In Hippocratis Prognosticum

Galen

Galen, In Hippocratis Prognosticum

Ἔστι δὲ τοῖσι μὲν ἀνδράσι καὶ τῇσι γυναιξὶ τὰ μέλανα τῶν οὔρων κάκιστα, τοῖσι δὲ παιδίοισι τὰ ὑδατώδεα.

Ἐν πάσαις μὲν ταῖς ἡλικίαις ὀλέθρια τά τε μέλανα τῶν οὔρων ἐστὶ καὶ ὑδατώδεα, ἀλλ’ ἐπὶ μὲν τῶν ἀκμαζόντων τὴν πρώτην ἔχει τάξιν, ὡς ἐν ὀλεθρίοις, τὰ μέλανα, ἐπὶ δὲ τῶν παιδίων τὰ ὑδατώδη. λέλεκται γὰρ ἔμπροσθεν αὐτῷ τὰ ἐναντιώτατα τοῖς κατὰ φύσιν ὀλεθριώτατα ὑπάρχειν.

159
ἐναντιώτατα δέ ἐστιν ἐπὶ τῶν παίδων οὐχ οὕτως τὰ μέλανα τοῖς κατὰ φύσιν ὡς τὰ λεπτά. κατὰ φύσιν γὰρ αὐτοῖς ἐστιν οὐρεῖν παχέα τε καὶ πολλὴν ὑπόστασιν ἔχοντα. τοῖς δ’ ἀκμάζουσι καὶ λεπτότατα καὶ ὀλίγην ὑπόστασιν ἔχοντα γίνεται, διόπερ ἐπ’ αὐτῶν ἐστιν ὀλεθριώτατα τὰ μέλανα τῶν οὔρων. ἐπὶ δὲ τῶν παιδίων καὶ δι’ ἄλλην αἰτίαν ὀλέθρια τὰ ὑδατώδη. τάχιστα γὰρ ἐπ’ αὐτῶν πέττεται πάντα διὰ ῥώμην τῆς ἀλλοιωτικῆς δυνάμεως, αἱ πέψεις δὲ παχύνουσιν οὐκ οὖρα μόνον, ἀλλὰ καὶ διαχωρήματα τοῖς εὐπετιοῦσι κατὰ γαστέρα. καὶ πτύσματα περιπνευμονικοῖς τε καὶ πλευριτικοῖς καὶ φλέγματα ἐν κατάῤῥοις καὶ κορύζαις καὶ λήμας ἐν ὀφθαλμίαις καὶ πῦον ἐν ἕλκεσιν. ἐὰν οὖν φαίνηται τοῖς παισὶ τὸ οὖρον ὑδατῶδες ἐπὶ πλέονα χρόνον παραμένον, ὡς μηδεμίαν μεταβολὴν ἴσχειν ἐπὶ τὸ παχύτερον, ὀλέθριον γίνεται τὸ σημεῖον.

160
Ὁκόσοι δ’ ἂν οὖρα λεπτὰ καὶ ὠμὰ οὐρέωσι πολὺν χρόνον, ἢν τἄλλα ὡς περιεσομένοισι σημεῖα ᾖ, τουτέοισιν ἀπόστασιν δεῖ προσδέχεσθαι ἐς τὰ κάτω τῶν φρενῶν χωρία.

Ἀληθέστατα καὶ τοῦτ’ εἴρηται τῷ Ἱπποκράτει. τὰ μὲν γὰρ δυσπεπτότερα τῶν νοσημάτων, ὡς ἂν ἐπὶ παχυτέροις καὶ ψυχροτέροις γινόμενα χυμοῖς, εἰς ἀπόστασιν εἴωθε κρίνεσθαι, τὰ δὲ ἐπὶ θερμαῖς καὶ λεπταῖς ἐκκρίσεσιν. ὅταν οὖν ποτε χρόνῳ πλείονι παραμένῃ τὰ οὖρα μὴ πεττόμενα, διορίζεσθαι χρὴ πότερον οὐκ ἐξαρκέσει τῷ μήκει τοῦ νοσήματος ὁ κάμνων ἢ δι’ ἀπόστασιν κριθήσεται. ὁ διορισμὸς δὲ ἀπὸ τῶν ἄλλων σημείων γενήσεται. τὰ μὲν γὰρ ὀλέθρια θάνατον δηλοῦσι, τὰ δὲ ἐπιεικῆ σωτηρίαν. αἵ γε μὴν ἀποστάσεις ἐν μὲν τοῖς πάνυ χρονίζουσιν ἐς τὰ κάτω χωρία γίνονται διά τε τὴν ψυχρότητα καὶ τὸ πάχος τῆς ὕλης καὶ τὴν τῆς δυνάμεως ἀῤῥωστίαν, κεκμηκυίας διὰ τὸν χρόνον, ἐν δὲ τοῖς ὀξυτέροις παρ’ ὦτα. καὶ

161
γὰρ καὶ οἱ χυμοὶ τούτοις ἧττόν εἰσι παχεῖς καὶ ἡ θερμασία πολλὴ καὶ ἡ δύναμις εὐρωστοτέρα. τὰ δὲ μεταξὺ τούτων νοσήματα τὰς ἀποστάσεις ἐπαμφοτεριζούσας ἔχει. καὶ οὐδέν ἐστιν ὅσον ἐπὶ τῷ χρόνῳ ζητεῖν ἄνω μᾶλλον ἢ κάτω ῥέψουσιν, ἀλλ’ ἐκ τῶν ἄλλων σημείων διορίζεσθαι προσήκει.

Καὶ τὰς λιπαρότητας δὲ τὰς ἄνω ἐφισταμένας ἀραχνοειδέας μέμφεσθαι, ξυντήξεως γὰρ σημεῖα.

Οἷόν τι τοῖς λιπαροῖς ζωμοῖς ψυχομένοις ἐφίσταται τὸ καλούμενον ὑπὸ τῶν πολλῶν γραῦς, τοιοῦτον καὶ τοῖς ἐκ τῆς συντήξεως οὔροις, ὑπὲρ ὧν νῦν ἐποιήσατο τὸν λόγον αὐτὸς καὶ τὴν αἰτίαν προσθείς.

Σκοπεῖν δὲ χρὴ τῶν οὔρων ἐν οἶσιν αἱ νεφέλαι, ἤν τε ἄνω ἤν τε κάτω ἔωσι καὶ τὰ χρώματα ὁκοῖα ἴσχουσι. καὶ
162
τὰς μὲν κάτω φερομένας ξὺν τοῖσι χρώμασιν οἶσιν εἴρηται, ἀγαθὰς εἶναι νομίζειν καὶ ἐπαινέειν, τὰς δὲ ἄνω ξὺν τοῖσιν χρώμασιν, οἷσιν εἴρηται κακὰς εἶναι καὶ μέμφεσθαι τὰς τοιαύτας.

Ὅτι τὰ πρὸς ἐμοῦ κατὰ τὰ περὶ κρίσεων ὑπομνήματα πολλάκις ἐναιωρήματα λελεγμένα καλεῖν αὐτὸς εἴωθε νεφέλας, ἐδήλωσε καὶ διὰ τῆς ῥήσεως οὐκ ἀσαφῶς. ἀλλαχοῦ γε μὴν αὐτὸς ἐναιώρημα γονοειδὲς εἴρηκεν, ὡς εἶναι δυοῖν θάτερον, ἤτοι γενικωτέρου πράγματος ὄνομα τὸ ἐναιώρημα τὴν τομὴν ἔχοντος, εἴς τε τὰς νεφέλας καὶ τὰ γονοειδῆ, ἢ μηδέποτε τὰς νεφέλας ἐναιωρήματα καλεῖσθαι πρὸς αὐτοῦ. ὅτι δὲ πάντα τὰ τοῖς οὔροις ἐμφερόμενα κάτω χρηστὰ καὶ ὅσῳ περ ἂν ὑφιζάνῃ κάτω, τοσούτῳ βελτίω γίνεται, λέλεκται δυνάμει πρόσθεν, ἡνίκα ἐλέγομεν ἀναμεμίχθαι τοῖς τοιούτοις ἐνίοτε φυσῶδες πνεῦμα. τὸ τοίνυν ἀκριβῶς πεπεμμένον καὶ διακεκριμένον ὁμαλές τε καὶ ὁμοιομερὲς ὂν, ὡς ἂν οὐδὲν ἔχον πνεύματος, εἰς τὸν πυθμένα καταφέρεται τοῦ τὸ οὖρον

163
ἀγγείου περιέχοντος. ὅσον δ’ ἐπίμικτόν ἐστιν ἀερώδει τινὶ καὶ ἀτμώδει φύσει, τοῦτο κουφιζόμενον ὑπ’ ἐκείνης, ἀνάλογον τῇ ποσότητι τοῦ κουφίζοντος, ἧττόν τε καὶ μᾶλλον ἄνω φέρεται.

Μὴ ἐξαπατάτω δὲ σε ἤν τι ἡ κύστις νούσημα ἔχουσα τῶν οὔρων τοιαῦτα ἀποδιδῷ. οὐ γὰρ τοῦ ὅλου σώματος σημεῖόν ἐστιν, ἀλλ’ αὐτῆς καθ’ ἑωυτήν.

Κάλλιστα καὶ τοῦτο προσέγραψεν ἀναμιμνήσκων ἡμᾶς, ὃ τάχ’ ἂν ἐνίοτε παρελίπομεν ἐπὶ τῶν νοσούντων διορίσασθαι· καὶ χρὴ δηλονότι καὶ περὶ τῶν διαχωρουμένων κατὰ γαστέρα μεμνῆσθαι τοῦ νῦν εἰρημένου διορισμοῦ. κοινὸν μὲν γὰρ ἀμφοτέραις ταῖς ἐκκρίσεσιν τό τε τοῦ παντὸς σώματος ὑποδέχεσθαι τὰ περιττώματα ταῦτα καὶ τὸ τῶν μορίων ἐκείνων δι’ ὧν ἐκκρίνεται. συμβέβηκε δὲ κατὰ φύσιν ἐχόντων ἡμῶν τὰ μὲν τοῦ παντὸς σώματος ἐκκαθαίρεσθαι περιττώματα δι’ οὔρων, τὰ δὲ τῶν κατὰ γαστέρα

164
συνεξέρχεσθαι τῇ κόπρῳ. παρὰ φύσιν δὲ ἐχόντων τοῖς μὲν οὔροις συνεκκρίνεσθαί τινα τῶν ἐν νεφροῖς καὶ κύστει νοσημάτων γνωρίσματα, τῇ δὲ κόπρῳ τοῦ παντὸς σώματος. οὐκ ὀλιγάκις γοῦν ἐπὶ τῶν οὐρησάντων πυώδη, ζήτησις ἐγένετο πόθεν ἥκει τὸ πῦον. οὕτω δὲ καὶ πεταλώδη ποτὲ οὐρηθέντα τὴν αὐτὴν ζήτησιν ἔχει. καὶ δριμέα δὲ καὶ δυσώδη καὶ χολώδη τὰ οὖρα πολλάκις μὲν ἐγένετο διὰ κύστιν τε καὶ νεφρούς· οὐκ ὀλιγάκις δὲ καὶ διὰ τὸ πᾶν σῶμα, τουτέστι τὴν ἐν ὅλῳ τῷ ζώῳ πεπτικὴν δύναμιν τῶν χυμῶν, ἥτις, ὡς ἐδείξαμεν, οἷον ἑστίαν καιομένην καὶ πηγὴν ἔχει τὸ ἧπαρ. ἐνίοτε δὲ καὶ ταύτης αὐτῆς μηδὲν πεπονθυΐας ἐκκαθαίρεται διὰ νεφρῶν καὶ κύστεως ὅλον τὸ ζῶον, ἢ μορίων τινῶν τῶν ἐν αὐτῷ τινα περιττώματα ταῖς φλεψὶν ἐμπίπτοντα ἐκκαθαιρομένου τοῦ αἵματος ὑπὸ τῶν νεφρῶν συνεκκρίνεται, καθότι καὶ ἀποστήματα πολλαχόθι γινόμενα δι’ οὔρων ἐκκρίνεται.

165
Ἐμετὸς δὲ ὠφελιμώτατος ὁ φλέγματός τε καὶ χολῆς ξυμμεμιγμένος ὡς μάλιστα, καὶ μὴ παχὺς κάρτα μήτε πολὺς ἐμείσθω. οἱ γὰρ ἀκρητέστεροι κακίους εἰσί.

Καὶ διὰ ταύτης τῆς λέξεως ἐδήλωσεν ὁποῖόν τι καλεῖ τὸ ἄκρατον, ἀντιτιθεὶς αὐτῷ τὸ μεμιγμένον. δηλωτικὸν δ’ οὐχ ἥκιστα καὶ αὐτὸ τοὔνομά ἐστι τοῦ πρὸς αὐτοῦ σημαινομένου. καὶ γὰρ οἶνον ἄκρατον εἶναι λέγομεν ᾧ μὴ μέμικται τὸ ὕδωρ ἢ παντάπασιν ὀλίγον μέμικται, καὶ τῶν ἄλλων ἕκαστον ἄκρατόν ἐστί τε καὶ λέλεκται πρὸς τῶν Ἑλλήνων, ὅταν αὐτὸ καθ’ αὑτὸ μόνον ἀμιγὲς ἑτέρας οὐσίας ὑπάρχῃ. τὴν γοῦν ξανθὴν χολὴν ποτὲ μέν ἐστιν ἰδεῖν παχεῖάν τε καὶ ἄκρως ξανθὴν, ἐμουμένην τε καὶ κάτω διερχομένην, ἣν δὴ καὶ λεκιθώδη προσαγορεύουσιν ἔνιοι, πολλάκις δὲ ὑγροτέραν καὶ ἧττον ξανθὴν, ἥτις ἰδιαίτερον ὠχρὰ προσαγορεύεται, μεμιγμένον ἔχουσα δι’ ὅλης ἑαυτῆς φλεγματώδη χυμὸν λεπτὸν ἢ ὑδατῶδές τι περίττωμα. βούλεται τοίνυν ὁ

166
Ἱπποκράτης μηδέτερον τῶν χυμῶν ἄκρατον φαίνεσθαι, μεμίχθαι δ’ ἀλλήλοις πως αὐτούς. ὁ μὲν γὰρ χολώδης ἄκρατος πολλὴν τὴν θερμασίαν, ὁ δὲ φλεγματώδης τὴν ψύξιν ἐνδείκνυται. καὶ μέντοι καὶ παχυτέροις ὑπάρχει τοῖς ἀκράτοις εἶναι, τῷ μὲν φλεγματώδει διὰ ψύξιν οἱονεὶ ἐπιπεπηγότι, τῷ δὲ χολώδει διὰ τὴν τῆς θερμασίας ὑπερβολὴν ἐξικμασμένῳ τε καὶ οἷον πεφρυγμένῳ. δύο γὰρ αἴτια ταῦτα ἐναντία τῶν παχυνομένων ἐστὶ, τὸ θερμὸν πάνυ καὶ τὸ ψυχρὸν, ἐξικμάζον μὲν τὸ θερμὸν, πηγνύον δὲ τὸ ψυχρόν.

Εἰ δὲ εἴη τὸ ἐμούμενον πρασοειδὲς ἢ πέλιον ἢ μέλαν, ὅ τι ἂν ᾖ τουτέων τῶν χρωμάτων, νομίζειν χρὴ πονηρὸν εἶναι.

Περὶ μὲν οὖν τοῦ πελιδνοῦ καὶ μέλανος χρώματος εἴρηται πρόσθεν. τοῦ πρασοειδοῦς δὲ νῦν πρώτως ἐμνημόνευσεν,

167
οὐκ ἔχοντος μὲν οἰκεῖον ὄνομα, συγχρωμένου δὲ τῇ τῶν πράσων προσηγορίᾳ, εἰ μὴ ἄρα τις ἔμπαλιν ἀπὸ τοῦ πρασοειδοῦς χρώματος ὠνομάσθαι φαίη τὸ πράσον, οὐκ ἀπὸ τοῦ πράσου τὸ πρασοειδές. ἐπὶ τινῶν μὲν γὰρ εὔδηλος ἡ παραγωγὴ τῶν ὀνομάτων, ὡς γνωρίζεσθαι τό τε πρωτότυπον ὑπὸ γραμματικῶν ὀνομαζόμενον καὶ τὸ παρηγμένον ἀπ’ αὐτοῦ, καθάπερ ἐπὶ τοῦ γαλακτοειδοῦς χρώματος, ἐπὶ τινῶν δὲ οὐ δῆλον. ἔξεστι γὰρ λέγειν οὐκ ἀπὸ τοῦ φοίνικος ὠνομάσθαι τὸ φοινικοῦν, ἀλλ’ ἀπὸ τοῦ φοινικοῦ τὸν φοίνικα, καθάπερ γε καὶ τὸ κυανὸν οὐκ ἀπὸ τοῦ κυανοῦ μᾶλλον ἤπερ τὸ κυανοῦν ἀπ’ ἐκείνου. καὶ ἡ ὤχρα δὲ καὶ τὸ ὠχρὸν χρῶμα τῆς αὐτῆς ἐστι συστοιχίας. ὤχραν δὲ εἴρηκα οὐ τὴν ὀξυνομένην φωνὴν, ὥσπερ ἂν εἴποι τις ὠχρὸν μὲν εἶναι τὸν νεανίσκον, ὠχρὰν δὲ τὴν γυναῖκα, ἀλλὰ τὴν παροξυνομένην. ἔστι γὰρ εἶδός τι γῆς ὤχρα καὶ μάλιστα ταύτης ἡ Ἀττικὴ καλλίστη. ταυτὶ μὲν οὖν ἅπαξ εἰρήσθω μοι. ἀεὶ γὰρ μέμνησο τοῦ σπουδάζειν ἐπὶ τοῖς ὀνόμασι τοσοῦτον, ὅσον εἰς σαφῆ δήλωσιν ὧν λέγομεν ἐξ αὐτῶν
168
ἐστιν ὀνήσασθαι. τὸ δ’ ἐπέκεινα τοῦδε περιττὸν ἡγοῦ, τὸν χρόνον εἰς τὴν τῶν βελτιόνων σπουδὴν κατατιθέμενος. γίνεται δή τις ἐν τῷ σώματι, καθάπερ ὠχρὰ χολὴ κατὰ φύσιν ἐχόντων, οὕτω καὶ πρασοειδὴς ἑτέρα παρὰ φύσιν. καὶ φαίνεται αὕτη πολλάκις μὲν ἐν αὐτῇ τῇ γαστρὶ γεννωμένη, διά τινων ἀπεψίαν ἐδεσμάτων ἢ λαχάνων, ὁποῖα καὶ τὰ τεῦτλά εἰσι καὶ τὰ κρόμμυα καὶ αἱ κράμβαι. φαίνεται δ’ ἐνίοτε καὶ χωρὶς τοῦτο τοιοῦτό τι προσενηνέχθαι τῷ λόγῳ τοῦ νοσήματος ἐν ταῖς φλεψὶ γεννᾶσθαι καὶ καταῤῥεῖν ἤτοι γε εἰς τὴν ἄνω κοιλίαν ἢ εἰς τὴν κάτω, θερμασίαν γέ τινα ἐν τῷ σώματι παρὰ φύσιν δηλοῦσα καὶ περιττώματος ἰδιότητα τοιούτου τὴν κρᾶσιν, οἶος ὁ τῶν εἰρημένων λαχάνων ἐστὶ χυμός.

Εἰ δὲ καὶ πάντα τὰ χρώματα ὁ ὡυτὸς ἄνθρωπος ἐμέει, κάρτα ὀλέθριον τοῦτο ἤδη γίνεται.
169

Εἴτε περὶ τῶν προειρημένων χρωμάτων τοῦ πρασοειδοῦς καὶ πελιδνοῦ καὶ μέλανος εἴρηται τὸ πάντα εἴτε καὶ περὶ τῶν ἄλλων σὺν αὐτοῖς, ὁπόσα χρώματά ἐστι παρὰ φύσιν ἑκατέρως ὀλεθριώτατόν ἐστιν, ἐνδεικνύμενον πολλὰς ἐν τῷ σώματι χαλεπὰς εἷναι διαθέσεις.

Τάχιστον δὲ θάνατον σημαίνει τὸ πέλιον τῶν ἐμεσμάτων, εἰ ὄζοι δυσῶδες.

Σηπεδόνα γὰρ ἐνδείκνυται μετὰ νεκρώσεως τὸ τοιοῦτον, εἴ γε μεμνήμεθα τῶν προειρημένων.

Πάσαι δὲ αἱ ὑπόσαπροι καὶ δυσώδεες ὀδμαὶ κακαὶ ἐπὶ πᾶσι τοῖσιν ἐμουμένοισιν.

Ἦι γὰρ ἂν διαθέσει μιχθῇ σηπεδὼν, χείρων αὐτὴ ἑαυτῆς φαίνεται,

170
Πτύελον δὲ χρὴ ἐπὶ πᾶσι τοῖσιν ἀλγήμασι τοῖσι περὶ τὸν πνεύμονα καὶ τὰς πλευρὰς ταχέως τε ἀποπτύεσθαι καὶ εὐπετέως.

Τὸ μὲν ταχέως ἐν ἀρχῇ τῆς νόσου δηλοῖ, τὸ δὲ εὐπετέως ἀντὶ τοῦ ῥᾳδίως τε καὶ ἑτοίμως οἱ Ἕλληνες λέγουσι. συμβαίνει δὲ τοῦτο ταχέως τε καὶ ἀπόνως ἀναπτυόντων. τὸ γάρ τοι ταχέως γίγνεσθαι διττόν ἐστι, τὸ μὲν ἕτερον ὅλου τοῦ νοσήματος τὸν πρῶτον καιρὸν ἐνδεικνύμενον, τὸ δὲ ἕτερον τὸν ἐν ταῖς ἐνεργείαις ἐζευγμένον χρόνον. εὐπετὴς γὰρ ἀναγωγὴ πτυέλου, τουτέστιν ἑτοίμη τε καὶ ῥᾳδία γίγνεται, μήτ’ ὀδύνης ἰσχυρᾶς οὔσης κατὰ τὸν θώρακα (διακόπτει γὰρ αὕτη καὶ καταπαύει μεταξὺ, πρὶν ἐκτελεσθῆναι γινομένην ἔτι τὴν τοῦ θώρακος ἐνέργειαν), ἀλλὰ μηδ’ ἀσθενοῦς ὑπαρχούσης τῆς δυνάμεως, ὀκλάζει γὰρ καὶ αὕτη μεταξὺ κατὰ τὴν ἐνέργειαν, ὡς ἡμιτελὲς ἀπολιπεῖν τὸ ἔργον. αὐτό τε τὸ ἀναγόμενον ἐὰν μὲν ἰσχυρῶς ᾖ γλίσχρον,

171
ἐμπλάττεται δυσαπολύτως τοῖς μορίοις, ἀναφερόμενόν τε πολλάκις ἐνίσχεται προσκολλώμενον ταῖς σήραγξι τοῦ πνεύμονος· ὥσπερ γε καὶ, ἐὰν ἱκανῶς ᾖ παχὺ δυσχερῶς ἀναφερόμενον, ἐν χρόνῳ τε πλείονι κακοπαθεῖν ἀναγκάζει καί που καὶ σφηνοῦται κατά τινας τῶν στενοχώρων ὁδῶν, ὅθεν καὶ τὸ πνιγῆναί τισι συνέβη. καὶ μὲν δὴ καὶ τὸ λεπτὸν ἱκανῶς, ὡς ὑδατῶδες εἶναι μόγις ἀναπτύεται, περιῤῥέον ἐν κύκλῳ τῷ πνεύματι. τοῦτο γάρ ἐστι τὸ πρῶτον αἴτιον τῆς ἀναγωγῆς, ὅπερ καὶ προσεχὲς ὀνομάζουσι. διττὸν γὰρ τὸ πρῶτον αἴτιον, ὡς ἐν τοῖς περὶ αἰτίων λόγοις διῄρηται, τό τε φαῦλον τῆς ὕλης καὶ τὸ τὴν ἀρχὴν τῆς κινήσεως ἔχον. ἡ μὲν οὖν ἀρχὴ τῆς κινήσεως ἐπὶ τῶν βηττόντων ἐκ τῆς τὸν θώρακα κινούσης δυνάμεώς ἐστιν. ἐδείχθη γὰρ τοῦτο ἐν ταῖς τῶν συμπτωμάτων αἰτίαις. ἡ συστολὴ δὲ αὐτοῦ βίαιος γινομένη τὴν ἔξω φορὰν τοῦ πνεύματος ἐργάζεται σφοδράν. ἡ δὲ ταύτης σφοδρότης ἑαυτῇ συναναφέρει τὰ κατὰ τὰς σήραγγας τοῦ πνεύμονος, αἵ πέρ εἰσιν ἀρτηρίαι τραχεῖαι. ὅταν μὲν οὖν ὅ τε θώραξ ἐνεργῇ ῥωμαλέως τό τε ἐν ταῖς σήραγξι τοῦ πνεύμονος ὑγρὸν ὑπάρχῃ μετρίως
172
παχὺ, ῥᾳδίως ἀναπτύεται. μηδ’ ἑτέρου δ’ ὄντος τοιούτου χαλεπῶς καὶ μόγις. εἰ δὲ τὸ μὲν εἴη τῶν εἰρημένων αἰτίων, τὸ δ’ οὐκ εἴη μεταξὺ τοῦ ἀρίστου τρόπου καὶ τοῦ χειρίστου, τὴν κένωσιν τοῦ πτυέλου συμβήσεται γίγνεσθαι. καὶ ὅλως δὲ παρὰ τὸ μᾶλλόν τε καὶ ἧττον ἐπιτετάσθαι τι ἕκαστον τῶν αἰτίων ἢ ἐκλύεσθαι, τινὲς μὲν αὐτῶν ῥᾷον, τινὲς δὲ χαλεπώτερον ἀναπτύουσι. τί μὲν οὖν ἐστι τὸ εὐπετέως ἀναπτύεσθαι δοκῶ μοι δεδεῖχθαι σαφῶς τε ἅμα καὶ ἀληθῶς. εἰ δ’ ἀληθές ἐστι τοῦτο, καθάπερ οὖν καὶ ἔστιν, ἀληθὲς ἂν εἴη καὶ τὸ ταχέως. οὐ γὰρ τὸν ἐζευγμένον χρόνον αὐταῖς ταῖς βηξὶν, ἀλλὰ τὸν πρῶτον τοῦ νοσήματος σημαίνει καιρὸν, ὑπὲρ οὖ καὶ κατὰ τοὺς ἀφορισμοὺς εἶπεν· ἐν πλευριτικοῖσι πτύελον αὐτίκα ἢν ἐπιφαίνηται ἀρχομένου, βραχύνει. ὡς εἴ γέ τις ἐπὶ τοῦ χρόνου τῆς ἐνεργείας ἀκούσειεν εἰρῆσθαι τὸ ταχέως, ὅπερ ἐδείχθη κἀν τῷ εὐπετέως περιεχόμενον, διττῶς ἁμαρτήσεται τῷ τὸν μὲν τῶν χρόνων ἀναξίως εἰρῆσθαι δὶς ὑπ’ αὐτοῦ, τὸν δ’ ἕτερον, οὖ κἀν τοῖς ἀφορισμοῖς ἐμνημόνευσε, παραλελεῖφθαι, καίτοι μεγίστην ἔχοντα δύναμιν. ὅτι δ’ οὐ διὰ ταῦτα μόνον
173
ἀλλὰ καὶ διὰ τὰ συνεχῶς εἰρημένα κατὰ τὴν ἑξῆς ῥῆσιν οὕτως ἀκούειν δεῖ δειχθήσεταί σοι διὰ τῆς κατ’ ἐκείνην αὐτὴν ἐξηγήσεως.

Ξυμμεμιγμένον τε φαίνεσθαι τὸ ξανθὸν ἰσχυρῶς τῷ πτυέλῳ.

Τὸ ἰσχυρῶς ἐπὶ τὸ ξυμμεμιγμένον, οὐκ ἐπὶ τὸ ξανθὸν φέρεσθαι χρὴ, ὡς εἰ καὶ οὕτως εἴρητο. φαίνεσθαι δὲ χρὴ τὸ ξανθὸν συμμεμιγμένον ἰσχυρῶς τῷ πτυέλῳ. τό γε μὴν ἰσχυρῶς αὐτῷ λίαν καὶ μάλιστα σημαίνει ταὐτόν. ὀλίγον μὲν οὖν εἶπεν ἔμπροσθεν, ἔμετος δὲ ὠφελιμώτατος φλέγματός τε καὶ χολῆς συμμεμιγμένος μάλιστα. νυνὶ δὲ ἐπὶ τῶν πτυομένων τὸ ἰσχυρῶς προσέθηκεν. ὅτι δὲ ὀρθῶς ἐξηγησάμεθα τῆς ἑξῆς ῥήσεως ἀκούσας μαθήσῃ.

174
Εἰ γὰρ πολλῷ ὕστερον μετὰ τὴν ἀρχὴν τῆς ὀδύνης ἀναπτύοιτο ξανθὸν ἐὸν ἢ πυῤῥὸν ἢ πολλὴν βῆχα παρέχον καὶ μὴ ἰσχυρῶς ξυμμεμιγμένον κάκιον γίνεται.

Κατὰ ταύτην τὴν ῥῆσιν ὑπεσχόμην ἀποδείξειν ἀμφοτέρας τὰς ἔμπροσθεν ἐξηγήσεις ἀληθεῖς, τήν τε τοῦ ταχέως καὶ τὴν τοῦ ἰσχυρῶς διάνοιαν. ἐπὶ γάρ τοι τἀναντία μεταβὰς, ὡς εἴωθε, τῷ μὲν ταχέως ἀντέθηκε τὸ εἰ γὰρ πολλῷ ὕστερον μετὰ τὴν ἀρχὴν τῆς ὀδύνης ἀναπτύοιτο, τῷ δὲ συμμεμιγμένον ἰσχυρῶς τὸ μὴ ἰσχυρῶς συμμεμιγμένον ἀντέθηκε καὶ τῷ εὐπετέως πτυομένῳ τὸ πολλὴν βῆχα παρέχον. τὸ γὰρ ἀνωδύνως τε καὶ ταχέως ἀναφερόμενον ὀλίγης δεῖται βηχός. εἴρηται γάρ μοι πρόσθεν ἄμεινον εἶναι μεμίχθαι πως ἀλλήλοις τὰ κενούμενα καὶ μηδὲν εἰλικρινῶς ἄκρατον ἐκκρίνεσθαι. λέλεκται δὲ καὶ περὶ τοῦ δεῖν ἐπιφαίνεσθαι ταχέως ἐν πλευριτικοῖς τὰ πτύσματα, κατά τε τὰ περὶ κρίσεων καὶ τῶν ἀφορισμῶν ὑπομνήματα.

175
Τότε γὰρ ξανθὸν ἄκρητον ἐὸν κινδυνῶδες, τὸ δὲ λευκὸν καὶ γλίσχρον καὶ στρογγύλον ἀλυσιτελές.

Οὐκ ἄλλο τι νῦν λέγει τοῦ πρόσθεν εἰρημένου. τὸ γὰρ μὴ συμμεμιγμένον ἄκρατόν ἐστι, καὶ γίνεται ξανθὸν μὲν διὰ τὴν ξανθὴν δηλονότι χολὴν, λευκὸν δὲ καὶ γλίσχρον καὶ στρογγύλον διὰ φλέγμα κατωπτημένον. ἐπιδέδεικται δὲ ἡμῖν πολλάκις ὡς τὰ κατασκήπτοντα μέλεσί τισι ῥεύματα καὶ φλεγμονὰς καὶ ἐρυσιπέλατα καὶ οἰδήματα καὶ σκίῤῥους καὶ καρκίνους ἐργαζόμενα, παρὰ τὰς διαφορὰς τῶν ἐπικρατούντων ἐν αὐτοῖς χυμῶν, εὐήθη τε καὶ κακοήθη γίνεται. τὰ μὲν γὰρ αἱματώδη καὶ φλεγματώδη μέτρια, τὰ δὲ τῆς ξανθῆς ἢ μελαίνης χολῆς χαλεπά. διαβρωτικὰ μὲν γάρ ἐστιν ἄμφω τῶν σωμάτων καὶ τοῦτ’ αὐτοῖς κοινόν. ἴδιον δὲ ἑκατέρου τοῦ μὲν τῆς ξανθῆς χολῆς τὸ πυρετοὺς ὀξεῖς ἐπιφέρειν, τοῦ δὲ τῆς μελαίνης τὸ δύσλυτον ἐργάζεσθαι τὴν διάθεσιν. ἅτε γὰρ παχὺς ὢν καὶ γεώδης ὁ χυμὸς οὗτος

176
ἐμφράττεται τοῖς ὑποδεξαμένοις μέλεσιν αὐτὸν, ὡς δυσέκνιπτον εἶναι.