In Hippocratis Prognosticum

Galen

Galen, In Hippocratis Prognosticum

Εὔπνοιαν δὲ χρὴ νομίζειν κάρτα μεγάλην δύναμιν ἔχειν εἰς σωτηρίην, ἐν ἅπασι τοῖσιν ὀξέσι νουσήμασιν, ὁκόσα ξὺν πυρετοῖσίν ἐστι καὶ ἐν τεσσαράκοντα ἡμέρῃσι κρίνεται.
78

Τὴν κατὰ φύσιν ἀναπνοὴν εὔπνοιαν εἴρηκεν, ἐνδεικνυμένην μήτε θώρακα μήτε καρδίαν καὶ πνεύμονα μήτε τὰς φρένας ὀδυνηρόν τι πάθος ἔχειν, ἀλλὰ μηδὲ τῶν συνημμένων αὐτοῖς μορίων τινά. κινούμενα γὰρ κατὰ τὰς ἀναπνοὰς ὀδυνᾶται καὶ αὐτὰ φλεγμαίνοντά τε καὶ ὁπωσοῦν ἔχοντά τι πάθος ὀδυνηρόν. ἔστι δὲ ταῦτα κοιλία, σπλὴν, ἧπαρ. ὅταν οὖν μήτε τι τούτων πάσχῃ μήτε θερμασίας πλῆθος ᾗ τοσοῦτον, ὡς διακαίεσθαί τε καὶ φλέγεσθαι δοκεῖν, ἀλλὰ μηδὲ τοὐναντίον, ὡς ἤδη σβέννυσθαι τὴν ἔμφυτον θερμότητα, πῶς οὐκ ἄν τις φαίη τὸν κάμνοντα πολλὰς ἐλπίδας ἔχειν σωτηρίας; ἐπί γε τῶν ὀξέων νοσημάτων, ἐφ’ ὧν ἤτοι διὰ τὸ μέγεθος τῶν πυρετῶν ἢ διὰ τὴν ἰδίως ὀνομαζομένην φλεγμονὴν οἱ κίνδυνοι γίνονται. τὰ μέντοι χρόνια καὶ χωρὶς τούτων τῷ καταλύειν τὴν δύναμιν οὐκ ἀκίνδυνα. διὰ τοῦτ’ οὖν ἐξεῖλεν αὐτὰ τοῦ λόγου καὶ περὶ μόνων ἀπεφήνατο τῶν ὀξέων. ὄντων δὲ τούτων διττῶν, ἐπειδὴ τὰ μὲν ἁπλῶς τε καὶ πρώτως ἐστὶν ὀξέα, τὰ δὲ ἐκ μεταπτώσεως

79
τούτων γίνεται, περὶ ἀμφοτέρων ἐδήλωσεν εἰπών. ὁκόσα σὺν πυρετοῖσίν ἐστι καὶ ἐν τεσσαράκοντα ἡμέρῃσι κρίνεται. τὸ μὲν οὖν σὺν πυρετοῖς προσθεὶς, ἵνα χωρίσῃ ταῦτα σπασμοῦ καὶ τετάνου καὶ χολέρας, ὅσα τ’ ἄλλα χωρὶς πυρετῶν ἐστιν ὀξέα. τὸ δὲ ἐν τεσσαράκοντα ἡμέρῃσι κρίνεσθαι, χάριν τοῦ συγκαταριθμῆσαι τοῖς ἁπλῶς τε καὶ κυρίως λεγομένοις ὀξέσι τὰ ἐκ μεταπτώσεως ὀξέα. γίνεται δὲ ταῦτα κατ’ ἀρχὰς μὲν ὀξέως νοσησάντων, ὕστερον δὲ κατὰ τὴν τεσσαρεσκαιδεκάτην ἡμέραν ἢ καὶ πρὸ αὐτῆς κριθέντων οὐ τελέως, ἀλλ’ ὥστε τι λείψανον τῆς νόσου μέχρι τῆς τεσσαρακοστῆς ἡμέρας ἐκταθῆναι. μετάπτωσις μὲν γὰρ ἐν ταῖς ἐλλιπέσι κρίσεσι γίνεται τῶν ὀξέων νοσημάτων οὐκ εἰς ταῦτα μόνον, ἀλλὰ καὶ τῶν χρονίων ἔνια, καὶ μάλιστα εἰς μαρασμὸν καὶ τεταρταῖον ἐμπύημά τε καὶ φθόην καὶ ὕδρωπας. ἀλλ’ ὅ γε Ἱπποκράτης ἐξαίρει τοῦ παρόντος λόγου κἀκεῖνα. μόνοις τοῖς ἁπλῶς ὀξέσιν, ὅσα σὺν πυρετῷ γίνεται καὶ τοῖς ἐκ μεταπτώσεως αὐτῶν εἰς τεσσαρακοστὴν ἡμέραν ἀφικνουμένοις ἄριστον εἶναι σημεῖον ἀποφηνάμενος τὴν
80
εὔπνοιαν, οὔτε δὲ τοῖς ἄνευ πυρετῶν ὀξέσιν ἅπασιν οὔτε τοῖς χρονίοις, ὥστ’ εἶναι τὰ πάντα τρία γένη τῶν νοσημάτων ἐν τῇ κατὰ χρόνον διαφορᾷ, ἓν μὲν τῶν ὀξέων τεσσαρεσκαίδεκα κρινόμενον ἡμέραις, ἀντικειμένων αὐτῷ τῶν χρονίων, ἐπαμφοτερίζον δὲ καὶ οἷον ἐν μεθορίῳ τεταγμένον ἀμφοῖν ἄλλο τρίτον, οὗ πέρας ἐστὶ τῶν κρισίμων ἡμερῶν ἡ τεσσαρακοστή. ταῦτα μὲν οὖν ἐγὼ λέγω τοῖς ἐναργῶς φαινομένοις ἐπὶ τῶν νοσούντων ὁμολογοῦντα, καὶ ὅστις αὐτὰ ἐπ’ ἐκείνων βασανίσει γνώσεται τὴν τῶν πραγμάτων φύσιν οὕτως ἔχουσαν. ὅσοι δὲ καὶ τὸ ἐν τεσσαρεσκαίδεκα ἡμέρῃσι κρίνεσθαι τὰ ὀξέα νοσήματα λέγουσιν εἰρῆσθαι τὸν ἀριθμὸν τῶν κρισίμων ἡμερῶν διδάσκοντος ἡμᾶς τοῦ παλαιοῦ, πρὸς τῷ μὴ γινώσκειν ἃ μάλιστα ἐχρῆν αὐτοὺς ἐπίστασθαι καὶ τῶν λέξεων οὐκ ἀκούουσιν. εἰ γὰρ καὶ τὸ τεσσαρεσκαίδεκα ἡμέραις κρίνεσθαι τὰ ὀξέα νοσήματα δηλωτικόν ἐστι τοῦ πλήθους τῶν κρισίμων ἡμερῶν ὁπόσον ἐστὶ καὶ τὸ ἐν τεσσαράκοντα ἡμέραις κρίνεσθαι τὸν ἀριθμὸν δηλώσει τῶν κρισίμων ἡμερῶν. ζητησάτωσαν οὖν, 
81
ὥσπερ ἐν ταῖς τεσσαρεσκαίδεκα ποιοῦσι, τὰς ἕως τῆς τεσσαρακοστῆς, οὕτω καὶ τὰς νῦν εἰρημένας τεσσαράκοντα ποιῆσαι.

Οἱ ἱδρῶτες ἄριστοι μέν εἰσιν ἐν πᾶσι τοῖσιν ὀξέσι νουσήμασιν, ὁκόσοι ἂν ἐν ἡμέρῃσί τε κρισίμοισι γίνωνται καὶ τελείως τὸν πυρετὸν ἀπαλλάξωσιν. ἀγαθοὶ δὲ καὶ ὁκόσοι διὰ παντὸς τοῦ σώματος γινόμενοι ἀπέδειξαν τὸν ἄνθρωπον εὐπετέστερον φέροντα τὸ νούσημα. οἳ δ’ ἂν μὴ τουτέων τι ἐξεργάσονται οὐ λυσιτελέες. κάκιστοι δὲ οἱ ψυχροί τε καὶ μοῦνον περὶ τὴν κεφαλὴν γινόμενοι καὶ τὸ πρόσωπον καὶ τὸν αὐχένα. οὗτοι γὰρ ξὺν μὲν ὀξεῖ πυρετῷ θάνατον προσημαίνουσι, ξὺν δὲ πρηυτέρῳ μῆκος νόσου. καὶ οἱ κατὰ πᾶν τὸ σῶμα ὡσαύτως γινόμενοι τοῖσι περὶ τὴν κεφαλήν. οἱ δὲ κεγχροειδέες καὶ μοῦνον περὶ τὸν τράχηλον γινόμενοι πονηροί. οἱ δὲ μετὰ σταλαγμῶν καὶ ἀτμίζοντες ἀγαθοί. κατανοεῖν δὲ χρὴ τὸ
82
σύνολον τῶν ἱδρώτων. γίνονται γὰρ οἱ μὲν δι’ ἔκλυσιν σωμάτων, οἱ δὲ διὰ συντονίην φλεγμονῆς.

Ἐπὶ μὲν τῶν ἀρίστων ἱδρώτων δύο γράψας γνωρίσματα τὸ τρίτον παρέλιπεν, ὡς ἐξ ἀνάγκης ἑπόμενον οἷς εἶπεν. ὅσοι γὰρ ἐν ἡμέραις τε κρισίμοις γένωνται καὶ τελείως τῶν πυρετῶν ἀπαλλάξωσι τὸν κάμνοντα, οὗτοι καὶ δι’ ὅλου τοῦ σώματός εἰσιν. ἐν δὲ τοῖς ἀγαθοῖς μὲν, οὐ μὴν ἀρίστοις γε τὸ δι’ ὅλου τοῦ σώματος γενέσθαι καὶ τὸ καθελεῖν τι τῆς νόσου γράψας οὐδὲν ἔτι προσέθηκε περὶ τῶν κρισίμων ἡμερῶν, ὡς ἐξ ἀνάγκης αὖ πάλιν καὶ τούτου συνεπομένου τοῖς ἀγαθοῖς ἱδρῶσι. τρίτη δ’ ἄλλη τάξις ἱδρώτων ἐστὶ μετρίως κακῶν, ὑπὲρ ὧν εἶπεν. οἳ δ’ ἂν μηδὲν τουτέων ἐργάσωνται οὐ λυσιτελέες, τουτέστι τό τε δι’ ὅλου τοῦ σώματος γίνεσθαι καὶ τὸ μὴ τὸν κάμνοντα ποιεῖν εὐπετέστερον φέρειν τὴν νόσον. αὐτῶν δὲ τούτων εὔδηλον ὅτι χείρους μὲν εἰσιν οἱ μηδέτερον τούτων ἐργασάμενοι. μετριώτεροι δὲ οἱ τὸ ἕτερον. αὖθις δὲ πάλιν αὐτῶν τούτων οἱ

83
μὲν εὐπετέστερον φέρειν τὴν νόσον ἐργασάμενοι μετριώτεροι, κἂν μὴ δι’ ὅλου τοῦ σώματος γένωνται. χείρους δ’ οἱ βαρύτερον ἀποδείξαντες τὸ νόσημα κἂν εἰς ὅλον ἐκταθῶσι τὸ σῶμα. τούτοις μὲν οὖν ἅπασιν ὑπάρχει τοῖς ἱδρῶσι θερμοῖς εἶναι καὶ διὰ τοῦτ’ οὐδὲ κατὰ μίαν τῶν τριῶν τάξεων ἐδήλωσεν αὐτὸ, παραλείπειν εἰθισμένος ὅσα τε ἐξ ἀνάγκης ἕπεταί τισι καὶ ὅσα διὰ τῆς τῶν ἐφεξῆς λεγομένων ἀντιθέσεως δηλοῦται. πᾶσι δὲ τοῖς προειρημένοις κατὰ τοῦτον τὸν λόγον ἱδρῶσιν ἀντιτίθησι τοὺς ψυχροὺς εἰπὼν ᾧδε· κάκιστοι δὲ καὶ οἱ ψυχροὶ καὶ σὺν αὐτοῖς κακοὺς εἷναί φησιν ὅσοι περὶ τὴν κεφαλὴν καὶ τὸν αὐχένα γίνονται κἂν μὴ ψυχροὶ τυγχάνωσιν ὄντες, ἀπειλοῦσι γὰρ οὗτοι συγκοπήν. εἰ δ’ ἅμα τε περὶ ταῦτα γένωνται τὰ μέρη καὶ ψυχροὶ φαίνωνται, χείριστοι πάντων εἰσίν. οὐ γὰρ ἔτι μέλλειν, ἀλλ’ ἄρχεσθαι δηλοῦσιν ἤδη τὴν συγκοπήν. ἐπιδιορίζονται δὲ τῇ σφοδρότητι τοῦ πυρετοῦ, εἰ μὲν γὰρ ὀξεῖς ὑπάρχουσι, θάνατον οἴσουσι πάντως οἵ τε ψυχροὶ, κἂν δι’
84
ὅλου γίνωνται τοῦ σώματος, οἵ τε περὶ τὸν τράχηλον καὶ κεφαλὴν, εἰ καὶ θερμοὶ τύχοιεν ὄντες. εἰ δὲ καὶ πρᾶος ὁ πυρετὸς εἴη, δυνήσεταί ποτε πέψαι τοὺς μοχθηροὺς χυμοὺς ἡ δύναμις ἐν τῷ χρόνῳ μὴ φθάσασα προαναλωθῆναι τῇ τῶν πυρετῶν ὀξύτητι. περὶ μέντοι τῶν κρισίμων ἡμερῶν οὐκέτι οὐδὲν εἶπεν ἐπὶ τῶν ἄλλων ἱδρώτων, καίτοι γε ἐν τοῖς περὶ τῶν ἀρίστων εἶπεν ἐν ἀρχῇ, διότι τε μέλλει δύναμίν τινα τῶν κρισίμων ἐν τῷ περὶ αὐτῶν λόγῳ διδάσκειν, ἐν αὐτῇ τε τῇ ῥήσει συνενεδείξατο. μία γὰρ αὐτῶν ἐστιν ἡ δύναμις πιστὴν ἐργάσασθαι τὴν κρίσιν, ἄν τε εἰς ἀγαθὸν ἐάν τε εἰς κακὸν τελευτήσῃ. γινώσκειν δὲ χρὴ τὴν τελευτὴν τῆς προκειμένης ῥήσεως ὑπὸ τῶν περὶ τὸν Διοσκουρίδην γεγραμμένην κατὰ τήνδε τὴν λέξιν· κάκιστοι δ’ οἱ ψυχροὶ καὶ μόνον περὶ τὴν κεφαλὴν γινόμενοι καὶ τὸν αὐχένα, οὗτοι γὰρ θάνατον σημαίνουσιν ἢ μῆκος νόσου. δῆλον δ’ ὅτι καὶ ἡ τοιαύτη γραφὴ συντομωτέρα μέν ἐστι τῆς προτέρας, δύναμιν δὲ τὴν αὐτὴν ἔχει καὶ δεήσει προσθεῖναι
85
τὸν ἐξηγητὴν, ὅπερ ἐπὶ τῆς προτέρας ἤδη γέγραπται, σὺν μὲν ὀξεῖ πυρετῷ θάνατον, σὺν δὲ πρηϋτέρῳ μῆκος νόσου. ἐφεξῆς δὲ τούτων γέγραπταί τινα περὶ ἱδρώτων, ἃ οὐκ εἰσὶν ἐν ἅπασι τοῖς ἀντιγράφοις, ἃ καλῶς ἄλλοι τέ τινες ἐξεῖλον ὡς οὐχ Ἱπποκράτους καὶ οἱ περὶ τὸν Ἀρτεμίδωρόν τε καὶ Διοσκουρίδην.