In Hippocratis Prognosticum

Galen

Galen, In Hippocratis Prognosticum

Καὶ τὰς λιπαρότητας δὲ τὰς ἄνω ἐφισταμένας ἀραχνοειδέας μέμφεσθαι, ξυντήξεως γὰρ σημεῖα.

Οἷόν τι τοῖς λιπαροῖς ζωμοῖς ψυχομένοις ἐφίσταται τὸ καλούμενον ὑπὸ τῶν πολλῶν γραῦς, τοιοῦτον καὶ τοῖς ἐκ τῆς συντήξεως οὔροις, ὑπὲρ ὧν νῦν ἐποιήσατο τὸν λόγον αὐτὸς καὶ τὴν αἰτίαν προσθείς.

Σκοπεῖν δὲ χρὴ τῶν οὔρων ἐν οἶσιν αἱ νεφέλαι, ἤν τε ἄνω ἤν τε κάτω ἔωσι καὶ τὰ χρώματα ὁκοῖα ἴσχουσι. καὶ
162
τὰς μὲν κάτω φερομένας ξὺν τοῖσι χρώμασιν οἶσιν εἴρηται, ἀγαθὰς εἶναι νομίζειν καὶ ἐπαινέειν, τὰς δὲ ἄνω ξὺν τοῖσιν χρώμασιν, οἷσιν εἴρηται κακὰς εἶναι καὶ μέμφεσθαι τὰς τοιαύτας.

Ὅτι τὰ πρὸς ἐμοῦ κατὰ τὰ περὶ κρίσεων ὑπομνήματα πολλάκις ἐναιωρήματα λελεγμένα καλεῖν αὐτὸς εἴωθε νεφέλας, ἐδήλωσε καὶ διὰ τῆς ῥήσεως οὐκ ἀσαφῶς. ἀλλαχοῦ γε μὴν αὐτὸς ἐναιώρημα γονοειδὲς εἴρηκεν, ὡς εἶναι δυοῖν θάτερον, ἤτοι γενικωτέρου πράγματος ὄνομα τὸ ἐναιώρημα τὴν τομὴν ἔχοντος, εἴς τε τὰς νεφέλας καὶ τὰ γονοειδῆ, ἢ μηδέποτε τὰς νεφέλας ἐναιωρήματα καλεῖσθαι πρὸς αὐτοῦ. ὅτι δὲ πάντα τὰ τοῖς οὔροις ἐμφερόμενα κάτω χρηστὰ καὶ ὅσῳ περ ἂν ὑφιζάνῃ κάτω, τοσούτῳ βελτίω γίνεται, λέλεκται δυνάμει πρόσθεν, ἡνίκα ἐλέγομεν ἀναμεμίχθαι τοῖς τοιούτοις ἐνίοτε φυσῶδες πνεῦμα. τὸ τοίνυν ἀκριβῶς πεπεμμένον καὶ διακεκριμένον ὁμαλές τε καὶ ὁμοιομερὲς ὂν, ὡς ἂν οὐδὲν ἔχον πνεύματος, εἰς τὸν πυθμένα καταφέρεται τοῦ τὸ οὖρον

163
ἀγγείου περιέχοντος. ὅσον δ’ ἐπίμικτόν ἐστιν ἀερώδει τινὶ καὶ ἀτμώδει φύσει, τοῦτο κουφιζόμενον ὑπ’ ἐκείνης, ἀνάλογον τῇ ποσότητι τοῦ κουφίζοντος, ἧττόν τε καὶ μᾶλλον ἄνω φέρεται.

Μὴ ἐξαπατάτω δὲ σε ἤν τι ἡ κύστις νούσημα ἔχουσα τῶν οὔρων τοιαῦτα ἀποδιδῷ. οὐ γὰρ τοῦ ὅλου σώματος σημεῖόν ἐστιν, ἀλλ’ αὐτῆς καθ’ ἑωυτήν.

Κάλλιστα καὶ τοῦτο προσέγραψεν ἀναμιμνήσκων ἡμᾶς, ὃ τάχ’ ἂν ἐνίοτε παρελίπομεν ἐπὶ τῶν νοσούντων διορίσασθαι· καὶ χρὴ δηλονότι καὶ περὶ τῶν διαχωρουμένων κατὰ γαστέρα μεμνῆσθαι τοῦ νῦν εἰρημένου διορισμοῦ. κοινὸν μὲν γὰρ ἀμφοτέραις ταῖς ἐκκρίσεσιν τό τε τοῦ παντὸς σώματος ὑποδέχεσθαι τὰ περιττώματα ταῦτα καὶ τὸ τῶν μορίων ἐκείνων δι’ ὧν ἐκκρίνεται. συμβέβηκε δὲ κατὰ φύσιν ἐχόντων ἡμῶν τὰ μὲν τοῦ παντὸς σώματος ἐκκαθαίρεσθαι περιττώματα δι’ οὔρων, τὰ δὲ τῶν κατὰ γαστέρα

164
συνεξέρχεσθαι τῇ κόπρῳ. παρὰ φύσιν δὲ ἐχόντων τοῖς μὲν οὔροις συνεκκρίνεσθαί τινα τῶν ἐν νεφροῖς καὶ κύστει νοσημάτων γνωρίσματα, τῇ δὲ κόπρῳ τοῦ παντὸς σώματος. οὐκ ὀλιγάκις γοῦν ἐπὶ τῶν οὐρησάντων πυώδη, ζήτησις ἐγένετο πόθεν ἥκει τὸ πῦον. οὕτω δὲ καὶ πεταλώδη ποτὲ οὐρηθέντα τὴν αὐτὴν ζήτησιν ἔχει. καὶ δριμέα δὲ καὶ δυσώδη καὶ χολώδη τὰ οὖρα πολλάκις μὲν ἐγένετο διὰ κύστιν τε καὶ νεφρούς· οὐκ ὀλιγάκις δὲ καὶ διὰ τὸ πᾶν σῶμα, τουτέστι τὴν ἐν ὅλῳ τῷ ζώῳ πεπτικὴν δύναμιν τῶν χυμῶν, ἥτις, ὡς ἐδείξαμεν, οἷον ἑστίαν καιομένην καὶ πηγὴν ἔχει τὸ ἧπαρ. ἐνίοτε δὲ καὶ ταύτης αὐτῆς μηδὲν πεπονθυΐας ἐκκαθαίρεται διὰ νεφρῶν καὶ κύστεως ὅλον τὸ ζῶον, ἢ μορίων τινῶν τῶν ἐν αὐτῷ τινα περιττώματα ταῖς φλεψὶν ἐμπίπτοντα ἐκκαθαιρομένου τοῦ αἵματος ὑπὸ τῶν νεφρῶν συνεκκρίνεται, καθότι καὶ ἀποστήματα πολλαχόθι γινόμενα δι’ οὔρων ἐκκρίνεται.

165
Ἐμετὸς δὲ ὠφελιμώτατος ὁ φλέγματός τε καὶ χολῆς ξυμμεμιγμένος ὡς μάλιστα, καὶ μὴ παχὺς κάρτα μήτε πολὺς ἐμείσθω. οἱ γὰρ ἀκρητέστεροι κακίους εἰσί.

Καὶ διὰ ταύτης τῆς λέξεως ἐδήλωσεν ὁποῖόν τι καλεῖ τὸ ἄκρατον, ἀντιτιθεὶς αὐτῷ τὸ μεμιγμένον. δηλωτικὸν δ’ οὐχ ἥκιστα καὶ αὐτὸ τοὔνομά ἐστι τοῦ πρὸς αὐτοῦ σημαινομένου. καὶ γὰρ οἶνον ἄκρατον εἶναι λέγομεν ᾧ μὴ μέμικται τὸ ὕδωρ ἢ παντάπασιν ὀλίγον μέμικται, καὶ τῶν ἄλλων ἕκαστον ἄκρατόν ἐστί τε καὶ λέλεκται πρὸς τῶν Ἑλλήνων, ὅταν αὐτὸ καθ’ αὑτὸ μόνον ἀμιγὲς ἑτέρας οὐσίας ὑπάρχῃ. τὴν γοῦν ξανθὴν χολὴν ποτὲ μέν ἐστιν ἰδεῖν παχεῖάν τε καὶ ἄκρως ξανθὴν, ἐμουμένην τε καὶ κάτω διερχομένην, ἣν δὴ καὶ λεκιθώδη προσαγορεύουσιν ἔνιοι, πολλάκις δὲ ὑγροτέραν καὶ ἧττον ξανθὴν, ἥτις ἰδιαίτερον ὠχρὰ προσαγορεύεται, μεμιγμένον ἔχουσα δι’ ὅλης ἑαυτῆς φλεγματώδη χυμὸν λεπτὸν ἢ ὑδατῶδές τι περίττωμα. βούλεται τοίνυν ὁ

166
Ἱπποκράτης μηδέτερον τῶν χυμῶν ἄκρατον φαίνεσθαι, μεμίχθαι δ’ ἀλλήλοις πως αὐτούς. ὁ μὲν γὰρ χολώδης ἄκρατος πολλὴν τὴν θερμασίαν, ὁ δὲ φλεγματώδης τὴν ψύξιν ἐνδείκνυται. καὶ μέντοι καὶ παχυτέροις ὑπάρχει τοῖς ἀκράτοις εἶναι, τῷ μὲν φλεγματώδει διὰ ψύξιν οἱονεὶ ἐπιπεπηγότι, τῷ δὲ χολώδει διὰ τὴν τῆς θερμασίας ὑπερβολὴν ἐξικμασμένῳ τε καὶ οἷον πεφρυγμένῳ. δύο γὰρ αἴτια ταῦτα ἐναντία τῶν παχυνομένων ἐστὶ, τὸ θερμὸν πάνυ καὶ τὸ ψυχρὸν, ἐξικμάζον μὲν τὸ θερμὸν, πηγνύον δὲ τὸ ψυχρόν.

Εἰ δὲ εἴη τὸ ἐμούμενον πρασοειδὲς ἢ πέλιον ἢ μέλαν, ὅ τι ἂν ᾖ τουτέων τῶν χρωμάτων, νομίζειν χρὴ πονηρὸν εἶναι.

Περὶ μὲν οὖν τοῦ πελιδνοῦ καὶ μέλανος χρώματος εἴρηται πρόσθεν. τοῦ πρασοειδοῦς δὲ νῦν πρώτως ἐμνημόνευσεν,

167
οὐκ ἔχοντος μὲν οἰκεῖον ὄνομα, συγχρωμένου δὲ τῇ τῶν πράσων προσηγορίᾳ, εἰ μὴ ἄρα τις ἔμπαλιν ἀπὸ τοῦ πρασοειδοῦς χρώματος ὠνομάσθαι φαίη τὸ πράσον, οὐκ ἀπὸ τοῦ πράσου τὸ πρασοειδές. ἐπὶ τινῶν μὲν γὰρ εὔδηλος ἡ παραγωγὴ τῶν ὀνομάτων, ὡς γνωρίζεσθαι τό τε πρωτότυπον ὑπὸ γραμματικῶν ὀνομαζόμενον καὶ τὸ παρηγμένον ἀπ’ αὐτοῦ, καθάπερ ἐπὶ τοῦ γαλακτοειδοῦς χρώματος, ἐπὶ τινῶν δὲ οὐ δῆλον. ἔξεστι γὰρ λέγειν οὐκ ἀπὸ τοῦ φοίνικος ὠνομάσθαι τὸ φοινικοῦν, ἀλλ’ ἀπὸ τοῦ φοινικοῦ τὸν φοίνικα, καθάπερ γε καὶ τὸ κυανὸν οὐκ ἀπὸ τοῦ κυανοῦ μᾶλλον ἤπερ τὸ κυανοῦν ἀπ’ ἐκείνου. καὶ ἡ ὤχρα δὲ καὶ τὸ ὠχρὸν χρῶμα τῆς αὐτῆς ἐστι συστοιχίας. ὤχραν δὲ εἴρηκα οὐ τὴν ὀξυνομένην φωνὴν, ὥσπερ ἂν εἴποι τις ὠχρὸν μὲν εἶναι τὸν νεανίσκον, ὠχρὰν δὲ τὴν γυναῖκα, ἀλλὰ τὴν παροξυνομένην. ἔστι γὰρ εἶδός τι γῆς ὤχρα καὶ μάλιστα ταύτης ἡ Ἀττικὴ καλλίστη. ταυτὶ μὲν οὖν ἅπαξ εἰρήσθω μοι. ἀεὶ γὰρ μέμνησο τοῦ σπουδάζειν ἐπὶ τοῖς ὀνόμασι τοσοῦτον, ὅσον εἰς σαφῆ δήλωσιν ὧν λέγομεν ἐξ αὐτῶν
168
ἐστιν ὀνήσασθαι. τὸ δ’ ἐπέκεινα τοῦδε περιττὸν ἡγοῦ, τὸν χρόνον εἰς τὴν τῶν βελτιόνων σπουδὴν κατατιθέμενος. γίνεται δή τις ἐν τῷ σώματι, καθάπερ ὠχρὰ χολὴ κατὰ φύσιν ἐχόντων, οὕτω καὶ πρασοειδὴς ἑτέρα παρὰ φύσιν. καὶ φαίνεται αὕτη πολλάκις μὲν ἐν αὐτῇ τῇ γαστρὶ γεννωμένη, διά τινων ἀπεψίαν ἐδεσμάτων ἢ λαχάνων, ὁποῖα καὶ τὰ τεῦτλά εἰσι καὶ τὰ κρόμμυα καὶ αἱ κράμβαι. φαίνεται δ’ ἐνίοτε καὶ χωρὶς τοῦτο τοιοῦτό τι προσενηνέχθαι τῷ λόγῳ τοῦ νοσήματος ἐν ταῖς φλεψὶ γεννᾶσθαι καὶ καταῤῥεῖν ἤτοι γε εἰς τὴν ἄνω κοιλίαν ἢ εἰς τὴν κάτω, θερμασίαν γέ τινα ἐν τῷ σώματι παρὰ φύσιν δηλοῦσα καὶ περιττώματος ἰδιότητα τοιούτου τὴν κρᾶσιν, οἶος ὁ τῶν εἰρημένων λαχάνων ἐστὶ χυμός.

Εἰ δὲ καὶ πάντα τὰ χρώματα ὁ ὡυτὸς ἄνθρωπος ἐμέει, κάρτα ὀλέθριον τοῦτο ἤδη γίνεται.
169

Εἴτε περὶ τῶν προειρημένων χρωμάτων τοῦ πρασοειδοῦς καὶ πελιδνοῦ καὶ μέλανος εἴρηται τὸ πάντα εἴτε καὶ περὶ τῶν ἄλλων σὺν αὐτοῖς, ὁπόσα χρώματά ἐστι παρὰ φύσιν ἑκατέρως ὀλεθριώτατόν ἐστιν, ἐνδεικνύμενον πολλὰς ἐν τῷ σώματι χαλεπὰς εἷναι διαθέσεις.

Τάχιστον δὲ θάνατον σημαίνει τὸ πέλιον τῶν ἐμεσμάτων, εἰ ὄζοι δυσῶδες.

Σηπεδόνα γὰρ ἐνδείκνυται μετὰ νεκρώσεως τὸ τοιοῦτον, εἴ γε μεμνήμεθα τῶν προειρημένων.

Πάσαι δὲ αἱ ὑπόσαπροι καὶ δυσώδεες ὀδμαὶ κακαὶ ἐπὶ πᾶσι τοῖσιν ἐμουμένοισιν.

Ἦι γὰρ ἂν διαθέσει μιχθῇ σηπεδὼν, χείρων αὐτὴ ἑαυτῆς φαίνεται,

170
Πτύελον δὲ χρὴ ἐπὶ πᾶσι τοῖσιν ἀλγήμασι τοῖσι περὶ τὸν πνεύμονα καὶ τὰς πλευρὰς ταχέως τε ἀποπτύεσθαι καὶ εὐπετέως.

Τὸ μὲν ταχέως ἐν ἀρχῇ τῆς νόσου δηλοῖ, τὸ δὲ εὐπετέως ἀντὶ τοῦ ῥᾳδίως τε καὶ ἑτοίμως οἱ Ἕλληνες λέγουσι. συμβαίνει δὲ τοῦτο ταχέως τε καὶ ἀπόνως ἀναπτυόντων. τὸ γάρ τοι ταχέως γίγνεσθαι διττόν ἐστι, τὸ μὲν ἕτερον ὅλου τοῦ νοσήματος τὸν πρῶτον καιρὸν ἐνδεικνύμενον, τὸ δὲ ἕτερον τὸν ἐν ταῖς ἐνεργείαις ἐζευγμένον χρόνον. εὐπετὴς γὰρ ἀναγωγὴ πτυέλου, τουτέστιν ἑτοίμη τε καὶ ῥᾳδία γίγνεται, μήτ’ ὀδύνης ἰσχυρᾶς οὔσης κατὰ τὸν θώρακα (διακόπτει γὰρ αὕτη καὶ καταπαύει μεταξὺ, πρὶν ἐκτελεσθῆναι γινομένην ἔτι τὴν τοῦ θώρακος ἐνέργειαν), ἀλλὰ μηδ’ ἀσθενοῦς ὑπαρχούσης τῆς δυνάμεως, ὀκλάζει γὰρ καὶ αὕτη μεταξὺ κατὰ τὴν ἐνέργειαν, ὡς ἡμιτελὲς ἀπολιπεῖν τὸ ἔργον. αὐτό τε τὸ ἀναγόμενον ἐὰν μὲν ἰσχυρῶς ᾖ γλίσχρον,

171
ἐμπλάττεται δυσαπολύτως τοῖς μορίοις, ἀναφερόμενόν τε πολλάκις ἐνίσχεται προσκολλώμενον ταῖς σήραγξι τοῦ πνεύμονος· ὥσπερ γε καὶ, ἐὰν ἱκανῶς ᾖ παχὺ δυσχερῶς ἀναφερόμενον, ἐν χρόνῳ τε πλείονι κακοπαθεῖν ἀναγκάζει καί που καὶ σφηνοῦται κατά τινας τῶν στενοχώρων ὁδῶν, ὅθεν καὶ τὸ πνιγῆναί τισι συνέβη. καὶ μὲν δὴ καὶ τὸ λεπτὸν ἱκανῶς, ὡς ὑδατῶδες εἶναι μόγις ἀναπτύεται, περιῤῥέον ἐν κύκλῳ τῷ πνεύματι. τοῦτο γάρ ἐστι τὸ πρῶτον αἴτιον τῆς ἀναγωγῆς, ὅπερ καὶ προσεχὲς ὀνομάζουσι. διττὸν γὰρ τὸ πρῶτον αἴτιον, ὡς ἐν τοῖς περὶ αἰτίων λόγοις διῄρηται, τό τε φαῦλον τῆς ὕλης καὶ τὸ τὴν ἀρχὴν τῆς κινήσεως ἔχον. ἡ μὲν οὖν ἀρχὴ τῆς κινήσεως ἐπὶ τῶν βηττόντων ἐκ τῆς τὸν θώρακα κινούσης δυνάμεώς ἐστιν. ἐδείχθη γὰρ τοῦτο ἐν ταῖς τῶν συμπτωμάτων αἰτίαις. ἡ συστολὴ δὲ αὐτοῦ βίαιος γινομένη τὴν ἔξω φορὰν τοῦ πνεύματος ἐργάζεται σφοδράν. ἡ δὲ ταύτης σφοδρότης ἑαυτῇ συναναφέρει τὰ κατὰ τὰς σήραγγας τοῦ πνεύμονος, αἵ πέρ εἰσιν ἀρτηρίαι τραχεῖαι. ὅταν μὲν οὖν ὅ τε θώραξ ἐνεργῇ ῥωμαλέως τό τε ἐν ταῖς σήραγξι τοῦ πνεύμονος ὑγρὸν ὑπάρχῃ μετρίως
172
παχὺ, ῥᾳδίως ἀναπτύεται. μηδ’ ἑτέρου δ’ ὄντος τοιούτου χαλεπῶς καὶ μόγις. εἰ δὲ τὸ μὲν εἴη τῶν εἰρημένων αἰτίων, τὸ δ’ οὐκ εἴη μεταξὺ τοῦ ἀρίστου τρόπου καὶ τοῦ χειρίστου, τὴν κένωσιν τοῦ πτυέλου συμβήσεται γίγνεσθαι. καὶ ὅλως δὲ παρὰ τὸ μᾶλλόν τε καὶ ἧττον ἐπιτετάσθαι τι ἕκαστον τῶν αἰτίων ἢ ἐκλύεσθαι, τινὲς μὲν αὐτῶν ῥᾷον, τινὲς δὲ χαλεπώτερον ἀναπτύουσι. τί μὲν οὖν ἐστι τὸ εὐπετέως ἀναπτύεσθαι δοκῶ μοι δεδεῖχθαι σαφῶς τε ἅμα καὶ ἀληθῶς. εἰ δ’ ἀληθές ἐστι τοῦτο, καθάπερ οὖν καὶ ἔστιν, ἀληθὲς ἂν εἴη καὶ τὸ ταχέως. οὐ γὰρ τὸν ἐζευγμένον χρόνον αὐταῖς ταῖς βηξὶν, ἀλλὰ τὸν πρῶτον τοῦ νοσήματος σημαίνει καιρὸν, ὑπὲρ οὖ καὶ κατὰ τοὺς ἀφορισμοὺς εἶπεν· ἐν πλευριτικοῖσι πτύελον αὐτίκα ἢν ἐπιφαίνηται ἀρχομένου, βραχύνει. ὡς εἴ γέ τις ἐπὶ τοῦ χρόνου τῆς ἐνεργείας ἀκούσειεν εἰρῆσθαι τὸ ταχέως, ὅπερ ἐδείχθη κἀν τῷ εὐπετέως περιεχόμενον, διττῶς ἁμαρτήσεται τῷ τὸν μὲν τῶν χρόνων ἀναξίως εἰρῆσθαι δὶς ὑπ’ αὐτοῦ, τὸν δ’ ἕτερον, οὖ κἀν τοῖς ἀφορισμοῖς ἐμνημόνευσε, παραλελεῖφθαι, καίτοι μεγίστην ἔχοντα δύναμιν. ὅτι δ’ οὐ διὰ ταῦτα μόνον
173
ἀλλὰ καὶ διὰ τὰ συνεχῶς εἰρημένα κατὰ τὴν ἑξῆς ῥῆσιν οὕτως ἀκούειν δεῖ δειχθήσεταί σοι διὰ τῆς κατ’ ἐκείνην αὐτὴν ἐξηγήσεως.

Ξυμμεμιγμένον τε φαίνεσθαι τὸ ξανθὸν ἰσχυρῶς τῷ πτυέλῳ.

Τὸ ἰσχυρῶς ἐπὶ τὸ ξυμμεμιγμένον, οὐκ ἐπὶ τὸ ξανθὸν φέρεσθαι χρὴ, ὡς εἰ καὶ οὕτως εἴρητο. φαίνεσθαι δὲ χρὴ τὸ ξανθὸν συμμεμιγμένον ἰσχυρῶς τῷ πτυέλῳ. τό γε μὴν ἰσχυρῶς αὐτῷ λίαν καὶ μάλιστα σημαίνει ταὐτόν. ὀλίγον μὲν οὖν εἶπεν ἔμπροσθεν, ἔμετος δὲ ὠφελιμώτατος φλέγματός τε καὶ χολῆς συμμεμιγμένος μάλιστα. νυνὶ δὲ ἐπὶ τῶν πτυομένων τὸ ἰσχυρῶς προσέθηκεν. ὅτι δὲ ὀρθῶς ἐξηγησάμεθα τῆς ἑξῆς ῥήσεως ἀκούσας μαθήσῃ.

174
Εἰ γὰρ πολλῷ ὕστερον μετὰ τὴν ἀρχὴν τῆς ὀδύνης ἀναπτύοιτο ξανθὸν ἐὸν ἢ πυῤῥὸν ἢ πολλὴν βῆχα παρέχον καὶ μὴ ἰσχυρῶς ξυμμεμιγμένον κάκιον γίνεται.

Κατὰ ταύτην τὴν ῥῆσιν ὑπεσχόμην ἀποδείξειν ἀμφοτέρας τὰς ἔμπροσθεν ἐξηγήσεις ἀληθεῖς, τήν τε τοῦ ταχέως καὶ τὴν τοῦ ἰσχυρῶς διάνοιαν. ἐπὶ γάρ τοι τἀναντία μεταβὰς, ὡς εἴωθε, τῷ μὲν ταχέως ἀντέθηκε τὸ εἰ γὰρ πολλῷ ὕστερον μετὰ τὴν ἀρχὴν τῆς ὀδύνης ἀναπτύοιτο, τῷ δὲ συμμεμιγμένον ἰσχυρῶς τὸ μὴ ἰσχυρῶς συμμεμιγμένον ἀντέθηκε καὶ τῷ εὐπετέως πτυομένῳ τὸ πολλὴν βῆχα παρέχον. τὸ γὰρ ἀνωδύνως τε καὶ ταχέως ἀναφερόμενον ὀλίγης δεῖται βηχός. εἴρηται γάρ μοι πρόσθεν ἄμεινον εἶναι μεμίχθαι πως ἀλλήλοις τὰ κενούμενα καὶ μηδὲν εἰλικρινῶς ἄκρατον ἐκκρίνεσθαι. λέλεκται δὲ καὶ περὶ τοῦ δεῖν ἐπιφαίνεσθαι ταχέως ἐν πλευριτικοῖς τὰ πτύσματα, κατά τε τὰ περὶ κρίσεων καὶ τῶν ἀφορισμῶν ὑπομνήματα.

175
Τότε γὰρ ξανθὸν ἄκρητον ἐὸν κινδυνῶδες, τὸ δὲ λευκὸν καὶ γλίσχρον καὶ στρογγύλον ἀλυσιτελές.

Οὐκ ἄλλο τι νῦν λέγει τοῦ πρόσθεν εἰρημένου. τὸ γὰρ μὴ συμμεμιγμένον ἄκρατόν ἐστι, καὶ γίνεται ξανθὸν μὲν διὰ τὴν ξανθὴν δηλονότι χολὴν, λευκὸν δὲ καὶ γλίσχρον καὶ στρογγύλον διὰ φλέγμα κατωπτημένον. ἐπιδέδεικται δὲ ἡμῖν πολλάκις ὡς τὰ κατασκήπτοντα μέλεσί τισι ῥεύματα καὶ φλεγμονὰς καὶ ἐρυσιπέλατα καὶ οἰδήματα καὶ σκίῤῥους καὶ καρκίνους ἐργαζόμενα, παρὰ τὰς διαφορὰς τῶν ἐπικρατούντων ἐν αὐτοῖς χυμῶν, εὐήθη τε καὶ κακοήθη γίνεται. τὰ μὲν γὰρ αἱματώδη καὶ φλεγματώδη μέτρια, τὰ δὲ τῆς ξανθῆς ἢ μελαίνης χολῆς χαλεπά. διαβρωτικὰ μὲν γάρ ἐστιν ἄμφω τῶν σωμάτων καὶ τοῦτ’ αὐτοῖς κοινόν. ἴδιον δὲ ἑκατέρου τοῦ μὲν τῆς ξανθῆς χολῆς τὸ πυρετοὺς ὀξεῖς ἐπιφέρειν, τοῦ δὲ τῆς μελαίνης τὸ δύσλυτον ἐργάζεσθαι τὴν διάθεσιν. ἅτε γὰρ παχὺς ὢν καὶ γεώδης ὁ χυμὸς οὗτος

176
ἐμφράττεται τοῖς ὑποδεξαμένοις μέλεσιν αὐτὸν, ὡς δυσέκνιπτον εἶναι.

Κακὸν δὲ καὶ χλωρὸν ἐὸν κάρτα καὶ ἀφρῶδες.

Εἴρηται πολλάκις ὅτι τὸ χλωρὸν ἐπί τε τοῦ ὠχροῦ λέγειν εἴωθε καὶ τοῦ καλουμένου πρός τινων ἰώδους. ὁπότερον δ’ αὐτῶν ἄκρως ᾖ τοιοῦτον, ὅτι χαλεπόν ἐστιν οὐδὲν ἔτι δέομαι λέγειν, εἰρηκὼς ἤδη περὶ πάντων τῶν ἀκράτων χυμῶν. πλὴν γὰρ τοῦ αἵματος, ὅστις ἂν ἄκρατος ᾖ, μοχθηρὰν ἐνδείκνυται διάθεσιν, ἐπὶ θερμότητι φλογώδει τὴν γένεσιν ἔχων, ὁ μὲν ξανθὸς ἐξοπτωμένης αὐτῆς τῆς ὀῤῥώδους ὑγρότητος, ἦς ἐπιμιγνυμένης ὠχρὸς ἐφαίνετο, ὁ δ’ ἰώδης ἐξ ὑπεροπτήσεως ταύτης. ὁ δὲ μέλας ἤτοι τῆς αὐτῆς ὑπεροπτηθείσης, ἥπερ δὴ κακίστη τε καὶ διαβρωτικωτάτη γίγνεται μέλαινα χολὴ ἢ τοῦ παχέος αἵματος ὁμοίως

177
ξηρανθέντος ἢ λόγῳ νεκρώσεώς τε καὶ ψύξεως. ταῦτ’ οὖν χρὴ μεμνημένον σε μὴ πολλάκις ἀξιοῦν ἀκούειν ὑπὲρ τῶν αὐτῶν τὰ αὐτά. τό γε μὴν ἀφρῶδες πτύελον, εἴρηται γὰρ καὶ τοῦτ’ ἐπὶ τέλει τῆς ῥήσεως, ἐκ φλεγματικῆς τε ἅμα καὶ ἀερώδους οὐσίας ἐστὶ συμμιγές. ἐκ τούτων γὰρ καὶ ἡ γένεσίς ἐστιν ἀφρῷ παντὶ, κατὰ μὲν τὴν θάλατταν ὑπὸ βιαίας ἀνέμων ἐμπτώσεως εἰς πολλὰ καὶ μικρὰ μόρια θραυομένου τοῦ ὕδατος, ἐπὶ δὲ τῶν ἑψομένων διὰ τὸ πλῆθος τῆς θερμασίας. κοινὸν δ’ ἐν ἀμφοῖν ἐστι γένεσις πομφολύγων πολλῶν τε καὶ μικρῶν. γίνονται δ’ αὗται δύσλυτοι, μάλιστα μὲν ἀμφοῖν συνελθόντων, ἀέρος τε θολεροῦ καὶ ὁμιχλώδους ὑγρότητος, γλίσχρον ἐχούσης τι καὶ παχύ. τὸ γὰρ λεπτὸν ὑγρὸν οἶόν πέρ ἐστι τὸ ἀκριβῶς ὕδωρ, ὅταν ἀέρα περιλάβῃ καθαρὸν, οὐ στέγει μέχρι πλείονος, ἀλλ’ αὐτίκα ῥαγεισῶν τῶν πομφολύγων εἰς τὴν ἑαυτοῦ χώραν ἀναθεῖν ἐπιτρέπει· διὰ τοῦτο καὶ κατὰ τὴν θάλατταν ἀφρὸς ἐν τάχει λύεται. τὸ δὲ παχὺ καὶ γλίσχρον ὑγρὸν, ὅταν, ὡς εἴρηται, θολερὰν καὶ ὁμιχλώδη τινὰ οὐσίαν ἔνδον ἑαυτοῦ κατακλείσῃ, μέχρι πλείστου κατέχει, μήτ’ ἐκείνης ἐπειγομένης
178
ἄνω, καθάπερ καὶ ὁ καθαρὸς ἀὴρ, αὐτό τε δύσρηκτον ὑπάρχον. ὥσπερ γὰρ ἡ γένεσις ταῖς πομφόλυξιν ἐξ ὑγρᾶς οὐσίας γίνεται, κατακλειούσης ἔνδον ἑαυτῆς ἀέρα, κατὰ τὸν αὐτὸν τρόπον ἡ λύσις αὐταῖς ἐν τῷ ῥαγῆναι τὴν ὑγρὰν οὐσίαν ἐστί. ῥήγνυται μὲν οὖν ῥᾳδίως ὑπὸ τῆς ἄνω φορᾶς τοῦ λεπτοῦ πνεύματος, οὐ ῥήγνυται δὲ, ὅταν μήτε λεπτὸν ᾖ μήτ’ ἄνω φέρηται. τοιοῦτον δ’ ἐστὶ τὸ ὁμιχλῶδες, οὔτε ἀναθέον εἰς ὕψος οὔτε λεπτὸν ὂν, ἀλλ’ ἱκανῶς ὑγρὸν, ὡς βαστάζειν δύνασθαι τὸ περιταθὲν ὑγρὸν ἐν αὐτῷ. διὰ τοῦτ’ οὖν οὐδ’ ὅταν ὕδωρ ἕψηται δύσλυτος γίνεται πομφόλυξ, ἀλλ’ ἐπειδὰν ᾖ παχὺς ἢ λιπαρὸς ὁ χυμὸς, ἐξ οὖ τό τε γεννώμενον πνεῦμα φυσῶδές τε καὶ ἀτμῶδές ἐστι, τό τ’ ἐπιπολῆς τοῦ λέβητος ὑγρὸν ἐλαιῶδές τε καὶ λιπαρὸν καὶ γλίσχρον. οὕτως οὖν ἀναγκαῖόν ἐστι καὶ κατὰ τὰ τῶν ζώων σώματα γεννᾶσθαι τὸν ἀφρόν. οὐ γὰρ δὴ σφοδράς γέ τινας ἀνέμων, ὥσπερ ἐν τῇ θαλάττῃ, καταιγίδας ὑπολαβεῖν ἐγχωρεῖ, θερμασίαν μέντοι πυρώδη, συντήκουσάν τε ἅμα καὶ
179
πνεῦμα φυσῶδες ἐργαζομένην, μονονοὺ καὶ αὐτοῖς ὀφθαλμοῖς ἐπὶ πολλῶν ἐστιν ἀῤῥώστων θεάσασθαι. ταῦθ’ ἡμῖν μὲν αὐτάρκως εἰρήσθω. καὶ σοὶ δὲ μνημονευέσθω περὶ γενέσεως ἀφρωδῶν, εἴτ’ ἐπὶ πτυσμάτων εἴτε διαχωρημάτων εἴτ’ οὔρων, ἐφίσταται γάρ ποτε καὶ τούτοις ἡ καλουμένη πομφόλυξ πρὸς τὸ μηκέτι ποθεῖν αὖθις ἀκούειν ὑπὲρ τῶν αὐτῶν.

Εἰ δὲ εἴη οὕτως ἄκρητον, ὥστε καὶ μέλαν φαίνεσθαι, δεινότερόν ἐστι τοῦτο ἐκείνων. κακὸν δὲ κἢν μηδὲν ἀνακαθαίρηται μηδὲ προΐῃ ὁ πνεύμων, ἀλλὰ πλήρης ἐὼν ζέῃ ἐν τῷ φάρυγγι.

Εἴρηται πρόσθεν ἤδη περὶ τῶν ἀκράτων ἁπάντων κοινῇ καὶ περὶ τῶν μελάνων ἰδίως τι, καὶ εἰ μὴ μέμνησαι τῶν εἰρημένων, αὖθις ἀνάγνωθι τὰ αὐτά. βέλτιον καὶ τοῦτο τοῦ πολλάκις ἐμὲ γράφειν περὶ τῶν αὐτῶν τὰ αὐτά.

180
Κορύζας δὲ καὶ πταρμοὺς ἐπὶ πᾶσι τοῖσι περὶ τὸν πνεύμονα νουσήμασι καὶ προγεγονέναι καὶ ἐπιγενέσθαι κακὸν, ἀλλ’ ἐν τοῖσιν ἄλλοισι νουσήμασι τοῖσι θανατωδεστάτοισιν οἱ πταρμοὶ λυσιτελοῦσι.

Τὸ διὰ τῶν ῥινῶν ἐκκρινόμενον ὑγρὸν λεπτὸν καὶ ἄπεπτον ὀνομάζειν εἰώθασι κόρυζαν πάντες οἱ παλαιοὶ ἰατροὶ, καθάπερ τὸ δι’ ὑπερώας τοιοῦτο κατάῤῥουν. καὶ θαυμάζω γε πῶς ὁ Ἱπποκράτης οὐ τοὺς κατάῤῥους, ἀλλὰ τοὺς πταρμοὺς ταῖς κορύζαις προσέθηκεν. αἱ μὲν οὖν κόρυζαι καθ’ ἕνα λόγον εἰσὶ μοχθηραὶ τοῖς τοιούτοις ἐπιγινόμεναι νοσήμασιν, οἱ κατάῤῥοι δὲ κατὰ δύο. καὶ λέλεκται πολλάκις ἡμῖν ἔμπροσθεν ἔνια μὲν μοχθηρὰ κατὰ συμβεβηκὸς ἐν τοῖς κακοῖς ἀριθμεῖσθαι σημείοις, ἄλλα δ’ ἄντικρυς· αὐτὸ δὴ τοῦτο μόνον εἶναι σημεῖα μοχθηρὰ, μηδὲν μὲν αὐτὰ κακὸν ἐργαζόμενα, δηλοῦντα δέ τινα χαλεπὴν διάθεσιν, ἐφ’ ᾗ γέγονεν. ἄλλα δὲ πρὸς τούτοις εἶναι τρίτα

181
τὰ κατ’ ἄμφω μοχθηρὰ καὶ ὡς σημεῖα καὶ ὡς αἴτια· σημεῖα μὲν, ὅταν ὑπὸ χαλεπῶν γένηται διαθέσεων, αἴτια δὲ, ὅταν αὐτὰ πάλιν ἑτέρας ἐργάζηται μοχθηρὰς διαθέσεις. ἐπιγίνονται μὲν οὖν κατάῤῥοι καὶ κόρυζαι τοῖς περὶ τὸν πνεύμονα νοσήμασι, θερμοὺς ἀτμοὺς δεχομένης τῆς κεφαλῆς. ἀδικεῖται δὲ οὐχ ὑπ’ ἀμφοτέρων ὁ πνεύμων, ἀλλ’ ὑπὸ τῶν κατάῤῥων μόνων. ἔξω γὰρ ἐκκρίνεται τὸ διὰ τῶν ῥινῶν φερόμενον ἐν ταῖς κορύζαις, διὸ δὴ καὶ χείρους εἰσὶν οἱ κατάῤῥοι τῶν κορυζῶν. οὐκ οἶδ’ οὖν ὅπως ἐν τῷ προκειμένῳ λόγῳ παρελείφθησαν ὑπὸ τοῦ Ἱπποκράτους, εἰ μή τι ἄρα συνεπινοεῖν ἡμᾶς ἀξιοῖ ταῖς κορύζαις αὐτούς. ἴσως δὲ ἐν ἀρχῇ πρὸς τοῦ βιβλιογράφου παρελείφθησαν. μυρία γὰρ ὁρῶ καὶ νῦν γινόμενα τοιαῦτα. κορύζας μὲν οὖν καὶ κατάῤῥους ἀεὶ χρὴ νομίζειν οὐκ ἀγαθὰ σημεῖα, προγινομένους μὲν ὡς ἂν πληροῦντας τὸν πνεύμονα κακοχυμίας, προήκοντος δὲ τοῦ νοσήματος ἐπιφαινομένους, ὡς ἂν τήν τε τοῦ πνεύμονος διάθεσιν ἐνδεικνυμένους μεγάλην, ὑπ’ αὐτῆς τε τὴν κεφαλὴν βεβλάφθαι σημαίνοντας. οἵ γε μὴν πταρμοὶ
182
ταῖς κορύζαις ἕπονται τὰ πολλὰ, καὶ μὲν δὴ καὶ σείοντες σφοδρῶς ὅλον τὸν θώρακα λυμαίνονταί τι καὶ τὸν πνεύμονα. ἐν μέντοι τοῖς ἄλλοις νοσήμασιν οὐ συνεισβάλλοντες οὐδέποτε, καθάπερ οὐδ’ ἄλλο οὐδὲν σύμπτωμα, προήκουσι δὲ ἐπιφαινόμενοι, σωτηρίαν σημαίνουσι, κἂν θανατώδης ὅσον ἐπὶ τοῖς ἄλλοις σημείοις ἡ νόσος ὑπάρχῃ. πέψεώς τε γάρ εἰσι γνωρίσματα καὶ ῥώμης τῆς κατὰ τὸν ἐγκέφαλον ἀποκριτικῆς δυνάμεως, ὑφ’ ἧς εἰς τὴν ῥῖνα τῶν φυσωδῶν πνευμάτων ἐκκρινομένων ἅμα τισὶν ὑγρότησιν, ἐνίοτε μὲν αἰσθηταῖς τε καὶ σαφέσιν, ἐνίοτε δὲ ἀμυδραῖς τε καὶ δυσοράτοις οἱ πταρμοὶ γίνονται.

Αἵματι δὲ ξυμμεμιγμένον μὴ πολλῷ πτύελον ξανθὸν ἐν τοῖσι περιπνευμονικοῖσιν ἐν ἀρχῇ μὲν τῆς νούσου πτυόμενον περιεστηκὸς καὶ κάρτα ὠφελέει. ἑβδομαίῳ δὲ ἐόντι ἢ παλαιοτέρῳ ἧσσον ἀσφαλές.
183

Κοινὸς καὶ οὗτος ὁ λόγος ἐστὶν ἐπὶ πασῶν φλεγμονῶν ἤδη πολλάκις ἡμῖν ἐν πολλοῖς εἰρημένος, ὡς τοῦ κατασκήψαντος εἰς τὰ φλεγμαίνοντα μόρια χυμοῦ διϊδροῦται τὸ λεπτότερον, ὅταν ἡ περιέχουσα τὸ φλεγμαῖνον ἐπιφάνεια μὴ πυκνὴ τὴν φύσιν ὑπάρχῃ, καθάπερ τουτὶ τὸ ἐκτὸς δέρμα. καὶ διὰ τοῦτο ἄν τε κατὰ τοὺς πόρους τῆς ῥινὸς ἢ τοὺς ὀφθαλμοὺς ἢ τὸ στόμα φλεγμονὴ γένηταί τις, ἀποῤῥέουσιν αὐτῆς ὑγρότητες λεπταὶ, παραπλήσιαι τοῖς ἐπὶ τῶν ἑλκῶν ἰχῶρσιν. οὕτως οὖν καὶ ὁ πνεύμων φλεγμήνας ἀποκρίνει τινὰς ὑγρότητας εἰς τὰς ἐντὸς ἑαυτοῦ κενὰς χώρας, αἵ πέρ εἰσιν αἱ τῶν τραχειῶν ἀρτηριῶν, αἵτινες ὑπὸ τῶν βηχῶν ἀναφερόμεναι πτύονται, τὰ γνωρίσματα φέρουσαι τοῦ τὴν περιπνευμονίαν ἐργαζομένου ῥεύματος. ἐκείνου γάρ εἰσιν οἷον ὀῤῥός τις. ἔσονται τοιγαροῦν, ἐὰν μὲν χολώδης ἱκανὸς ὁ χυμὸς εἴη, ξανθαὶ μόνον, ἐὰν δὲ αἱματώδης, ἐρυθραὶ, ἐὰν δὲ ἐξ ἀμφοῖν μικτὸς, ἐρυθραί τε ἅμα καὶ ξανθαί. αὗται μὲν οὖν αἱ ὑγρότητες ἀγαθαί. βραχὺ δὲ ἀπολείπονται αὐτῶν, καθ’ ἃς ἀναπτύουσιν εἰλικρινὲς αἷμα, καὶ τάχα τινὰ

184
καταπλήξεται τὸ σημεῖον, ὥσπερ ὅταν ἕλκος ἐν πνεύμονι γένηται ῥαγέντος ἀγγείου· καὶ γὰρ καὶ τότε πτύουσιν αἵματος. ἀλλὰ καὶ τὸ κατά τινας τῶν περιπνευμονικῶν ἐπιφαινόμενον αἷμα παντελῶς ὀλίγον ὅμοιον γίνεται τῇ κατὰ διαπήδησιν ὀνομαζομένῃ πρὸς τῶν ἰατρῶν αἵματος πτύσει. γίνεται γὰρ καὶ τοῦτο τὸ σύμπτωμα κατασκήψαντος μὲν αἵματος εἰς τὸ στόμα λεπτοῦ τὴν σύστασιν, ἀραιῶν δὲ τῶν οὔλων ὑπαρχόντων, ὡς μὴ στέγειν αὐτό. καὶ μέντοι κατὰ τὴν φάρυγγα δι’ αἰτίαν τὴν αὐτὴν γίνεταί ποτε τοιαύτη τις ἔκκρισις αἵματος ὀῤῥώδους. οὐδὲ οὖν ἄτοπόν ἐστιν οὐδὲν, ὅταν ἐν τῷ πνεύμονι γένηταί τι τοιοῦτον. διαγνώσῃ δ’ αὐτὸ ῥᾳδίως ἔκ τε τῆς συστάσεως τοῦ αἵματος καὶ αὐτοῦ τοῦ πλήθους. οὔτε γὰρ παχὺ τὴν σύστασίν ἐστι τὸ οὕτως ἀναπτυόμενον οὔτε πολύ. χρὴ δὲ μὴ παραμένειν τὸ σύμπτωμα μέχρι τῆς ἑβδόμης ἡμέρας, ἀλλὰ μάλιστα ἐντὸς τῆς πρώτης τετράδος ἀλλοιωθῆναι πεττόμενον· εἰ δὲ μὴ, ἀλλὰ πάντως γε πρὸ τῆς ἑβδόμης. εἰ δὲ διαμένει τοιοῦτον οἷον ἐξ ἀρχῆς ἦν, εὔδηλον ὡς εἰς χρόνον πλείονα δηλοῖ τὸ νόσημα προήξειν.
185
ὅπου γὰρ οὐδέπω μέχρι τῆς ἑβδόμης ἤρξατο πέττεσθαι, χρονιωτάτην ἔσεσθαι δηλοῖ τὴν τελείαν πέψιν. ἐν δὲ τῷ μακρῷ χρόνῳ πολλὰ μὲν καὶ τῶν ἄλλων ἀτόπων εἴωθε συμπίπτειν, ὅσα τε διὰ τὸν κάμνοντα καὶ τοὺς ὑπηρετοῦντας αὐτῷ, τά τε ἄλλως ἔξωθεν ἀδοκήτως γινόμενα συμβαίνει, καὶ μέντοι καὶ διὰ τὸν ἰατρὸν αὐτὸν ἐνίοτε, κἂν τούτων μηδὲν γένηται, κίνδυνός ἐστι πρὸ τοῦ πεφθῆναι τὸ νόσημα καταλυθῆναι τὴν δύναμιν. καὶ διὰ τοῦτο οὖν ἧττον ἀσφαλές φησι διαμένειν τὰ τοιαῦτα πτύσματα μέχρι πλειόνων ἡμερῶν.

Πάντα δὲ τὰ πτύελα πονηρά ἐστιν, ὁκόσα ἂν τὴν ὀδύνην μὴ παύῃ· κάκιστα δὲ τὰ μέλανα, ὡς διαγέγραπται· τὰ παύοντα δὲ τὴν ὀδύνην πάντων ἀμείνω ἀναπτυόμενα.

Κοινὸς καὶ οὗτος ὁ λόγος ἐστὶν ἐπὶ πάντων τῶν ἐκκρινομένων ἐκ τοῦ σώματος, ὑπὲρ οὗ καὶ κατὰ τὰ ἄλλα βιβλία

186
καὶ κατὰ τοὺς ἀφορισμοὺς εἶπεν αὐτὸς ὡς τὴν εὐφορίαν μάλιστα θεάσασθαι χρή. πολλάκις γὰρ ἴσχυσεν ἡ φύσις νικήσασα τὴν μοχθηρὰν διάθεσιν ἐκκαθᾶραι τὸ σῶμα· κἀν τούτῳ καταπλήττονται πολλοὶ θεώμενοι τὴν κακίαν τῶν ἐκκρινομένων, οὐκ εἰδότες εἴτε συμπτώματος λόγῳ γίγνεται τὸ τοιοῦτον εἴτε τῆς φύσεως ὠθούσης ἔξω τὰ μοχθηρά. κατὰ μὲν οὖν τοὺς ἀφορισμοὺς τὴν τῆς εὐφορίας προσηγορίαν ἔγραψε μόνην· ἐνταυθοῖ δὲ τὴν ἀνωδυνίαν ἐνεδείξατο, δι’ ἣν ἐπαινεῖ τὰ παύοντα τὴν ὀδύνην πτύσματα. μετ’ ὀλίγον δὲ πάνθ’ ἑξῆς ἐρεῖ τὰ γνωρίσματα τῶν ἐπὶ τὸ βέλτιον ἰόντων νοσημάτων, ἃ τῷ τῆς εὐφορίας ὀνόματι περιέλαβε. καὶ μέντοι καὶ κατωτέρω κελεύει τῶν εἰρημένων ὑπ’ αὐτοῦ σημείων ἁπάντων ἀκριβῶς ἐξητακέναι τὰς δυνάμεις, ὅπως ἀλλήλοις αὐτὰ παραβάλλων τις ἱκανὸς εἴη στοχάζεσθαι τὸ μέγεθος τῆς ἐπὶ τὸ χεῖρόν τε καὶ βέλτιον ὅλου τοῦ σώματος ῥοπῆς, οἷόν περ κἀν τῷδε τῷ λόγῳ τῷ νῦν ἡμῖν προκειμένῳ πεποίηκεν αὐτός. εἰ γὰρ ἐπὶ τοῖς πτυέλοις αἱ ὀδύναι μὴ λύονται, οὐκ ἀγαθὸν τὸ σημεῖον. οὐ
187
μὴν ἀρκέσει γέ σοι μόνον τοῦτο γνῶναι πρὸς ἀκριβῆ τοῦ μέλλοντος ἔσεσθαι πρόγνωσιν, ἀλλὰ θεάσασθαι χρὴ καὶ τὰ ἄλλα συμπτώματα· τοῦτο γὰρ ἐνεδείξατο τῶν μελάνων πτυσμάτων μνημονεύσας. ὄντος γοῦν τοῦ κοινοῦ σημείου τοῦ μὴ παύεσθαι τὴν ὀδύνην, εἰ μὲν ὠχρὸν εἴη τὸ ἐκπτυόμενον ἢ ἐρυθρὸν, ἧσσόν ἐστι κινδυνῶδες· εἰ δὲ μέλαν, ὀλεθριώτατον. ὥσθ’ ἅπαντα ἐπισκεψάμενος, οὐ μόνον τὰ εἰρημένα, κεφάλαιον ἓν ἐξ αὐτῶν ἀθροίσεις ἀκριβοῦς προγνώσεως. καὶ αὐτὸς δὲ ἐφεξῆς ὁ Ἱπποκράτης ἁπάντων τῶν ἀγαθῶν τε καὶ κακῶν σημείων ἔγραψε κατάλογον ἀναμιμνήσκων τῶν προειρημένων.

Ὁκόσα δὲ τῶν ἀλγημάτων ἐκ τουτέων τῶν χωρίων μὴ παύεται μήτε πρὸς τὰς τῶν πτυέλων καθάρσιας μήτε πρὸς τὴν τῆς κοιλίης ἐκκόπρωσιν μήτε πρὸς τὰς φλεβοτομίας τε καὶ διαίτας καὶ φαρμακείας, εἰδέναι δεῖ ἐκπυήσοντα.
188

Ὅσα τῶν ἀλγημάτων ἐκ τῶν κατὰ θώρακα καὶ πνεύμονα χωρίων οὐ παύονται πρὸς τὰ βοηθήματα, καὶ τοῦτ’ ἔχει μόνον ἄτοπον, οὐδενὸς ὀλεθρίου συνόντος ἑτέρου γνωρίσματος, ἐκπυῆσαι αὐτὰ προσδοκᾷν. μέσα γάρ πώς ἐστι ταῦτα τῶν τε λυομένων ἐν τάχει καὶ τῶν ἀνιάτων.

Τῶν δὲ ἐμπυημάτων ὁκόσα μὲν ἔτι χολώδεος ἐόντος τοῦ πτυέλου ἐκπυΐσκεται ὀλέθρια κάρτα, ἤν τε ἐν μέρει τὸ χολῶδες τῷ πύῳ ἀναπτύηται ἤν τε ὁμοῦ.

Τῶν ἐν τοῖς φανεροῖς μέρεσι τοῦ σώματος ἐκπυϊσκόντων ὅσα τοιαῦτ’ ἐστιν, ὡς ἐν μέρει μέν τινι πῦον ἔχειν, ἐν μέρει δ’ εἶναι τὸ λοιπὸν ἄπεπτον καὶ λεπτὸν, οὐδὲν εὐΐατόν ἐστιν. εἰ δὲ καὶ πρὸς τῷ μηδέπω τὸ πῦον ἔχειν ἔτι καὶ κακόηθές τι σημεῖον αὐτοῖς συνείη, πολὺ μᾶλλόν ἐστι μοχθηρά. τούτων δὲ πολὺ μᾶλλον ὑποληπτέον εἶναι μοχθηρὰ τὰ κατὰ τοὺς κυρίους τόπους γινόμενα. δηλοῦται

189
γὰρ ἀγριώτατός τις ὢν ὁ λυπῶν χυμὸς, ὅπου τῆς φύσεως ἐνδειξαμένης ὅπως ἔχει τῆς εἰς τὸ πέττειν παρασκευῆς, οὐδὲν ὅλως εἶξεν αὐτῆς.

Μάλιστα δὲ, ἢν ἄρξηται χωρέειν τὸ ἐμπύημα ἀπὸ τουτέου τοῦ πτυέλου ἑβδομαίου ἐόντος τοῦ νουσήματος ἢ παλαιοτέρου.

Καὶ τοῦτο κοινὸν ἁπάντων ἐστὶ τῶν ἐν ταῖς κρισίμοις ἡμέραις γινομένων. εἰς γὰρ τὸ βέβαιον τῆς προγνώσεως ἡ κρίσιμος συντελεῖ. πότερον δ’ ἀγαθόν ἐστιν ἢ κακὸν τὸ γινόμενον, ἐξ ἄλλων τεκμηρίων ἡ διάγνωσις. ἐάν τε γὰρ ἱδρὼς γένηται κατὰ τὴν ἑβδόμην ἡμέραν, ἐάν τε διαχώρησις γαστρὸς, ἐάν θ’ αἱμοῤῥαγία, βελτίονα μὲν ἐργασάμενα τὸν κάμνοντα, τῶν ἀγαθῶν ἐστι σημείων, χείρω δὲ τῶν κακῶν. καὶ πιστῶς γε δηλοῖ τούτων ἑκάτερον, οὐχ ὡς εἰ κατ’ ἄλλην ἡμέραν ἐγένετο. γέγραπται δέ μοι περὶ

190
τούτων ἐπὶ πλεῖστον ἔν τε τοῖς περὶ κρισίμων ἡμερῶν καὶ τοῖς περὶ κρίσεων, ἐν οἷς χρὴ προγεγυμνάσθαι τὸν βουλόμενον ἀκριβῶς παρακολουθῆσαι τοῖς ὑφ’ Ἱπποκράτους εἰρημένοις.