In Hippocratis De articulis

Galen

In Hippocratis De articulis, Galen, Kühn, Leipzig, 1829

Ἢν δὲ μὴ ἐπισφακελίσῃ αὐτοῖσι τὰ ὀστέα μηδὲ κυφοὶ ἀνωτέρω τῶν ἰσχίων γένωνται· ἐνίους γὰρ καὶ τὰ τοιαῦτα καταλαμβάνει· ἢν οὖν μὴ τοιοῦτόν τι γένηται, ἱκανῶς ὑγιηροὶ τἄλλα διαφέρονται.

Κατὰ συμπάθειαν δῆλον ὅτι οὕτω τῶν ἐξαρθρήσεων τῶν σκελῶν ἔνιαι κυφοῦνται, φλεγμονῆς μὲν τὸ πρῶτον ἐν τοῖς συνδέσμοις τῶν σφονδύλων γενομένης, ὕστερον δὲ καὶ σκιῤῥώδους τινὸς ἀπολειφθέντος λειψάνου. φαίνεται γὰρ καὶ ἐπὶ τῶν ἐκτὸς τοῦτο γιγνόμενον ἐν ἰγνύϊ τε καὶ τῇ κατ’ ἀγκῶνα διαρθρώσει κἀπὶ τῶν δακτύλων οὐκ ὀλίγον, ὅπερ ὀνομάζουσιν ἀγκύλην. καὶ πρόδηλός ἐστιν ἐν ταῖς τοιαύταις διαθέσεσιν ἡ ἀγκύλη γινομένη διὰ τὸν σκίῤῥον, οὐχ ἑπομένου τοῦ τένοντος τοῖς ἐκτείνουσι τὸ μόριον μυσὶν, ὥσπερ οὐδ’ ὅταν τις τῶν ἐκτεινόντων σκιῤῥωθῇ. τοῖς κάμπτουσιν ἑπομένου τὸ καλούμενον ὀρθόκωλον σχῆμα περὶ τὴν οὕτω πεπονθυῖαν ἀποτελεῖται διάρθρωσιν. δύναται μὲν οὖν καὶ

624
διὰ τοιοῦτόν τινα σκίῤῥον ἡ ῥάχις διαστραφῆναι, δύναται δὲ καὶ τῷ λόγῳ τῆς συμπαθείας φύματος ἀπέπτου καὶ κακοῦ γενέσθαι στέγνωσις ἐπ’ αὐτῆς. ὅπως δὲ ἕπεται ταῖς τοιαύταις διαθέσεσιν ἡ διαστροφὴ τῆς ῥάχεως, ἔμπροσθεν εἴρηται κατὰ τὸν ἴδιον ὑπὲρ αὐτῆς λόγον.

Ἀναυξέστεροι μέντοι τὸ πᾶν σῶμα οὗτοι γίνονται πλὴν τῆς κεφαλῆς.

Ἢν ἔξω τὸ κατ’ ἰσχίον ἄρθρον ἐκπέσῃ, βέλτιον μὲν βαδίζουσιν οἱ τοιοῦτοι τῶν ἔσω τὴν μετάστασιν τοῦ ἄρθρου ἐχόντων, ὅταν ἐκφύγωσι τοὺς ἐκ τῆς φλεγμονῆς τε καὶ συμπαθείας τῶν ἐπικαίρων μορίων κινδύνους, αὐτὰ δὲ ταῦτα μᾶλλον ἐκείνων πάσχουσιν· ἡ μὲν γὰρ εἰς τὴν ἔσω χώραν μετάστασις τοῦ ἄρθρου· κἀκ τούτου οὖν ἐπίβασιν ἔχει, μήτε θλιβόμενος διὰ τὴν σκληρότητα μήτε καὶ τούτου αὐτῷ συμβαίνεσθαι δυναμένου. τὸ δ’ ἔξω τοῦ μηροῦ

625
χωρίον, ὅτι ὑπὸ μεγίστων μυῶν κατειλημμένον εἰς ὀδύνην ἰσχυρὰν ἀφίκωνται. καὶ γὰρ θλίβονται πρὸς τοῦ μεταστάντος εἰς αὐτοὺς ὀστοῦ καὶ θλῶνται καὶ περιτείνονται τῷ παρὰ φύσιν ὄγκῳ τῆς τοῦ μηροῦ κεφαλῆς, αἰσθάνονται τούτων ἁπάντων ὡς πάσχουσι καὶ διὰ τοῦτο ὀδυνῶνται. διά τε οὖν τὴν θλάσιν καὶ τὴν θλίψιν τὴν γινομένην φλεγμοναῖς ἐν τοῖς ὑποδεξαμένοις τὸ ἄρθρον μυσὶν, εἰς συμπάθειαν ἔρχονται τὰ ὑποκείμενα μόρια τά τε ἄλλα καὶ τὰ κατὰ τὴν ῥάχιν. ἢν δ’ ἅπαξ οὖν νοσήσῃ ταῦτα, καθάπερ ὁ μηρὸς, οὕτω καὶ ταῦτα γίνεται τοῖς τε ἐν αὐξήσει σώμασι παθοῦσι τὸ τοιοῦτον πάθος, ἀναυξέστερά τε καὶ μικρότερα καὶ πάντα φαυλότερα. μεμνῆσθαι γάρ σε χρὴ καὶ τοιούτου διὰ παντὸς ἤδη πολλάκις εἰρημένου καὶ τοιούτου μαρτυροῦντος τοῖς ὀλίγον ἔμπροσθεν, ὡς τοῖς μὲν αὐξήσει παθοῦσιν, οὕτως ἐνδεέστερον αὔξεται τὰ μόρια, τοῖς δὲ τελειωμένοις ἀτροφώτερα γίνεται καὶ μαλακώτερα, τῆς ῥάχεως δὲ ἀναυξεστέρας γενομένης ἀκόλουθόν ἐστι καὶ τὸ σύμπαν σῶμα τοῖς οὕτω παθοῦσιν ἔλαττον γίνεσθαι. κάτω μὲν γὰρ τὰ σκέλη συμπάσχει, τὸ δὲ ἄνω τῶν σκελῶν ἄχρι τῆς κεφαλῆς ἡ ῥάχις
626
ἐστίν. ὅταν οὖν αὕτη τε μικροτέρα γένηται καὶ σύμπαν τὸ σκέλος, εἰκότως ἐπὶ τῶν τοιούτων ἐρεῖ, πλὴν τῆς κεφαλῆς, ἀναυξεστέρους τοὺς ἀνθρώπους γεγονέναι τὸ πᾶν σῶμα.

Ὅσοισι δ’ ἂν εἰς τοὔπισθεν ἡ κεφαλὴ τοῦ μηροῦ ἐκπέσοι, ὀλίγοισι δὲ ἐκπίπτει, οὗτοι ἐκτανύειν οὐ δύνανται τὸ σκέλος, οὔτε κατὰ τὸ ἄρθρον τὸ ἐκπεσὸν οὔτε τι κάρτα κατὰ τὴν ἰγνύην, ἀλλ’ ἥκιστα τῶν ἐκ παλαιῶν, οὗτοι μᾶλλον ἐκταννύουσι καὶ τὸ κατὰ τὸν βουβῶνα καὶ τὸ κατὰ τὴν ἰγνύην ἄρθρον.

Ὀλίγοις μὲν διαρθρεῖ τὸν νῦν προκείμενον τρόπον ἡ κεφαλὴ τοῦ μηροῦ δι’ ἣν εἴπομεν ἔμπροσθεν αἰτίαν, ὅτι τὸ βάθος τῆς κοτύλης ἄνισόν ἐστιν. ἔνθα μὲν οὖν βραχύτερον μᾶλλον ἐκπίπτει καὶ διὰ τοῦτ’ ἔσω μᾶλλον, ἔνθα δὲ ὑψηλότερον, ὀλίγοις, ἐνταῦθα δὲ ἐξανίσταται τοῦτο σπανίως ὀπίσω. συμβαίνει δὲ ἐν τούτῳ τῷ τρόπῳ τῆς

627
ἐξαρθρήσεως κατὰ μὲν τὸν βουβῶνα μηδ’ ὅλως ἐκτείνεσθαι τῷ σκέλει, κατὰ δὲ τὸ γόνυ μὴ τελέως. αἰτία δ’ ἑκατέρου τῶν μυῶν ἡ θέσις, ἣν ἅπασαν ἀκριβῶς τὴν φύσιν ἔν τε τῇ τῶν μυῶν ἀνατομῇ κἀν τῷ δευτέρῳ τῶν ἀνατομικῶν ἐγχειρήσεων ἔχετε γεγραμμένην, ὑπομνήσεως δ’ ἕνεκα ὧν ἐθεάσασθε πολλάκις ἀνατεμνομένου πιθήκου, διότι τὰ πολλὰ τὸ ζῶον τοῦτο παραπλησίως ἀνθρώπῳ παρεσκεύασται. πρῶτον οὖν ἀναμνήσθητε νῦν ἐκ τῆς ψόας εἰς τὸν μικρὸν ἥκοντα τροχαντῆρα, δεύτερον δὲ ἐκ τοῦ τῆς ἥβης ὀστοῦ συνεχῆ. τὸ δὲ κατὰ φύσιν εἰς τὸν αὐτὸν τροχαντῆρα ποιούμενον οὕτω μεταστήσεις ὀπίσω τῆς κεφαλῆς τείνονται βιαίως, ἐκεῖσε περιελιττόμενοι καὶ περικλώμενοι τῇ κοτύλῃ καὶ εἰ ἐπιχειρήσειεν ὁ οὕτω πεπονθὼς ἄνθρωπος ἐκτείνειν τοῦτο τὸ ἄρθρον, δεήσει τὸν μηρὸν ὅλον ἑλιχθῆναι πρὸς τοὐπίσω, μειζόνως πονήσουσιν οἱ προειρημένοι δύο μύες ἐπὶ πλεῖστον ἑλκόμενοί τε καὶ τεινόμενοι καὶ ὅτι μείζονες εἴπερ ἦσαν, ἀνώδυνοι πλείονα τάσιν ἀνέχουσιν. εἰ δ’ ἡδύναται πρᾶξαι τοῦτο διὰ τὴν κεφαλὴν τοῦ μηροῦ τῆς κοτύλης ἐκπεσοῦσαν
628
ἐκ τῶν ὀπίσω μερῶν τοῦ περιέχοντος αὐτὴν ὀστοῦ τετάχθαι. εἴπερ οὖν ἔμελλε τὸ κατὰ γόνυ πέρας τοῦ μηροῦ καμψάντων τελέως τὸν βουβῶνα μετέωρον ἱκανῶς ἔσεσθαι τὴν κεφαλὴν τοῦ ἰσχίου πρὸς τὴν ἔσω χώραν ἀναγκαῖον ἦν, ὅπερ οὐκ ἐνδέχεται γενέσθαι χωρὶς τοῦ διασπασθῆναι τὸν ὑποδεξάμενον αὐτὴν μῦν, ὃν ἔξεστιν ἐν τῇ διαρθρώσει, ἣν εἶχε κατὰ φύσιν, οὔθ’ ἕτερον ὑπάρχειν τῇ κατὰ βουβῶνα διαρθρώσει τῶν ἔμπροσθεν ὑπαρχόντων, πρὶν ἐκπαλαῖσαι τὸ ἄρθρον· οὔτε γὰρ ἐκτείνεσθαι τελέως οὔτε κάμπτεσθαι δύναται. τί δή ποτ’ οὖν ὁ Ἱπποκράτης τὸ ἕτερον αὐτῶν εἶπε μόνον; ὅτι μετὰ τὴν ἔκπτωσιν εὐθέως φαίνεται κεκομμένος ὁ μηρὸς, ὡς ἂν πρὸς τῷ γόνατι πέρατος αὐτὸ τὸ σῶσον ἀποχωροῦντος εἰς τὸ πρόσω μέρος, ὅσον ἡ κεφαλὴ μετέστη εἰς τοὐπίσω. ὅσον δ’ ἐν τῇ κατὰ τὸν βουβῶνα φαίνεται καμφθὲν τὸ σκέλος, οὕτω καὶ κατὰ τὴν ἰγνύαν ἐντείνονται οἱ ὄπισθεν μύες ἅπαντες ἐν ταῖς ἄνωθεν
629
ἀρχαῖς, ὀπίσω μεταχωρήσαντος κατὰ ταῦτα τοῦ μηροῦ. τεινομένων δὴ τούτων αὐτοῖς τῶν μερῶν συνεντείνεται καὶ τὸ λοιπὸν σῶμα ἅπαν ἄχρι τῶν εἰς τὴν κνήμην καθηκόντων τενόντων· ἡ δὲ τούτων ἔντασις κάμπτει τὴν ἰγνύαν, ὥστε οἱ οὕτως ἐκπαλαίσαντες εὐλόγως ἀμφοτέρας τὰς διαρθρώσεις ὁρῶνται κεκαμμένας ἔχοντες. ἐπεὶ τοίνυν ἐκτείνονται ἑαυτὰς ἀδυνατοῦσιν ἂν καὶ μάλιστα τὴν κατὰ βουβῶνα, διὰ δὴ τοῦθ’ Ἱπποκράτης τοῦτο μόνον εἶπε, τὸ μὴ δύνασθαι τὰς διαρθρώσεις ταύτας ἐκτείνειν. ἀλλ’ ἐπὶ τῆς κατ’ ἰσχίον ἁπλῶς εἶπεν· ἐπὶ δὲ τῆς κατὰ γόνυ προσέθηκε τὸ κάρτα, τουτέστι τὸ λίαν, ὡς ἐκτείνεσθαι τῆς δυνάμεως, οὐ μὴν λίαν γε τοῦτο πασχούσης, ἐπεὶ δύναται τὸ τελέως μηδὲν ἀπολείπεσθαι τοῦ κατὰ φύσιν· αὐτὸ δὲ τὸ σύμπτωμα γίνεται διὰ τὴν αὐτὴν αἰτίαν, δι’ ἣν καταπίπτεται μετὰ τὴν ἐξάρθρησιν αὐτίκα τὸ κατὰ τὴν ἰγνύαν ἄρθρον. ἐπὶ πασῶν γάρ σε χρὴ τοῦτο γιγνώσκειν τῶν διαστροφῶν κοινὸν, ὡς ἐκτεινομένων μερῶν αἱ πρὸς ἐκεῖνο ῥοπαὶ γίγνονται, συνακολουθούντων αὐτοῖς τῶν συνεχῶν. οὐδὲν γὰρ τῶν μεθισταμένων
630
οὕτως ἰδίῳ πάθει καὶ τὴν οἰκείαν ἀπολείπει χώραν, ἀλλ’ ἀπὸ τοῦ συνεχοῦς ἑλκόμενον ἕλκει μὲν τὸ συνεχὲς ἑνὶ μὲν λόγῳ κοινῷ τεινόμενον, οὐχ ὑπὸ μιᾶς δὲ προφάσεως τοῦτο πάσχει· καὶ γὰρ ὑγρανθέντι πόῤῥω τοῦ προσήκοντος αὐτῷ καὶ ξηρανθέντι, φλεγμαίνοντί τε καὶ σκιῤῥωθέντι καὶ τῆς οἰκείας χώρας μεταστάντι κοινὸν ὑπάρχει τὸ γίνεσθαι πάθημα. διὸ περὶ πάντων τῶν τοιούτων ἐπὶ πλέον ἑξῆς ὁ Ἱπποκράτης ἐδίδαξε. καὶ ἡμεῖς ἀκολουθήσαντες αὐτοῦ ταῖς ῥήσεσιν ἁπάσας τὰς λέξεις ἐξηγησάμεθα.

Προσξυνιέναι μὲν οὖν καὶ τόδε χρή· εὔχρηστον γὰρ καὶ πολλοῦ ἄξιόν ἐστι καὶ τοὺς πλείστους λήθει ὅτι οὔτε ὑγιαίνοντες δύνανται κατὰ τὴν ἰγνύην ἐκταννύειν τὸ ἄρθρον, εἰ μὴ ξυνεκταννύουσι καὶ τὸ κατὰ τὸν βουβῶνα ἄρθρον, πλὴν ἢν μὴ πάνυ ἄνω ἀείρωσι τὸν πόδα, οὕτω δ’ ἂν δύναιντο. οὗτοι τοίνυν οὐδὲ ξυγκάμπτειν δύνανται τὸ κατὰ τὴν ἰγνύην ἄρθρον ὁμοίως, ἀλλὰ πολὺ χαλεπώτερον,
631
ἢν μὴ συγκάμψωσι καὶ τὸ κατὰ τὸν βουβῶνα ἄρθρον.

Ἣν ἔφη εἶναι κοινότητά τινα τῶν ἀποστερουμένων τινὰς κινήσεις μορίων, οὐ δι’ ἴδιον πάθος, ἀλλά τινα τῶν κοινωνούντων σωμάτων γιγνομένην ἐντεῦθεν ἤρξατο διδάσκειν, ἐπὶ τῶν κατὰ φύσιν μυῶν οὐδὲν ἐκφύεσθαι τοῦ μηροῦ, καίτοι πολλῶν ὄντων. ἔνιοι μὲν ἐκ τοῦ τῆς λαγόνος ὀστοῦ κατέρχονται, τινὲς δὲ ἐξ ἰσχίου πεφύκασιν, εἷς δὲ μόνος τοῦ ἐκ τῆς ἥβης ὀστοῦ. διὰ τοῦτ’ ἀναγκαῖόν ἐστι συγκινεῖσθαι τὰς διαρθρώσεις ἀλλήλαις, ὥσπερ ἀρτίως ἐπὶ τῆς κατὰ τὸν πόδα καὶ τὴν ἰγνύαν ἐδείχθη, συμφαινομένης ἅμα καὶ τῆς κατὰ τὸν βουβῶνα κοινωνίας αὐτῶν. ὥσπερ γὰρ ἐδείχθησαν οἱ κινοῦντες τὸ ὄπισθεν αὐτῶν ἥκοντες, ὡς ἔφην, ἐκπεφυκέναι τῶν κάτω περάτων τοῦ μηροῦ κατὰ τὰς ῥίζας τῶν κονδύλων, οὕτω καὶ νῦν ἄνω τοῦ ποδὸς εἰς τὴν κνήμην καθήκοντας ἐκ τῶν εἰρημένων ἀρχῶν ἀναγκαῖόν ἐστι τείνεσθαι, τοὺς μὲν ὄπισθεν ἐκτεινομένης τῆς ἰγνύας, τοὺς

632
δὲ πρόσω καμπτομένης. ὅταν οὖν ἐπὶ πλέον πεφύκασι, τείνονται ἀντιτεταγμένοι αὐτοῖς ἀντισπῶσί τε καὶ οὐχ ἕπονται. λέγω δὲ ἀντιτεταγμένους τοὺς ἐκτείνοντας τοῖς κάμπτουσι, τουτέστι τοὺς προσθίους τοῖς ὄπισθεν ἐπὶ δυσὶ μυοῖν ὡς ἐπὶ παραδείγματος ἕνεκα σαφηνείας τὸν λόγον ποιησάμενος ἀρκεσθήσομαι. τοῖς γὰρ ἑωρακόσιν ἐν ταῖς ἀνατομαῖς ἅπαντας τοὺς κατὰ σκέλη μύας ἐκ τῶν εἰρημένων ἐστὶ καὶ περὶ τῶν ἄλλων ταῦτα λογίζεσθαι. τοῖς δ’ οὐδ’ ὅλως ἑωρακόσιν οὐδ’ ὁ περὶ τὰ δύο λόγος ἔσται σαφής. οὗτοι οὖν ἐκ τοῦ τῆς λαγόνος ὀστοῦ πεφυκότες ὑπερβαίνουσι καταφερόμενοι πρώτην μὲν τὴν κατὰ τὸν βουβῶνα τοῦ μηροῦ διάρθρωσιν, εἶτα διελθόντες ὅλον τὸν μηρὸν, ἐφεξῆς δευτέραν τὴν κατὰ γόνυ. φέρεται δὲ ὁ μὲν ἕτερος αὐτῶν ὁ στενὸς παρὰ τὸν ἕνα κόνδυλον τοῦ μηροῦ ταπεινότερον αὐτοῦ, κἄπειτα ἀνανεύσας πάλιν ἐπὶ τὸ καλούμενον ἀντικνήμιον εἰς τὴν ἐντὸς χώραν αὐτοῦ καταφύεται. ὁ δ’ ἕτερος ὁ μέγας ἰσχυρότατον ἐπιφύεται τένοντα πλατὺν ἀναμιγνύμενον ἑτέρῳ τένοντι τὴν γένεσιν ἐκ τοῦ μεγίστου μυὸς
633
ἔχοντι τῶν προσθίων, ὃς ἀπὸ τοῦ γλουτοῦ καταφέρεται. πρῶτον μὲν ἐπιφύεται τῇ μύλῃ, μετὰ ταῦτα ἐμφύεται τῇ κνήμῃ. ἐὰν μὲν οὖν κάμπτηται κατὰ βουβῶνα τὸ σκέλος, ἦττον γίνεται τὸ μῆκος ἐνταῦθα τῶν μυῶν, ἐὰν δὲ ἐκτείνηται, μεῖζον. ἐπὶ δὲ τοῦ γόνατός τε καὶ τῆς ἰγνύας ἐκτεινομένης μὲν τῆς διαρθρώσεως ὁ μὲν τὴν μύλην ἐπιβαίνων βραχύτερος, ὁ δὲ ἐκ τῶν ἔνδον μερῶν φερόμενος μακρότερος γίγνεται, ὥσθ’ ὁ μὲν πρόσθιος ἄκραν ἔκτασιν ἀναγκασθήσεται λαμβάνειν, ἐὰν κατὰ βουβῶνα τὸ σκέλος ἐκτείναντες ἐπιχειρῶμεν κάμπτειν τὴν ἰγνύαν. ὁ δ’ ὀπίσθιος, ἐὰν ἐκτείνηται τὴν ἰγνύαν, κάμπτομεν τὸν βουβῶνα. καταφερόμενος γὰρ ἐξ ὑψηλοῦ χωρίου διὰ τῶν πρόσω τοῦ μηροῦ κάμπτεται ἐντεῦθεν ἐπιστρεφόμενος λοξὸς, ἀνανεύεται πρὸς τὸ καλούμενον ἀντικνήμιον. εἰκότως οὖν αὐτὸς μακρότερα ἐργάζεται τὰ πρῶτα μέρη καὶ τοῦ μηροῦ καὶ τῆς κνήμης ὑψούμενα μακρότερος γινόμενος. ἐδείχθη γὰρ ἐν τοῖς περὶ μυῶν κινήσεως ἡ ἐσχάτη συστολή τε καὶ ἔκτασις ὀδυνῶσα, ὧν τὴν μὲν συστολὴν ἐνεργοῦντες αὐτοὶ, τὴν δ’ ἔκτασιν ὑπὸ τῶν ἀντιτεταγμένων ἑλκόμενοι πάσχουσιν. ἐὰν
634
οὖν ποτε τοῖς εἰς τὴν αὐτῶν σύνοδον ἐνεργοῦσι μυσὶν οἱ ἀντιτεταγμένοι μὴ ὀδυνῶνται, συνεκτείνεται κατὰ φύσιν μὲν ἐν ταῖς εἰρημέναις ἄρτι κοινωνίαις τῶν διαρθρώσεων, παρὰ φύσιν δ’ ἐν ταῖς ἐφεξῆς εἰρησομέναις. τηνικαῦτα συμβαίνει πολλοὺς τῶν ἰατρῶν ἀπατᾶσθαι καὶ νομίζειν πεπονθέναι τοὺς μύας ἐκείνους, ὧν ὁρῶσι τὴν ἐνέργειαν ἐμποδιζομένην. ἔτι δὲ ἐναργέστερον τοῦτο γνωσθήσεται διὰ τῶν ἐφεξῆς εἰρησομένων.

Πολλὰ δὲ καὶ ἄλλα κατὰ τὸ σῶμα τοιαύτας ἀδελφίξιας ἔχει καὶ κατὰ νεύρων ξυντάσεας καὶ κατὰ μυῶν σχήματα καὶ πλεῖστά τε καὶ πλείστου ἄξια γινώσκεσθαι ἢ ὅστις οἴεται καὶ κατὰ τὴν τοῦ ἐντέρου φύσιν καὶ τὴν τῆς ξυμπάσης κοιλίης καὶ κατὰ τὰς τῶν ὑστερέων πλάνας καὶ ξυντάσιας. ἀλλὰ περὶ μὲν τούτων ἑτέρωθι λόγος ἔσται ἠδελφισμένος τοῖσι νῦν λεγομένοισι. περὶ οὗ δὲ ὁ λόγος ἐστὶν, οὔτε ἐκταννύειν δύναται, ὥσπερ ἤδη εἴρηται, βραχύτερόν
635
τε τὸ σκέλος φαίνεται διὰ δισσὰς προφάσιας, ὅτι τε οὐκ ἐκταννύεται, ὅτι τε πρὸς τὴν σάρκα ὠλίσθηκε τὴν τοῦ πυγαίου.

Εἴρηταί μοι καὶ πρόσθεν, ὡς τὰς κοινωνίας καὶ οἷον συγγενείας τῶν μορίων ἀδελφίξιας εἴωθεν ὀνομάζειν, ὡσεὶ καὶ ἀδελφότητας εἶπεν. ἔστι δὲ αὐτῶν τὸ κεφάλαιον ἑτέρου μορίου πεπονθότος ἐν ἄλλῳ φαίνεσθαι τὴν βλάβην ἤτοι τῆς ἐνεργείας ἢ τῆς θέσεως ἢ τοῦ σχήματος ἢ τοῦ μεγέθους. κοινὴ δὲ ἐπὶ πάντων αἰτία τάσις εἰς τὸν ἀντικείμενον τόπον· οἷον ἐκθέσεως, ἵν’ ἀπὸ τῶν προφανεστάτων ἄρξωμαι, πολλοὺς τῶν ἐπιπηδώντων τῇ τέχνῃ χωρὶς τοῦ νομίμως αὐτὴν ἐκμαθεῖν, ἐθεασάμην ἐξαίφνης συσταθέντος τινὸς μορίου καὶ τῷ τε μεγέθει βραχύ τι φαινομένου καὶ τὴν ἀρχαίαν θέσιν οὐκ ἀκριβῶς φυλάττοντος αὐτῷ τούτῳ τῷ μορίῳ προσφέροντας τὰ βοηθήματα, καίτοι μηδεμίαν ἔχοντι διάθεσιν ἰάσεως δεομένην. παραλυθέντων γοῦν τῶν κατὰ τὴν ἑτέραν γνάθον μυῶν συμβαίνει τὴν μὲν ἀντικειμένην

636
αὐτῇ βραχυτέραν φαίνεσθαι καὶ οἷον συνεσπασμένην τὴν πεπονθυῖαν δι’ αὐτὴν ἐκτείνεσθαι συνεπομένην ἐκείνην. διὰ γὰρ τὸ τοὺς μύας ἅπαντας οἰκείαν ἔχειν μίαν ἐνέργειαν, ἐπὶ τὰς ἰδίας κεφαλὰς ἀνατεινομένους ὅταν οἱ κατὰ τὴν ἀριστερὰν γνάθον ἀπολέσωσι τὴν ἐνέργειαν οἱ κατὰ τὴν δεξιὰν ἐῤῥωμένοι τε καὶ κατὰ φύσιν ἔχοντες ἐνεργήσαντες ἕλκουσιν ὅλην ἐφ’ ἑαυτοὺς τὴν δεξιὰν γνάθον καὶ τὰ χείλη· καὶ οὕτω φαίνεται τὸ μὲν ἀριστερὸν χεῖλος ἐκτεταμένον τε καὶ μακρότερον αὐτοῦ γεγονὸς, τὸ δεξιὸν δὲ ἔλαττόν τε καὶ συντεταμένον. ἐνταῦθα μὲν οὖν ἔλαττον γίνεται τὸ ἀπαθὲς ἀντισπῶν ἐφ’ ἑαυτὸ θάτερον μέρος τῆς γνάθου τὸ παραλυθέν. ἑτέρωθι δ’ ὑπὸ τοῦ πεπονθότος ἕλκεταί τε καὶ σπᾶται τὸ ἀπαθὲς, ὥσπερ ὅταν ἢ τένων ἢ μῦς σκιῤῥωθεὶς ὅλως ἀδυνατεῖ συνεπεκτείνεσθαι τοῖς ἀντιτεταγμένοις ἐνεργοῦσι. πολλὰ δὲ τοιαῦτα φαίνεται γιγνόμενα, κατὰ δὲ τοὺς δακτύλους τῆς χειρὸς καὶ κατ’ ἀγκῶνα τὴν ἰγνύαν ἀγκυλουμένων μὲν αὐτῶν ἐπὶ τοῖς τῶν ἔνδον μυῶν ἢ τενόντων πάθεσιν. ὀρθοκύλλων δὲ γινομένων ἐπὶ τοῖς τῶν ἐκτὸς, οὕτως γὰρ ὀνομάζειν ἔθος ἐστὶ τοῖς ἰατροῖς, ὅταν
637
ἐκτεταμένον τι μὴ δυνάμενον κάμπτεσθαι. ὅμοιον δὲ τούτῳ συμβαίνειν εἴωθεν ἐπὶ ταῖς μεγάλαις τε καὶ σκληραῖς οὐλαῖς· καὶ γὰρ καὶ αὗται κατὰ μὲν τὴν ἔνδον χώραν γενόμεναι κυλλοῦσι τὸ μέρος, κατὰ δὲ τὴν ἔξω τὸ καλούμενον, ὡς ἔφην, ὀρθόκυλλον ἐργάζονται καὶ διὰ ξηρότητος καὶ διαπλήρους ἐξ ὑγρῶν ἐπιῤῥοῆς ἢ φυσώδους πνεύματος ταὐτὸ συμβαίνειν εἴωθε. συναγομένων γὰρ εἰς ἑαυτὰ τῶν οὕτω πεπονθότων μορίων ἀκόλουθόν ἐστι τοὺς ἀντιτεταγμένους μύας ἀδυνάτους ἐνεργεῖν, ἀντισπώντων τὰ μόρια τῶν συντεταμένων. οὕτως δὲ καὶ οἱ σπασμοὶ γίγνονται τῶν τε μυῶν αὐτῶν ἑλκομένων ἐπὶ τὴν ἰδίαν ἀρχὴν αὐτῶν πρώτων καὶ μάλιστα καὶ δι’ αὐτοὺς τῶν μορίων εἰς ἃ καθήκουσιν· οὕτω καὶ ἡ μήτρα ποτὲ μὲν ἄνω χωρεῖ, ποτὲ δὲ εἰς τὰ πλάγια μέρη καθίσταται, οὐκ αὐτὴ κατ’ ἰδίαν ἐνέργειαν ἀποχωροῦσα τῆς οἰκείας χώρας, ἀλλ’ ὑφ’ ἑτέρων ἑλκομένη. τὰ δ’ ἕλκοντα πολλά· καὶ γὰρ ἀρτήματα καὶ νεῦρα καὶ ἀρτηρίαι καὶ φλέβες αἱ εἰς αὐτὴν καθήκουσαι τοῦτο ποιεῖν πεφύκασιν, ὅταν εἰς ὄγκον ἀρθεῖσαι τοῦ μήκους ἀφαιρῶσι τοσοῦτον ὅσον εἰς εὖρος
638
ἐπέδωκε, κοινὸν γὰρ τούτων πάντων ἐστὶ τῶν ἐκτάσεις τε καὶ συστολὰς ἐχόντων σωμάτων, οὐ τῶν ζώντων μόνον, ἀλλὰ καὶ τῶν ἀψύχων, οἷον ἀσκῶν τε καὶ θυλάκων καὶ πλοκάμων. ἥ τε οὖν μήτρα κατὰ τοιαύτην αἰτίαν ἀνασπᾶταί τε καὶ κατασπᾶται καὶ τῶν ἐντέρων ἔνια καὶ μύες πολλοὶ καὶ δι’ αὐτοὺς τά τε κῶλα καὶ αἱ γένυες. ἀνάλογον δέ τι τούτῳ κἀπὶ τῶν τῆς ῥάχεως παθῶν ἔμπροσθεν ἐδείκνυτο κυφώσεώς τε καὶ λορδώσεως καὶ σκολιώσεως.

Ἡ γὰρ φύσις τοῦ ἰσχίου τοῦ ὀστέου ταύτῃ, ᾗ καὶ ἡ κεφαλὴ καὶ ὁ αὐχὴν τοῦ μηροῦ γίνεται, ὅταν δὲ ἐξαρθρήσῃ, καταφερής τε πέφυκεν ἐπὶ τοῦ πυγαίου τὸ ἔξω μέρος ξυγκάμπτειν μέντοι δύνανται, ὅταν μὴ ὀδύνη κωλύοι.

Φύσις ὀστοῦ λεπτοῦ κατὰ τὸ ἰσχίον, ἐν ᾧ καὶ ἡ κοτύλη, πρόδηλον γὰρ ὅτι τὴν ὀπίσω τοῦ μηροῦ τῆς κεφαλῆς μετάστασιν ἐπὶ τῆς ὀπίσω χώρας ὀχεῖσθαι τῆς κοτύλης

639
ἀναγκαῖόν ἐστιν ὡς εἶναι μεταξὺ τῆς κοιλότητος καὶ τῆς τοῦ μηροῦ κεφαλῆς τὸ περιλαμβάνον ἐκ τῶν ὀπίσω μερῶν ὀστοῦ τὴν κοτύλην. ἔστι δὲ τοῦτο τὸ μέρος αὐτοῦ τοῦ ἰσχίου· καὶ νῦν ποιούμενος τὸν λόγον καταφερὴς, φησὶ, πέφυκε αὐτὸ πρὸς τὸ ἔξω μέρος τοῦ πυγαίου. πρόδηλον οὖν ἐστι τοῖς ἑωρακόσιν, ἀνατεμνόμενα ταυτὶ τὰ χωρία τὴν κεφαλὴν τοῦ μηροῦ μεθ’ ὅλου τοῦ αὐχένος ἐκπεπτωκέναι βιαίως τῷ κατὰ τὴν πυγὴν μυὶ τῷ μεγάλῳ τῷ τὴν ἔκτασιν ἐργαζομένῳ τῆς κατὰ τοῦτο διαρθρώσεως. ἀποφύεται δέ τις τοῦ μυὸς τοῦδε τένων ὑμενώδης ἑνούμενος τῷ μικρὸν ἔμπροσθεν εἰρημένῳ τένοντι τὴν γένεσιν ἔχοντι ἐκ τῶν προσθίων τοῦ μηροῦ δυοῖν μυοῖν, ὃν καὶ τὴν μύλην ἔφην ὑπερβαίνοντα καταφύεσθαι τῇ κεφαλῇ τῆς κνήμης. οὗτος οὖν ὁ μῦς ὁ τὴν τοῦ μηροῦ κεφαλὴν ἐκπεσοῦσαν δεχόμενος ὀδυνᾶται μάλιστα πάντων ὑπ’ αὐτῆς θλιβόμενός τε καὶ διατεινόμενος, ὥστε καὶ φλεγμαίνειν ἀναγκαῖόν ἐστιν αὐτὸν ἕλκειν τε πρὸς ἑαυτὸν ἄνω τὸν ὀλίγον ἔμπροσθεν εἰρημένον ὑμενώδη τένοντα. τούτου δὲ συμβαίνοντος ἀκόλουθόν ἐστιν
640
ὀδυνᾶσθαι τὸν κάμνοντα καμπτομένης τῆς ἰγνύας· εἰς ὅσον γὰρ αὕτη κάμπτεται, περιτείνεσθαί τε καὶ περιθλᾶσθαι τῇ μύλῃ τὸν τένοντα. τεινόμενος δ’ οὗτος ἀναπέμπει τὴν τάσιν ἐπὶ τὸν μῦν αὐτὸν, ὅθεν ἀπέφυ, τὸν μέγαν ἐκεῖνον, ἐν ᾧ τὴν κεφαλὴν ἔφην ἐστηρίχθαι τοῦ μηροῦ. τοῦ χωρίου μὲν τούτου προϊόντος, ὅταν ἥ τε φλεγμονὴ παύσηται τούτου τοῦ μυὸς ὑγρότητά τέ τινα ἴσχει γλίσχραν καὶ τύλον ἐν ἑαυτῷ κτήσεται τὸ ψαῦον τοῦ ἄρθρου μέρος μυὸς, ἀνώδυνος ἡ κατ’ ἰγνύαν γίνεται καμπή. συντελεῖ δὲ εἰς τοῦτο καὶ τὰ ἄλλα τὰ πρόσθεν εἰρημένα περὶ τῶν κατὰ τὸ σκέλος μυῶν.

Καὶ ἡ κνήμη τε καὶ ὁ ποὺς ὀρθὰ ἐπιεικέως φαίνονται καὶ οὔτε τῇ οὔτε τῇ πολὺ ἐγκεκλιμένα.

Ὅτι μήτε τελείως καὶ πάνυ σφοδρῶς μήτε παντελῶς ἐκ τῆς ἐπιεικέως δηλοῦται φωνῆς, ἀλλὰ τὸ μετρίως, εὔδηλόν ἐστι κατ’ αὐτῆς τῆς λέξεως. αὐτὸς γὰρ ἐφεξῆς ὁ Ἱπποκράτης

641
εἶπε καὶ οὔτε τῇ οὔτε τῇ πολὺ ἐγκεκλιμένα σαφῶς ἐνδεικνύμενος δι’ αὐτοῦ προσγράψαι τὸ πολὺ μὴ παρεῖναι τῷ σκέλει, τὸ δ’ ἐπ’ ὀλίγον ἐκτετράφθαι τε καὶ διεστράφθαι παρεῖναι. διὰ τοῦτ’ οὖν ἔφη καὶ ἡ κνήμη τε καὶ ὁ ποὺς ὀρθὰ ἐπιεικῶς φαίνεσθαι, ὡς εἰ καὶ μετρίως ὀρθὰ φαίνεσθαι τὰ μόρια ταῦτ’ εἰρήκει.

Κατὰ δὲ τὸν βουβῶνα δοκέει τι ἡ σὰρξ λαπαρωτέρα εἶναι, ποτὶ καὶ ψαυομένη, ἅτε τοῦ ἄρθρου εἰς τὰ ἐπὶ θάτερα μέρη ὠλισθηκότος, κατὰ δὲ τὸ αὐτὸ πυγαῖον διαψαυομένη ἡ κεφαλὴ τοῦ μηροῦ δοκέει τι ἐξογκέειν καὶ μᾶλλον. τὰ μὲν οὖν σημήϊα ταῦτα, ᾧ ἂν ἐς τὸ ὄπισθεν ἐκπεπτώκῃ ὁ μηρός. ὅτῳ μὲν οὖν τετελειωμένῳ ἤδη ἐκπεσὼν μὴ ἐμπέσῃ, ὁδοιπορέειν μὲν δύναται, ὅταν ὁ χρόνος ἐγγένηται καὶ ἡ ὀδύνη παύσηται καὶ ἐθισθῇ τὸ ἄρθρον ἐν τῇ σαρκὶ ἐνστροφᾶσθαι. ἀναγκάζεται μέντοι ἰσχυρῶς ξυγκάμπτειν κατὰ τοὺς βουβῶνας ὁδοιπορέων διὰ δισσὰς
642
προφάσιας, ἅμα μὲν ὅτι πολλῷ βραχύτερον τὸ σκέλος γίνεται. διὰ τὰ προειρημένα καὶ τῇ μὲν πτέρνῃ καὶ πάνυ πολλῷ δέεται ψαύειν τῆς γῆς. ἢν γὰρ πειριᾶτο καὶ ἐπ’ ὀλίγον τοῦ ποδὸς ὀχηθῆναι, μηδενὶ ἄλλῳ ἀντιστηριζόμενος ἐς τὸ ὀπίσω ἂν πέσοι. ἡ γὰρ ῥοπὴ πολλὴ ἂν εἴη τῶν ἰσχίων ἐπὶ πολὺ ἐς τοὐπίσω ὑπερεχόντων ὑπὲρ τοῦ ποδὸς τῆς βάσιος καὶ τῆς ῥάχιος ἐς τὰ ἰσχία ῥεπούσης. μόλις δὲ τῷ στήθει τοῦ ποδὸς καθικνέεται καὶ οὐδὲ οὕτως, ἢν μὴ κάμψῃ αὐτὸς ἑωυτὸν κατὰ τοὺς βουβῶνας καὶ τῷ ἑτέρῳ σκέλει κατὰ τὴν ἰγνύαν ἐπιξυγκάμψῃ. ἐπειδὴ τούτοισιν ἀναγκάζεται, ὥστε τῇ χειρὶ τῇ κατὰ τὸ σιναρὸν σκέλος ἐρείδεσθαι ἐς τὸ ἄνω τοῦ μηροῦ ἐφ’ ἑκάστῃ ξυμβάσει. ἀναγκάζει οὖν τι τοῦτο αὐτὸ, ὥστε κάμπτεσθαι κατὰ τοὺς βουβῶνας. ἐν γὰρ τῇ μεταλλαγῇ τῶν σκελέων ἐν τῇ ὁδοιπορίῃ οὐ δύναται τὸ σῶμα ὀχέεσθαι ἐπὶ τοῦ σιναροῦ σκέλεος, εἰ μὴ προσκατερείδεται τὸ σιναρὸν πρὸς τὴν γῆν ὑπὸ τῆς χειρὸς, ἅτε οὐχ ὑφεστῶτος τοῦ ἄρθρου ὑπὸ τῷ σώματι, ἀλλ’ ἐς τὸ ὄπισθεν ἐξεστεῶτος κατὰ τὸ ἰσχίον. ἄνευ μέντοι τοῦ ξύλου δύνανται ὁδοιπορέειν οἱ τοιοῦτοι, ἢν ἄλλως ἐθισθῶσι, διὰ τοῦτο ὅτι ἡ βάσις τοῦ ποδὸς κατὰ
643
τὴν ἀρχαίην ἰθυωρίην ἐστὶν, ἀλλ’ οὐκ εἰς τὸ ἔξω ἐγκεκλιμένη, διὰ τοῦτο οὖν οὐδὲν δέονται τῆς ἀντικοντώσιος. ὅσοι μέντοι βούλονται ἀντὶ τῆς τοῦ μηροῦ ἐπιλαβῆς ὑπὸ τὴν μασχάλην τῶν κατὰ τὸ σιναρὸν σκέλος ὑποτιθέμενοι σκίπωνα ἀντερείδειν, κεῖνοι, ἢν μὲν μακρότερον τὸν σκίπωνα ὑποτιθέοιντο, ὀρθότεροι μὲν ὁδοιπορήσουσι, τῷ δὲ ποδὶ πρὸς τὴν γῆν οὐκ ἐρείδονται. εἰ δ’ αὖ βούλονται ἐρείδεσθαι τῷ ποδὶ, βραχύτερον μὲν τὸ ξύλον ποιητέον, κατὰ δὲ τοὺς βουβῶνας ἐπιξυγκάμπτεσθαι ἂν δέοι αὐτούς. τῶν δὲ σαρκῶν αἱ. μινυθήσιες κατὰ λόγον γίνονται καὶ τούτοισιν, ὥσπερ καὶ πρόσθεν εἴρηται, τοῖσι μὲν γὰρ μετέωρον ἔχουσι τὸ σκέλος οὐκ ὠφελέεται, ἀλλὰ μᾶλλον καὶ ἀσχημονέστερον γίνεται, ἢν χρέωνται τῷ σιναρῷ σκέλει ἐπὶ τὴν γῆν. συνυπουργέον γὰρ ἐκείνῳ ἐξίσχιόν τε ἐπαναγκάζεται εἶναι καὶ κατὰ τὴν ἰγνύην ξυγκάμπτειν, ἢν δὲ μὴ προσχρέηται τῷ σιναρῷ ἐπὶ τὴν γῆν, ἀλλὰ μετέωρον ἔχων σκίπωνι ἀντερείδηται, οὕτω δὲ καρτερὸν γένηται τὸ ὑγιὲς σκέλος· ἔν τε γὰρ τῇ φύσει διαιτᾶται καὶ
644
τὰ γυμνάσια προσκρατύνει αὐτό. φαίη μὲν οὖν ἄν τις ἔξω ἰατρικῆς τὰ τοιαῦτα εἶναι· τί γὰρ δῆθεν δεῖ περὶ τῶν ἤδη ἀνηκέστων γεγονότων ἔτι προσξυνιέναι; πολλοῦ δὲ δεῖ οὕτως ἔχειν, τῆς γὰρ αὐτῆς γνώμης καὶ ταῦτα ξυνιέναι. οὐ γὰρ οἷόν τε ἀπαλλοτριωθῆναι ἀπ’ ἀλλήλων. δεῖ μὲν γὰρ τὰ ἀκεστὰ μηχανάεσθαι, ὅκως μὴ ἀνήκεστά ἐστι, ξυνιέντα ὅπῃ ἂν μάλιστα κωλυτέα εἰς τὸ ἀνήκεστον ἐλθεῖν· δεῖ δὲ καὶ τὰ ἀνήκεστα ξυνιέναι, ὡς μὴ μάλιστα λυμαίνηται. τὰ δὲ προῤῥήματα λαμπρὰ καὶ ἀγωνιστικὰ ἀπὸ τοῦ διαγινώσκειν, ὅπῃ ἕκαστον καὶ οἵως καὶ ὁπότε τελευτήσει, ἤν τε εἰς τὸ ἀκεστὸν τράπηται, ἤν τε εἰς τὸ ἀνήκεστον. ὁκόσοισι δ’ ἂν ἐκ γενεῆς ἢ ἄλλως ἐν αὐξήσει ἐοῦσιν οὕτως ὀλισθῇ τὸ ἄρθρον ὀπίσω καὶ μὴ ἐμπέσῃ, ἤν τε βίῃ ὀλισθῇ ἤν τε ὑπὸ νόσου. πολλὰ γὰρ τοιαῦτα ἐξαρθρήματα γίνεται ἐν νούσοισιν, οἷαι δέ τινές εἰσιν αἱ νοῦσοι ἐν ᾗσιν ἐξαρθρέεται τὰ τοιαῦτα ὕστερον γεγράψεται· ἢν γοῦν ἐκστὰν μὴ ἐμπέσοι, τοῦ μὲν
645
μηροῦ τὸ ὀστέον βραχὺ γίνεται, κακοῦται δὲ πᾶν τὸ σκέλος καὶ ἀναυξέστερον γίνεται καὶ ἀσαρκότερον πολλῷ διὰ τὸ μηδὲν προσχρέεσθαι αὐτῷ.

Εἴρηται καὶ πρόσθεν ὅτι τῇ φωνῇ χρῆται ὁ Ἱπποκράτης, ὅταν αὐξῆσαί ποτε βουληθῇ τὸ λεγόμενον. ἔστι γὰρ ὁ λόγος τοιόσδε· κατὰ βουβῶνα δοκεῖ τι ἡ σὰρξ λαπαρωτέρα θεωμένοις καὶ πολὺ μᾶλλον, εἰ ψαύσειέ τις τοῦ χωρίου. τὰ δ’ ἐφεξῆς πάντα τοῖς μεμνημένοις τῶν ἔμπροσθεν εἰρημένων ἐστὶ δῆλα.

Κακοῦται γὰρ τούτοισι καὶ τὸ κατὰ τὴν ἰγνύην ἄρθρον· τὰ γὰρ νεῦρα ἐντεταμένα γίνεται διὰ τὰ πρόσθεν εἰρημένα, διὸ οὐ δύνανται τὸ κατὰ τὴν ἰγνύην ἄρθρον ἐκταννύειν, οἷσιν ἂν οὕτως ἰσχίον ἐκπέσῃ. ὡς γὰρ ἐν κεφαλαίῳ εἶπε, πάντα τὰ ἐν τῷ σώματι, ὁκόσα ἐπὶ χρήσει γέγονε, χρεομένοισι μὲν μέτρια καὶ γυμναζομένοισιν
646
ἐν τῇσι ταλαιπωρίῃσιν ἐν ᾗσιν ἕκαστα εἴθισται, οὕτω μὲν ὑγιεινὰ καὶ αὔξημα καὶ εὔγηρα γίνεται, μὴ χρεομένοισι δὲ, ἀλλ’ ἐλινύουσι νοσηρότερα γίνεται καὶ ἀναυξέα καὶ ταχύγηρα. ἐν δὲ τούτοισιν οὐχ ἥκιστα τὰ ἄρθρα τοῦτο πέπονθε καὶ τὰ νεῦρα, ἢν μή τις αὐτοῖσι χρέηται. κακοῦται οὖν διὰ ταύτας τὰς προφάσιας μᾶλλόν τι ἐν τούτῳ τῷ τρόπῳ τοῦ ὀλισθήματος ἢ ἐν τοῖσιν ἄλλοισιν. ὅλον γὰρ τὸ σκέλος ἀναυξὲς γίνεται καὶ τῇ ἀπὸ τῶν ὀστέων φύσει καὶ τῇ ἀπὸ τῶν σαρκῶν. οἱ οὖν τοιοῦτοι ὁκόταν ἀνδρωθῶσι, μετέωρον καὶ συγκεκλιμένον τὸ σκέλος ἴσχουσιν, ἐπὶ δὲ τοῦ ἑτέρου ὀχέονται καὶ τῷ ξύλῳ ἀντιστηριζόμενοι οἱ μὲν ἑνὶ, οἱ δὲ δυσί.

Δῆλον ὅτι μὲν ἰσχίον εἴρηκεν ἐκπίπτειν ἀντὶ τοῦ κατ’ ἰσχίον ἄρθρου. εἴρηται γὰρ ἡμῖν πολλάκις, ὡς οἱ παλαιοὶ πάντες, οὔπω τὴν ὕστερον ἀσκηθεῖσαν εἴδεσαν ἀκριβολογίαν τε καὶ λεπτολογίαν ἐν τοῖς ὀνόμασιν, ἀλλ’ ἱκανὸν ἦν αὐτοῖς ἑρμηνεύειν, ἑνὸς μόνου στοχαζομένοις τὸ παρακολουθεῖν τοῖς

647
λεγομένοις τοὺς ἀκούοντας. ὃ δ’ οὖν λέγει τοιόνδε ἐστὶν, οἷς ἂν εἰς τὴν ὀπίσω χώραν ὁ μηρὸς ἐκπέσῃ κακοῦσθαί φησιν οὐ μόνον ἐκεῖνο τὸ ἐκπεσὸν ἄρθρον, ἀλλὰ πρὸς αὐτῷ καὶ τὸ κατὰ τὴν ἰγνύην. διὰ τοῦτο οὖν προσέθηκε τὸν καί σύνδεσμον οὐχ ἁπλῶς εἰπών· κακοῦται γὰρ τὸ κατὰ τὴν ἰγνύην ἄρθρον. ἥντινα δὲ κάκωσιν κακοῦται σαφῶς αὐτὸς ἐδήλωσεν εἰπὼν, τὰ γὰρ νεῦρα ἐντεταμένα γίνεται, νεῦρα δ’ εἴτε κυρίως τὰ λεγόμενα τὰ ἐκ νωτιαίου πεφυκότα νῦν ἐβουλήθη δηλοῦν, εἴτε τὰς ἀπονευρώσεις τῶν μυῶν ὅσαι καθήκουσιν εἰς τὴν κνήμην, οὐδὲν εἰς τὰ παρόντα διαφέρει. μαρτύρια γὰρ ἡμῖν ἑκάτερα καλῶς ἐξηγουμένοις τὰ εἰρημένα κατὰ τὸν ἔμπροσθεν ὑπ’ αὐτοῦ λόγον, ἐν οἷς ἔφασκε κατὰ τὴν ἰγνύαν ἄρθρον ἀδυνατεῖν ἐκτείνειν, οἷς οὕτως ἐξήρθρησε μηρὸς, ἔτι τε κοινόν τινα προσετίθει λόγον, ὡς πολλαὶ βλάβαι περὶ τινα μόρια γίνονται καὶ σχημάτων καὶ μεγεθῶν καὶ θέσεων καὶ κινήσεων, οὐδὲν αὐτῶν ἐκείνων τῶν μορίων ἴδιον πάθος πεπονθότων, ἀλλὰ δι’ ἕτερά τινα τῶν κοινωνούντων αὐτοῖς· καὶ μάλιστά γε τὰς τάσεις αἰτίαν
648
εἶναί φησι τῶν τοιούτων συμπαθειῶν, ὑπὲρ ὧν ἐδήλουν διελθὼν, ὡς τριχῶς αἴτια γίνεται. καθ’ ἕνα μὲν λόγον ὅταν παραλυθῇ τις μῦς, οὐ γὰρ ὑγιής τις συνεσπασμένος· φαίνεται, καθ’ ἕτερον δ’ ὅταν ὁ ἀντικείμενος ταθῇ, κατ’ ἄλλον δὲ τρίτον ὅτε ἑλχθῇ τὸ ὑγιὲς ὑπό τινος τῶν συνεχῶν, ὡς ἐπὶ τῶν τῆς ἑτέρας μεταστάσεως. νῦν οὖν τῶν ὄπισθεν νεύρων καὶ μυῶν καὶ τενόντων τεταμένων ἰγνύα καμφθεῖσα τοῖς ἐκτείνουσιν οὐχ ἕπεται μυσί. περὶ μὲν οὖν τῶν τενόντων τε καὶ μυῶν τῆς τάσεως ἔμπροσθεν εἰπών· ἐν δὲ τῷδε τῷ λόγῳ περὶ τῶν νεύρων τῶν ἀπὸ τοῦ νωτιαίου πεφυκότων ἐπὶ τὰ σκέλη. τρεῖς δέ εἰσιν αὐτῶν ἀρχαί· μία μὲν ἐν τοῖς πρόσω κατὰ τὸ μέγα τρῆμα τοῦ τῆς ἥβης ὀστοῦ. μία δ’ ἄλλη κατὰ βουβῶνα τοῦ τε συμφερομένου τῇ μεγάλῃ φλεβὶ νεύρου καὶ τοῦ ταύτης ἔξωθεν ἐν τοῖς πρόσω τοῦ μηροῦ. μικραὶ μὲν αὗται, μεγίστη δ’ ἀρχὴ νεύρων εἰς ὅλον ἀφικνεῖται τὸ σκέλος ἐπὶ τὴν ὀπίσω χώραν πρῶτον ἐξερχομένη μεταξὺ τοῦ τε πλατέος ὀστοῦ καὶ τοῦ καλουμένου κόκκυγος. αὕτη τοίνυν ἡ ἀρχὴ μεταστάντος
649
ὀπίσω τοῦ ἄρθρου θλίβεται καὶ τείνεται· καὶ διὰ τοῦτ’ ἔφην ἐν τῇ προκειμένῃ ῥήσει δύνασθαι τὸν Ἱπποκράτην καὶ τὰ κυρίως καλούμενα νεῦρα τείνεσθαι λέγειν.

Οἷσι δ’ ἂν ἐς τοὔμπροσθεν ἡ κεφαλὴ μηροῦ ἐκπέσῃ, ὀλίγοισι δὲ τοῦτο γίνεται, οὗτοι ἐκταννύειν μὲν τὸ σκέλος δύνανται τελείως, ξυγκάμπτειν δὲ ἥκιστα οὗτοι δύνανται τὰ κατὰ τὸν βουβῶνα. πονέουσι δὲ καὶ ἢν κατὰ τὴν ἰγνύην ἀναγκάζωνται ξυγκάμπτειν, μῆκος δὲ τοῦ σκέλεος παραπλήσιον φαίνεται κατὰ μὲν τὴν πτέρνην καὶ πάνυ.

Ὅτι μὲν τὸ βάθος τῆς κοτύλης οὐκ ἴσον ἐν ἅπασι τοῖς μέρεσιν αἴτιον μέν ἐστι τοῦ κατά τινα μὲν ὀλιστάκις ἐκπίπτειν, ἐν ἄλλοις δὲ τόποις πλειστάκις ἔμπροσθεν εἴρηται. νυνὶ δὲ περὶ τῆς εἰς τὸ πρόσω γιγνομένης ὀλισθήσεως τοῦ μηροῦ διαλεγόμενος ἐναντία φησὶ πάσχειν τοὺς οὕτω διακειμένους τοῖς ὀπίσω τὴν ἐξάρθρησιν ἐσχηκόσιν. ἐκεῖνοι μὲν

650
γὰρ ἐκταννύειν τὸ σκέλος οὐκ ἠδύναντο, κάμπτειν δ’ οὗτοι κατὰ μὲν τὸν βουβῶνα. διότι κατ’ αὐτὴν τὴν καμπτὴν ἡ κεφαλὴ τοῦ μηροῦ νῦν ἐστιν ἅμα τῷ αὐχένι, κατὰ δὲ τὸ γόνυ διὰ τὸν ἀπὸ τοῦ τῆς λαγόνος ὀστοῦ καταφερόμενον μῦν πρόσθιον, ὃν ἡ κεφαλὴ τοῦ μηροῦ θλίβεται καὶ διατείνεται κυρτοῦσα περὶ αὐτήν. ἐκτείνεσθαι τοιγαροῦν ἐπὶ πλεῖον οὐκ ἄρα δυναμένη ἀντιβαίνει τοῖς κάμπτειν ἐπιχειροῦσι τὴν ἰγνύαν. μῆκος δὲ σκέλεος παραπλησίως φαίνεται ἐπὶ μὲν τῆς εἰς τὴν ἔσω χώραν ἐκπτώσεως αὐτὸς εἶπε κατὰ λέξιν οὕτως· ἐπὶ τε γὰρ τὸ ἀπὸ τοῦ ἰσχίου πέφυκεν ὀστοῦν τὸ ἀναφερόμενον πρὸς τὸν κτένα, ἐπὶ τοῦτον ἡ ἐπίβασις τῆς κεφαλῆς τοῦ μηροῦ γίνεται καὶ ὁ αὐχὴν τοῦ ἄρθρου ἐπὶ τῆς κοτύλης ὀχέεται κατὰ τὸν ἔμπροσθεν χρόνον οὐχ ὅλως ἐπ’ αὐτῆς ὀχούμενος, ἀλλὰ τῷ πλείστῳ κατὰ τοῦ βάθους αὐτῆς ὀχούμενος. ἐν δὲ τῷ νῦν λόγῳ φησί· κατὰ μὲν τὸν βουβῶνα ἐξογκέονται καὶ κατατεταμένον τὸ χωρίον φαίνεται, ὥστε ἀποκεχώρηκε νῦν ἐκείνης τῆς ἐξαρθρήσεως ὁ μηρὸς εἴς τε τὸ πρόσω καὶ τὸ κατωτέρω βραχὺ καὶ διὰ τοῦτ’ ἴσον φαίνεται τὸ πεπονθὸς σκέλος τῷ ὑγιεῖ καὶ τοῦτο μάλιστα αὐτοῖς ὑπάρχει κατὰ τὴν πτέρναν.
651
ἄρκος γὰρ ὁ ποὺς ἧσσον ἐπινεύειν δύναται πρὸς τὴν γῆν. εἴρηται δ’ ἡμῖν τούτου πρόσθεν ἡ αἰτία καὶ νῦν δ’ ἐφεξῆς εἰρήσεται διὰ κεφαλαίων.

    Ἄκρος δὲ ὁ ποὺς ἧσσόν τι προκύπτειν ἐθέλει ἐς τοὔμπροσθεν. ὅλον δὲ τὸ σκέλος ἔχει τὴν ἰθυωρίην κατὰ τὴν φύσιν καὶ οὔτε τῇ οὔτε τῇ ῥέπει.

    Τὸ μὲν ἐθέλειν αὐτὸ σημαίνει τὸ δύνασθαι, καθάπερ που καὶ παρὰ τῷ ποιητῇ·

  1. οὐδ’ ἔθελε προρέειν.
  2. ἐπὶ τῷ μὴ δύνασθαι λέλεκται· ποδὸς δὲ ἄκρον εἴρηκε τὸ ἀπὸ τοῦ πεδίου μέχρι τοῦ κατὰ τοὺς δακτύλους ὀνύχων τε μέρος τοῦ ποδός· συμβαίνει δ’, ὡς καὶ πρόσθεν ἐῤῥέθη, μὴ δύνασθαι καλῶς εἰς τοὐπίσω τὸ κατὰ τὸν ἀστράγαλον ἄρθρον ἐκτεταμένης τῆς ἰγνύος. ταῦτ’ οὖν καὶ νῦν ἑρμηνεῦσαι

    652
    θέλων εἶπεν· ἄκρος δὲ ὁ ποὺς ἧσσόν τι προκύπτειν ἐθέλει εἰς τοὔμπροσθεν, ἐνδεικνύμενος ὅτι τοὺς δακτύλους, οἵπερ ἦσαν ἄκρος ποὺς οὐχ οἷόν τε εὐκόλως κατατείνειν τε καὶ κατανεύειν καὶ καταφέρειν εἰς τοὔδαφος.

Ὀδυνῶνται δὲ αὐτίκα οὗτοι μάλιστα καὶ οὖρον ἴσχεται τὸ πρῶτον μᾶλλόν τι ἢ τοῖσιν ἄλλοισιν ἐξαρθρήμασιν.

Αὐτὸς εἶπε τὴν αἰτίαν δι’ ἣν ταῦτα γίνεται.

Ἐγκέεται γὰρ ἡ κεφαλὴ τοῦ μηροῦ ἐγγυτάτω τούτοισι τῶν πόνων τῶν ἐπικαίρων καὶ κατὰ μὲν τὸν βουβῶνα ἐξογκέονται καὶ κατατεταμένον τὸ χωρίον φαίνεται, κατὰ δὲ τὸ πυγαῖον στολιδωδέστερον καὶ ἀσαρκότατον. ταῦτα μὲν οὖν σημήϊά ἐστι τὰ εἰρημένα, ὧν ἂν οὕτως ἐκπεπτώκῃ ὁ μηρός.
653

Ὠνόμασε δ’ οὕτω τὰ συγκαταφερόμενα διὰ τοῦ βουβῶνος νεῦρα τῇ τ’ ἀρτηρίᾳ καὶ τῇ φλεβί. κέκληκε δὲ ἐπίκαιρα ταῦτα τὰ νεῦρα, καθότι καὶ πρόσθεν ἐμάθομεν, ὅσοι μεγάλην οὕτως ἔχει δύναμιν αὐτὸν ὀνομάζειν. ἔχει δὲ ταῦτα μεγάλην δύναμιν ἐγγυτάτω τοῦ τε νωτιαίου κείμενα καὶ κατ’ ἐκεῖνα τὰ μέρη τὴν ἔκφυσιν αὐτῶν λαμβάνοντα, καθ’ ἃ καὶ εἰς τὴν κύστιν ἀποφύεται νεῦρα, διὸ καὶ ἡ συμπάθεια τῆς κύστεως ἀκολουθεῖ τοῖς τοιούτοις ἐξαρθρήμασι φλεγμαινούσης τε καὶ ἀδυνατούσης ἐκκρίνειν τὸ οὖρον. ἴσως δ’ ἄν ποτε καὶ διὰ μέγεθος φλεγμονῆς ἐν τῷ τραχήλῳ τῆς κύστεως γενόμενον, ἔνθα καὶ ὁ μῦς ἐστιν ὁ σφίγγων αὐτὸν ἐπισχεθῇ τὰ οὖρα τὴν κατὰ τὸν πόρον χώραν τῶν φλεγμαινόντων μορίων καταλαμβανόντων τε καὶ ἀποφραττόντων.

Ὁκόσοισι μὲν οὖν ἂν ἤδη ἠνδρωμένοισι τοῦτο τὸ ἄρθρον ἐκπεσὸν μὴ ἐμπέσῃ, οὗτοι ὁκόταν αὐτοῖσιν ἡ ὀδύνη παύσηται καὶ τὸ ἄρθρον ἐθισθείη ἐν τῷ χωρίῳ
654
τούτῳ στρωφᾶσθαι, ἵνα ἐξέπεσεν, οὗτοι δύνανται σχεδὸν εὐθὺς ὀρθοὶ ὁδοιπορέειν ἄνευ ξύλου καὶ πάνυ μέντοι εὐθέες, ἐπὶ δὲ τὸ σιναρὸν, ἅτε οὔτε κατὰ τὸν βουβῶνα εὔκαμπτοι ἐόντες οὔτε κατὰ τὴν ἰγνύην. διὰ γοῦν τοῦ βουβῶνος τὴν ἀκαμπίην εὐθυτέρῳ ὅλῳ τῷ σκέλει ἐν τῇ ὁδοιπορίῃ χρέονται ἢ ὅτε ὑγίαινον.

Τὸ μὲν αὐτίκα, τουτέστι παραχρῆμα, κατὰ τὸν τῆς ἐκπτώσεως καιρὸν ὀδυνᾶσθαί τε αὐτοὺς εἶπε καὶ οὔρων ἐπίσχεσιν γίγνεσθαι. τοῦ μέντοι χρόνου προϊόντος, ὅταν ταῦτα παύσηται, βαδίζειν δύνασθαι· διὰ τί δὲ ταῦτα πέπαυται, καίτοι κατὰ τὴν αὐτὴν χώραν μενούσης τῆς κεφαλῆς τοῦ μηροῦ καὶ θλιβούσης τε καὶ τεινούσης ὁμοίως τὰ νεῦρα διδάξει τε διὰ τοῦ προσθεῖναι τῇ λέξει τὸ ἐθισθείη ἐν τῷ χωρίῳ στροφᾶσθαι, ἕνα ἐξέπεσεν. εἰς γὰρ τὸν ἐθισμὸν ἀναφέρειν φαίνεται τοῦ γινομένου τὴν αἰτίαν, ἐπειδὴ τά τε θλιβόμενα πρός τινων ἐν τῷ χρόνῳ τυλουμένων ῥᾷον αὐτῶν ἀνέχεται καὶ τὰ τεινόμενα κατὰ τὸν αὐτὸν χρόνον, ὅταν ἐθισθῇ τοῦτο πάσχειν, ἀνιώμενα παύεται. διὰ τί δ’ ὀρθοὶ

655
δύνανται βαδίζειν ἄνευ ξύλου κατὰ τὴν ἐχομένην ῥῆσιν αὐτὸς ἐδίδαξε· κεφάλαιον δ’ ἐστὶ τοῦ λόγου τό τε κατὰ τὴν εὐθυωρίαν φυλάττεσθαι τὸ σκέλος καὶ τὸ μηδέτερον κάμπτεσθαι τῶν ἄρθρων, μήτε τὸ κατὰ βουβῶνα, μήτε τὸ κατὰ γόνυ.

Καὶ σύρουσι δὲ ἐνίοτε πρὸς τὴν γῆν τὸν πόδα, ἅτε οὐ ῥηϊδίως ξυγκάμπτοντες τὰ ἄνω ἄρθρα καὶ ἅτε παντὶ βαίνοντες τῷ ποδί. οὐδὲν γὰρ ἧσσον τῇ πτέρνῃ οὗτοι βαίνουσιν ἢ τῷ ἔμπροσθεν.

Τὰ ἄνω ἄρθρα λέγει τό τε κατ’ ἰγνύαν καὶ τὸ κατὰ βουβῶνα. τέτταρα δ’ ἐστὶν ἄρθρα τὰ πρὸς τὸ βαδίζειν ὑπηρετοῦντα, τὸ κατὰ βουβῶνα, τὸ κατ’ ἰγνύαν, τὸ κατ’ ἀστράγαλον, τὸ κατὰ τοὺς δακτύλους. ὡς ἓν γὰρ ἀριθμῷ τοῦτο, κἂν ᾖ πολλὰ, διὰ τὸ τῆς χρείας τε καὶ τῆς ἐνεργείας κοινόν. τοῦτο μὲν οὖν τὸ ἄρθρον ὀλίγον τι συντελεῖ, τὸ

656
μέντοι κατὰ τῆς γῆς στηριζόμενον διὰ τοῦ ποδὸς ἐκ τοῦ μάλιστα ἡμῖν ὑπάρχει βραχύ τι συντελούντων αὐτῶν κατὰ τοὺς δακτύλους ἄρθρων. ἥ γε μὴν ὅλη τῶν σκελῶν ἐνέργεια κατά τε τὸ βαδίζειν καὶ πολὺ μᾶλλον κατὰ τὸ θεῖν ἐκ τῆς κατὰ τὸν βουβῶνα καὶ τὸ γόνυ διαρθρώσεως τείνεται. καμπτομένων γὰρ αὐτῶν ὑψηλὸν ἀπὸ τῆς γῆς τὸ κῶλον εὐμαρῶς καταφέρεται. νῦν οὖν εἰκότως οὐδετέρου καμπτομένου σύρειν αὐτοὺς ἐπὶ τῆς γῆς ἔφη τὸν πόδα. τὸ δ’ ἐνίοτε προσέθηκε διὰ τε τὴν ἐν τοῖς ἐδάφεσι διαφορὰν καὶ τὸ ποσὸν τῆς βλάβης. οἱ μὲν γὰρ ἐν ὁμαλῷ τε καὶ κατάντει χωρίῳ βαδίζοντες· εἰ βραχὺ γοῦν κάμπτοιεν ἐν τοῖς ὑψηλοῖς ἄρθροις τὸ σκέλος, οὐδ’ ὅλως σύρουσι τὸν πόδα, οἱ δ’ ἀνωμάλῳ τε καὶ ἀνάντει κάμπτειν ἱκανοὶ τοσοῦτον ἀποδέουσι τοῦ μὴ σύρειν, ὥστε καὶ προσκόπτουσι τοῖς ἐξέχουσι κατὰ τοὔδαφος καὶ ἅτε παντὶ βαίνοντες τῷ ποδὶ, ὅλῳ τῷ ποδὶ βαίνουσιν, οἱ καὶ τῇ πτέρνῃ καὶ τῷ πεδίῳ καὶ τοῖς ἄκροις δακτύλοις στηριζόμενοι κατὰ τῆς γῆς. οὐ γὰρ πρὸ τούτων οἷς ὀπίσω μετέστη τὸ ἄρθρον,
657
ὡς ἂν μικρότερον ἔχοντες τὸ σκέλος οὐκ ἐχρῶντο τῇ πτέρνῃ βαδίζοντες, ἀλλ’ ἤρκει μόνον αὐτοῖς εἰς τοῦτο τοῦ ποδὸς τὸ στῆθος, ὅπερ ἔφην ὑπὸ τῶν ἀνατομικῶν ὀνομάζεσθαι πεδίον. ἀλλ’ οἷς γε εἰς τὸ πρόσω τὸ κατ’ ἰσχίον ἄρθρον ἐξέπεσεν, ὡς ἂν τὴν πτέρναν ἐπὶ τῆς γῆς ἑδράζοντες διὰ τὸ μὴ δύνασθαι τῷ κατὰ τοὺς δακτύλους μέρει τοῦ ποδὸς ἐπιβαίνειν, ὧν ὑστέρῳ χρῶνται τῷ πρόσω κατ’ ἐκεῖνον τὸν καιρὸν, ἡνίκα ἤδη μέλλωσι στηριχθέντες ἐπὶ τοῦ πεπονθότος σκέλους ἐπιχειρεῖν τὸ ἕτερον μεταφέρειν.

Εἰ δέ γε ἠδύναντο μέγα προβαίνειν, κἂν πάνυ πτερνοβάται ἦσαν. καὶ γὰρ οἱ ὑγιαίνοντες, ὅσῳ ἂν μεῖζον προβαίνοντες ὁδοιπορέωσι, τοσούτῳ μᾶλλον πτερνοβάται εἰσὶ τιθέντες τὸν πόδα, αἴροντες δὲ τὸν ἐναντίον.

Ὅτι μὲν οἱ μέγα προβαίνοντες τὴν πτέρναν ἐπὶ τῆς γῆς στηρίζουσιν, εἴρηταί μοι πρόσθεν ἐναργῶς τε φαίνεται.

658
οὐδὲν δὲ ἧττον φαίνεται καὶ τὸ μὴ προβαίνειν μέγα πάντως, ὅσοι δύνανται κάμπτειν τὰ ἄνω ἄρθρα δι’ ἡντινοῦν αἰτίαν. πάσχουσι δὲ τοῦτο τὴν ταλαιπωρίαν οὐ φέροντες, ἣν ἐν τῷ μεταφέρειν ἀποτεταμένον τὸ σκέλος ἴσχουσιν· ὡς ἄλλο δ’ οὐδέν ἐστι τὸ κωλύον αὐτοὺς μέγιστον προβαίνειν ἐστηριγμένου τηνικαῦτα τοῦ ὑγιοῦς σκέλους, καὶ προελόμενοί γε πρᾶξαι τοῦτο, δύνανται ποιεῖν αὐτὸ μετὰ καμάτου, ὥστε ἄμεινον ἦν ἴσως οὕτως ἑρμηνεύεσθαι τὸν λόγον· οἷς ἐξέπεσε τὸ κατ’ ἰσχίον ἄρθρον πρόσω, τούτοις κατὰ τὰς ὁδοιπορίας ὑπάρχει μηδὲν ἧττον τοῦ πεδίου τε καὶ τῶν δακτύλων τῇ πτέρνῃ χρῆσθαι. εἰ δ’ ὑπέμενον μέγα διαβαίνειν τῷ πεπονθότι σκέλει, κἂν πάνυ πτερνοβάται ἦσαν· ἀλλὰ γὰρ οὐ τολμῶσι πράττειν οὕτω, διότι ταλαιπωροῦνται μόγις μεταφέροντες ἄκαμπτόν γε τὸ σκέλος.

Ὁκόσοισι δὲ δὴ οὕτως ἐκπέπτωκε καὶ ἔτι μᾶλλον τῇ πτέρνῃ προσεγχρίπτουσιν ἢ τὸ ἔμπροσθεν.
659

Τὸ ἐγχρίπτειν εἴωθε λέγειν ἐπὶ τῶν ἐρειδόντων ἄλληλα, καὶ τοῦτο γοῦν σημαινόμενον ὅτε συνεβούλευε διαπλάττειν τὰ κατάγματα διιστάντα πρότερον ἀπ’ ἀλλήλων τῇ τάσει τὰ κατεαγότα, οὕτως ἔφη ῥᾷον γίγνεσθαι τὴν ἐπανόρθωσιν αὐτῶν ἢ εἴ τις ἐγχρίπτοντα πρὸς ἄλληλα συνάγοι τὰ ὀστέα. σαφῶς οὖν καὶ κατὰ τὴν νῦν προκειμένην ῥῆσιν ἐδήλωσεν ὃ μικρὸν ἔμπροσθεν εἶπεν. οὐδὲν γὰρ ἧσσον τῇ πτέρνῃ οὗτοι βαίνουσιν ἢ τὸ ἔμπροσθεν. ὅτι σαφέστερον ἂν εἴρητο καὶ κάλλιον, εἴ τις αὐτὸ κατὰ τήνδε τὴν λέξιν ἡρμήνευσεν· οὐδὲν γὰρ ἧσσον τῇ πτέρνῃ οὗτοι βαίνουσιν ἢ τὸ ἔμπροσθεν, ἀλλ’ ἔτι μᾶλλον· οὐ μὴν ἐκεῖ γε προσέθηκε τὸ ἔτι καὶ μᾶλλον.

Τὸ γὰρ ἔμπροσθεν τοῦ ποδὸς ὅταν ἐκτεταμένον ἔῃ τὸ ἄλλο σκέλος, οὐχ ὁμοίως δύναται ἐς τὸ πρόσω καμπυλέεσθαι, ὥσπερ ὅταν ξυγκεκαμμένον ἔῃ τὸ σκέλος, οὔτ’ αὖ σιμοῦσθαι δύναται ὁ ποὺς ξυγκεκλιμένου τοῦ σκέλεος, ὡς ὅταν
660
ἐκτεταμένον ἔῃ τὸ σκέλος. ὑγιαίνουσά τε οὖν ἡ φύσις οὕτω πέφυκεν, ὥσπερ εἴρηται. ὅταν δὲ ἐκπεσὸν μὴ ἐμπέσῃ τὸ ἄρθρον, οὕτως ὁδοιπορέουσιν, ὡς εἴρηται, διὰ τὰς προφάσιας ταύτας τὰς εἰρημένας, ἀσαρκότερον μέντοι τὸ σκέλος τοῦ ἑτέρου γίνεται, κατά τε τὸ πυγαῖον κατά τε τὴν γαστροκνημίην καὶ κατὰ τὴν ὄπισθεν ἴξιν. οἷσι δ’ ἂν νηπίοισιν ἔτι ἐοῦσι τὸ ἄρθρον οὕτως ὀλισθάνον μὴ ἐμπέσῃ ἢ καὶ ἐκ γενεῆς οὕτω γένηται καὶ τούτοισι τὸ τοῦ μηροῦ ὀστέον μᾶλλόν τι μινύθει ἢ τὰ τῆς κνήμης καὶ τὰ τοῦ ποδός.

Τὸ κατὰ τὸ πεδίον τε καὶ τοὺς δακτύλους μέρος τοῦ ποδὸς, ὅπερ ἔμπροσθεν εἶπον, αὐτὸ πρὸς τὴν γῆν ἐπινεύειν ἀδύνατόν ἐστι τῆς ἰγνύας ἐκτεταμένης. ὠνόμασε δὲ τὸ σχῆμα τοῦτο τοῦ ποδὸς καμπύλεσθαι διὰ τὸ μήτ’ ἔκτασιν εἰθίσθαι λέγεσθαι μήτε κάμψιν ἐπὶ τοῦ κατ’ ἀστράγαλον ἄρθρου, καθάπερ ἐπὶ τῆς ἰγνύας τε καὶ τοῦ βουβῶνος. ὅταν μὲν οὖν οἱ πρόσθιοι μύες ἀνατείνωσι τὸν ταρσὸν εἰθισμένον

661
πώς ἐστι λέγειν σιμοῦσθαι τὸν πόδα. τῶν δ’ ὄπισθεν εἰς ἑαυτοὺς ἑλκόντων τὴν πτέρναν καὶ τὸν ταρσὸν, οὐδὲν ὄνομα σύνηθές ἐστι τῷ τοιούτῳ σχήματι. διόπερ ὁ Ἱπποκράτης, ὡς ἔφην, αὐτὸ καμπύλεσθαι προσηγόρευσεν, οἰκείαν τῷ δηλουμένῳ πράγματι φωνὴν ἐξευρών. οὔτε γὰρ σιμοῦσθαι δύναται ὁ ποὺς συγκεκαμμένου τοῦ σκέλεος, ὡς ὅταν ἐκτεταμένον ᾖ τὸ σκέλος, ἀνατείνεσθαί τε διὰ τῶν ἔμπροσθεν μυῶν ὁ ποὺς οὐ δύναται. τοῦτο γάρ ἐστι τὸ σιμοῦσθαι κεκαμμένου τοῦ σκέλους, ὥσπερ ἐκτεταμένου, καθάπερ οὐδὲ καμπύλεσθαι χωρὶς τοῦ καμφθῆναι. ἐπ’ ὀλίγον μὲν γὰρ καὶ μετὰ βίας ἑκάτερον τῶν εἰρημένων πάσχῃ καὶ καθ’ ἑκάτερον τῶν σχημάτων, ἐπὶ πολὺ δὲ καὶ χωρὶς βίας οὐ δύνανται, ἔτι ὡς οἶδ’ ἔφην οἱ τῆς γαστροκνημίας μύες ἐκπεφυκότες, οὐκ ἐκ τῆς κνήμης, ὑφ’ ὧν ἡ πτέρνα καὶ ὁ ποὺς ὅλος ἕλκεται πρὸς τὴν ὀπίσω χώραν, ὅπερ ἔνιοι μὲν ὀνομάζουσι καμπὴν ποδὸς, ἔνιοι δ’ ἔκτασιν. ὥσπερ γε καὶ τὴν ἀντικειμένην κίνησιν, ἣν διὰ τῶν προσθίων ἴσχει, ἔνιοι μὲν ἔκτασιν, ἔνιοι δὲ καμπὴν ὀνομάζουσιν, ἀλλ’ ἐπὶ
662
μὲν ταύτης εἰθίσθαι τὸν πόδα λέγειν. ἐπὶ δὲ τῆς ἐναντίας οὐδέν ἐστιν ἅπασι σύμφωνον ὄνομα. βλάπτεται δ’ οὐδὲν ἡ τῶν πραγμάτων γνῶσις ἐκ τῆς τῶν ὀνομάτων διαφωνίας. ἐγὼ γὰρ νομίζω, σαφῶς ἑκάτερον ἐδήλωσα διὰ τοῦ λόγου χωρὶς τῶν διαπεφωνημένων ὀνομάτων.

Ἤκιστα μὲν ἐν τούτῳ τῷ τρόπῳ τοῦ ὀλισθήματος ὁ μηρὸς μειοῦται. μινύθουσι μέντοι αἱ σάρκες πάντῃ, μάλιστα δὲ κατὰ τὴν ὄπισθεν ἴξιν, ὥσπερ ἤδη καὶ πρόσθεν εἴρηται. ὅσοι μὲν οὖν ἂν τιθηνηθῶσιν ὀρθῶς, οὗτοι μὲν δύνανται προσχρέεσθαι τῷ σκέλεϊ αὐξανόμενοι βραχυτέρῳ μέν τινι τοῦ ἑτέρου ἐόντι, ὅμως δὲ ἐρειδόμενοι ξύλῳ ἐπὶ ταῦτα, ᾗ τὸ σιναρὸν σκέλος· οὐ γὰρ κάρτα δύνανται ἄνευ τῆς πτέρνης τῷ στήθει τοῦ ποδὸς χρέεσθαι ἐπικαθιέντες, ὥσπερ ἐν ἑτέροις χωλεύμασιν ἔνιοι δύνανται. αἴτιον δὲ τοῦ μὴ δύνασθαι τὸ ὀλίγῳ πρόσθεν εἰρημένον,
663
διὰ οὖν τοῦτο προσδέονται ξύλου. ὅσοι δ’ ἂν καταμεληθῶσι καὶ μηδὲν χρέονται ἐπὶ τὴν γῆν τῷ σκέλεϊ, ἀλλὰ μετέωρον ἔχουσι, τούτοισι μινύθουσι μὲν τὰ ὀστέα ἐς αὔξησιν μᾶλλον ἢ τοῖσι χρεομένοισι, μινύθουσι δὲ καὶ αἱ σάρκες πολὺ μᾶλλον ἢ τοῖσι χρεομένοισι. κατὰ δὲ τὰ ἄρθρα ἐς τὸ εὐθὺ πηροῦται τούτοισι τὸ σκέλος, μᾶλλόν τι ἢ οἷσιν ἄλλως ἐκπεπτώκῃ.

Ἔνιοι τῶν ἐξηγουμένων τὰς τοιαύτας λέξεις οὕτως ἐοίκασιν ἐμπείρως ἔχειν αὐτῶν, ὥστε τὸ μὲν ἥκιστα σημαίνειν νομίζουσιν οὐδ’ ὅλως, τὸ δ’ οὐχ ἥκιστα μάλιστα. οὗτοι δ’ ἂν νομίσαιεν ὑφ’ Ἱπποκράτους εἰρῆσθαι, τοῖς οὕτω παθοῦσι μηδ’ ὅλως μειοῦσθαι τὸν μηρόν· ἀλλὰ φαίνεταί γε μειούμενος, οὐ μὴν ὥσπερ ἐπὶ ταῖς ἄλλαις ἐκπτώσεσιν, ὅτι μετριωτέρας ἐκείνων ἔχει τὰς μειούσας αἰτίας. ἐλέχθησαν δὲ εἶναι δύο, διαστροφή τε τῶν ὀργάνων καὶ βλάβη τῶν ἐνεργειῶν, δι’ ἣν ὀλίγα χρῶνται τῷ σκέλει· ἀλλ’ ἐν τούτῳ τῷ παθήματι

664
πρὸς τῷ μὴ διεστράφθαι μεγάλως οὐδ’ ἡ τῆς ἐνεργείας βλάβη σφόδρα τὸ σκέλος γίγνεται.

Ὡς μὲν οὖν ἐν κεφαλαίῳ εἰρέεσθαι τὰ ἄρθρα τὰ ἐκπίπτοντα καὶ τὰ ὀλισθαίνοντα ἀνίσως αὐτὰ ἑωυτοῖσιν ἐκπίπτει καὶ ὀλισθαίνει, ἄλλοτε μὲν πολὺ πλείονα, ἄλλοτε δὲ πολὺ ἐλάσσονα. καὶ οἷσι μὲν ἂν πολὺ πλεῖον ὀλισθῇ ἢ ἐκπέσῃ, χαλεπώτερα ἐμβάλλειν τὸ ἐπίπαν ἐστί· καὶ ἢν μὴ ἐμβιβασθῇ, μείζους καὶ ἐπιδηλοτέρας τὰς πηρώσιας καὶ κακώσιας ἴσχει τὰ τοιαῦτα τῶν ὀστέων καὶ σαρκῶν καὶ σχημάτων. ὅταν δὲ μεῖον ἐμπέσῃ καὶ ὀλισθῇ, ῥηΐδιον μὲν ἐμβάλλειν τὰ τοιαῦτα τῶν ὀστέων γίνεται· ἢν δὲ καταπορηθῇ ἢ ἀμεληθῇ ἐμπεσεῖν, μείους καὶ ἀσινέστεραι αἱ πηρώσιες γίνονται τούτοισιν ἢ οἷσιν ὀλίγῳ πρόσθεν εἴρηται. τὰ μὲν οὖν ἄλλα ἄρθρα καὶ πάνυ πολὺ διαφέρει ἐς τὸ, ὅτε μὲν μεῖον, ὅτε δὲ μεῖζον τὸ ὀλίσθημα ποιέεσθαι. μηροῦ δὲ καὶ βραχίονος κεφαλαὶ παρὰ πλησιότητα
665
ὀλισθαίνουσιν αὐτὴ ἑωυτῇ ἑκατέρη. ἅτε γὰρ στρογγύλαι μὲν αἱ κεφαλαὶ ἐοῦσαι ἁπλὴν τὴν στρογγύλωσιν καὶ φαλακρὴν ἔχουσι. κυκλοτερέες δὲ αἱ κοιλίαι ἐοῦσαι αἱ δεχόμεναι τὰς κεφαλὰς, ἁρμόζουσαι δὲ τῇσι κεφαλῇσι. διὰ τοῦτο οὐκ ἔστιν αὐτῇσι τὸ ἥμισυ ἐκστῆναι τοῦ ἄρθρου. ὀλισθαίνοι γὰρ ἂν διὰ τὴν περιφερίην ἢ ἐς τὸ ἔξω ἢ ἐς τὸ εἴσω. περὶ οὗ νῦν ὁ λόγος ἐστὶν, ἐκπίπτουσι τελέως ἤδη, ἐπεὶ ἄλλως γε οὐκ ἐκπίπτουσιν. ὅμως δὲ καὶ ταῦτα ὅτε μὲν πλείω ἀποπηδᾷ ἀπὸ τῆς φύσεως, ὅτε δὲ ἔλασσον, μᾶλλον δέ τι μηρὸς τοῦ βραχίονος πέπονθεν.

Οὐ ταύτης μόνης τῆς ῥήσεως, ἀλλὰ καὶ τῶν ἐφεξῆς ἁπασῶν ἕν ἐστι κεφάλαιον κοινὸν ἀλλήλων διαφέρειν τὰς ἐξαρθρήσεις, οὐ σμικρὰν διαφορὰν ἐν τῷ μᾶλλόν τε καὶ ἧττον. ἔνιαι μὲν γὰρ ἐπὶ πολὺ τοῦ κατὰ φύσιν, ἔνιαι δ’ ἐπ’ ὀλίγον ἀφίστανται μᾶλλον καὶ ἧττον ἑκάτεραι τοῦτο πάσχουσαι. περὶ μὲν οὖν τῶν ἄλλων ἄρθρων εὔδηλόν ἐστιν, οἷον τοῦ τε κατ’ ἀγκῶνα καὶ καρπὸν καὶ κνήμην καὶ πόδα

666
καὶ δακτύλους. ἐπὶ δὲ τοῦ κατ’ ὦμον καὶ ἰσχίον ἐπιδεικνύει, μὴ δυνάμενον γενέσθαι τὸ καλούμενον παράρθρημα διὰ τὸ τὰς κεφαλὰς τῶν ἄρθρων σφαιροειδεῖς οὔσας ἐμβαίνειν κοιλότησιν ὀφρῦς ἐχούσας κυκλοτερεῖς, ἐφ’ ὧν ἀδύνατόν ἐστι διαμένειν τὰς κεφαλάς. ἐξ ἀνάγκης γὰρ εὐθέως, εἴ τισι τὰς κοιλότητας ἐμπίπτουσιν ἐκτὸς αὐτῶν ὀλισθαίνουσιν· ἀλλ’ ὅμως φησὶ κἀπὶ τούτων ἐνίοτε μὲν ἀξιόλογον, ἐνίοτε δ’ ὀλίγιστον ἀφίστασθαι τὰς κεφαλὰς τοῦ κατὰ φύσιν. εὔδηλον δ’ ὅτι τοῦ τε βραχυτάτου καὶ τοῦ πλείστου τὸ μεταξὺ διαφορὰς ἔχει κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον οὐκ ὀλίγας.