χρὴ ὀλίγῳ μᾶλλον ἢ ἐκείνην πιέσαι. βάλλεσθαι δὲ χρὴ τὰς ἀρχὰς κατὰ τὸ κάτηγμα, ὥσπερ καὶ τὸ πρότερον· ἢν μὲν τοῦτο πρότερον ἐπιδέῃς,
392
ἐξαρείαται ἐκ τούτου οἱ ἰχῶρες ἐς τὰς ἐσχατιὰς ἔνθα καὶ ἔνθα. ἢν δέ τι ἄλλο πρότερον πιέζῃς, ἐς τοῦτο ἐξαρείαται ἐκ τοῦ πιεχθέντος, ἐς πολλὰ δ’ εὔχρηστον τὸ ξυνιέναι· οὕτως οὖν ἄρχεσθαι μὲν ἀεὶ χρὴ τὴν ἐπίδεσιν καὶ τὴν πίεσιν ἐκ τουτέου τοῦ χωρίου. τὰ δ’ ἄλλα κατὰ λόγον, ὡς ἂν προσωτέρω ἀπὸ τοῦ κατάγματος ἀγάγῃς ἐπὶ ἧσσον τὴν πίεσιν ποιέεσθαι. χαλαρὰ δὲ παντάπασιν μηδέποτε περιβάλλειν, ἀλλὰ προσπεπτωκότα. ἔπειτα δὲ πλείοσιν ὀθονίοισιν χρὴ ἐπιδεῖν ἑκάστην τῶν ἐπιδεσίων. ἐρωτώμενος δὲ φάτω ὀλίγῳ μᾶλλον οἱ πεπιέχθαι ἢ τὸ πρότερον καὶ μάλιστα φάτω κατὰ τὸ κάτηγμα· καὶ τὰ ἄλλα δὲ κατὰ λόγον καὶ ἀμφὶ τῷ οἰδήματι καὶ ἀμφὶ τῷ πονέειν καὶ ἀμφὶ τῷ ῥηίζειν κατὰ λόγον τῆς προτέρης ἐπιδέσιος γινέσθω. ἐπὴν δὲ τριταῖος ᾖ, χαλαρωτέρα οἱ δοκείτω εἶναι τὰ ἐπιδέσματα, ἔπειτα ἀπολύσαντα χρὴ αὖθις ἐπιδῆσαι ὀλίγῳ μᾶλλον πιέζοντα καὶ ἐν πᾶσι τοῖσιν ὀθονίοισιν οἷσί περ ἤμελλεν ἐπιδεῖσθαι καὶ ἔπειτα πάντα αὐτὸν ταῦτα καταλαβέτω, ἅπερ καὶ ἐν τῇσι πρώτῃσι περιόδοισιν τῶν ἐπιδεσίων.
393

Ἐν μὲν τῇ πρώτῃ τῶν ἡμερῶν εἰ ὅσον προσήκει πιέζειν οὐ πιέσομεν ὀδυνωμένου τοῦ κάμνοντος ἐπὶ τῇ πληγῇ, πάντων δὲ καλῶς γεγενημένων ἐν τῇ τρίτῃ τῶν ἡμερῶν ἀνωδυνώτερον ἔχοντες τὸν ἄνθρωπον αὐξήσομεν τὴν τάσιν, οὐ μὴν οὐδὲ νῦν, εἰς ὅσον ἡ διάθεσις ἀπαιτεῖ. τοῦτο γὰρ ἐὰν ὀρθῶς πάντα γένηται, κατὰ δὲ τὴν πέμπτην ἡμέραν ὑπάρξει, διὸ καὶ τοῖς ὀθονίος πλείστοις χρῆσθαι τηνικαῦτα καὶ τῇ τάσει τελεωτάτῃ μεμνημένων ἡμῶν, ὡς ἁπάντων τῇ προσηκούσῃ τάξει γιγνομένων ὁ λόγος οὗτος αὐτῷ περαίνεται, ὡς εἴ γε διὰ τὸ πλημμεληθὲν ἐν τῷ μεταξὺ μηδέπω τελέως ἀφλέγμαντος ἡ χεὶρ εἴη τῇ πέμπτῃ τῶν ἡμερῶν, οὐδ’ ἡμεῖς χρησόμεθα τοῖς ὀθονίοις πᾶσιν. ἡ μὲν γὰρ ἀσφάλεια τῆς τῶν κατεαγότων ἐπιδέσεως καὶ τοῦ πλήθους τῶν ὀθονίων, ὡς αὐτὸς ἔφη γίγνεται. μάλιστα δ’ αὐτῇ χρώμεθα κατ’ ἐκεῖνον τὸν καιρὸν, ἐν ᾧ προσεσταλμένον μὲν ἱκανῶς φαίνεται τὸ περὶ τὸ κάταγμα χωρίον, αὐτὸ δὲ τὸ συντετριμμένον ὀστοῦν χαλαρὸν καὶ εὐπαράγωγον εἰς κατόρθωσιν. ἐὰν οὖν ποτε συμβῇ μὴ γενέσθαι τοῦτο κατὰ τὴν πέμπτην ἡμέραν, ἀναμενοῦμεν ἑτέραν περίοδον λύσεως

394
εἰς τὴν ἑτέραν ἑβδόμην ἀφικνουμένην δηλονότι. διὰ τρίτης γὰρ ἀξιοῖ λύειν καὶ μετεπιδεῖν, ἄχρις ἂν εἰς νάρθηκας ἐμβάλλῃ τὸ κάταγμα χάριν τοῦ καταντλεῖν ὕδατι θερμῷ κενώσεως ἕνεκα τῶν ἐν τῷ κατεαγότι μορίῳ χυμῶν, ὅσοι λεπτοὶ καὶ ὀῤῥώδεις εἰσὶ διαπνέεσθαι δεόμενοι. ἅμα δὲ καὶ παρηγορητικὸν ὀδύνης τοῦτο καὶ κνήσεως ἰατικὸν, ὡς ὅταν γε μήτε κνήσεως αἰσθάνηται μήτε ὀδύνης ὁ ἄνθρωπος ἅπαντά τε τὰ λελεγμένα σημεῖα τοῦ περαίνεσθαι καλῶς τὰ περὶ τὸ κάταγμα φαίνηται, κἂν διὰ τετάρτης λύσῃς, οὐδὲν βλάψεις καὶ μάλιστα χειμῶνος, ἔτι δὲ μᾶλλον ἀνθρώπους ἀγροίκους ἀλουτεῖν εἰθισμένους τὰ πολλά. τοὺς δὲ καθ’ ἑκάστην ἡμέραν εἰωθότας λούεσθαι καὶ μᾶλλον εἰ δὶς τοῦτο ποιεῖν, οὐ χρὴ διὰ μακροῦ λούειν, ἔτι δὲ μᾶλλον εἰ καὶ μαλακόσαρκοι φύσει τύχοιεν εἶναι.

Ἐπὴν δὲ τριταῖος γένηται, ἑβδομαῖος δὲ ἀπὸ τῆς πρώτης ἐπιδέσιος, ἢν ὀρθῶς ἐπιδέηται, τὸ μὲν οἴδημα ἐν ἄκρῃ τῇ
395
χειρὶ ἔσται, οὐδὲ τοῦτο λίην μέγα. τὸ δ’ ἐπιδεόμενον χωρίον ἐν πάσῃσι τῇσιν ἐπιδέσεσιν ἐπὶ τὸ λεπτότερον καὶ ἰσχνότερον εὑρεθήσεται. ἐν δὲ τῇ ἑβδόμῃ καὶ πάνυ λεπτὸν καὶ τὰ ὀστέα τὰ κατεηγότα ἐπὶ μᾶλλον κινεύμενα καὶ εὐπαράγωγα ἐς κατόρθωσιν. καὶ ἢν ᾖ ταῦτα τοιαῦτα, κατορθωσάμενον χρὴ ἐπιδῆσαι ὡς ἐς νάρθηκας, ὀλίγῳ μᾶλλον πιέσαντας ἢ τὸ πρότερον, ἢν μὴ πόνος τις πλείων ᾖ ἀπὸ τοῦ οἰδήματος τοῦ ἐν ἄκρῃ τῇ χειρί. ἐπὴν δ’ ἐπιδήσῃς τοῖσιν ὀθονίοισι τοὺς νάρθηκας περιθεῖναι χρὴ καὶ περιλαβεῖν ἐν τοῖσι δεσμοῖσιν ὡς χαλαρωτάτοισιν, ὁκόσον ἠρεμέειν ὥστε μηδὲν ξυμβάλλεσθαι ἐς τὴν πίεσιν τῆς χειρὸς τὴν τῶν ναρθήκων πρόσθεσιν. μετὰ δὲ ταῦτα ὅ τε πόνος αἵ τε ῥᾳστῶναι αἱ αὐταὶ γινέσθωσαν, αἵπερ καὶ ἐν τῇσι πρώτῃσι περιόδοισι τῶν ἐπιδεσίων. ἐπὴν δὲ τριταῖος ἐὼν φῇ χαλαρὸν εἶναι, τότ’ ἔπειτα χρὴ τοὺς νάρθηκας ἐρείσασθαι, μάλιστα μὲν κατὰ τὸ κάτηγμα, ἀτὰρ καὶ τἄλλα κατὰ λόγον, εἴπερ καὶ ἡ ἐπίδεσις ἐχάλα μᾶλλον ἢ ἐπίεζε. παχύτατον δὲ χρὴ εἶναι τὸν νάρθηκα, ᾗ ἐξέστη τὸ κάτηγμα, μὴ μὲν πολλῷ. ἐπιτηδεύειν
396
δὲ χρὴ μάλιστα μὲν κατ’ ἰθυωρίην τοῦ μεγάλου δακτύλου, ὡς μὴ κείσεται ὁ νάρθηξ, ἀλλὰ τῇ ἢ τῇ, μηδὲ κατὰ τὴν τοῦ σμικροῦ δακτύλου ἰθυωρίην, ᾗ τὸ ὀστέον ὑπερέχειν ἐν τῷ καρπῷ, ἀλλὰ τῇ ἢ τῇ. ἢν δὲ ἄρα πρὸς τὸ κάτηγμα ξυμφέρει κεῖσθαι κατὰ ταῦτά τινας τῶν ναρθήκων βραχυτέρους αὐτοὺς χρὴ τῶν ἄλλων ποιέειν, ὡς μὴ ἐξικνέωνται πρὸς τὰ ὀστέα τὰ ὑπερέχοντα παρὰ τὸν καρπὸν, κίνδυνος γὰρ ἑλκώσιος καὶ νεύρων ψιλώσιος. χρὴ δὲ διὰ τρίτης ἐρείδειν τοῖσι νάρθηξιν πάνυ ἡσυχῇ οὕτω τῇ γνώμῃ ἔχοντας, ὡς οἱ νάρθηκας φυλακῆς εἵνεκα τῆς ἐπιδέσιος προσκέωνται, ἀλλ’ οὐ τῆς πιέσιος εἵνεκεν ἐπιδέωνται. ἢν μὲν οὖν εὖ εἰδῇς ὅτι ἱκανῶς τὰ ὀστέα ἀπίθυνται ἐν τῇσι προτέρῃσιν ἐπιδέσεσιν καὶ μήτε κνησμοί τινες λυπέωσι μήτε τις ἕλκωσις μηδεμία ὑποπτεύηται εἶναι, ἐᾷν χρὴ ἐπιδεδέσθαι ἐν τοῖσι νάρθηξιν, ἔστ’ ἂν ὑπὲρ εἴκοσιν ἡμέρας γίνηται· ἐν τριήκοντα δὲ μάλιστα τῇσι ξυμπάσῃσι κρατύνεται ὀστέα τὰ ἐν τῷ πήχει τὸ ἐπίπαν.
397

Εἰ τοιοῦτον ἐδυνάμεθα ποιῆσαι τὸ κατεαγὸς ἐν τῇ τρίτῃ τῶν ἡμερῶν, ὁποῖον εἰς τὰ πολλὰ κατὰ τὴν ἑβδόμην γίνεται, τοὺς νάρθηκας ἀναγκαῖον περιεβάλλομεν. ἐπεὶ δὲ, ὡς εἶπεν αὐτὸς, ἐν τῇ ζ΄ πάνυ λεπτὸν φαίνηται, δι’ οὖ ῥήματος ἐδήλωσε τὸ καὶ τῆς ὑγιεινῆς αὐτὸ καταστάσεως ὡς εἶχε πρότερον ἰσχνότερον γίγνεσθαι, διὰ τοῦτο κατ’ αὐτὴν τὴν ἡμέραν αὐτῷ περιτίθησι τοὺς νάρθηκας ἐπιμελέστατα δηλονότι διαπλάσας νῦν τὸ κῶλον, ὡς ἂν καὶ τῶν ὀστῶν μὲν χαλαρῶν. εἰ δὲ χρεία τῶν ναρθήκων ἐστὶν, ἥπερ δὴ καὶ τῶν σπληνῶν ἔμπροσθεν εἴρηται, κρατεῖσθαι τὸ κατεαγὸς ὀστοῦν. ἐπεὶ δὲ συμφῦναι πρὸς ἑαυτὸ καθάπερ ἡ σὰρξ οὐ δύναται διὰ τὴν φυσικὴν ξηρότητα, οἷον δεσμός τις ὢν ὁ πῶρος αὐτῶν γίγνεται περιφυόμενος τοῖς χείλεσι τοῦ κατάγματος. ἡ γένεσις δ’ αὐτῷ τὸ ἐξ αὐτοῦ τοῦ συντριβέντος ὀστοῦ τῆς τροφῆς περίττωμα· καὶ ὅταν γε μὴ καλῶς ὁ κάμνων ᾖ διαιτώμενος ἢ καὶ πληθωρικὸς ὑπάρχων, πολὺ τοῦτο τὸ περίττωμα, ὃ προχεόμενον ὅλους διαβρέχει τοὺς ἐπιδέσμους αἵματι παχεῖ παραπλήσιον. ὅσον οὖν αὐτοῦ κατὰ τὴν ἔγχυσιν ἐπὶ τοῖς χείλεσι τῶν τοῦ κατεαγότος ὀστοῦ 

398
μερῶν ἐπιπαγῇ, τοῦτο τῷ χρόνῳ μεταβαλλόμενον ὑπ’ αὐτοῦ τοῦ ψαύοντος ὀστοῦ παραπλήσιον αὐτῷ γίγνεται καὶ καλεῖται πῶρος. ἐὰν οὖν σείηται καὶ διακινῆται τὰ χείλη τοῦ κατάγματος, ἥ τε πίεσις αὐτοῦ κωλυθήσεται καὶ διὰ τοῦτο καί ἡ τοῖ κατάγματος πώρωσίς γε καὶ γένεσις. ὁποῖον γάρ τι τοῖς ἑνουμένοις ξύλοις ἐστὶν ἡ κόλλη, τοιοῦτον τοῖς συντριβομένοις ὀστοῖς ὁ πῶρος. εἰκότως οὖν ἡσυχίας ἀκριβῶς δεῖται τὰ διὰ πώρου κολλώμενα κατάγματα· σεισθεὶς γὰρ ὁ πηγνύμενος πῶρος διαλύεται παραπλησίως τῇ τὰ ξύλα συναγούσῃ κόλλῃ καὶ τῷ πηγνυμένῳ γάλακτι. ταύτην οὖν αὐτῷ τὴν ἡσυχίαν ἥ τ’ ἀκριβεστέρα πίεσις ἐκ τῶν ἐπιδέσμων καὶ ἡ τῶν ταῦτα κρατούντων ἔξωθεν γίγνεται. κρατεῖ δ’ αὐτὰ τό τε πλῆθος τῶν ὀθονίων καὶ οἱ νάρθηκες. τὰ δ’ ἐφεξῆς ἅπαντά εἰσι σαφῆ τοῖς προσέχουσι τὸν νοῦν· κελεύει γὰρ εἵ πού τι χαλαρὸν γίγνοιτο τῆς δέσεως ἐπισφίγγειν διὰ τρίτης τοὺς νάρθηκας, οὐ μέντοι λύειν ὅλην τὴν ἐπίδεσιν, εἰ μὴ κνησιῶν ὁ ἄνθρωπος τύχῃ σφοδρῶς ἢ καὶ τινα ἕλκωσιν ὑποπτεύοιμεν. ἡ δ’ αἰτία τοῦ κατ’ ἀρχὰς μὲν μᾶλλον, ὕστερον δ’ ἧττον κνησιᾷν ἡ κένωσίς ἐστι τοῦ
399
πεπονθότος μορίου· κνησιῶσι γὰρ ὑπὸ τῶν ἐξερχομένων περιττωμάτων ἀτμωδῶν, δακνόμενοι μετρίως, ὡς ὅταν γε σφοδρῶς δάκνωνται μετ’ ὀδύνης αὐτοῖς ἤδη τὸ κνησιᾷν ὑπάρχειν. ὅταν οὖν κενὸν μόριον, ἢ οὐδὲν γεννᾷ περίττωμα τοιοῦτον ἢ παντάπασιν ἐλάχιστον.