In Hippocratis De fracturis
Galen
Galen, In Hippocratis De fracturis
Ὁ δὲ ᾤετο τὠυτὸ ὀστέον εἶναι τοῦτό τε κἀκεῖνο, πολλοὶ δὲ καὶ ἄλλοι.
Οὐχ οὕτως εἴρηκε τὸ αὐτὸ εἶναι τοῦτό τε κἀκεῖνο, ὡς αὐτόν τινα λέγομεν ἑαυτῷ τὸν αὐτὸν ὑπάρχειν, οἷον τὸν Τελαμώνιον Αἴαντα τῷ Αἰακίδῃ, ἀλλ’ ὅτι τοῦ αὐτοῦ ὀστέου πέρας ἑκάτερον ὑπολαμβάνει εἶναι, τουτέστι τοῦ πήχεος.
Ἐστὶ δὲ ἐκείνῳ τῷ ὀστέῳ τὠυτὸ ὁ ἀγκὼν καλεόμενος, ὃν ποτὶ στηριζόμεθα.
Ὡς ἐπὶ τῆς προγεγραμμένης ῥήσεως ἔφην αὐτὸν εἰρηκέναι τὸ αὐτὸ καὶ νῦν οὕτως ἀκούειν σε προσῆκεν, ὅτι τοῦ αὐτοῦ ὀστέου μόρια τότε πρὸς τῷ καρπῷ καὶ τὴν ἔνδον ἐξοχὴν τῆς κατ’ ἀγκῶνα διαρθρώσεως ἐνόμιζον εἶναι.
Οὕτως οὖν ὑπτίην ἔχοντι τὴν χεῖρα τοῦτο μὲν τὸ ὀστέον διεστραμμένον φαίνεται, τοῦτο δὲ τὰ νεῦρα ἀπὸ τοῦ καρποῦ359τείνοντα ἐκ τοῦ εἴσω μέρεος καὶ ἀπὸ τῶν δακτύλων, ταῦτα ὑπτίην ἔχοντι τὴν χεῖρα διεστραμμένα γίνεται. τείνει τε γὰρ ταῦτα τὰ νεῦρα πρὸς τὸ τοῦ βραχίονος ὀστέον, ὅθεν ὁ πῆχυς μετρεῖται. αὗται τοσαῦται καὶ τοιαῦται αἱ ἁμαρτάδες καὶ ἄγνοιαι τῆς φύσιος τῆς χειρός. εἰ δ’, ὡς ἐγὼ κελεύω, χεῖρα καταγυῖαν κατατείνοι τις, ἐπιτρέψει μὲν τὸ ὀστέον ἐς ἰθὺ, τὸ κατὰ τὸν σμικρὸν δάκτυλον τὸ ἐς τὸν ἀγκῶνα τεῖνον, ἰθυωρίην δὲ ἕξει τὰ νεῦρα τὰ ἀπὸ τοῦ καρποῦ πρὸς τοῦ βραχίονος τὰ ἄκρα τείνοντα. ἀναλαμβανομένη δὲ ἡ χεὶρ ἐν παραπλησίῳ σχήματι ἔσται, ἐν ᾧπερ καὶ ἐπιδεομένη, ἄπονος μὲν ὁδοιπορέοντι, ἄπονος δὲ κατακειμένῳ καὶ ἀκάματος.
Ὅταν ὀστοῦ τινος ἢ μυὸς ἢ νεύρου τὴν μὲν ἀρχὴν ἐκ τῶν ἔνδον μερῶν εἶναι τοῦ κώλου συμβαίνει, τὴν τελευτὴν δὲ ἤτοι γε ἐκτὸς ἢ ἐκ τῶν κάτω μερῶν, διέστραπται δηλονότι τὸ μόριον τοῦτο. καλῶς οὖν ἔφη διέστραπται πάντα ταῦτα, τῆς ὅλης χειρὸς ὑπτίας σχηματισθείσης. αὐτίκα
Καθίκνυσθαι δὲ χρὴ τὸν ἄνθρωπον οὕτως, ὅκως ᾖ τὸ ἐξέχον τοῦ ὀστέου πρὸς τὴν λαμπροτάτην τῶν παρεουσέων αὐγέων, ὡς μὴ λάθῃ τὸν χειρίζοντα ἐν τῇ κατατάσει εἰς ἱκανῶς ἐξίθυνται. τοῦ γε μὴν ἐμπείρου οὐδ’ ἂν τὴν χεῖρα λάθοι ἐπαγομένην τὸ ἐξέχον ψαυόμενον.
Εἴτε κατακλίνειν εἴτε καθίζειν ἐκ τοῦ καθίκνυσθαι δηλοῦται, προσυπακούειν αὐτῷ χρὴ τὸ ἕτερον αὐτῶν. εἴτε γὰρ τὴν ῥώμην ἀποβλέπων τοῦ κάμνοντος καὶ τὸ μέγεθος τοῦ κατάγματος, ἐνίοτε μὲν καθήμενον, ἐνίοτε δὲ κατακείμενον ἐπιδήσεις τὸν ἄνθρωπον. ὁπότερον δ’ ἂν ἔχῃ σχῆμα
Τῶν δὲ ὀστέων τοῦ πήχεος, ὧν μὴ ἀμφότερα κατέηγε, ῥᾴων ἡ ἴησις, ἢν τὸ ἄνω ὀστέον τετρωμένον εἴη, καίπερ παχύτερον ἐὸν, ἅμα μὲν ὅτι τὸ ὑγιὲς ὑποτεταμένον γίνεται ἀντὶ θεμελίου, ἅμα δ’ ὅτι εὐκρυπτότερον γίνεται, πλὴν εἰ τὸ ἐγγὺς τοῦ καρποῦ. παχείη γὰρ ἡ τῆς σαρκὸς ἐπίφυσις ἡ ἐπὶ τὸ ἄνω. τὸ δὲ κάτω ὀστέον ἄσαρκον καὶ οὐκ εὐξυγκρυπτὸν καὶ κατατάσιος ἰσχυροτέρης δεῖται.
Ὅτι δύο εἰσὶν ὀστᾶ τοῦ πήχεος ἐδήλωσεν εἰπὼν ὦν μὴ ἀμφότερα· οὔτε γὰρ ἐφ’ ἑνὸς οὔτε ἐπὶ τριῶν ἢ καὶ πλειόνων εἰώθασι λέγειν οἱ Ἕλληνες τὴν ἀμφότερα φωνήν. τῶν δὲ δύο τούτων ὀστῶν τὸ μὲν ὑποτεταγμένον ἰδίως ὀνομάζεται πῆχυς, ὃ δὴ καὶ μακρότερόν ἐστι, τὸ δὲ ἐπικείμενον
Ἢν δὲ τοῦτο μὴ ξυντριβῇ, ἀλλὰ τὸ ἕτερον, φαυλοτέρη ἡ κατάτασις ἀρκέῃ· ἢν δὲ ἀμφότερα κατεηγῇ, ἰσχυροτάτης κατατάσιος δεῖται. παιδίου μὲν γὰρ ἤδη εἶδον καταταθέντα μᾶλλον ἢ ὡς ἔδει. οἱ δὲ πλεῖστοι ἧσσον τείνονται ἢ ὡς δεῖ.
Τὴν ἁπλουστέραν καὶ ἄνευ μεγάλης πραγματείας φαυλοτέραν εἶπεν. οὐ γὰρ μόνον τὸ μοχθηρὸν ἐκ τοῦ φαύλου δηλοῦται παρὰ τοῖς παλαιοῖς, ἀλλὰ καὶ τὸ ἁπλοῦν.
Χρὴ δ’, ἐπὴν τείνωσι, τὰ θέναρα προσβάλλοντα διορθοῦν.
Τὰ ἐξέχοντα τῶν χειρῶν ὀνομάζουσι θέναρα παρὰ τὸ θείνειν, ὡς ἔνιοι βούλονται τῶν χαιρόντων ἐτυμολογίαις. τούτοις γὰρ τοῖς ἐξέχουσι παίομεν ὅσαπερ ἂν παίωμεν. ἔνιοι δὲ οὐ πάντα τὰ ἐξέχοντα τῆς χειρὸς καλεῖσθαί φασιν, ἀλλὰ μόνα τὰ ὑπὸ τοῖς μεγάλοις δακτύλοις.
Ἔπειτα χρίσαντα κηρωτῇ μὴ πάνυ πολλῇ, ὡς μὴ περιπλέῃ τὰ ἐπιδέσματα, οὕτως ἐπιδεῖν.
Δύο χρεῖαι τῆς ἐπιδέσεώς εἰσιν· ἡ μὲν ἑτέρα τὰ καλῶς ὑφ’ ἡμῶν ἀλλήλοις παρατεθέντα μέρη τοῦ καταγέντος ὀστοῦ κρατεῖν ἀσφαλῶς, ἡ δ’ ἑτέρα δεξάμενα τὰ ὀθόνια
Ὅπως μὴ κατωτέρω ἄκρην τὴν χεῖρα ἕξει τοῦ ἀγκῶνος, ἀλλὰ σμικρῷ καὶ ἀνωτέρω, ὡς μὴ τὸ αἷμα ἐς ἄκρον ἐπιῤῥέῃ, ἀλλὰ ἀπολαμβάνηται.
Ὅτι μὲν οὖν οὕτως σχηματίζεσθαι προσήκει τὸν πῆχυν ὡς ὑποτετάσθαι μὲν τῇ κερκίδι, γωνίαν δὲ ὀρθὴν ἐργάζεσθαι πρὸς μὲν τὸ τοῦ βραχίονος ὀστοῦν ἔμπροσθεν εἴρηται. δυναμένου δὲ τούτου γίγνεσθαι καὶ κατωτέρω τῆς ἄκρας χειρὸς, ὡς πρὸς τὸν ἀγκῶνα, καὶ ἀνωτέρω, εἰκότως ἐπιδιωρίσατο καὶ περὶ τοῦδε, κελεύσας ἀνωτέρω βραχὺ τὴν ἄκραν τοῦ ἀγκῶνος χεῖρα ἔχειν. ἴσμεν γὰρ τὰ κατάῤῥοπα σχήματα ῥευμάτων αἴτια γιγνόμενα τοῖς πέρασι τῶν κώλων καὶ διὰ τοῦθ’ ὡς οἱ δι’ ὅλης τῆς ἡμέρας περιπατήσαντες, οἱ δ’ ἀλεώτερά πως ἔχοντες τὰ σκέλη πρὸ παντὸς ποιοῦνται, νύκτωρ αὐτὰ σχηματίζειν ὑψηλότερα τοῦ ὅλου σώματος. οὕτως οὖν κἀπὶ τῆς ὅλης χειρὸς ὁ Ἱπποκράτης κελεύει φυλάττεσθαι μὲν τὸ κατάῤῥοπον σχῆμα, μεταδιώκειν δὲ τὸ ἀνάῤῥοπον. κἂν ἐπὶ πλέον δ’ αὐτὴν ὑψηλοτέραν ἐκέλευσε τοῦ ἀγκῶνος ἴσχειν, εἰ μὴ καὶ τοῦτο τὸ σχῆμα τοῖς ἐν αὐτῷ χρονίζουσιν ὀδύνην παρεῖχεν, ὅλῃ τε τῇ χειρὶ καὶ μάλιστα τοῖς προσθίοις τοῦ βραχίονος μυσίν. ὅτι μὲν οὖν ὀδυνῶδές ἐστιν ἡ πεῖρά σε διδάξει. τὴν δ’ αἰτίαν τῆς ὀδύνης
Ἔπειτα ἐπιδεῖν τῷ ὀθονίῳ τὴν ἀρχὴν βαλλόμενος κατὰ τὸ κάτηγμα.
Τὸ τὴν ἀρχὴν βάλλεσθαί τε καὶ μὴ βάλλεσθαι κατὰ τὸ κάταγμα διττῶς γίγνεται, ποτὲ μὲν κατὰ τὸ μῆκος τοῦ κώλου νοούντων ἡμῶν αὐτὸ, ποτὲ δὲ καὶ κατὰ τὸ πλάτος. ὅροι δὲ τοῦ κατὰ τὸ μῆκος βαλλομένην τὴν ἀρχὴν τοῦ ἐπιδέσμου τὸ τὴν πρώην αὐτοῦ περιβολὴν ἐν κύκλῳ γιγνομένην ὅλον σκεπάσαι τὸ κάταγμα. εἰ δ’ ἤτοι τοσοῦτον ἀνωτέρω περιβάλλοις, ὡς μηδ’ ὅλως ψαῦσαι τοῦ συντριβέντος ἢ κατωτέρω πάλιν αὖ τοσοῦτον, ὡς μηδ’ ὅλως ἅψασθαι, τοῦτ’ ἂν ἀληθῶς εἴποι τις μὴ κατὰ τὸ κάταγμα τὴν ἀρχὴν τοῦ ἐπιδέσμου. οὕτως μοι νόει κατὰ τὸ κάταγμα βάλλεσθαί τε καὶ μὴ βάλλεσθαι τὴν ἀρχὴν τῶν ὀθονίων, κατὰ τὸ πλάτος δὲ, ἐπεὶ δ’ ἄν αὐτὴν πρώτην ἐπίδεσιν ἐπίδεσμος ἤτοι γε τῇ τοῦ κατάγματος ἢ ἐξωτέρω ποιήσεται. ἐνταῦθα μὲν οὖν ὁ Ἱπποκράτης ὡς πρὸς τὸ μῆκος τοῦ κώλου βλέπων ἀπεφήνατο τὴν ἀρχὴν βάλλεσθαι κατὰ τὸ κάταγμα, τουτέστι μήτε ταπεινοτέραν μήθ’ ὑψηλοτέραν αὐτοῦ. δηλοῖ δὲ ἐξ ὧν ἐπιφέρων εἶπεν· ἐπὴν δὲ περιβάλλῃ
Ἐρείδων μὲν οὖν, μὴ πιέζων δὲ κάρτα.
Τὴν συμμετρίαν τῆς ἐπιβολῆς τῶν δεσμῶν ἐν τούτῳ τῷ λόγῳ διδάσκει. χρὴ γὰρ ἐρηρεῖσθαι μὲν αὐτοὺς εἰς τοσοῦτον, ὡς φυλάττειν ἀκίνητον τὰ κεχωρισμένα πέρατα τῶν ὀστῶν, οὐ μὴν οὕτως γε πεπιέχθαι σφοδρῶς, ὡς ὀδύνην παρέχειν τῷ κάμνοντι. πᾶσα γὰρ ὀδύνη χρονίζουσα καὶ μάλιστα ἐκθλίψεως αἰτία φλεγμονῆς γίγνεται. σκοποὶ μὲν οὗτοι τῆς τῶν ἐπιδέσμων πιέσεως, ἀκριβῶς δ’ αὐτῶν
Ἐπὴν δὲ περιβάλλῃ κατὰ τὠυτὸ δὶς ἢ τρὶς ἐπὶ τὸ ἄνω νεμέσθω ἐπιδέων, ἵνα αἱ ἐπιῤῥοαὶ τοῦ αἵματος ἀπολαμβάνωνται καὶ τελευτησάτω κεῖθι.
Αὐτὸς εἶπε τὴν αἰτίαν, δι’ ἣν ἄνω πρῶτον κελεύει τὴν νομὴν τῶν ὀθονίων ποιεῖσθαι. βούλεται γὰρ τὰς ἐπιῤῥοὰς τοῦ αἵματος κωλύεσθαι τῶν ἄνω μερῶν τοῦ κώλου. κατὰ δὲ τὴν εἰρημένην ἐπίδεσιν οὐ μόνον ἀπείργεται τὸ ἐπιῤῥέον, ἀλλὰ καὶ τὸ περιεχόμενον ἐν τοῖς περὶ τὸ κάταγμα μέρεσιν ἐκθλίβεται. ἡ μὲν οὖν ἐπιῤῥοὴ μίαν ὁδὸν ἔχει τὴν ἄνωθεν κάτω, ἡ δ’ ἔκθλιψις ἀμφοτέρας, τήν τ’ ἄνωθεν κάτω καὶ τὴν κάτωθεν ἄνω. καὶ γὰρ εἰς τὸ κάτω τοῦ κώλου δυνατὸν ἐκθλῖψαί τι καὶ εἰς τὸ ἄνω. καὶ συμβουλεύει γε ἀμφοῖν ἐστοχάσθαι δύο κελεύων ἐπιδέσμοις χρῆσθαι· τὴν μὲν γὰρ ἀρχὴν ἔχουσιν ἀμφοτέροις ἀπὸ τοῦ πεπονθότος, ὡς κατὰ μῆκος σκοπούντων, ἐντεῦθεν δὲ τοῦ προτέρου μὲν ἄνω, τοῦ δευτέρου δὲ κάτω νεμομένου. βέλτιον
Χρὴ δὲ μὴ μακρὰ εἶναι τὰ πρῶτα ὀθόνια.
Προσηκόντως εἶπε τοῦτο· τῶν γὰρ πρώτων ὀθονίων ἀρχομένων μὲν ἀπὸ τοῦ κατάγματος, ἄνω δ’ ἀναφερομένων
Τῶν δὲ δευτέρων ὀθονίων τὴν μὲν ἀρχὴν βάλλεσθαι ἐπὶ τὸ κάτηγμα.
Κατὰ λόγον ἐντεῦθεν γὰρ ἐκθλῖψαι βούλεται τὸ πλέον τοῦ αἵματος.
Περιβαλὼν δὲ ἅπαξ ἐς τὸ αὐτό.
Ἅπαξ κελεύει περιβάλλειν τοῦ δευτέρου τῶν ὀθονίων τὴν ἀρχὴν οὐ δὶς ἢ τρὶς, ὡς τοῦ προτέρου. βούλεται
Ἔπειτα νεμέσθω ἐς τὸ κάτω καὶ ἐπὶ ἧσσον πιέζων, ἐπὶ μεῖζον διαβιβάσκων.
Ἧττον σφίγγεσθαι τὸ κῶλον ὑπὸ τοῦ δευτέρου τῶν ἐπιδέσμων βούλεται δι’ ἃς εἶπεν αἰτίας. οὐ μὴν οὐδὲ πυκνὰς τὰς περιβολὰς τῶν ὀθονίων ποιεῖσθαι συμβουλεύων τοῦ προτέρου τῶν ἐπιδέσμων αὐτάρκως ἐργασαμένου τὴν ἐκ τῆς πυκνότητος χρείαν.
Ὡς ἂν αὐτέῳ ἱκανὸν γένηται τὸ ὀθόνιον ἀναπαλινδρομῆσαι κεῖθι, ἵνα περ τὸ ἕτερον ἐτελεύτησεν.
Ὁ μὲν οὖν Ἱπποκράτης ἐπιδέσμοις δύο χρῆται πρὸ τῆς τῶν σπληνῶν ἐπιβολῆς, ἄλλοι δέ τινες ἐχρήσαντο τρισὶν,
Ἐνταῦθα μὲν οὖν τὰ ὀθόνια ἐπ’ ἀριστερὰ ἢ ἐπὶ δεξιὰ ἐπιδεδέσθω ἢ ἐπὶ ὁκότερα ἂν ξυμφέρῃ πρὸς τὸ σχῆμα τοῦ κατεάγματος καὶ ἐφ’ ὁκότερα ἂν περιῤῥέπειν ξυμφέρῃ.
Ἐν τοῖς κατάγμασι τῶν ὀστῶν ἡ ῥοπὴ τῆς διαστροφῆς ἐνίοτε μὲν ἐπὶ τὸ ἀριστερὸν, ἐνίοτε δ’ ἐπὶ τὸ δεξιὸν γίγνεται τοῦ κώλου. χρὴ τοίνυν τῶν πρώτων δύο ἐπιδέσμων ἐξ ὑπεναντίου ποιεῖσθαι τὴν ἐπίδεσιν, ἀρχομένου μὲν ἐξ ἐκείνου τοῦ μέρους, εἰς ὃ τὸ κῶλον ἐνέκλινε, περιῤῥέοντα δ’ ἐπὶ τοὐναντίον· οὕτως γὰρ ἰσόῤῥοπον ἀπεργασθήσεται τὸ κατεαγὸς ὀστοῦν. τοῦτ’ οὖν ἐστιν ὃ λέγει νῦν Ἱπποκράτης κελεύων ἡμᾶς τὴν νομὴν τῆς ἐπιδέσεως πρὸς τὸ σχῆμα τοῦ κατάγματος ποιεῖσθαι, ὅπερ ἐστὶ περιῤῥέπειν ἐπὶ τἀναντία τῆς ἐκτροπῆς αὐτῶν.
Μετὰ δὲ ταῦτα σπλῆνας κατατείνειν χρὴ κεχρισμένους κηρωτῇ ὀλίγῃ· καὶ γὰρ προσηνέστερον καὶ εὐθετώτερον.
Οἱ σπλῆνες στήριγμα τῶν πρώτων δυοῖν ἐπιδέσμων εἰσὶν, οὓς ἰδίως ὑποδεσμίδας ὀνομάζει, ἐπιβάλλεται δ’ αὐτοῖς ἐναντίως. ἐκεῖνοι μὲν γὰρ ἐγκάρσιοι περὶ τὸ κῶλον ἑλίττονται, κατὰ μῆκος δὲ οἱ σπλῆνες ἐπιτείνονται, τὴν πρώτην τὴν ἐκ δυοῖν ὀθονίων ἐπίδεσιν ὅλην καταλαμβάνοντες. κεχρῆσθαι δ’ αὐτοὺς ὀλίγῃ κηρωτῇ κελεύει· περιῤῥυέντες γὰρ ἀστήρικτοι γιγνόμενοι διὰ τὸ πλῆθος αὐτῆς, ὥσπερ καὶ διὰ τὴν ὀλιγότητα τὴν ἀρχὴν οὐδὲν ἑνωθήσονται τοῖς ὑποδέσμοισιν. ἔστι γὰρ ὥσπερ τι πρὸς ἐκείνοις αὐτοῖς ἡ κηρωτή· φαίνεται δὲ κἀπὶ τῶν ἄλλων ἁπάντων ὅσα κόλλῃ συνδεῖται τὸ μέτριον αὐτῆς ἄριστον. ἐπὶ δὲ τῶν σπληνῶν καὶ θλίψις γίνεται ξηρῶν τ’ ἐπιτεθειμένων τῶν ὀθονίων, ᾧπερ ἀντίκειται τὸ προσηνέστερον, ὥσπερ γε καὶ τῷ εὐθετώτερον ἀντίκειται τὸ διὰ τὸ πλῆθος τῆς κηρωτῆς ἀνέδραστον. εἰκότως οὖν ἔφη, καὶ γὰρ προσηνέστερον καὶ εὐθετώτερον. ἐκ μὲν τοῦ μηδ’ ὅλως κεχρῆσθαι τῇ κηρωτῇ τοῦ σπληνὸς, ἀπολλυμένου τοῦ προσηνοῦς, ἐκ δὲ τοῦ πλέον ἢ χρὴ τοῦ εὐθέτου, τὸ γὰρ πλῆθος τῆς κηρωτῆς ὄλισθον αὐτῆς ἐργάζεται.
Ἔπειτα οὕτως ἐπιδεῖν τοῖσιν ὀθονίοισιν ὡς ἐναλλὰξ, ὁτὲ μὲν ἐπὶ δεξιὰ, ὁτὲ δὲ ἐπ’ ἀριστερά· καὶ τὰ μὲν πλείω κάτωθεν ἀρχόμενος ἐς τὸ ἄνω ἄγειν. ἔστι δ’ ὅτε καὶ ἄνωθεν ἐς τὸ κάτω.
Αἱ μὲν ὑποδεσμίδες οὐκ ἐναλλὰξ ἀλλήλαις εἶχον τὴν νομὴν, ἀλλ’ ἐπὶ τοὐναντίον ἀμφότεραι τῆς εἰς τὸ παρὰ φύσιν ἐκτροπῆς ἐπανῆγον τὸ κῶλον. οἱ δὲ μετὰ τοὺς σπλῆνας ἀπόδεσμοι σκοπὸν ἔχοντες, ὅλον μὲν τὸ κῶλον ἀποδεῖν, ἅπασαν δὲ τὴν ἐπίδεσιν ὁποίαν παρέλαβον φυλάττειν ἔμπαλιν ἀλλήλοις ποιοῦνται τὴν νομὴν, ὁ μὲν ἐπὶ τὸ δεξιὸν μέρος, ὁ δ’ ἐπὶ θάτερον ἑλιττόμενος, ὡσαύτως δὲ κάτω μὲν ὁ ἕτερος, ἄνω δὲ ὁ ἕτερος. οὕτως γὰρ μάλιστα φυλάξουσι τὴν ἐπίδεσιν οἵαν παρέλαβον φυλάττειν ἔμπαλιν ἀλλήλοις. διόπερ αἱ μὲν ἐπὶ τὰ δεξιά τε καὶ ἀριστερὰ κατὰ πᾶν ἴσαι γιγνέσθωσαν, αἱ δ’ ἄνω καὶ κάτω μὴ πολὺ μὲν ἀλλήλων ὑπερεχέτωσαν. ὅμως δ’ οὖν ἡ κάτωθεν ἄνω πλεονεκτείτω·