In Hippocratis Prognosticum

Galen

Galen, In Hippocratis Prognosticum

Τὰς δὲ ἀποστάσιας εἰδέναι χρὴ τοῦ χειμῶνος μᾶλλον γινομένας χρονιώτερόν τε παυομένας ἧσσόν τε παλινδρομούσας.

Τρεῖς ἀποφάσεις ἐποιήσατο περὶ τῶν ἀποστάσεων ὁ Ἱπποκράτης κατὰ τὸν ἐνεστῶτα λόγον, μίαν μὲν καὶ πρώτην ὅτι γίνονται μᾶλλον ἐν χειμῶνι, δευτέραν δ’ ὅτι χρονιώτερον παύονται, καὶ τὴν τρίτην ὅτι παλινδρομοῦσιν ἧττον. ὅτι μὲν οὖν ἐν τῷ χειμῶνι γίνονται μᾶλλον ὁ πλεονάζων ἐν αὐτῷ χυμὸς ἐνδείκνυται. λέλεκται γὰρ ἤδη καὶ πρόσθεν ἐκκρίσεσι μὲν τοὺς θερμοὺς, ἀποστάσεσι δὲ τοὺς ψυχροὺς κινεῖσθαι χυμούς. ὅτι δὲ καὶ χρονιώτερον παύονται, τήν τε τοῦ χυμοῦ φύσιν αἰτιατέον ἐστὶ καὶ τὴν τοῦ περιέχοντος ψυχρότητα. διαφορηθῆναι μὲν γὰρ δεῖ πάντως τὸν κατασκήψαντα χυμὸν, ἵνα θεραπευθῇ τὸ ἀπόστημα. 

284
δυσδιαφορητότεροί τέ εἰσιν οἱ παχεῖς καὶ ψυχροὶ, καὶ μάλισθ’ ὅταν ᾖ καὶ τὸ περιέχον ψυχρόν. διὰ δὲ τὰς τοιαύτας αἰτίας καὶ παλινδρομοῦσιν ἧττον, ἐπειδὴ κίνησίν τινα τοῖς παλινδρομοῦσι προσεῖναι χρὴ, δυσκίνητοι δ’ οἱ ψυχροί.

Ὅστις δ’ ἂν ἐν πυρετῷ μὴ θανατώδει φησὶ τὴν κεφαλὴν ἀλγέειν ἢ καὶ ὀρφνῶδές τι πρὸ τῶν ὀφθαλμῶν φαίνεσθαι, εἰ καὶ καρδιωγμὸς τουτέῳ προσγένηται, χολώδης ἔμετος παρέσται. ἢν δὲ καὶ ῥῖγος προσγένηται καὶ τὰ κάτω μέρη τοῦ ὑποχονδρίου ψυχρὰ ἔχῃ, καὶ θᾶσσον ἔτι ὁ ἔμετος παρέσται. ἢν δέ τι πίῃ ἢ φάγῃ ὑπὸ τοῦτον τὸν χρόνον, κάρτα τοῦτο ταχέως ἐμεῖται.

Περὶ τῶν αὐτομάτως γινομένων ἐμέτων κρίσεως λόγῳ διδάσκει νῦν ὁ Ἱπποκράτης. ἔστι δ’ αὐτῷ πρῶτος μὲν διορισμὸς ἀπὸ τοῦ μὴ θανατῶδες εἶναι τὸ νόσημα, κέκληκε δὲ ἤδη περιεστηκὸς οὐκ ὀλιγάκις τὸ τοιοῦτον. δεύτερον δὲ

285
ἀπὸ τοῦ τὴν κεφαλὴν ἀλγοῦντι τῷ κάμνοντι προφαίνεσθαί τι πρὸ τῶν ὀφθαλμῶν ὀρφνῶδες, ὅπερ σημαίνει τὸ μέλαν ἐξ ἀναθυμιάσεως χολῆς ξανθῆς ἀκράτου γενόμενον. αὐτὴ γὰρ ἐπὶ πλέον θερμανθεῖσα καὶ ὡς ἂν εἴποι τις ὑπεροπτηθεῖσα, μέλαιναν ἀναθυμίασιν, οἷον λιγνύν τινα πρὸς τὴν κεφαλὴν ἀναπέμπει, δι’ ἣν αἱ κεφαλαλγίαι γίνονται. ὅσον δ’ ἂν αὐτῆς ἐπὶ τοὺς ὀφθαλμοὺς ἀφίκηται, θολερώτερον ἐργάζεται τὸ κατ’ αὐτοὺς ὑγρὸν, λαμπρὸν φύσει καὶ καθαρὸν ὑπάρχον, ὡς γίνεσθαί τινα κατάστασιν ὁμοίαν τῇ περὶ τὸν καθαρώτατόν τε καὶ φανότατον ἀέρα, δεχόμενον ἐξαίφνης εἰς ἑαυτὸν ἤτοι καπνώδη τινὰ ἢ λιγνυώδη μελανότητα. ταύτης οὖν τῆς ἀναθυμιάσεως αἰσθανόμενον τὸ ἀπ’ ἐγκεφάλου παραγενόμενον εἰς τοὺς ὀφθαλμοὺς ὀπτικὸν πνεῦμα; καθάπερ ἐπὶ τῶν ὑποχεομένων τὴν φαντασίαν ὦν εἶπεν ὀρφνωδῶν ἀποτελεῖ· γινομένης δ’ ἐνίοτε κἀκ τῶν κατὰ τὸν πνεύμονα τόπων ἀναθυμιάσεως τοιαύτης, διακρίνομεν αὐτὴν τῆς ἀπὸ στομάχου τῇ καρδιαλγίᾳ. πνεύμονα μὲν γὰρ οἱ τοιοῦτοι χυμοὶ λανθάνουσιν ἤτοι δυσαίσθητον ἢ
286
παντελῶς ἀναίσθητον ὄντα. τὸ δὲ τῆς γαστρὸς στόμα, καλεῖται δὲ τοῦτο, ὡς ἴσμεν, καὶ καρδία διὰ τὸ μέγεθος ὧν ἔχει νεύρων αἰσθητικῶν, οὐδὲν λανθάνει τῶν κατ’ αὐτό. δακνόμενον οὖν ὑπὸ τοῦ πικροχόλου χυμοῦ τὸν καλούμενον οὕτω καρδιωγμὸν ἐργάζεται, διὸ καὶ χολώδης ἔμετος αὐτοῖς γίνεται. τοιοῦτον γὰρ καὶ ὁ Θουκυδίδης ἐδήλωσεν, ἔνθα φησὶ, καὶ ὁπότε ἐς τὴν καρδίαν ἐστήριξε, ἀνέστρεφέ γε αὐτὴν καὶ ἀποκαθάρσεις χολῆς, ὁπόσαι παρὰ τῶν ἰατρῶν ὠνομασμέναι εἰσὶν ὑπίεσαν. τὸ γὰρ ἀνέστρεφεν ἐπὶ τῆς πρὸς ἔμετον ὁρμῆς εἶπεν, εὐθέως γε καὶ καρδίαν ὀνομάσας τὸ στόμα τῆς γαστρός. διὸ δὴ καὶ τὰς δήξεις αὐτοῦ καρδιωγμούς τε καὶ καρδιαλγίας ὀνομάζουσιν. ἑτέρωθι δ’ Ἱπποκράτης ἔγραψεν ὡς τὸ κάτω χεῖλος τὸ αὐτὸ ἐπισημαίνει τοῖς οὕτως ἔχουσιν οὐχ ἡσυχάζον, ἀλλὰ διασειόμενόν πως, ἐπειδὴ δακνόμενος ὑπὸ τῆς χολῆς ὁ ἔνδον τοῦ στομάχου χιτὼν τὴν τοιαύτην τὸ χεῖλος λαμβάνει κίνησιν. ἐμάθομεν γὰρ ἐκ τῆς ἀνατομῆς ἕνα τοῦτον ὅλον εἶναι τὸν χιτῶνα συνεχῆ κατὰ πᾶν ἑαυτῷ τῆς θ’ ὅλης γαστρὸς καὶ τοῦ στομάχου καὶ γλώττης καὶ οὐρανίσκου καὶ ὑπερώας ὅλου
287
τε τοῦ στόματος. οὗτος οὖν αὐτός ἐστιν ὁ καὶ τὰ χείλη διασείων, ὅταν ὑπὸ δριμείας χολῆς ἠθροισμένης ἐν τῷ στόματι τῆς γαστρὸς δάκνηται. πέφυκε γὰρ οὗτος ὁ χυμὸς ἐπιπολάζειν ὑπὸ κουφότητος καὶ διὰ τοῦτο ἐπὶ τὸν στόμαχον ἀνέρχεται, καταλιπὼν τὸν πυθμένα τῆς γαστρὸς, ἐμεῖταί τε ῥᾳδίως. ἂν δὲ καὶ ῥῖγος ἐπιλάβῃ τηνικαῦτα τὸν ἄνθρωπον, ἔτι δὴ καὶ μᾶλλον ὁ ἔμετος οὐ θᾶττον μόνον, ἀλλὰ καὶ πλείονος ἔσται χολῆς, εἰωθότος ὡς τὰ πολλὰ τοῦ ῥίγους ἔμετον χολῆς ἐργάζεσθαι, καθότι κἀν τῷ περὶ αὐτοῦ δέδεικται λόγῳ. καὶ μὲν δὴ καὶ εἰ πίῃ τι καὶ φάγῃ κατὰ τὸν καιρὸν ἐκεῖνον ὁ ἄνθρωπος, ἔτι δὴ καὶ μᾶλλον ἐμεῖται ταχέως, ἐπειδὴ συνδιαφθείρεται τὰ ληφθέντα κατὰ τὴν γαστέρα χολῇ.

Τουτέων δὲ οἷσιν ἂν ἄρξηται ὁ πόνος τῇ πρώτῃ ἡμέρῃ γίνεσθαι, τεταρταῖοι πιεζεῦνται μάλιστα καὶ πεμπταῖοι· ἐς δὲ τὴν ἑβδόμην ἀπαλλάσσονται. οἱ μέντοι πλείονες αὐτῶν ἄρχονται μὲν πονέεσθαι τριταῖοι, χειμάζονται δὲ
288
μάλιστα πεμπταῖοι, ἀπαλλάσσονται δὲ ἐναταῖοι ἢ ἑνδεκαταῖοι. οἳ δ’ ἂν ἄρξωνται πεμπταῖοι πονέεσθαι καὶ τἄλλα κατὰ λόγον αὐτέοισι τῶν πρόσθεν γίνονται, ἐς τὴν τεσσαρεσκαιδεκάτην κρίνεται ἡ νοῦσος.

Τρεῖς διαφορὰς εἴρηκε κατὰ χρόνον ἀλγήματος κεφαλῆς καὶ τρεῖς προθεσμίας τῆς κρίσεως αὐτῶν. πρώτη μὲν οὖν ἐστι διαφορὰ τῆς κατὰ τὴν πρώτην ἡμέραν τοῦ νοσήματος, ἀρχομένης τῆς κεφαλαλγίας, δευτέρα δὲ τῆς κατὰ τὴν τρίτην, τρίτη δὲ τῆς κατὰ τὴν ε΄. ἁπάσαις γε μὴν αὐταῖς κοινόν ἐστιν εἰς τὴν ζ΄ πως ἡμέραν, ἀφ’ ἧς ἤρξαντο τελευτᾷν. ἡ μὲν οὖν κατὰ τὴν πρώτην ἀρξαμένη τὴν ἑβδόμην ἔχει αὐτὴν κρίσιμον, ἡ δὲ κατὰ τὴν τρίτην, ὅσον ἐπὶ τῷ τῆς ἑβδομάδος ἀριθμῷ τὴν δεκάτην. ἐπεὶ δὲ οὐκ ἔστιν αὕτη κρίσιμος, εἰς τὴν θ΄ ἢ ἑνδεκάτην ἡ κρίσις ἀφικνεῖται τῆς ἑβδομαδικῆς προθεσμίας ἤτοι πρωϊαίτερον ἢ ὀψιαίτερον ἡμέραν μίαν. καί μοι μέμνησο πάλιν ὅτι καὶ τῆς θ΄ ἡμέρας ὡς κρινούσης ἐμνημόνευσε νῦν καθάπερ καὶ πρόσθεν, 

289
ὡς ἔδειξα, τῆς τρίτης, οὐ κατὰ τετράδων ἢ ἑβδομάδων περίοδον ἐχουσῶν τὸ κρίνειν, ἀλλὰ τῷ λόγῳ παρεμπιπτουσῶν, ὡς ἐν τοῖς περὶ κρισίμων ἐδείχθη. καὶ μὲν δὴ καὶ ἡ τρίτη διαφορὰ τῆς κεφαλαλγίας ἡ κατὰ τὴν πέμπτην ἡμέραν ἀρχομένη ἄχρι τῆς ιδ΄ ἐκτείνεται, διὰ τὸ μὴ πάνυ θερμή τις εἶναι καὶ κατεπείγουσα. δηλοῖ δὲ ἐκ τοῦ κατὰ τὴν ε΄ ἡμέραν ἄρξασθαι καὶ διὰ τὸ τῆς ἑβδομάδος προστεθείσης ταῖς πρώταις πέντε τὰς πάσας γίνεσθαι ιβ΄, κρίσιμον δὲ οὐκ εἶναι τὴν ιβ΄, οὐ μὴν οὐδὲ προλαβεῖν οἶόν τ’ ἐστὶ τὴν μίαν ἡμέραν. ἐδείχθη γὰρ τοῦτο τῶν ὀξύτατα κινουμένων ἴδιον. εἰκότως οὖν εἰς τὴν ιδ΄ ἐξέπεσε.

Γίνεται δὲ ταῦτα τοῖσι μὲν ἀνδράσι καὶ τῇσι γυναιξὶν ἐν τοῖσι τριταίοισι μάλιστα. τοῖσι δὲ νεωτέροισι γίνεται μὲν καὶ ἐν τούτοισι, μᾶλλον δὲ καὶ ἐν τοῖσι ξυνεχεστέροισι πυρετοῖσι καὶ ἐν τοῖσι γνησίοισι τριταίοισι.
290

Τοῖς μὲν ἤδη τελείοις, ἐφ’ ὧν εἴωθε φέρειν τὴν τῶν ἀνδρῶν καὶ γυναικῶν προσηγορίαν, ἐν πᾶσι τοῖς τριταίοις πυρετοῖς γίνεται τὰ τοιαῦτα διὰ τὸ χολωδεστάτην εἶναι τὴν ἡλικίαν. ἐν δὲ τοῖς νεωτέροις αὐτῶν οὐκ ἐν πᾶσιν, ἀλλ’ ἐν μόνοις τοῖς ἀκριβέσι τριταίοις, οἵπερ εἰσὶ χολωδέστατοι. γίνεται δὲ κἀν τοῖς ὀξυτάτοις νοσήμασι, χολωδέστατα γὰρ καὶ ταῦτα, καὶ δῆλον ὅτι καὶ τοῖς τελείοις πολλῷ μᾶλλον. ἀκόλουθον γὰρ ὂν τοῦτο τοῖς προειρημένοις, οὐκέτι προσέγραψεν ὡς καὶ πρὸς ἡμῶν νοεῖσθαι δυνάμενον.

Οἷσι δὲ ἂν ἐν τοιουτοτρόπῳ πυρετῷ κεφαλὴν ἀλγέουσιν ἀντὶ μὲν τοῦ ὀρφνῶδές τι πρὸ τῶν ὀφθαλμῶν φαίνεσθαι ἀμβλυωγμὸς γίνεται ἢ μαρμαρυγαὶ προφαίνονται, ἀντὶ δὲ τοῦ καρδιώσσειν ἐν τῷ ὑποχονδρίῳ ἢ ἐπὶ δεξιὰ ἢ ἐπ’ ἀριστερὰ ξυντείνεταί τι μήτε ξὺν ὀδύνῃ μήτε σὺν φλεγμονῇ, αἷμα δὴ διὰ ῥινῶν τουτέοισι ῥυῆναι προσδόκιμον, ἀντὶ τοῦ ἐμέτου, μᾶλλον δὲ καὶ ἐνταῦθα τοῖσιν νέοισι
291
τοῦ αἵματος τὴν ῥῆξιν προσδέχεσθαι, τοῖσι δὲ τριηκονταέτεσι καὶ γεραιτέροισιν ἧσσον, ἀλλὰ τοὺς ἐμέτους τούτοισι προσδέχεσθαι.

Τοιουτότροπον εἴρηκε πυρετὸν ὃν κατὰ τὴν ἀρχὴν τοῦ λόγου διὰ τῆσδε τῆς λέξεως ἐδήλωσεν, ὅστις δ’ ἂν ἐν πυρετῷ μὴ θανατώδει φησὶ τὴν κεφαλὴν ἀλγέειν. τοῦτ’ οὖν κοινὸν ἀμφοτέροις φυλάξας τοῖς πυρετοῖς, κοινὸν αὐτοῖς ἔτι ἔσεσθαι τὸ κριθῆναι δι’ ἐκκρίσεως ἔφη, τὸ ἴδιον δ’ ἑκατέρῳ προσέθηκεν ἐν τῷ τῆς ἐκκρίσεως εἴδει, χολώδη μὲν ἔμετον τῷ προτέρῳ, αἱμοῤῥαγίαν δ’ ἐν τῷ δευτέρῳ. τὰ δὲ τούτων δηλωτικὰ σημεῖα τῷ μὲν προτέρῳ τά τε φανταζόμενα θεάματα ὀρφνώδη καὶ τὸν καρδιωγμὸν, τῷ δὲ δευτέρῳ ἀμβλυωπίαν τε καὶ μαρμαρυγὰς καὶ σύντασιν ἐν ὑποχονδρίῳ χωρὶς ὀδύνης καὶ φλεγμονῆς γνωρίσματα μέγιστα τῆς ἄνω ῥοπῆς τῶν χυμῶν. εἰρήκει δὲ καὶ ἔμπροσθεν αἱμοῤῥαγίας ἑπομένας κρισίμως ταῖς καθ’ ὑποχόνδριον φλεγμοναῖς καὶ μᾶλλον τοῖς νεωτέροις, ἐφ’ ὧν αἷμα πλεονάζει

292
καὶ αὖθις αὐτό τε τοῦτο νῦν προσέγραψε καὶ ὡς οἱ χολώδεις ἔμετοι τοῖς ἀκμάζουσι γίνονται. κατὰ δὲ τὸ πρῶτον τῶν ἐπιδημιῶν καὶ δακρύειν ἀκουσίως ἔφη τοὺς μέλλοντας αἱμοῤῥαγήσειν ἐκ ῥινῶν. ταῦτ’ οὖν συνθεὶς πάντα ἔτι τε προσθεὶς αὐτοῖς ἃ δι’ ἑτέρων εἶπεν, ἀεὶ προγνώσῃ γενησομένην αἱμοῤῥαγίαν καὶ μάλιστ’ ἐὰν ἐναργῶς σοι φανήσεταί ποτε τὸ κατὰ τοὺς σφυγμοὺς σημεῖον ἐκκρίσεως, ὃ πανταχοῦ προηγεῖται τῶν κρισίμων αἱμοῤῥαγιῶν.

Τοῖσι δὲ παιδίοισι σπασμοὶ γίνονται, ἢν ὁ πυρετὸς ὀξὺς ᾖ καὶ ἡ γαστὴρ μὴ διαχωρέῃ καὶ ἀγρυπνέωσί τε καὶ ἐκπλαγέωσι καὶ κλαυθμυρίζωσι καὶ τὸ χρῶμα μεταβάλλωσι καὶ χλωρὸν ἢ πέλιον ἢ ἐρυθρὸν ἴσχωσι. γίνεται δὲ ταῦτα ἐξ ἑτοιμοτάτου μὲν τοῖσι παιδίοισι τοῖσι νεωτάτοισιν ἐς τὰ ἑπτὰ ἔτεα, τὰ δὲ πρεσβύτερα τῶν παιδίων καὶ οἱ ἄνδρες οὐκέτι ἐν τοῖσι πυρετοῖσιν ὑπὸ τῶν σπασμῶν ἁλίσκονται, ἢν μή τι τῶν σημείων προσγένηται τῶν ἰσχυροτάτων
293
τε καὶ κακίστων, οἷά περ ἐπὶ τῇσι φρενίτισι γίνεται.

Περὶ σπασμῶν αὐτῷ ὁ λόγος νῦν ἐστιν οὐ τῶν ἐν ἑνὶ μέρει τοῦ σώματος γινομένων, ἀλλὰ τῶν ὅλον αὐτὸ καταλαμβανόντων, οἵτινες ἐπὶ μὲν τῶν παιδίων ἑτοιμότατα γίνονται καὶ μᾶλλον ἐπὶ θηλαζόντων. οὐχ ἥκιστα δὲ καὶ δι’ αὐτὸ τὸ γάλα καὶ μᾶλλον ὅταν ᾖ λίαν παχὺ καὶ ὅτι πλείστῃ τε χρῶνται καὶ ἀκαίρῳ τροφῇ μηδὲν εἰδότες τῶν κατὰ τὸν βίον ἄλλο πλὴν τοῦ ἐσθίειν· πᾶν γὰρ τὸ νευρῶδες αὐτῶν γένος ἀσθενές ἐστι. τριῶν γὰρ οὐσῶν κατὰ γένος δυνάμεων, ἐφ’ ὧν διοικεῖται τὸ σῶμα, ταῖς δυσὶ μέν εἰσιν ἰσχυρότερα τὰ παιδία τῶν ἄλλων, ἀσθενέστερα δὲ τῇ μιᾷ τῇ κατὰ τὰ νεῦρα, διὸ καὶ σπᾶται μὲν ἑτοιμότατα. πάλιν δὲ εἰς τὸ κατὰ φύσιν ἐπανέρχεται ῥᾳδίως. τοῖς δὲ τελείοις οὔτε γίνεται ῥᾳδίως οὔτε καθίσταται τὰ σπασμώδη πάθη διὰ τὴν ἰσχὺν τῆς κατὰ τὰ νεῦρα δυνάμεως. γίνεται μὲν 

294
οὖν σπασμὸς καὶ χωρὶς πυρετῶν ἐν ταῖς σφοδραῖς πάνυ ψύξεσι καὶ πλήθει χυμῶν ἀπέπτων τε καὶ παχέων, ἔτι τε φλεγμοναῖς ἐν νεύροις καὶ τένουσιν, ὅταν εἰς συμπάθειαν ἄγωσι τὴν ἀρχήν. ἀλλὰ νῦν ὁ λόγος αὐτῷ περὶ τῶν ἐν πυρετοῖς γινομένων σπασμῶν ἐστιν, ὥσπερ ἐξ ἀρχῆς ὑπέθετο διελθεῖν προγνώσεις, ἐπί τε τῶν ὀξέων νοσημάτων καὶ ὅσα τούτων μεταπιπτόντων γίνεται. τοὺς μὲν οὖν ἐν τοῖς τοιούτοις νοσήμασι σπασμοὺς ἐπὶ τῶν ηὐξημένων ἐκεῖνα τὰ σημεῖα δηλώσει τὰ μάλιστα ταῖς χαλεπαῖς ἐπιφαινόμενα φρενίτισι καὶ μάλισθ’ ὅσα διαστρεφομένων γίνεται τῶν ἐν τῷ προσώπῳ μορίων ἢ ὀδόντων πριομένων ἢ ὀφθαλμῶν ἀστηρίκτων ἢ διεστραμμένων. ἐπὶ δὲ τῶν παίδων ἀρκεῖ καὶ τὸ ἀγρυπνῆσαι μόνον. ἐνίοτε δὲ καὶ φοβηθῆναι σφοδρῶς, ὅπερ ὠνόμασεν ἐκπλαγῆναι καὶ τὸ κλαῦσαι μετ’ ἐντάσεως σφοδροτέρας καὶ τὸ τὴν γαστέρα μὴ διαχωρῆσαι. ταῦτα μὲν οὖν ὡς αἴτια. σημεῖα δὲ τοῦ σπασθήσεσθαι πρὸς τοῖς τοιούτοις αἰτίοις τὰ παρὰ φύσιν χρώματα δηλοῦντα
295
τῶν χυμῶν τὴν μοχθηρίαν, ἐφ’ οἷς εἴωθε σπᾶσθαι. χλωρὸν μὲν γὰρ ἢ πελιδνὸν μοχθηρὸν τῇ ποιότητι δηλοῖ τὸν χυμὸν, ἐρυθρὸν δὲ πλῆθος αἵματος ἐνδείκνυται.

Τοὺς δὲ ἀπολλυμένους τε καὶ περιεσομένους τῶν παιδίων καὶ τῶν ἄλλων τεκμαίρεσθαι τοῖσι ξύμπασι σημείοισιν, ὡς ἐφ’ ἑκάστοισιν διαγέγραπται.

Τοῦτο καὶ πρόσθεν εἴρηκε καὶ νῦν ἀναμιμνήσκει καὶ μετ’ ὀλίγον αὖθις ἐρεῖ, διότι χρησιμώτατόν ἐστι, καὶ ὅμως οὐκ ἀκούουσιν αὐτοῦ πολλοὶ τῶν ἰατρῶν, ἀλλ’ ἐνίοτε θεασάμενοί τι τῶν κακῶν σημείων, ἐφ’ ὧν συνέβη ζῆσαι τὸν ἄνθρωπον, ἐπεγκαλοῦσιν ὡς ψευσαμένῳ, καθάπερ αὖθις ἀγαθῶν φανέντων, ἀπολλυμένου τοῦ κάμνοντος, οὐκ ἀληθεύειν φασὶ τὸν Ἱπποκράτην μηκέθ’ ὁρῶντες ὡς ἐνίοτε μὲν ὑπὸ πολλῶν ἀγαθῶν σημείων ἓν νικᾶται κακὸν ἰσχυρὸν, ἐνίοτε δὲ ἔμπαλιν ὑπὸ πολλῶν κακῶν ἓν ἀγαθὸν τὸ ἰσχυρόν.

296
Ταῦτα δὲ λέγω περί τε τῶν ὀξέων νουσημάτων καὶ ὅσα ἐκ τουτέων γίνεται.

Καὶ τοῦτο καθάπερ καὶ τὸ πρότερον ἔγραψεν Ἱπποκράτης ἀπομαντευσάμενος τῆς ἀμελείας τε ἅμα καὶ προπετείας τῶν ἀναγνωσομένων αὐτοῦ τὰ βιβλία καὶ ζητησόντων ἂν, ὅπως ἐν αὐτῷ μνημονεύει τεσσαρακοστῆς τε καὶ ἑξηκοστῆς ἡμέρας, ἐμπύων τε καὶ ὑδερικῶν καὶ τεταρταίων πυρετῶν. ὅπου γὰρ καὶ γράψαντος αὐτοῦ σαφῶς ὅτι μὴ περὶ μόνων τῶν ὀξέων, ἀλλὰ καὶ τῶν ἐκ μεταπτώσεως τούτων εἰς χρόνου μῆκος ἐκτεινομένων ὁ λόγος αὐτῷ γέγονεν, ὅμως τοιαῦτα ζητοῦσι, τί ποτ’ ἐξεπράξαντ’ ἂν, εἰ μὴ τοῦτ’ ἐποίησε.

Χρὴ δὲ τὸν μέλλοντα ὀρθῶς προγινώσκειν τοὺς περιεσομένους καὶ τοὺς ἀποθανουμένους, ὅσοισί τε ἂν μέλλῃ πλέονας
297
ἡμέρας παραμένειν τὸ νούσημα καὶ ὅσοισιν ἂν ἐλάσσους, τὰ σημεῖα ἐκμανθάνοντα πάντα, διακρίνειν λογιζόμενον τὰς δυνάμεις αὐτέων πρὸς ἀλλήλας, ὥσπερ διαγέγραπται περί τε τῶν ἄλλων καὶ τῶν οὔρων καὶ τῶν πτυέλων, ὅταν ὁμοῦ πῦόν τε ἀναβήσσῃ καὶ χολήν.

Ὅτι μὲν ἀεὶ χρὴ πάντα θεάσασθαι τὰ σημεῖα καὶ μὴ πιστεύειν ἑνὶ καὶ διὰ τῶν ἔμπροσθεν εἶπεν, ἀλλὰ νῦν γε προσέθηκε τὸ χρησιμώτατον τοῦ λόγου. φησὶ δ’ εἶναι τοῦτο τὸ τὰς δυνάμεις ἐκλογίζεσθαι τῶν σημείων, οὐχ ἁπλῶς οὐδὲ ταύτας, ἀλλὰ μετὰ τοῦ παραβάλλειν ἀλλήλαις. ἔστι μὲν γὰρ ἔνια τῶν σημείων καὶ αὐτὰ καθ’ ἑαυτὰ μοχθηρὰ, μᾶλλόν τε καὶ ἧττον, ὧν τὰς δυνάμεις ἐκμετρεῖσθαι χρὴ τοῖς ῥήμασιν, ὡς καὶ πρόσθεν ἐδείκνυεν, ἢ θανατῶδες εἰπὼν ἢ θανατωδέστερον ἢ ὀλέθριον κάρτα, καί που προσθεὶς τὸ ἤδη, κἀπὶ τῶν ἀγαθῶν πάλιν ὁμοίως ἢ σωτήριον ἢ περιεστηκὸς ἁπλῶς ἢ μεγάλην δύναμιν ἔχον ἢ καὶ μετὰ τοῦ κάρτα. πλέον γάρ ἐστι τὸ φάναι τὸ κάρτα μεγάλην

298
δύναμιν ἔχειν εἰς σωτηρίαν, τοῦ ψιλοῦ καὶ μόνου τοῦ μεγάλην δύναμιν ἔχειν. ἀλλὰ νῦν γε πρὸς ἀλλήλας φησὶ χρῆναι παραβάλλειν τὰς δυνάμεις, οὐ τῶν ὁμογενῶν μόνων σημείων, οἷον ἀγαθῶν πρὸς ἀγαθὰ καὶ κακῶν πρὸς κακὰ, ἀλλὰ καὶ τῶν ἀγαθῶν πρὸς κακά. διὰ γὰρ τῆς παραβολῆς ταύτης καὶ τὰ παρὰ λόγον γινόμενα ᾐνίξατο. πρῶτον μὲν γὰρ γνωριοῦμεν ὅτι παρὰ λόγον ἐγένετο, δεύτερον δὲ οὐ καταπλαγησόμεθα, καὶ τρίτον ἐπισκεψόμεθα διὰ τί γέγονεν ἢ τί δηλοῦν πέφυκεν. εἴρηται μὲν οὖν ἅπαντα ταῦτα κατὰ τὰς ἡμετέρας πραγματείας καὶ μάλιστα τὴν περὶ κρίσεων. οὐ χεῖρον δὲ καὶ καὶ νῦν ἕνεκα παραδείγματος ἀναμνῆσαί τινων ἀπὸ κοινῆς ἀρχῆς ἀρξαμένων ἁπάσης τῆς προγνωστικῆς τέχνης. ἐπισκέπτεσθαι γάρ σε χρὴ πρῶτον ἁπάντων εἴθ’ ἓν ἐξαιρέτως πέπονθε μόριον εἴτε τῶν ἐν τοῖς ἀγγείοις χυμῶν ἐστι τὸ νόσημα. δεύτερον δὲ κατὰ τίνα μάλιστα δύναμιν ὁ κίνδυνός ἐστι τῷ κάμνοντι. προείρηται δ’ ὅτι τρεῖς εἰσιν. εἶθ’ ἑξῆς τὰ τῆς δυνάμεως ἐκείνης ἀγαθά τε καὶ κακὰ γνωρίσματα. φέρε γὰρ ἀπαθῆ 
299
μὲν εἶναι τὴν ἀπ’ ἐγκεφάλου δύναμιν, ἀπαθῆ δὲ καὶ τὰ μόρια τοῦ σώματος, ἐπὶ τοῖς χυμοῖς δὲ μόνοις σηπομένοις, ἔχοντος τὴν ὑπόθεσιν ὅλου τοῦ νοσήματος, ὅπερ ἐστὶ πυρετώδους ὄντος. εἶτα τούτων οὕτως ἐχόντων ἀπ’ ἀρχῆς φαίνεσθαι πάντα ἐν τοῖς οὔροις ἀγαθὰ σημεῖα, τοῦτον τὸν ἄνθρωπον ἀδύνατον ἀποθανεῖν, ὥστε κἂν ἐπιφαίνηταί τι σύμπτωμα φοβερὸν, οὐ μόνον οὐ καταπλαγήσῃ, καθάπερ πολλοὶ τῶν ἰατρῶν, ἀλλὰ καὶ κρίσεως αὐτὸ μηνυτικὸν ἡγήσῃ. καὶ γὰρ ὀδυνῶνται κεφαλὴν καὶ παρανοοῦσι καὶ βλέπουσιν ὀρφνώδη τε καὶ ξανθὰ καὶ ἀμβλυώττουσι καὶ καρδιαλγοῦσι καὶ δυσπνοοῦσιν, ὑποχόνδριά τε συντείνονται λόγῳ κρίσεως, αὖθις δὲ διαχωρήματα κακοήθη καὶ πτύσματα, καί τινες ἔμετοι γινόμενοι καὶ μόρια μελαινόμενα καὶ σηπόμενα καὶ νεκρούμενα τὸν ἄνθρωπον ἀποφαίνει κατὰ πάντα βελτίω. καὶ γὰρ εὐπνούστεροι καὶ εὐορεκτότεροι καὶ εὐϋπνότεροι καὶ ἀνωδυνώτεροι καὶ κατὰ τὰς ἀναστάσεις κουφότεροι καὶ τὸ σύμπαν εὐφορώτεροι, πολλάκις ἐπὶ ταῖς τοιαύταις ἀποκρίσεσιν οἱ κάμνοντες ἐγένοντο, φανερῶς ἐνδεικνυμένων τῶν
300
κενουμένων ἐκκαθαίρεσθαι τὸ σῶμα, τῆς φύσεως ἐκ παραδόξου τὴν ἔμπροσθεν ἧτταν ἀναμαχομένης. ἅπαντα δὲ ταῦτα δυνάμει προείρηται καὶ διώρισται κατὰ τὸ βιβλίον τοῦτο καὶ μόνα τὰ παρὰ τῶν σφυγμῶν αὐτοῖς γε χρὴ προσθεῖναι γεγραμμένα πρὸς ἡμῶν ἐν τῇ περὶ τῶν σφυγμῶν πραγματείᾳ σαφῶς πάντα, μηδαμόθεν παρακειμένων Σφιγγὸς αἰνιγμάτων, οἷα μυρία γεγράφασιν οἱ περὶ τὸν Ἀρχιγένην. ταῦτ’ οὖν ἅπαντα πρόχειρα τῇ μνήμῃ φυλάττων ἐπίβλεπε παραβάλλων ἀλλήλοις. ἐξ αὐτῶν γὰρ δυνήσῃ προλέγειν καὶ τὰ παραλειπόμενα πρὸς τῶν ἀῤῥώστων, ἐνίοτε μηδ’ αὐτοῖς τοῖς οἰκείοις αὐτῶν ἀκριβῶς γινωσκόμενα, ὡς ἐμὲ πολλάκις ἐθεάσασθε τοῦτο μὲν ἐπὶ τῶν πριόντων τοὺς ὀδόντας εἰπόντα φύσει τὸ σύμπτωμα τοῦθ’ ὑπάρχειν αὐτοῖς, ὡς νομίσαι τοὺς ἀκούοντας οἰκείους, οὐκ ἐξ ἰατρικῆς, ἀλλ’ ἀπὸ μαντικῆς τέχνης γεγονέναι τὴν πρόῤῥησιν. ἐνίοτε δ’ ἐπὶ τῶν κοιμωμένων παρηνεῳγμένοις τοῖς ὀφθαλμοῖς, ὅτι καὶ τοῦθ’ ὑπάρχει φύσει. καί τινος ἐπὶ τὰ στέρνα κατακειμένου καὶ τοῦτο ἀναγκαῖον ὑπάρχειν αὐτῷ
301
φύσει. γυναικὸς δέ τινος ὤφθη ποθ’ ἡμῖν εἰσελθοῦσιν ὁ δεξιὸς ὀφθαλμὸς ὑπερέχειν θατέρου πολλῷ δή τινι, περὶ ἧς ἔφην, ἔμπροσθεν τῆς νόσου γεγονέναι τὴν προπέτειαν. ἐπ’ ἄλλου δὲ κοιλότητα τῶν κροτάφων μεγίστην, ὁρωμένου κἀκείνου πρῶτον τότε, κατὰ φύσιν ὑπάρχειν ἔφην αὐτὴν, ἄλλου δὲ ὑφαίμους τοὺς ὀφθαλμοὺς εἶναι φύσει. παρεσπασμένον δ’ ἐφ’ ἑτέρου τινὸς μέρος ὀφρύων ἢ ὀφθαλμῶν ἢ χειλῶν εἶπον. ἔνια δὲ καὶ πρὸ τοῦ νοσήματος ἔκ τινος ἔξωθεν αἰτίας γεγονέναι, καὶ μὲν δὴ καὶ διαλείποντα σφυγμὸν ἑτεροσφυξίαν τε καὶ τοιαῦθ’ ἕτερα φύσει τισὶν ὑπάρχειν ἔφην, ἀγνοούμενα καὶ τοῖς κάμνουσιν αὐτοῖς ἐνίοτε καὶ σωθέντων αὐτῶν, ὤφθησαν παραμένοντα φωνάς τε τραχείας ἢ βραγχώδεις ἢ κλαγγώδεις τῷ μὲν φύσει, τῷ δὲ πρὸς τῆς νόσου γενομένας, περὶ ὧν ἐπὶ πλέον ἐν τῇ περὶ τοῦ προγινώσκειν πραγματείᾳ διεληλυθὼς οὐδὲν δέομαι ἐπαναλαμβάνειν νῦν, ἀλλὰ τὸ κεφάλαιον ἀρκεῖ τῆς τῶν τοιούτων εὑρέσεως εἰπόντα καταπαῦσαι τὸν λόγον. ὅταν γὰρ ἐκ τῶν
302
ἄλλων ἁπάντων ἀκίνδυνον φαίνεται τὸ νόσημα, τὸ τοιοῦτον φοβερὸν σύμπτωμα φύσει παρεῖναι γίνωσκε ἢ πάντως γε πρὸ τῆς νόσου γεγονέναι διὰ φανεράν τινα αἰτίαν, ὥστε καὶ ἐμοὶ καὶ Ἱπποκράτει πιστεύσαντες ἐπισκέπτεσθε, καθότι προείρηται, τὰς τῶν σημείων δυνάμεις ἐκλογιζόμενοι, καθάπερ, φημὶ, προεῖπεν. αὐτὸς γὰρ τοῦ παραδείγματος ἐμνημόνευσεν, ὅταν ὁμοῦ τε πῦον ἀναβήσσῃ καὶ χολήν. εἴρηται δ’ αὐτῷ τοῦτο κατά γε τὴν ῥῆσιν ἐκείνην ἧς ἡ ἀρχή· τῶν δὲ ἐμπυημάτων ὅσα μὲν ἔτι χολώδεος ἐόντος τοῦ πτυέλου ἐκπυΐσκονται, ὀλέθρια κάρτα εἴτ’ ἐν μέρει τὸ χολῶδες τῷ πύῳ ἀναπτύοιτο εἴτε ὁμοῦ. κατὰ ταύτην γὰρ τὴν ῥῆσιν ἠξίωσε θεωρεῖν ἀκριβῶς ἅπαντα τὰ τῷ κάμνοντι συνυπάρχοντα καὶ διῆλθέν γε ἔνια αὐτῶν, τῶν μὲν ἀγαθῶν οὕτως ἀρξάμενος. ἔστι δὲ τὰ μὲν ἀγαθὰ ταῦτα εὐπετέως φέρειν τὸ νόσημα, εὔπνοον εἶναι τῆς ὀδύνης ἀπηλλάχθαι, τὸ πτύελον ῥηϊδίως ἀναβήσσειν. εἶτα ἐφεξῆς αὐτὰ διελθὼν πάντα τῶν κακῶν αὖθις ἀρχόμενός φησι. κακὰ δὲ τὰ ἐναντία τούτων δυσπετέως φέρειν τὸ νόσημα πνεῦμα μέγα καὶ πυκνὸν
303
εἶναι, τὴν ὀδύνην μὴ παύεσθαι, τὸ πτύελον μόγις ἀναβήσσειν, διψῇν κάρτα, τὸ σῶμα ὑπὸ τοῦ πυρὸς ἀνωμάλως ἔχεσθαι. αὕτη σοι καὶ ἡ τῶν μοχθηρῶν σημείων ἀρχὴ τῆς διδασκαλίας ἔμπροσθεν ὑπ’ αὐτοῦ γεγενημένης κατὰ τὴν προειρημένην ἐπὶ τῶν πτυσμάτων ὧν ἔγραψε ὑπόθεσιν. ὡς οὖν, φησὶν, ἐπὶ τούτων εἶπον, οὕτως ἐπὶ πάντων πρᾶττε μηδὲν παραλείπων, ἀλλὰ κατὰ μέρος ἐκλογιζόμενος ἑκάστου σημείου τὴν δύναμιν, εἶθ’ οὕτως παραβάλλων ἀλλήλοις αὐτά.

Χρὴ δὲ καὶ τὰς φορὰς τῶν νουσημάτων τῶν ἀεὶ ἐπιδημεόντων ταχέως ἐνθυμεῖσθαι καὶ μὴ λανθάνειν τὴν τῆς ὥρης κατάστασιν.

Εἰς τὸ προγνῶναι τὰ γενησόμενα τοῖς κάμνουσι συμπτώματα, μέγιστον συντελεῖ καὶ ἡ τῶν ἐπιδημούντων νοσημάτων γνῶσις, ἤδη τε ἐνεστῶτα καὶ μέλλοντα ἔσεσθαι. διείλεκται δ’ αὐτὸς ἐν κεφαλαίοις βραχέσι κατὰ τοὺς ἀφορισμοὺς, 

304
τά τε καθ’ ὥραν ἑκάστην πλεονάζοντα καὶ τὰ τῇ παρούσῃ τε καὶ προγεγονυίᾳ καταστάσει συνεπόμενα. τοῦ μὲν γὰρ ἦρος ἔφη πλεονάζειν τὰ μελαγχολικὰ καὶ τὰ μανικὰ καὶ τὰ ἄλλα ἐφεξῆς ὅσα κατέλεξεν, ἅ τε τοῦ ἦρός εἰσιν ἴδια καὶ τῶν ἄλλων ὡρῶν, ὅταν δηλονότι φυλάττωσι τὰς οἰκείας φύσεις. εἰ δὲ μὴ φυλάττοιεν, ἐπιδημήσειν φησὶν ἕτερα νοσήματα, τῇ γενομένῃ καταστάσει προσήκοντα· καὶ τούτων ἐδίδαξε τίνα μὲν ἐξ ὑστέρου γενήσεται, τίνα δὲ εὐθὺς ἅμα τῇ πρώτῃ καταστάσει. περὶ μὲν οὖν τῶν ὕστερον ἐπιγινομένων ᾧδέ πως ἐδίδαξεν· ἢν μὲν ὁ χειμὼν αὐχμηρὸς καὶ βόρειος γένηται, τὸ δὲ ἔαρ ἔπομβρον καὶ νότιον καὶ τὰ ἄλλα ὅσα τούτων ἐφεξῆς φησι· περὶ δὲ τῶν ἐν αὐταῖς ταῖς παρούσαις καταστάσεσιν, ἐν οἶς φησι· τῶν δὲ καταστάσεων τοῦ ἐνιαυτοῦ τὸ μὲν ὅλον οἱ αὐχμοὶ τῶν ἐπομβρίων εἰσὶν ὑγιεινότεροι καὶ τἄλλα ὅσα τούτων ἐφεξῆς. ἐν ἀφορισμοῖς μὲν οὖν διὰ κεφαλαίων ἐδίδαξε περὶ τῶν ἐπιδημίων νοσημάτων, ἐν δὲ τοῖς τῶν ἐπιδημιῶν βιβλίοις ἐπὶ τὰ κατὰ μέρος ἧκεν. ὁπόση δ’ ἐστὶ καὶ τούτων αὐτῶν
305
ἡ χρεία, καί τοι δοκούντων ἐν τοῖς καθόλου περιέχεσθαι, λεχθήσεται κατὰ τὰ τῶν ἐπιδημιῶν ὑπομνήματα, τούτοις ἀκολούθως γραφησόμενα. νυνὶ δὲ τὸ κεφάλαιον ἐρῶ τῆς ὅλης προγνώσεως, ὑπὲρ οὗ τὸν λόγον ὁ Ἱπποκράτης ἐποιήσατο κατὰ τὴν προκειμένην ῥῆσιν. οἷς γὰρ εἴρηκε σημείοις ἐν τῷ προγνωστικῷ τούτῳ βιβλίῳ τῶν νοσημάτων αὐτῶν ἰδίοις, τούτοις ἀξιοῖ προστίθεσθαι τὰ διὰ τὸ περιέχον γινόμενα. φέρε γὰρ ὦφθαί τινα σημεῖα κατὰ τὸν λόγον τοῦ νοσήματος αἱμοῤῥαγίας, εἶναι δὲ καὶ τὴν ὥραν ἐαρινὴν, ἔτι μᾶλλον ἐλπὶς ἔσεσθαι τὴν αἱμοῤῥαγίαν. εἰ δὲ καὶ ἡ παροῦσα κατάστασις εἴη θερμὴ καὶ ὑγρὰ, πολλῷ δὴ μᾶλλον καὶ ἡ τῶν προγεγενημένων δυοῖν ἢ τριῶν ὡρῶν κατάστασις, εἰ αἵματος εἴη γεννητικὴ, ἔτι καὶ μᾶλλον ἐλπὶς ἔσεσθαι τὴν αἱμοῤῥαγίαν· ὥσπερ οὖν ὁ λόγος ἐπὶ τῆς αἱμοῤῥαγίας, οὕτω καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων. ἀρκέσει δὲ εἰπεῖν ἓν ἔτι παράδειγμα γενησομένων ἱδρώτων. ἐν καύμασιν ἀνύδροις
306
πυρετοὶ ἀνιδρῶτες τὰ πλεῖστα, τοῖσι δὲ ἐπὶ ψεκάσιν ἱδρωτικώτεροι γίνονται. δῆλον οὖν ὅτι πρὸς τοῖς ἄλλοις σημείοις ὅσα τοῦ νοσήματός ἐστιν ἴδια, δηλωτικὰ γενησομένων ἱδρώτων ἔτι καὶ τοῦ περιέχοντος ἡ κατάστασις προσερχομένη τὴν ἐλπίδα τοῦ γενησομένου βεβαιοτέραν ὑπογράφει.

Εὖ μέντοι χρὴ εἰδέναι περὶ τῶν τεκμηρίων καὶ τῶν ἄλλων σημείων καὶ μὴ λανθάνειν ὅτι ἐν παντὶ ἔτει καὶ πάσῃ ὥρῃ τά τε κακὰ κακὸν σημαίνει καὶ τὰ χρηστὰ ἀγαθόν.

Οὐ παρὰ τοῖς ἰατροῖς μόνον, ἀλλὰ καὶ παρὰ τοῖς ῥήτορσιν ἐζήτηται τίνι διαφέρει σημείου τεκμήριον, οὐκ ἐν σημαινομένοις μόνον, ὡς ἄλλοτι, τοῦ προβλήματος ἔχοντος τὴν σύστασιν, ἀλλὰ καὶ πραγμάτων ἐφαπτομένου. χρὴ γὰρ εὑρεῖν τινα φύσιν διττὴν πραγμάτων, ἀφ’ ὦν οἱ μὲν ἰατροὶ προγινώσκουσιν, οἱ δὲ ῥήτορες ἀποδεικνύουσιν ἢ πείθουσιν

307
ἐπὶ μὲν οὖν τῶν εἰς τὰς ἀποδείξεις λαμβανομένων, εἴτ’ ἐπιστημονικάς οὔσας εἴτε πιθανὰς, ἡ διαφορὰ μὲν μία ἐστὶν ἀναγκαία τε καὶ διὰ παντὸς ἔχουσα τὸ ἕτερον τῷ ἑτέρῳ ἑπόμενον, ἐξ ὧν ἡ πρότασις σύγκειται. ἄλλη δ’ οὐκ ἀναγκαίως οὐδὲ διὰ παντὸς, ἀλλ’ ὡς τὸ πολὺ μόνον. ἔτι δὲ κατ’ ἄλλην διαφορὰν ἡ μὲν ἐκ τηρήσεώς ἐστιν ἐμπειρικῆς, ἡ δὲ ἐξ ἀκολουθίας λογικῆς, ὅπερ ἐστὶν ἔνδειξις. αὕτη μέν ἐστι τῶν πραγμάτων ἡ διαφορά. τοῖς δ’ ὀνόμασιν ἐπ’ αὐτῶν οὐχ ὁμοίως ἐχρήσαντο πάντες, ἀλλ’ οἵ γε χαριέστεροι, παρίημι γὰρ ἑκὼν τοὺς ἄλλους, ἐπὶ μὲν τῇ προτέρᾳ τομῇ κατὰ τοῦ διηνεκῶς μὲν ἓν ὁτιοῦν δηλοῦντος ἀξιοῦσι χρῆσθαι τῇ τοῦ τεκμηρίου προσηγορίᾳ, σημεῖον δ’ ὀνομάζουσι τὸ ἕτερον, ἐπὶ δὲ τῇ δευτέρᾳ τὸ μὲν ἐκ τηρήσεως σημεῖον, τὸ δ’ ἐξ ἐνδείξεως τεκμήριον. ὅτι μὲν οὖν οὕτω χρῶνται τοῖς ὀνόμασιν οἱ Ἕλληνες οὐκ ἰατροῖς μόνον ἐπίστασθαι χρήσιμον, ἀλλὰ κἀκείνοις ὅσοις τῇ τέχνῃ προσήκει τὸ ἑλληνίζειν.
308
ὅτι δὲ εἴς τε τὰς ἀποδείξεις καὶ τὰς προγνώσεις ἡ εἰρημένη διαφορὰ τῶν πραγμάτων ἐγνῶσθαι χρησιμωτάτη πρόδηλον εἶναι παντὶ νομίζω. τό γε μὴν ἀμφότερα τὴν ἑαυτῶν ἀεὶ διαφυλάττειν δύναμιν, ὅσα τε ἀγαθόν τι δηλοῖ καὶ ὅσα τι κακὸν, ἄξιον ἐπισκέψεώς ἐστιν. ἐν γοῦν τοῖς ἀφορισμοῖς αὐτὸς εἶπεν, ἐν ταῖς νούσοις ἧττον κινδυνεύουσιν οἱ νοσέοντες, οἷς ἂν οἰκείη τῆς φύσεως καὶ τῆς ἡλικίας καὶ τῆς ἕξιος καὶ τῆς ὤρης ἡ νοῦσος ᾖ μᾶλλον ἢ οἶσιν ἂν μὴ οἰκείη κατὰ τι τουτέων. τοῦτ’ οὖν πρὸς τὸ νῦν εἰρημένον οὐ διαφέρεται, κακὸν μὲν γάρ τι σημαίνειν ἔφη τὰ κακὰ διὰ παντὸς, οὐ μὴν ὅτι γε ὡσαύτως ἢ οὐχ ὡσαύτως ἔτι προσέγραψεν, ὁ εἰρημένος ἀφορισμός. οὐδέτερον δὲ μετατίθησιν εἰς τὴν ἐναντίαν φύσιν, ἀλλ’ ἦττον καὶ μᾶλλον ὑπάρχειν αὐτοῖς τοῦτό φησι, παρά τε τὰς φύσεις καὶ τὰς ἡλικίας καὶ τὰ ἄλλα ὅσα κατέλεξεν, ὥστε κατὰ τοῦτο μὲν οὐκ ἂν ἐναντία λέγοιτο πρὸς Ἱπποκράτους, κατ’ ἐκεῖνο δὲ μᾶλλον, ὅταν εἴπῃ τοῖσι μὴ κατὰ λόγον κουφίζουσιν οὐ δεῖ πιστεύειν οὐδὲ φοβεῖσθαι λίην τὰ μοχθηρὰ 
309
γινόμενα παρὰ λόγον· τὰ γὰρ πολλὰ τῶν τοιουτέων ἐστὶν ἀβέβαια καὶ οὐ πάνυ τι διαμένειν οὐδὲ χρονίζειν εἴωθε. διὰ τοῦτο γοῦν αὐτὸ προσέγραψεν ἐν τῷ προγνωστικῷ τὴν νῦν ἡμῖν προκειμένην ῥῆσιν. ἐν μὲν γὰρ τοῖς συμπτώμασι γίνεταί τις μετάπτωσις ἔκ τε τῶν πονηρῶν εἰς ἀγαθὰ κἀκ τῶν ἀγαθῶν εἰς πονηρά. τῶν δὲ σημείων οὐδὲν εἰς τοὐναντίον μεταπίπτειν πέφυκεν, ἀλλ’ ἧττον μὲν καὶ μᾶλλον ἤτοι κακόν τι σημαίνειν ἢ ἀγαθὸν, οὐ μὴν ἀγαθὸν μὲν νῦν, αὖθις δὲ κακὸν, ἢ κακὸν μὲν νῦν, αὖθις δ’ ἀγαθόν. ὅσα γοῦν ἐν τοῖς οὔροις εἶπεν εἶναι κακὰ σημεῖα, ταῦτ’ οὐκ ἄν ποτε ἀγαθὰ γένοιτο, καθάπερ οὐδὲ τῶν ἀγαθῶν οὐδὲν κακόν. οὕτως δὲ καὶ ὅσα περὶ τῶν πτυσμάτων ἢ διαχωρημάτων ὡς ἀγαθῶν ἢ κακῶν εἴρηκεν οὐδὲν εἰς τοὐναντίον μεταπίπτει. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐδὲ ὅσα περὶ τὸ πρόσωπον εἶπε γίγνεσθαι σημεῖα κατὰ χρόαν ἢ ὄγκον ἢ σχῆμα καὶ περὶ κατακλίσεων δὲ καὶ τοῦ πελιδνοῦσθαι καὶ μελαίνεσθαι μόριον ἢ ὁτιοῦν ἄλλο τοιοῦτον πάσχειν. ἅπαντα γὰρ διαφυλάττει τὴν οἰκείαν δύναμιν οὐ
310
κατὰ τὸ μέγεθος δηλονότι, προείρηται γὰρ ὅτι τὸ μᾶλλον δέχεται καὶ ἧττον, ἀλλὰ κατὰ γένος, ἐπεὶ μήτε τῶν ἀγαθῶν οὐδὲν εἰς τὸ τῶν κακῶν μεταπίπτει γένος, ἐκείνων τε οὐδὲν εἰς τὸ τῶν ἀγαθῶν. ὅταν γε δηλονότι μετὰ τῶν οἰκείων ἐξετάζηται διορισμῶν, οὐ μὴν ἐπί γε τῶν συμπτωμάτων οὕτως ἔχει. καὶ γὰρ δυσπνοοῦσιν ἔνιοι καὶ παραφρονοῦσι καὶ ὑποχόνδριον ἀνασπῶνται καὶ μαρμαρυγὰς ὁρᾷν οἴονται καί τινα ὀρφνώδη προφαίνεσθαι κρίσεως λόγῳ, καὶ μὴν καὶ καρδιαλγεῖν καὶ χεῖλος τὸ κάτω σείεσθαι καὶ παρωτίδας καί τινα ἑτέραν ἀπόστασιν ἔχειν. ἅπαντα γὰρ φαίνεται ταῦτα ποτὲ μὲν, ὡς εἴρηται, κρίσεως λόγῳ γινόμενα, ποτὲ δὲ αὐξανομένοις νοσήμασιν ἑπόμενα, καθὸ κἀκεῖνο δεόντως εἴρηται πρὸς αὐτοῦ· τὰ κρίσιμα μὴ κρίνοντα τὰ μὲν θανατώδεα, τὰ δὲ δύσκριτα· διώρισται δ’ ἡμῖν ὑπὲρ ἁπάντων τῶν τοιούτων ἐν ἄλλοις τέ τισι κἀν τοῖς περὶ κρίσεων, ὥστε μηδὲν εἰς τὸ προγινώσκειν ἐνδεῖν καὶ διὰ τοῦτο, ὅπερ ἀεὶ συμβουλεύω καὶ νῦν διελθεῖν οὐκ ὀκνήσω.
311
πρῶτα μὲν καὶ μάλιστα σπουδάζειν φημὶ μαθεῖν ὅσα τῆς ἰατρικῆς ἐστιν ἔργα· τὰ δ’ ἄλλα ὅσα τοιαῦτα τινὰ μὲν ἐν φωνῇ καὶ σημαινομένῳ τὴν ζήτησιν ἔχοντα, τινὰ δὲ λογικῆς ἐχόμενα θεωρίας, ὕστερόν ποτε καὶ κατὰ πολλὴν σχολὴν μεταχειρίζεσθαι, καθάπερ καὶ νὺν ἐπὶ τῶν σημαινομένων ἔκ τε τοῦ τεκμήριον ὀνόματος καὶ τοῦ σημεῖον. ἐπειδὴ γὰρ ὅσον ἐστὶ χρήσιμον εἰς τὴν τέχνην εἴρηταί μοι, προσθήσω τι καὶ τῆς τούτων ἐξηγήσεως ἐχόμενον, ἕτερον ὧν ἔμπροσθεν εἶπον. ἔστι δὲ τοῦτο τοιόνδε· τῶν κρισίμων συμπτωμάτων ἐγχωρεῖ κατηγορῆσαι τὸ σημεῖον ὄνομα, τὸ μέντοι τεκμήριον οὐκ ἐγχωρεῖ. μόνα γὰρ ἐκεῖνα σημεῖά τε ἅμα καὶ τεκμήρια καλοῦσιν οἱ Ἕλληνες, ἐξ ὧν ἔνεστι τεκμήρασθαί τι περὶ τῆς σωτηρίας ἢ ἀπωλείας τοῦ κάμνοντος, ἃ περιλαβὼν ἄν τις ἑνὶ κεφαλαίῳ φαίη γνωρίσματ’ εἶναι τῶν διοικουσῶν τὸ σῶμα δυνάμεων, ὅπως ἔχωσιν ἀῤῥωστίας ἢ ῥώμης, ἐν οἷς δηλονότι καὶ τὰ τῆς ἀπεψίας τε καὶ τῆς πέψεως σημεῖα. τῶν δὲ κρισίμων συμπτωμάτων οὐδὲν ἔχει τοιαύτην φύσιν· ἀλλ’ ὅτι μὲν ἔσται κρίσις δηλοῦται
312
πρὸς αὐτῶν, ὥσπερ ὅτι δι’ ἐκκρίσεως ἢ ἀποστάσεως, ἔτι τε πρὸς τούτοις διά τινος ἐκκρίσεως ἢ ἀποστάσεως οἷον αἱμοῤῥαγίας ἢ ἐμέτων ἢ παρωτίδων. εἴτε δὲ ἀγαθὴ γενήσοιτο κρίσις ἢ κακὴ, διὰ τῶν τοιούτων σημείων οὐκ ἔνεστι τεκμήρασθαι. φαίνονται γὰρ οὐδὲν ἧττον ἢ εἰς ἀγαθὸν ἢ εἰς κακὸν αἱ τοιαῦται κρίσεις ἅπασαι τελευτῶσαι. καὶ διορισμὸν αὐτῶν ἐδίδαξεν ἡμᾶς βεβαιότατον οὐκ ἐκ συμπτωμάτων τινῶν γινόμενον, ἀλλ’ ἐκ σημείων τε καὶ τεκμηρίων τινῶν. πεπασμοὶ γὰρ, φησὶ, ταχύτητα κρίσιος, ἀσφάλειαν ὑγιεινὴν σημαίνουσιν. ὠμὰ δὲ καὶ ἄπεπτα ἢ ἐς κακὰς ἀποστάσιας τρεπόμενα ἢ ἀκρισίας ἢ χρόνους ἢ πόνους ἢ θανάτους ἢ τῶν αὐτέων ὑποστροφάς. ὥσθ’ ὅτι μὲν ἔσται κρίσις ἐκ τῶν κρισίμων συμπτωμάτων, ἃ δὴ καὶ σημεῖα κρίσιμα καλεῖν ἐγχωρεῖ, προγνῶναι δυνατόν ἐστιν, εἴτε δὲ εἰς ἀγαθὸν εἴτ’ εἰς κακὸν αὕτη τελευτήσει, διὰ τῶν πεπασμένων ἡ γνῶσις, ἐν οἷς πάλιν οὐ τοῦ γενήσεσθαι κρίσιν ἡ δήλωσις, ἀλλὰ τοῦ σωθήσεσθαι τὸν ἄνθρωπον ἢ τεθνήξεσθαι. ἔστω δέ σοι καὶ ἥδε πρὸς ταῖς εἰρημέναις
313
ἔμπροσθεν ἐξήγησις τῶν προσηγοριῶν, ἅμα χρησίμοις πράγμασιν εἰς τὴν τέχνην εἰρημένη. μέμνησο δὲ ὅτι καὶ τὰ κρίσιμα σημεῖα συμπτώματά ἐστι τῷ γένει δηλοῦντα τὰς ἐσομένας ἐκκρίσεις ἢ ἀποστάσεις. αὗται δὲ τοῦ λῦσαι τὴν νόσον ἢ καταλῦσαι τὴν δύναμιν αἴτια μὲν πρώτως, κατὰ συμβεβηκὸς δὲ καὶ σημεῖα γίνονται.

Ἐπεὶ καὶ ἐν Λιβύῃ καὶ ἐν Δήλῳ καὶ ἐν Σκυθίῃ φαίνεται τὰ προγεγραμμένα ἀληθεύοντα σημεῖα.

Οὐ κατὰ τὴν ἑαυτῷ συνήθη βραχυλογίαν τὸν περὶ τῶν χωρῶν ἐποιήσατο λόγον. ἐνῆν γὰρ αὐτῷ τῇ πρὸ ταύτης ῥήσει δύο συλλαβὰς προστιθέντι μηδὲν ἔτι δεῖσθαι ταύτης· προσθεὶς οὖν αὐτὰς ἐγὼ δείξω ἐναργῶς ὁποῖός τις ἂν ὁ λόγος ἐγεγόνει. εὖ μέντοι χρὴ εἰδέναι περὶ τῶν τεκμηρίων καὶ σημείων καὶ μὴ λανθάνειν ὅτι ἐν παντὶ ἔτει καὶ πάσῃ ὥρῃ καὶ χώρῃ τά τε κακὰ κακόν τι σημαίνει καὶ τὰ χρηστὰ 

314
ἀγαθόν. ἐν ταύτῃ τῇ ῥήσει τὸ χώρῃ προσθεὶς ἔδειξά σοι περιττὴν εἶναι τὴν νῦν προκειμένην ῥῆσιν. οὐδὲν γὰρ ἄλλο δι’ αὐτῆς ἐδιδάχθη ἢ τὰ σημεῖα τά τε ἀγαθὰ καὶ τὰ κακὰ ταὐτὸν ἑαυτοῖς σημαίνειν ἑκάτερα ἐν ἁπάσῃ ὥρῃ, κἂν θερμὴ κἂν ψυχρὰ κἂν εὔκρατος ᾖ. Λιβύης μὲν γὰρ ὡς θερμῆς, Σκυθίας δὲ ὡς ψυχρᾶς, Δήλου δ’ ὡς εὐκράτου καὶ μέσης ἀμφοῖν, ἕνεκα παραδείγματος ἐμνημόνευσεν.

Εὖ γοῦν χρὴ εἰδέναι ὅτι ἐν τοῖς αὐτοῖσι χωρίοισιν οὐδὲν δεινὸν τὰ πολλαπλάσια αὐτῶν ἐπιτυγχάνειν, ἢν ἐκμαθών τις αὐτὰ κρίνειν τε καὶ λογίζεσθαι ὀρθῶς ἐπίστηται.

Ὅπερ ἡμεῖς ἔμπροσθεν εἰρήκαμέν που κατὰ τὴν τοῦ λόγου χρείαν, τοῦτο νῦν ἔγραψεν ὁ Ἱπποκράτης, ὅτι τῷ καλῶς ἐκμαθόντι τὰς δυνάμεις τῶν σημείων ὑπάρξει, κἂν εἰ μὴ διὰ παντὸς ἀκριβῶς προγινώσκειν τὰ γενησόμενα, τὸ

315
γοῦν ἐπιτυγχάνειν πολλαπλάσιον τῶν ἀποτυγχανομένων, ἐν ᾧ δὴ καὶ βελτίων ἕτερος ἑτέρου τῶν ὁτιοῦν προγινωσκόντων ἐστί. τὸ μὲν γὰρ μηδέποτε ἁμαρτάνειν μεῖζον ἢ κατ’ ἄνθρωπον, τὸ δ’ ὡς ἥκιστα τεχνίτου μόνου. πολλῆς δὲ οὔσης καὶ κατ’ αὐτὸ τοῦτο διαφορᾶς ὁ μὲν ἐν τοῖς εἴκοσιν ἅπαξ ἀποτυγχάνων οὐκ ὀλίγῳ τινὶ βελτίων ἐστὶ τοῦ κατὰ δέκα διαμαρτάνοντος ἅπαξ, αὐτοῦ δὲ τούτου πάλιν ὁ ἐν τοῖς ἑκατὸν ἅπαξ ἀποτυγχάνων, ὥσπερ γε καὶ τούτου πάλιν ὁ ἐν τοῖς διακοσίοις. οὐκ οὖν ὀρθῶς ἡμᾶς ἐρωτῶσιν οἱ ἐμπειρικοὶ τί ᾖ τῶν ὡς τὸ πολὺ θεωρημάτων ἐκ τῆς τοῦ λόγου προσθήκης ἀδιάπτωτόν τε καὶ διηνεκὲς ἐποιησάμεθα. εἶτ’ οὐκ ἔχοντες δεῖξαι δοκοῦσιν ἐλέγχειν, ὡς ἐκ περιττοῦ τὸν λόγον προστιθέντας. εἰ γὰρ μὴ διηνεκῶς, ἀλλὰ πλεονάκις γ’ ἐκείνων, τοῦ τέλους τῆς τέχνης τυγχάνομεν, ὥσπερ ἐν τῷ προγινώσκειν τὰ μέλλοντα γενήσεσθαι τοῖς κάμνουσιν, οὕτω κἀν τῷ θεραπεύειν αὐτούς.

316
Ποθέειν δὲ χρὴ οὐδενὸς νουσήματος ὄνομα ὅ τι μὴ τυγχάνει ἐνθάδε γεγραμμένον, πάντα γὰρ ὁκόσα ἐν τοῖσι χρόνοισι τοῖσι προειρημένοισιν κρίνεται, γνώσῃ τοῖσι αὐτέοισι σημείοισι.

Τοῦτό μοι δοκεῖ προσθεῖναι κατὰ τὴν τελευτὴν τοῦ λόγου, διότι περὶ τῶν ὀξέων νοσημάτων καὶ ὅσα ἐκ τούτων γίνεται τὴν διδασκαλίαν ἔφησε πεποιῆσθαι κατὰ τοῦτο. μεμνημένος οὖν ὅτι τὰ μὲν πλεῖστα τῶν εἰρημένων ὑπ’ αὐτοῦ σημείων ἀγαθῶν τε καὶ κακῶν ἁπλῶς εἴρηται κατὰ πάντων κοινῇ τῶν νοσημάτων, ὀλίγα δ’ ἐπ’ ἐνίων ἀφωρισμένων, ἀνέμνησε καὶ ἡμᾶς αὐτοῦ μετὰ τοῦ προσθεῖναι τὸ μηδὲν παραλελεῖφθαι κατὰ τὸν λόγον, ὃ τάχα ἂν ἡμεῖς ᾠήθημεν εἶναι ψευδές· ἐπειδὴ τινῶν μὲν ἐμνημόνευσεν ὀνομαστὶ, τινῶν δ’ οὔ. τοῦτο γὰρ αὐτὸ δηλοῖ, μὴ μάτην ὑπ’ αὐτοῦ γεγονέναι μηδ’ ἄνευ τινὸς αἰτίας, ἀλλ’ ἐπειδὴ παρὰ τὰ ἄλλα διδασκαλίας ἐξαιρέτου τινὰ τῶν νοσημάτων ἐδεῖτο,

317
διὰ τοῦτο αὐτῶν ἐμνημόνευσεν ἰδίᾳ. τὰ δ’ ἄλλα πάντα τὰ παραλελειμμένα τοῖς κοινοῖς ὑποπέπτωκε σημείοις εὐθέως γε τοῦτο πρῶτον ὑπ’ αὐτοῦ γεγραμμένον, ὃ προσαγορεύουσι, νεκρῶδες πρόσωπον ἐπὶ παντὸς νοσήματος ὀξέως, ὀλέθριον ἀληθῶς εἴρηται. κατὰ δὲ τὸν αὐτὸν λόγον ὅσα περὶ κατακλίσεως ἔγραψεν ἢ ἀναπνοῆς ἢ ὕπνων ἢ ἀγρυπνίας ἢ τῶν ἄλλων, ὅσα κοινὰ πάντως ἐστὶ τῶν ἐν τοῖς προγεγραμμένοις χρόνοις κρινομένων. οὐ γὰρ δή γε περὶ τῶν χρονίων αὐτῷ τὸ σύγγραμμά ἐστιν, ἀλλ’ ὡς αὐτὸς εἶπεν, ὀξέων τε καὶ τῶν ἐκ τούτων γινομένων, ὧν καὶ τοὺς χρόνους αὐτὸς ἐδήλωσεν, ἐπ’ ἐνίων μὲν εἰκοστὴν ἡμέραν, ἐπ’ ἐνίων δὲ τεσσαρακοστὴν ἢ ἑξηκοστὴν ὅρον θέμενος.