In Hippocratis De articulis
Galen
In Hippocratis De articulis, Galen, Kühn, Leipzig, 1829
Ἐπιτήδεια δὲ καὶ φύλλα τεύτλων ἢ βηχίου ἢ ἄλλου τινὸς τῶν τοιούτων ἐν οἴνῳ μέλανι αὐστηρῷ ἡμίεφθα ἐπιτεθέντα ἰητρεύειν ἐπί τε τὸ ἕλκος ἐπί τε τὰ περιέχοντα.
Ποία τίς ἐστι καὶ τὸ βήχιον ἐπιτηδεία πρὸς τὰ παρόντα διὰ τὸ ξηραίνειν μετρίως, οὗ χρήζειν ἐδείχθη τὰ ἕλκη πάντα. περὶ δὲ τοῦ μέλανος οἴνου καὶ αὐστηροῦ λέλεκταί μοι κἀν τοῖς περὶ ἀγμῶν ὑπομνήμασιν, ὅτι τὸ μὲν ἀποκρούεσθαι τοῖς ἄλλοις οἴνοις ὁμοίως ἔχει. παχυμερέστερος
Κηρωτῇ δὲ χλιερῇ ἐπιχρίειν αὐτὸ τὸ ἕλκος.
Οὐχ ὡς ἕλκει συμφέρουσαν ἐπιδέδεικταί μοι αἱρεῖσθαι νῦν τὴν κηρωτὴν τὸ περὶ τῶν ἑλκῶν ἐξηγουμένῳ, φεύγων τὰ τοιαῦτα φάρμακα κωλύοντα τὴν κόλλησιν αὐτῶν, ἀλλ’ ὅτι νῦν οὐχ ἁπλῶς ὡς ἕλκος ἰᾶται τὸ ἕλκος, ὅτι μήτε κολλᾷν αὐτῷ πρόκειται, καθάπερ ἄλλα τὰ νεότρωτα. τὸν πρῶτον δ’ ἔχει σκοπὸν ἐν τῇ θεραπείᾳ μὴ σπασθῆναι τὸν ἄνθρωπον, δι’ ὧν οὐδ’ ἐμβάλλειν αἱρεῖται τὸ ἄρθρον, ἀλλὰ μᾶλλον ἐᾶσαι χωλὸν αἰσχρῶς ἀποδειχθῆναι τὸ ἕλκος, οὔτ’ οὖν ἁπλῶς προσφέρει τὰ μαλθακώδη φάρμακα· καλεῖ γὰρ οὕτως αὐτὸς ἐν τῷ περὶ ἑλκῶν αὐτὰ, καίτοι παρηγορικὰ τῶν φλεγμαινόντων ὄντα. κατ’ ἀρχὴν γὰρ οὕτω γεγονυίας φλεγμονῆς
Ἢν δὲ ἡ ὥρη χειμερινὴ ἔῃ καὶ ἔρια ῥυπαρὰ ἐν οἴνῳ καὶ ἐλαίῳ καταῤῥαίνοντα χλιεροῖσι ἄνωθεν ἐπιτέγγειν.
Οὔτε χλιαροῖς ἐχρῆτο τοῖς φαρμάκοις, οὔθ’ ὅλως ἐμίγνυεν ἔλαιον, εἴπερ ὡς ἡλκωμένον ἁπλῶς ἐθεράπευε τὸ μόριον, ἀλλ’ ὅπερ ἔμπροσθεν ἔφην, ἐπειδὴ φοβεῖται τὸν σπασμὸν, ἔλαιόν τε μίγνυσι καὶ χλιαρὰ προσφέρει πάντα, μήθ’ ὡς πρὸς σπασμὸν ἱστάμενος μόνον· ἀποκεχώρηκε γὰρ ἂν
Καταδεῖν δὲ μηδὲν μηδενὶ, μηδὲ περιπλάσσειν. εὖ γὰρ εἰδέναι χρὴ, ὅτι πίεξις καὶ ἀχθοφορίη πᾶν κακὸν τοῖσι τοιούτοισίν ἐστιν.
Οὐ μόνον ἀφεῖλε τὴν διὰ τῶν ὑποδεσμίδων ἐπίθεσιν ἐπὶ τούτων, ᾗ διὰ παντὸς ἐχρῆτο κατά τε τὰ κατάγματα καὶ τὰς ἐξαρθρήσεις, ἀλλὰ καὶ τὰς ἔξωθεν ἐπὶ τοῖς ἐρίοις γινομένας περιβολὰς τῶν ἐπιδέσμων· καὶ τὴν αἰτίαν εἶπεν αὐτὸς, ὅτι πίεξις καὶ ἀχθοφορίη πᾶν κακὸν τοῖς τοιούτοις ἐστίν. ἀρκεῖ τοιγαροῦν αὐτοῖς μόνα τὰ ἔργα μήτε πίεσιν ἐργάσασθαι μήτ’ ἀχθοφορίαν δυνάμενα διὰ μαλακότητά τε καὶ κουφότητα. ταῦτα δὲ πάλιν οὐχ ὡς ἕλκος ἰώμενος δέδιεν, ἀλλὰ καὶ τὸν ἐκ τῶν γεγυμνωμένων τε καὶ τεθλασμένων τενόντων καὶ νεύρων φυλαττόμενος σπασμόν.
Ἐπιτήδεια δὲ πρὸς τὰ τοιαῦτα καὶ τῶν ἐναίμων μετεξέτερα, ὅσοισιν αὐτῶν ξυμφέρει. ἔρια δὲ ἐπιτιθέντα οἴνῳ ἐπιτέγγοντα πολὺν χρόνον ἐᾷν· τὰ δὲ ὀλιγημερώτατα τῶν ἐναίμων καὶ ὅσα ῥητίνῃ προκαταλαμβάνεται, οὐχ ὁμοίως ἐπιτήδεια ἐκείνοισίν ἐστι. χρονίη γὰρ ἡ κάθαρσις τῶν ἑλκέων γίνεται τούτων, πολὺν γὰρ χρόνον πλαδαρὴ701γίνεται, τινὰς δὲ τούτων ἀγαθὸν ἐπιδέειν. εἰδέναι μὲν δή που σάφα χρὴ, ὅτι ἀνάγκη τὸν ἄνθρωπον χωλὸν αἰσχρῶς γενέσθαι. ὁ γὰρ ὁ ποὺς ἐπὶ τὸ ἄνω ἀνέσπασται τῶν τοιούτων καὶ τὰ ὀστέα τὰ διολισθήσαντα ἔξω ἐξέχοντα φαίνεται. οὔτε γὰρ ψιλοῦται τῶν τοιούτων ὀστέων οὐδὲν ὡς ἐπὶ τὸ πολὺ, εἰ μὴ κατὰ βραχύ τι, οὔτε ἀφίσταται, ἀλλὰ περιωτειλοῦται λεπτῇσιν ὠτειλῇσι καὶ ἀσθενέσι και ταῦτα ἢν ἀτρεμίζωσι πουλὺν χρόνον· ἢν δὲ μὴ, ἑλκύδριον ἐγκαταλειφθῆναι κίνδυνος ἀναλθές. ὅμως δὲ περὶ οὗ λόγος οὕτω μὲν οἱ ἰητρευόμενοι σώζονται, ἐμβληθέντος δὲ τοῦ ἄρθρου καὶ ἐμμείναντος ἀποθνήσκουσιν.
Ἔναιμα καλεῖ φάρμακα κἀν τούτοις τοῖς βιβλίοις καὶ τῷ περὶ ἑλκῶν, ὅσα παραχρῆμα τοῖς τραύμασι προσφέρεται. τούτων οὖν, φησὶν, ὅσα διὰ πλείονος χρόνου λυόμενα δύναται μεταξὺ τῶν λύσεων ἐπιτέγγεσθαι, παραληπτέον ἐστὶ μάλιστα. βούλεται γὰρ ὥσπερ τἆλλα πάντα τῆς θεραπείας
Ὁ αὐτὸς δὲ λόγος οὗτος, ἢν καὶ τὰ τοῦ πήχεος ὀστέα τὰ παρὰ τὸν καρπὸν τῆς χειρὸς ἕλκος ποιήσαντα ἐξίσχῃ, ἤν τε εἰς τὸ εἴσω μέρος τῆς χειρὸς, ἤν τε εἰς τὸ ἔξω. σάφα γὰρ ἐπίστασθαι χρὴ, ὅτε ἀποθανεῖται ἐν ὀλίγῃσιν ἡμέρῃσι τοιούτῳ θανάτῳ, οἵῳπερ πρόσθεν εἴρηται, ὅτῳ ἂν ἐμβληθέντα τὰ ὀστέα ἐμμείνῃ· οἷσι δ’ ἂν μὴ ἐμβληθῇ, μηδὲ πειρηθῇ ἐμβάλλεσθαι, οὗτοι πολὺ πλείονες περιγίνονται. ἰητρείη δὲ τοιαύτη τοῖσι τοιούτοισιν ἐπιτηδείη οἵηπερ εἴρηται. τὸ δὲ σχῆμα αἰσχρὸν τοῦ χωλώματος ἀνάγκη εἶναι καὶ τοὺς δακτύλους τῆς χειρὸς ἀσθενέας καὶ ἀχρηΐους.
Ὥσπερ ὅλον τὸ μεταξὺ γόνατος καὶ ἀστραγάλου κνήμην ὀνομάζει συγκείμενον ἐκ δυοῖν ὀστῶν, οὕτω καὶ τὸ
Ἢν μὲν γὰρ ἐς τὸ εἴσω μέρος ὀλισθῇ τὰ ὀστέα, κάμπτειν οὐ δύναται τοὺς δακτύλους, ἢν δὲ ἐς τὸ ἔξω μέρος, ἐκταννύειν οὐ δύναται.
Τῷ μὲν ὀλισθῇ ῥήματι διὰ τὶ χρῆται, δεδήλωται κατὰ τὸν ἔμπροσθεν λόγον, ἡνίκα τὰ τῆς κνήμης ὀστᾶ παρὰ τὸν πόδα μεθ’ ἕλκους ἐξαρθρεῖν ἔφη. νυνὶ δὲ τὴν αἰτίαν εἰπεῖν
Ὅσοισι δ’ ἂν κνήμης ὀστέον ἕλκος ποιησάμενον παρὰ τὸ γόνυ ἔξω ἐξίσχῃ, ἤν τε ἐς τὸ ἔξω μέρος, ἤν τε ἐς τὸ εἴσω, τούτοισιν ἢν μέν τις ἐμβάλῃ, ἔτι ἑτοιμότερος ὁ θάνατός ἐστιν ἤπερ τοῖσιν ἑτέροισι, καίπερ κἀκείνοισιν ἕτοιμος ἐών. ἢν δὲ μὴ ἐμβαλὼν ἰητρεύῃς, ἐλπίδες μὲν σωτηρίης οὕτω μόνως εἰσί. κινδυνωδέστερα δὲ ταῦτα τῶν ὀστέων γίνεται, ὅσῳ ἂν ἀνωτέρω καὶ ὅσῳ ἂν ἰσχυρότερα ἔῃ καὶ ἀπὸ ἰσχυροτέρων ὠλισθήκῃ. ἢν δὲ τὸ ὀστέον τὸ τοῦ μηροῦ τὸ πρὸς τοῦ γόνατος ἕλκος ποιησάμενον ἐξολισθῇ, ἐμβληθὲν μὲν καὶ ἐμμεῖναν ἔτι βιαιότερον θᾶσσον τὸν θάνατον ποιήσει τῶν πρόσθεν εἰρημένων· μὴ ἐμβληθὲν δὲ πολὺ ἀκινδυνωδέστερον ἢ τὰ πρόσθεν, ὅμως δὲ μούνη ἐλπὶς αὕτη σωτηρίης.
Μαρτύριον οὐ σμικρόν ἐστι καὶ τοῦτο καὶ τὸ κατὰ τὴν ἑξῆς ῥῆσιν ὑπ’ αὐτοῦ γεγραμμένον, ὧν ὀλίγον ἔμπροσθεν εἶπον, ἐπὶ τῶν ἐξισχόντων ὀστῶν ἐπί τε τῆς κατὰ τὰ σφυρὰ καὶ τῆς κατὰ τὸν καρπὸν διαρθρώσεως. οὔτε γὰρ ὁ ἀστράγαλος καὶ ἡ κνήμη κατὰ τὴν πρὸς τὸν πόδα διάρθρωσιν ἐξίσχει τοῦ δέρματος, οὔθ’ ὁ καρπὸς ἐν τῇ πρὸς τὸν πῆχυν, ἀλλ’ ἡ κνήμη μὲν ἐπὶ τοῦ σκέλους, ὁ πῆχυς δὲ ἐπὶ τῆς χειρός. εἰκότως οὖν ἐξαρθρεῖν ταῦτα καὶ ὀλισθαίνειν εἶπεν, ὡς ἂν ἔξω τῶν διαρθρώσεων γιγνόμενα. νῦν γοῦν τὴν κνήμην ἐν τῇ πρὸς τῶν σφυρῶν διαρθρώσει φησὶν ἐξίσχειν ἐνίοτε, ποτὲ μὲν ἔξω τῆς διαρθρώσεως, ποτὲ δ’ εἴσω, καίτοι κατὰ τὴν ἑξῆς ῥῆσιν οὐ τὴν κνήμην, ἀλλὰ τὸν μηρὸν ἐξίσχειν λέγων εἰκότως, ἐν μὲν τῇ κατὰ γόνυ διαρθρώσει ποτὲ μὲν ἡ κνήμη φαίνεται, ποτὲ δὲ ὁ μηρὸς ἐξίσχειν. ἐν δὲ τῇ κατὰ τὸν πόδα διὰ παντὸς ἡ κνήμη, ὥσπερ γε κἀν τῇ κατὰ τὸν καρπὸν ὁ πῆχυς. τὰ δ’ ἄλλα τῆς ῥήσεως δῆλα τοῖς μεμνημένοις τῶν ἔμπροσθεν εἰρημένων.
Ὁ ωὐτὸς δὲ λόγος καὶ περὶ τῶν κατὰ τὸν ἀγκῶνα ἄρθρων καὶ περὶ τῶν τοῦ πήχεος καὶ βραχίονος. ἃ γὰρ ἂν τούτων ἐξαρθρήσαντα ἐξίσχῃ, ἕλκος ποιησάμενα πάντα, ἢν ἐμβληθῇ, θάνατον φέρει, μὴ ἐμβληθέντα δὲ ἐλπίδα σωτηρίης. χώλωσις δὲ τοῖσι περιγενομένοισι. θανατωδέστερα δὲ τοῖσιν ἐμβαλλομένοισίν ἐστι τὰ ἀνωτέρω τῶν ἄρθρων· ἀτὰρ καὶ τοῖσιν ἐμβαλλομένοισι κινδυνωδέστερα αὐτὰ ταῦτα. εἰ δέ τινι τὰ ἀνωτέρω ἄρθρα ἐξαρθρήσαντα ἕλκος ποιήσαντα ἐξίσχοι, ταῦτα δέ τι καὶ ἐμβαλλόμενα ταχυθανατώτατα ἔῃ καὶ μὴ ἐμβαλλόμενα κινδυνωδέστερα. ἰητρείη δὲ ἤδη εἴρηται, οἵη τις ἐμοὶ δοκέει ἐπιτηδειοτάτη εἶναι· ὅσοισι δὲ ἄρθρα δακτύλων ἢ ποδὸς ἢ χειρὸς ἐξαρθρήσαντα ἕλκος ποιήσαντα ἐξέσχε, μὴ κατεηγότος τοῦ ὀστέου, ἀλλὰ κατ’ αὐτὴν τὴν ξύμφυσιν ἀποσπασθέντος, τούτοισιν εἰ ἐμβληθέντα ἐμμένει, ἔνι μέντοι κίνδυνος σπασμοῦ, ἢν μὴ χρηστῶς ἰητρεύωνται, ὅμως δέ τι ἄξιον ἐμβάλλειν, προειπόντα ὅτι φυλακῆς710πολλῆς καὶ μελέτης δέεται· ἐμβάλλειν μέντοι ῥήϊστον καὶ δυνατώτατον καὶ τεχνικώτατόν ἐστι τῷ μοχλίσκῳ, ὥσπερ καὶ πρόσθεν εἴρηται ἐν τοῖσι κατεαγνυμένοισι καὶ ἐξίσχουσιν ὀστέοισιν, ἔπειτα ἀτρεμέειν ὡς μάλιστα χρὴ καὶ κατακεῖσθαι καὶ ὀλιγοσιτέειν. ἄμεινον δὲ καὶ φαρμακεῦσαι ἄνω κούφῳ τινὶ φαρμάκῳ.
Εἰκότως εἶπεν ἄρθρων ἐνταῦθα κατὰ πλῆθος, ὥσπερ ἐπὶ τῶν κατὰ τὸ γόνυ. περὶ μέντοι τοῦ περὶ τὸν καρπόν τε καὶ τὸ σφυρὸν διερχόμενος, οὐκ εἶπεν ἄρθρα πληθυντικῶς. ὅτι δὲ ἄρθρα πλείω κατὰ τοῦτο τὸ χωρίον εἰσὶν, ὑπὲρ οὗ νῦν ὁ λόγος αὐτῷ πρόκειται, διὰ τοῦ τρίτου τῶν εἰς τὸ περὶ ἀγμῶν ὑπομνημάτων ἐδήλωσε. τὸν αὐτὸν λόγον εἶναί φησι τὸν νῦν ἐνεστῶτα τῷ προειρημένῳ περὶ τῆς κατὰ γόνυ διαρθρώσεως· ὥσπερ γὰρ ἐκεῖ ποτὲ μὲν ἡ κνήμη, ποτὲ δὲ ὁ μηρὸς ἐξίσχειν ἐλέχθη, κατὰ τὸν αὐτὸν τρόπον καὶ νῦν ἐνίοτε μὲν ὁ πῆχυς, ἐνίοτε δὲ ὁ βραχίων εἰς τὴν τοιαύτην
Τὸ δὲ ἕλκος ἰητρεύειν ἢ ἐναίμοισι τοῖσιν ἐπιτέγκτοισιν ἢ πολυοφθάλμοισιν ἢ οἷσιν ἐν κεφαλῇ ὀστέα κατεηγότα ἰητρεύεται, κατάψυχρον δὲ κάρτα μηδὲν προσφέρειν. ἥκιστα μὲν οὖν τὰ πρῶτα ἄρθρα κινδυνώδεά ἐστι, τὰ δὲ ἔτι ἄνω κινδυνωδέστερα. ἐμβάλλειν δὲ χρὴ αὐθημερὸν ἢ τῇ ὑστεραίῃ, τριταίῳ δὲ ἢ τεταρταίῳ ἥκιστα. τεταρταῖα γὰρ ἐόντα ἐπισημαίνει τῇσι παλιγκοτίῃσι μάλιστα. οἷσιν ἂν οὖν μὴ αὐτίκα γένηται ἐμβάλλειν, ὑπερβαίνειν χρὴ ταύτας τὰς εἰρημένας ἡμέρας· ὅ τι γὰρ ἂν εἴσω δέκα ἡμερέων ἐμβάλλῃ, πᾶν καταληπτόν. ἢν δ’ ἄρα ἐμβεβλημένῳ σπασμὸς ἐπιγένηται, ἐμβάλλειν τὸ ἄρθρον δεῖ ταχὺ καὶ θερμῷ τέγγειν ὡς πλειστάκις.
Τίνα μέν ἔσιν ἔναιμα ἐπίτεγκτα πρόσθεν εἴρηται. τῆς βοτάνης δὲ τῆς πολυοφθάλμου καλουμένης, ἥτις καὶ βοὸς ὀφθαλμὸς ὀνομάζεται, τῷ φύλλῳ χρῆσθαι κελεύει παραπλησίως, ὡς ἔμπροσθεν ἐχρῆτο τῷ τοῦ βηχίου, τὴν αὐτὴν ἔχοντι καὶ τούτῳ δύναμιν. μέμνηται δὲ ταύτης τῆς βοτάνης καὶ Διοκλῆς ἐν τῷ περὶ λαχάνων. τὸ μέντοι κεφάλαιον ὅλης τῆς θεραπείας φησὶ χρῆναι ποιεῖσθαι τοιοῦτον, οἷον κἀπὶ τῶν τῆς κεφαλῆς καταγμάτων ἐδήλωσεν. ἐν ἐκείνῳ τῷ βιβλίῳ καὶ ἡμῖν ἐδείχθη ξηραντικώτερος ὁ τρόπος εἶναι τῆς θεραπείας ἐκείνης, ἧς κατὰ τὸ περὶ ἑλκῶν βιβλίον ἐποιήσατο καὶ μάλιστα τῆς κατὰ ἄρθρα.
Κεκάμφθαι δὲ μᾶλλον ἢ ἐκτετάσθαι πᾶν τὸ σῶμα χρή. προσδέχεσθαι μέντοι κατὰ τοὺς δακτύλους τὰ ἄρθρα τὰ ἐμβαλλόμενα ἀποστατικὰ ἔσεσθαι· τὰ γὰρ πλεῖστα οὕτω γίνεται, ἢν καὶ ὁτιοῦν φλεγμονῆς ὑπογένηται, ὡς εἰ μὴ δι’ ἀμαθίην τῶν δημοτέων ἐν αἰτίῃ ἔμελλεν ὁ ἰητρὸς ἔσεσθαι,713οὐδὲν ἂν πάντως οὐδ’ ἐμβάλλειν ἔδει. τὰ μὲν οὖν κατὰ τὰ ἄρθρα ὀστέα ἐξίσχοντα ἐμβαλλόμενα οὕτω κινδυνώδεά ἐστιν ὡς εἴρηται.
Οὐ ταὐτόν ἐστιν ἐκτετάσθαι τε λέγειν καὶ ἐκτείνεσθαι, καθάπερ οὐδὲ κεκάμφθαι καὶ κάμπτεσθαι· ἐκτετάσθαι μὲν γάρ τις εἰπὼν τὸ κῶλον ἓν αὐτοῦ σχῆμα μόνον δηλοῖ τὸ κατ’ εὐθυωρίαν οὐκ ἔχον τε τὸ μᾶλλον καὶ τὸ ἧττον· κεκάμφθαι δὲ εἰπὼν πάντα τὰ μετὰ τὴν ἔκτασιν σχήματα σημαίνει μᾶλλον καὶ ἧττον ἀλλήλων διαφέροντα μέχρι τῆς ἐσχάτης καμπῆς. τὸ δέ γε ἐκτείνεσθαι καὶ κάμπτεσθαι τῶν κινήσεων αὐτῶν ἐστι δηλωτικὸν ἐν τοῖς μετασχηματιζομένοις κώλοις γιγνόμενον. τὸ μὲν ἐκτείνεσθαι κατὰ τοῦ μεταξὺ τῆς τε ἐσχάτης καμπῆς καὶ τῆς ἀκριβοῦς ἐκτάσεως. τὸ κάμπτεσθαι δ’ ἔμπαλιν ἄχρι τῆς ἄκρας ἐκτάσεως, ἄχρι τῆς τελευταίας καμπῆς. νῦν οὖν ὁ Ἱπποκράτης εἰπὼν κεκάμφθαι μᾶλλον ἢ ἄχρι τῆς τελευταίας καμπῆς, τὸ κατ’ εὐθυωρίαν μόνον παραιτεῖται· διὰ δὲ τοῦ κεκάμφθαι
Ὅσα δὲ κατὰ τὰ ἄρθρα τὰ κατὰ τοὺς δακτύλους ἀποκόπτεται τελείως, ταῦτα ἀσινέα τὰ πλεῖστά ἐστιν, ἢν μή τις ἐν αὐτῇ τῇ τρώσει λειποθυμήσας βλαβείη.
Περὶ τῶν ἀποκοπτομένων ὀστῶν ἐντεῦθεν ἄρχεται διδάσκειν σαφῶς ἅπαντα διεξιὼν, ὡς μὴ δεῖσθαι τῆς παρ’ ἡμῶν ἐξηγήσεως, ἀλλ’ ἀρκεῖ τοσοῦτόν μοι προειπεῖν, ὡς ἀκολουθήσεις σχεδὸν ἅπασιν οἷς λέγει, σκοπὸν ἔχων ὅνπερ κἀπὶ τῶν ἐξισχόντων ἄρθρων, ἃ καλεῖν ἔθος ἐστὶ τοῖς νεωτέροις ἰατροῖς ἐκβυρσώματα. κατὰ γὰρ τὸ
Καὶ ἰητρείη φαύλη ἀρκέσει τῶν τοιούτων ἑλκέων· ἀτὰρ καὶ ὅσα μὴ κατὰ τὰ ἄρθρα, ἀλλὰ κατ’ ἄλλην τινὰ ἴξιν τῶν ὀστέων ἀποκόπτεται, καὶ ταῦτα ἀσινέα ἐστὶ καὶ ἔτι εὐαλθέστερα τῶν ἑτέρων, καὶ ὅσα κατὰ τοὺς δακτύλους ὀστέα κατεαγότα ἐξίσχει μὴ κατὰ τὸ ἄρθρον, καὶ ταῦτα ἀσινέα ἐστὶν ἐμβαλλόμενα. ἀποκόψιες δὲ τέλειαι ὀστέων καὶ κατὰ τὰ ἄρθρα καὶ ἐν ποδὶ καὶ ἐν χειρὶ καὶ ἐν κνήμῃ τοῖσι παρὰ τὰ σφυρὰ καὶ ἐν πήχεϊ τοῖσι κατὰ τοὺς καρποὺς, τοῖσι πλείστοισιν ἀποκοπτομένοισιν ἀσινέα γίνεται, ὅσα ἂν μὴ αὐτίκα λειποθυμίη ἀνατρέψῃ ἢ τεταρταίοισιν ἐοῦσι πυρετὸς ξυνεχὴς ἐπιγένηται. ἀποσφακελίσιες μέντοι σαρκῶν καὶ ἐν τρώμασιν αἱμοῤῥόοισι γενομένοισιν716ἢ ἀποσφίγξεσιν ἰσχυραῖς καὶ ἐν ὀστέων κατήγμασι γενομένοισι, πιεχθεῖσι μᾶλλον τοῦ καιροῦ, καὶ ἐν ἄλλοισι δεσμοῖσι βιαίοισι ἀποληφθέντα ἀποπίπτει πολλοῖσι, καὶ οἱ πολλοὶ περιγίνονται τῶν τοιούτων καὶ οἷσι μηροῦ μέρος τι ἀποπίπτει καὶ τῶν σαρκῶν καὶ τοῦ ὀστέου καὶ οἷσι βραχίονος. ἧσσον δὲ πήχεός τε καὶ κνήμης ἀποπεσούσης καὶ ἔτι εὐφόρως περιγίνονται. οἷσι μὲν οὖν κατεαγέντων ὀστέων ἀποσφακελίσιες αὐτίκα ἐγένοντο καὶ μελασμοὶ, τούτοισι μὲν ταχεῖαι περιῤῥήξιες γίνονται τοῦ σώματος καὶ τὰ ὑποπίπτοντα ταχέως ἀποπίπτει ἤδη τῶν ὀστέων προενδεδωκότων· οἷσι δὲ ὑγιέων ἐόντων τῶν ὀστέων οἱ μελασμοὶ γίνονται αἱ μὲν σάρκες ταχέως θνήσκουσι καὶ τούτοισι. τὰ δὲ ὀστέα βραδέως ἀφίστανται, ᾗ ἂν τὰ ὅρια τοῦ μελασμοῦ γένηται καὶ ἡ ψίλωσις τοῦ ὀστέου.
Λέλεκται δὲ πολλάκις ἤδη φαύλην ὀνομάζειν ἰατρείαν τὴν ἀντικειμένην τῇ ἀκριβεῖ.
Χρὴ δὲ ὅσα ἂν κατωτέρω τοῦ σώματος τῶν ὁρίων τοῦ μελασμοῦ ἔῃ, ταῦτα ὅταν ἤδη πάμπαν τεθνήκῃ καὶ ἀνάλγεα ᾖ, ἀφαιρέειν κατὰ τὸ ἄρθρον προμυθεόμενον ὅκως μὴ τετρώσῃς· ἢν γὰρ ὀδυνηθῇ ἀποταμνόμενος καὶ μήπω κηρήσῃ τὸ σῶμα τεθνεὸς ταύτῃ ᾗ ἀποτέμνεται, κάρτα κίνδυνος ὑπὸ τῆς ὀδύνης λειποθυμῆσαι. αἱ δὲ τοιαῦται λειποθυμίαι πολλοὺς παραχρῆμα ἤδη ἀπώλεσαν. μηροῦ μὲν οὖν ὀστέον ψιλωθὲν ἐκ τοιούτου τρόπου ὀγδοηκοσταῖον εἶδον ἀποστάν. ἡ μέντοι κνήμη τούτῳ τῷ ἀνθρώπῳ κατὰ τὸ γόνυ ἀφῃρέθη εἰκοσταίη, ἐδόκεε δέ μοι καὶ ἐγγυτέρω. οὐ γὰρ ἅμα, ἀλλ’ ἐπὶ τὸ προμηθέστερον ἔδοξέ μοί τι ποιέειν· κνήμης δὲ ὀστέα ἐκ τοιούτου μελασμοῦ μάλα κατὰ μέσην τὴν κνήμην ἐόντα, ἑξηκοσταῖά μοι ἀπέπεσεν, ὅσα ἐψιλώθη αὐτῶν. διενέγκοι μὲν γὰρ ἄν τι καὶ ἰητρείη ἰητρείης ἐς τὸ θᾶσσόν τε καὶ βραδύτερον τὰ ὀστέα ψιλούμενα ἀποπίπτειν. διενέγκοι δ’ ἄν τι καὶ πίεξις πιέξιος καὶ ἐπὶ τὸ ἰσχυρότερόν τε καὶ ἀσθενέστερον καὶ ἐς τὸ θᾶσσόν τε καὶ βραδύτερον718ἀπομελανθέντα ἀποθανεῖν τὰ νεῦρα καὶ τὰς σάρκας καὶ τὰς ἀρτηρίας καὶ τὰς φλέβας. ἐπεὶ ὅσα μὴ ἰσχυρῶς ἀποληφθέντα θνήσκει, ἔνια τῶν τοιουτέων οὐκ ἀφικνέεται ἐς ὀστέων ψιλώματα, ἀλλ’ ἐπιπολαιότερα ἐκπίπτει, ἔνια δὲ οὐδὲ ἐς νεύρων ψιλώματα ἀφικνεῖται, ἀλλ’ ἐπιπολαιότερα ἐκπίπτει, διά γ’ οὖν ταύτας τὰς προφάσιας οὐκ ἔστιν ἓν ὄνομα ἀριθμοῦ τῷ χρόνῳ θέσθαι, ἐν ὁκόσῳ ἕκαστα τούτων κρίνεται.
Προειρηκὼς ὅτι μελαινομένων καὶ φθειρομένων τῶν περικειμένων τοῖς ὀστοῖς σαρκῶν ἀναγκαῖόν ἐστι καὶ τοῖς γυμνωθεῖσιν αὐτῶν ὀστοῖς τῷ χρόνῳ ταὐτὸν συμβῆναι καὶ διὰ τοῦτο κελεύσας ἀποκόπτειν αὐτὰ, νῦν συμβουλεύει τὴν ἀφαίρεσιν ποιεῖσθαι, μὴ ψαύοντα τῶν ὑγιῶν, ὅπως μὴ διὰ τὴν ὀδύνην ὁ κάμνων λειποθυμήσας ἰσχυρῶς δυσανακόμιστος γένηται. κατ’ ἄρθρον δὲ μᾶλλον, εἰ οἷόν τε, ποιεῖσθαι κελεύει τὴν ἀφαίρεσιν ἕνεκα τοῦ τάχους. ἐν μέσοις γὰρ τοῖς κώλοις χρόνος τρίβεται τῶν ὀστέων ἐκκοπτομένων, ἐπὶ δὲ τῶν ἄρθρων ἄνευ τοῦ ψαῦσαι τῶν ὀστῶν, ἀποκόπτεται τὸ πεπονθὸς μέρος τοῦ κώλου.
Προσδέχεσθαι δὲ μάλα χρὴ τοιαῦτα ἰήματα. ἐπιδέειν γὰρ φοβερώτερά ἐστιν ἤ τινι ἰητρεύειν καὶ ἰητρείη πραείη ἀρκέει πᾶσι τοιούτοισι· αὐτὰ γὰρ ἑωυτὰ κρίνει μόνον· τῆς τε διαίτης ἐπιμελέεσθαι χρὴ ὡς κατὰ δύναμιν ἀπύρετος ἔῃ.
Οὐ μόνον τῶν καμνόντων ἀεὶ φαίνεται κηδόμενος ὁ Ἱπποκράτης, ἀλλὰ καὶ τῶν ἰατρῶν ὡς ἀνέγκλητοι μὲν ἀεὶ παρὰ τοῖς κάμνουσιν ὦσιν, εὐδοκιμῶσι δὲ τὰ πλεῖστα. διὰ τοῦτ’ οὖν ἐπισημαίνεταί τε καὶ διορίζεται τὰ κατὰ φαντασίαν μεγάλα πάθη τῶν κατὰ δύναμιν. ἐπὶ μὲν οὖν τῶν κατὰ δύναμιν ἰσχυρῶν, οὐ μὴν φαινομένων γε τοιούτων, ἀποδιδράσκειν κελεύει. προΐεσθαι δὲ τὰ κατὰ φαντασίαν μεγάλα, καθάπερ καὶ ταυτὶ τὰ νῦν περὶ ὧν ὁ λόγος. ὅταν γὰρ ἀκριβῶς τι νεκρωθῇ μέρος, οὐκέτι συμπάθειαν ἰσχυρὰν ἄγει τὰ πλησιάζοντα. ταῦτ’ οὖν ἐὰν ἀποκόψῃς, τὸν ἐν
Καὶ ἐν σχήμασι δικαίοισιν εὐθετίζειν τὸ σῶμα. δίκαια δὲ καὶ ταῦτα μηδὲ μετεωροποιέειν, μηδὲ ἐς τὸ κάτω ῥέπειν, ἀλλὰ μᾶλλον ἐς τὸ ἄνω ποτὶ καὶ ἔστ’ ἂν τελείως περιῤῥαγῇ· αἱμοῤῥαγιέων γὰρ ἐν τούτῳ τῷ χρόνῳ κίνδυνος· διὰ τοῦτο γοῦν οὐ χρὴ κατάῤῥοπα ποιέειν τὰ τραύματα, ἀλλὰ τἀναντία.
Πολλάκις ἤδη μοι λέλεκται τὸ δίκαιον ἐπὶ τοῦ κατὰ δύναμιν ἴσου λέγειν ὁ Ἱπποκράτης. ἔστι δὲ τοῦτο ταὐτὸ τῷ κατὰ τὴν ἀξίαν ἑκάστου. τοιοῦτο δέ τι καὶ τὴν δικαιοσύνην ἴσμεν οὖσαν. ὅσον μὲν οὖν ἐπὶ τοῖς μυσὶ δίκαιον σχῆμά ἐστιν, ἐν ᾧ μηδετέρως τείνονται, μήθ’ οἱ κάμπτοντες μήθ’ οἱ ἐκτείνοντες τὸ κῶλον· ὅσον δ’ ἐπὶ τὸ κάταντες ἢ ἄναντες ἀποθέσθαι τὸ μόριον, ἴσον μὲν ἄν τῳ
Ἐπεὶ ὅταν γε ὁ χρόνος ἐγγένηται πλείων καὶ καθαρὰ τὰ ἕλκεα γένηται, οὐκέτι ταῦτα τὰ σχήματα ἐπιτήδειά ἐστιν, ἀλλ’ ἡ εὐθεῖα θέσις καὶ ἐνίοτε ἐπὶ τὸ κατάῤῥοπον ῥέποντα· ἀνὰ χρόνον γὰρ ἐνίοισι τούτων ἀποστάσιες ὀστέου γίνονται καὶ ὑποδεσμίδων δέονται.
Ὥσπερ ὁπόταν τὰς αἱμοῤῥαγίας ἐφυλάττετο τὴν εὐθεῖαν θέσιν τοῦ κώλου, καίτοι μέσην τε καὶ δικαίαν οὖσαν, ἐπὶ τὸ ἀνάῤῥοπον ἦγεν εἰς τοσοῦτον ἄχρι τοῦ χωρὶς ὀδύνης τοῦ κάμνοντος ἀναταθῆναι τὸ κῶλον, οὕτως νῦν ἐνίοτε μετρίως κατάῤῥοπον ἀξιοῖ σχηματίζεσθαι τὸ κῶλον ἕνεκα τῆς ἐκκρίσεως τῶν ἰχώρων. ὅπου γὰρ οὔθ’ αἱμοῤῥαγίας ἐστὶ
Προσδέχεσθαι δὲ χρὴ τοὺς τοιούτους ἀνὰ χρόνον ὑπὸ δυσεντερίης πιέζεσθαι· καὶ γὰρ ἐπὶ τοῖς μελαινομένοισι τοῖσι πλείστοισι ἐπιγίνεται δυσεντερίη καὶ ἐπὶ τῇσιν αἱμοῤῥαγίῃσιν ἐξ ἑλκέων. ἐπιγίνεται δὲ ὡς ἐπὶ τὸ πολὺ κεκριμένων ἤδη καὶ τῶν μελασμῶν καὶ τῆς αἱμοῤῥαγίης.
Τὴν τῆς δυσεντερίας προσηγορίαν ἔοικεν ὁ Ἱπποκράτης οὐ κατὰ τῆς τῶν ἐντέρων ἑλκώσεως ἐπιφέρειν, ὡς οἱ πολλοὶ τῶν ἰατρῶν, ἀλλὰ κατὰ τῆς αἱματώδους ἐκκρίσεως διὰ τῶν ἐντέρων γιγνομένης, ὥστε καὶ ὅταν ἀῤῥωστίᾳ τοῦ ἥπατος αἱματώδη διαχωρῆται καὶ τότε ὀνομάζεσθαι δυσεντερίαν τὸ πάθος, ὅπερ καὶ φαίνεται γιγνόμενόν τε καὶ λεγόμενον ὑπὸ τῶν ἰατρῶν. καὶ πολλοὺς ἴστε τῶν οὕτω πεπονθότων ἀπολλυμένους ἀγνοίᾳ τῶν θεραπευόντων. ἐπεὶ δ’ ἐνίοτε διὰ τὴν τῶν ἐξιόντων δριμύτητα συνεκκρίνηταί τις ἅμα τοῖς διαχωρήμασι κατ’ ἀρχὰς, ἀμελῇ δὲ τοῦ χρόνου προϊόντος ἤδη καὶ τῶν ἐντέρων αὐτῶν ξύσματα διὰ τοῦ
Καὶ ὁρμᾶται μὲν λαύρως καὶ ἰσχυρῶς, ἀτὰρ οὔτε πολυήμερος γίνεται οὔτε θανατώδης, οὔτε γὰρ μάλα ἀπόσιτοι γίνονται οἱ τοιοῦτοι οὔτε ἄλλως ξυμφέρει κενεαγγέειν.
Οὐχ ὡς ἱστορίαν γράφων τῶν συμβαινόντων τοῖς οὕτω κάμνουσιν, ὥσπερ ὁ Θουκυδίδης, ἡνίκα διηγεῖται τὸν λοιμὸν, ἀλλ’ ἕνεκα διορισμοῦ τῶν ἐφ’ ἑτέραις αἰτίαις γιγνομένων δυσεντεριῶν, ταῦτα προσέθηκεν ὁ Ἱπποκράτης, ὥστ’ εἰ μὴ καὶ τῆς προκειμένης πραγματείας ἴδιός ἐστιν ὁ λόγος, οὐδὲν χεῖρον αὐτὸν ἐξεργάσασθαι παμπόλλων ἰατρῶν ἀδυνατούντων διακρῖναι τὰς διαθέσεις, ἐφ’ αἷς ἐκκρίσεις αἵματος γίγνονται. νομίζουσι γοῦν ἔνιοι πάσας αὐτὰς ἑλκώσεσιν ἐντέρων ἕπεσθαι, μεγάλως σφαλλόμενοι. ἡ μὲν οὖν ἀπὸ τῶν αἱμοῤῥοΐδων ἔκκρισις οὐδ’ αὐτοὺς τοὺς κάμνοντας λανθάνει. τῶν δ’ ἄνωθεν ἐπὶ τὴν ἕδραν ἀφικνουμένων αἱματωδῶν ἔνια μὲν εὐθὺς ἐξ ἀρχῆς ἥκει, τινὰ δὲ προηγήσατό τι τοιοῦτον, εἰ ἐξαίφνης διαχωρήσειεν αἷμα πολὺ, γιγνώσκειν ἀναστόμωσιν ἀγγείου γεγονέναι τῆς φύσεως τὸ βαρῦνον αὐτὴν ἀποκρινούσης. ἐκ τούτου τοῦ γένους ἐστὶ καὶ ἡ νῦν ὑφ’ Ἱπποκράτους εἰρημένη δυσεντερία λάβρως ὁρμᾶται καὶ ταχέως παύεται, μετὰ τοῦ μηδ’ ἀνορέκτους τοὺς
- Ἰσχίῳ ἐνστρέφεται.
Μηροῦ δὲ ὀλίσθημα κατ’ ἰσχίον ὧδε χρὴ ἐμβάλλειν, ἢν ἐς τὸ εἴσω μέρος ὠλισθήκῃ.
Κατεγνώκασιν Ἱπποκράτους ἐπεμβαλεῖν τὸ κατ’ ἰσχίον ἄρθρον, ὡς ἂν ἐκπίπτον αὐτίκα πρῶτος μὲν Κτησίας ὁ Κνίδιος συγγενὴς αὐτοῦ· καὶ γὰρ αὐτὸς ἦν Ἀσκληπιάδης τὸ γένος, ἐφεξῆς δὲ Κτησίου καὶ ἄλλοι τινές. διττῆς οὖν οὔσης κρίσεως ἁπάντων τῶν τοιούτων πραγμάτων τῆς μὲν ἑτέρας, ὅταν αὐτόπτης τις γένηται τοῦ ζητουμένου, τῆς δ’ ἑτέρας ὅταν ἐκ τῆς φύσεως αὐτοῦ μὴ περιμένων μακρὰν πεῖραν ἐνδεικτικῶς ἀποφαίνηταί τι, καὶ ἡμεῖς ἀμφοτέρας ποιησόμεθα. τὸ μὲν οὖν τῆς φύσεως τοῦ πράγματος ἐστὶ τοιόνδε. κατὰ τὴν διάρθρωσιν ταύτην ἰσχυρότατός ἐστι σύνδεσμος,
μηδέποτ’ ἐκτὸς ὑπερβαίνων τὴν ὀφρὺν τῆς κοτύλης ἀναγκαῖον ἐλάχιστον εἶναι τῷ μήκει τὸν σύνδεσμον. οὗτος οὖν αὐτός ἐστιν ὁ κωλύων ἐκπίπτειν τὸν μηρὸν, ἄχρι περ ἂν ἔχῃ κατὰ φύσιν. ἐγχωρεῖ δ’ αὐτὸν οὐκ ἀποῤῥαγέντα μόνον, ἀλλὰ καὶ δι’ ὑγρότητα πολλὴν ἀθροισθεῖσαν ἐν τῇ κοιλότητι παρὰ φύσιν ἔκτασιν τοσαύτην σχεῖν, ὡς ἐπιτρέψαι ποτὲ ἐκπεσεῖν τῆς κατὰ φύσιν ἕδρας τὸν μηρόν. εἰ μὲν οὖν ἀποῤῥαγέντος τοῦ συνδέσμου τὸν μηρὸν ἐππεσεῖν συμβαίνει, κἂν ἐμβληθῇ, παραχρῆμα εἶναι κατὰ χώραν οὐ δυνήσεται. καταντοῦς γὰρ οὔσης τῆς κοτύλης καὶ μεγάλου βάρους αὐτῆς