In Hippocratis Prognosticum

Galen

Galen, In Hippocratis Prognosticum

Τὰς δὲ ἀποστάσιας ἧσσον τὰ ἐν τῇ γαστρὶ οἰδήματα ποιέεται τῶν ἐν τοῖσιν ὑποχονδρίοισιν, ἥκιστα δὲ τὰ ὑποκάτω τοῦ ὀμφαλοῦ ἐς ἀποπύησιν τρέπεται.

Τῶν μὴ διαφορηθέντων οἰδημάτων ἐκπυήσεις οὐ μόνον θᾶσσον, ἀλλὰ καὶ μᾶλλον γίνονται κατὰ τὸ ὑποχόνδριον, ὅτι θερμότερόν ἐστι τὸ χωρίον. ὅσα δ’ ἂν ἀποχωρῇ τοῦδε πρὸς τὰ κάτω καὶ τοῦ θᾶττον καὶ τοῦ μᾶλλον ὑφαιρεῖ. καὶ διὰ τοῦτο τὸ κάτω τοῦ ὀμφαλοῦ σπανίως ἐκπυΐσκεται.

Αἵματος δὲ ῥῆξιν μάλιστα τῶν ἀνωτάτω τόπων προσδέχεσθαι χρή.

Ἐν ἐνίοις μὲν ἀντιγράφοις ἡ ῥῆσις γέγραπται μετὰ τοῦ καὶ συνδέσμου. συνεπιδείκνυται δὲ τὴν ἐκ τῶν ῥινῶν αἱμοῤῥαγίαν οὐ μόνον ἐπὶ τοῖς ὑποχονδρίοις, ἀλλὰ 

101
καὶ τοῖς κατωτέρω γενέσθαι. ἐνίοις δ’ ἄνευ τοῦ καί συνδέσμου. ἐνδείκνυται μὲν καὶ τούτοις, ἀλλ’ ἧττον. ἀλλ’ ἐνίοις μὲν χωρὶς τοῦ μάλιστα κατὰ τοιάνδε λέξιν· αἵματος δὲ ῥῆξιν τῶν ἀνωτάτω τόπων προσδέχεσθαι χρή. τὰ κάτωθεν ἐκείνων οὐ βούλεται φέρειν αἱμοῤῥαγίας. ἔστι δὲ τὸ ἀληθὲς ἐπὶ μὲν τῶν κατὰ τὸν ὀμφαλὸν γίνεσθαι τὰς αἱμοῤῥαγίας, αὐτῶν δὲ τούτων ἐπὶ μὲν τοῖς ἄνω μᾶλλον, ἐπὶ δὲ τοῖς ἀνωτάτω μάλιστα. λεχθήσεται δὲ καὶ περὶ αἱμοῤῥαγίας αὐτῷ κἀπὶ τῶν ἑξῆς, ἡνίκα καὶ ἡμεῖς ἀναλαβόντες ὅλον τὸν λόγον ἐροῦμεν τελεώτερον.