In Hippocratis De articulis

Galen

In Hippocratis De articulis, Galen, Kühn, Leipzig, 1829

Πολλαχῇ δὲ καὶ ἄλλῃ τὰ τοιαῦτα παρασύνεσιν ἔχει.

Ὅτι παρασύνεσιν οὐχ ἁπλῶς τὴν ἀπάτην, ἀλλὰ τὴν παρακειμένην τῷ ἀληθεῖ καὶ διὰ τοῦτο πιθανὴν ὀνομάζειν εἴωθε, λέλεκταί μοι πρόσθεν. ἔστι δ’ ἡ νῦν ἀπάτη λεγομένη, καθ’ ἣν ἐν τῷ παραβάλλειν τὸ πεπονθὸς τῷ ὑγιεῖ περὶ τὸ κατὰ φύσιν ἁμαρτάνουσι σχῆμα. δέον γὰρ ἀποτείνοντα κατ’ εὐθὺ τοῦ ὑγιοῦς σκέλους αὐτῷ παραβάλλειν τὸ πεπονθὸς, ἐναντίως πράττουσι τῷ πεπονθότι προσάγοντες τὸ ὑγιές.

585
Οὐδὲ μὴν οὐδὲ ξυγκάμπτειν δύναται κατὰ τὸν βουβῶνα ὁμοίως τῷ ὑγιεῖ. ἀτὰρ καὶ ψαυομένη ἡ κεφαλὴ τοῦ μηροῦ κατὰ τὸν περίναιον ὑπερογκέουσα εὔδηλός ἐστι. τὰ μὲν οὖν σημήϊα ταῦτά ἐστιν, οἷσιν ἂν εἴσω ἐκπεπτώκῃ ὁ μηρός.

Συγκάμπτουσι μὲν γὰρ, ἀλλὰ μετ’ ὀδύνης τε καὶ οὐ τελέως. αἴτιοι δὲ οἱ ἀντιτεταμένοι τοῖς κάμπτουσι τὸν μηρὸν μύες οἱ ὄπισθεν οὐκ ἀκολουθοῦντες ἀλύπως ἄχρι τελέας κάμψεως, ἐπειδὴ πλείονος τοῦ κατὰ φύσιν ἕκαστοι ὑπομένουσι κατὰ τὰς ἐσχάτας καμπὰς, ὅταν οὕτως ὁ μηρὸς ἐξαρθρήσῃ.

Οἷσι μὲν ἂν οὖν ἐκπεσὼν μὴ ἐμπέσῃ, ἀλλὰ καταπορηθῇ καὶ ἀμεληθῇ ἣ τε ὁδοιπορίη περιφοράδην τοῦ σκέλεος, ὥσπερ τοῖς βουσὶ γίνεται καὶ ὄχλησις πλείστη αὐτοῖσιν ἐπὶ τοῦ ὑγιέος σκέλεός ἐστι.
586

Μακροτέρου τοῦ πεπονθότος σκέλους κατὰ τὴν ἐξάρθρησιν γενομένου ὁδοιπορίαν, ἀναγκαῖόν ἐστι τοὺς οὕτω παθόντας ὁμοίως τοῖς βουσὶ ποιεῖσθαι, διότι κἀκεῖνοι χαλαρὸν ἔχουσι τὸ κατ’ ἰσχίον ἄρθρον, ὡς αὐτὸς εἶπεν ἐν ἀρχῇ τοῦδε τοῦ βιβλίου, τάχα δ’ οὐ μόνον ἐχρῆν τὸ χαλαρὸν τῆς διαρθρώσεως, ἀλλὰ καὶ τὴν ἀτονίαν αἰτιάσασθαι τῶν κινούντων αὐτὸ μυῶν. οὐ γὰρ εἰ ἦσαν εὔρωστοι, ῥᾳδίως ἀνέκαμπτον τὴν διάρθρωσιν τῆς φθασάσης καμφθῆναι, τὸ περιφέρειν ἔξω τὸ σκέλος οὐκ ἦν ἀναγκαῖον. ἡ γάρ τοι βάδισις γίνεται τῶν σκελῶν ἑκατέρου καὶ περὶ μέρος ἐστηριγμένου τε καὶ κινουμένου. ἡνίκα μὲν γὰρ τὸ ἀριστερὸν ἐστήρικται, τηνικαῦτα τὸ δεξιὸν ἐκ τῶν ὀπίσω μερῶν εἰς τὸ πρόσω φέρομεν· ἡνίκα δὲ τοῦτο πρόσωθεν ἐστηρίξαμεν, ἐπὶ τὸ ἕτερον μεταβάντες ἐκεῖνο πάλιν ὄπισθεν πρόσω φέρομεν, εἶτ’ αὖθις ἐν τῷ πρόσω τοῦτο στηρίξαντες, ἐπὶ τὴν τοῦ δεξιοῦ μεταβαίνοντες κίνησιν, ὀρθίου μὲν θατέρου τῶν σκελῶν ἐστηριγμένου κατὰ τῆς γῆς, ἀναφερομένου δὲ εἰς τὸ ὕψος τοῦ κινουμένου, μήτε κατὰ γόνυ μήτε κατ’ ἰσχίον πεφύκασι κάμπτεσθαι τὰ σκέλη, πάντως ἂν ἠναγκαζόμεθα, καθάπερ

587
τι ξύλον ἑκάτερον αὐτῶν μεταφέρειν, ἀναφέροντες εἰς ὕψος ἄχρι τινὸς καὶ κυκλοτερῶς περιφέροντες. ἐπεὶ δὲ κάμπτεσθαι δύναται κατ’ ἀμφοτέρας τὰς διαρθρώσεις ὑπεναντίως μὲν ἀλλήλοις, χρησίμως δὲ τῷ παντὶ σκέλει, διὰ τοῦτο βαδίζομεν ἄνευ τοῦ καταφέρειν αὐτὰ κυκλοτερῶς ἢ ἀνατείνειν ὡς ξύλα. ἡ μὲν γὰρ κατὰ βουβῶνα διάρθρωσις εἰς τὴν πρόσω χώραν ὑψοῖ τὸν μηρὸν, ἡ κατὰ γόνυ δὲ εἰς τὴν ὀπίσω τὴν κνήμην, ὥστ’ εἰ καὶ μακρότερον εἴη τοῦ κατὰ τὴν γῆν ἐστηριγμένου σκέλος τὸ μεταφερόμενον, οὐδὲν ἂν ἐδεήθησαν ἑλίττειν αὐτὸ κατὰ τὴν ἔξω χώραν, ᾗ τοὺς μῦς εἶχεν ἱκανῶς διὰ ταχέων ἑκατέραν τῶν διαρθρώσεων κάμπτειν. ἐπειδή θ’ οἱ δι’ ἀῤῥωστίαν οὐ δύνανται ἑτοίμως κάμπτειν καὶ ὀδύνην οὐ βούλονται, καταλείπεται περιφέρειν αὐτὸ κυκλοτερῶς. οὐδὲν γὰρ οὐδ’ ἀνατείνειν ἄκαμπτον ὡς ξύλον οἷόν τ’ ἐστὶ τοῖς ἀῤῥωστοῦσιν ἢ ὀδυνωμένοις μυσίν. ὅτι δὲ διὰ ταῦτα μᾶλλον ᾖ προσγιγνόμενον μῆκος ὁδοιποροῦσι περιφοράδην ἐκ τοῦ λεγομένου παραδείγματος ὑπ’ αὐτοῦ τοῦ Ἱπποκράτους ἐναργῶς γνώσῃ. φησὶ γὰρ ἐφεξῆς, ἐπεὶ καὶ
588
ὁκόσοι ἕλκος ἔχοντες ἐν ποδὶ ἢ ἐν κνήμῃ κάρτα μὴ δύνανται ἐπιβαίνειν τῷ σκέλει πάντες καὶ οἱ νήπιοι οὕτως ὁδοιπορέουσι. τούτοις γὰρ ἄνευ τοῦ μεμηκύνθαι τὸ σκέλος, ὁδοιπορεῖν οὕτως συμβαίνειν διὰ τὴν γιγνομένην ὀδύνην, εἰ κάμπτοιεν τὰς διαρθρώσεις, μάλιστα, μὲν τὰς κατὰ βουβῶνα καὶ γόνυ, καὶ τρίτην δ’ ἐπ’ αὐταῖς τὴν κατὰ τὸ σφυρὸν, ἐπεὶ σιμοῦσθαι κατὰ τὴν διάρθρωσιν ταύτην ἄκρον τὸ σκέλος ἀναγκαῖόν ἐστιν ἐν τῷ κατὰ φύσιν ὁδοιπορεῖν, ἀναφέρειν τε εἰς ὕψος ὅλον τὸν πόδα· προσκόπτοι μὲν γὰρ, εἰ τοῦτο γένοιτο, καὶ μάλιστα ἐν τοῖς ἀνωμάλοις ἐδάφεσι.

Καὶ ἀναγκάζονται κατὰ τὸν κενεῶνα ἢ κατὰ τὸ ἄρθρον τὸ ἐκπεπτωκὸς κυλλοὶ καὶ σκολιοὶ εἶναι.

Οὐχ ὅταν ἐρείσαντες τὸ ὑγιὲς κινῶσι καὶ μεταφέρωσι περιφοράδην τὸ ἐξηρθρηκὸς ἀναγκάζονται σχηματίζειν οὕτως ἑαυτοὺς, ἀλλ’ ὅταν ἐπὶ τοῦ πεπονθότος ἐρειδόμενον μεταφέρειν τὸ ὑγιές. οὐ γὰρ ὑπερήρεισται τῷ ὑπερκειμένῳ σώματι

589
τὸ πεπονθὸς ὄρθιον, ὡς ὅθεν εἶχε κατὰ φύσιν ἐν εὐθείᾳ γραμμῇ, καθ’ ὃ πρὸς τὸ ἔδαφος, ἀλλὰ λοξὸν ἐκ τοῦ βουβῶνος εἰς τὴν ἐκτὸς ἀπονεύει χώραν. ἐπ’ ἐκείνην οὖν τὸ κατ’ εὐθὺ τῷ πεπονθότι σκέλει μέρος τοῦ σώματος ἀποκλείουσιν εἰς κίνδυνον ἀφικνούμενοι τοῦ περιτραπῆναι πρὸς τὴν ἐναντίαν χώραν καὶ οὕτω συμβαίνει κατὰ τὸν κενεῶνα λαμβάνειν αὐτῶν τὸ σῶμα. κενεῶνα δὲ δηλονότι καὶ τὸ μεταξὺ τοῦτο τῆς λαγόνος ὀστοῦ καὶ τῆς νόθου πλευρᾶς καλεῖ χωρίον, ὅπερ δὴ καὶ κενὸν ὀστῶν ἐστι. δυνάμενον δὲ οὐδ’ οὕτω τὸ πεπονθὸς σκέλος ὀχεῖν τὸ σῶμα διά τε τὴν ἀσθένειαν καὶ τὸ σχῆμα βοηθείας δεῖται. ταύτην οὖν ἐπ’ αὐτοῦ τοῦ πράγματος οἱ πάσχοντες διδασκόμενοι πορίζουσιν αὐτὸ στηρίζοντες τῇ χειρὶ τὸ πεπονθὸς σκέλος. ἔνθα δὲ μάλιστα δεῖται, κατ’ ἐκεῖνον τὸν μηρὸν ἔξωθεν ἐριζομένου τοῦ στηρίζοντος· καὶ τοῦτ’ οὖν πάλιν αὐτοὺς ἀναγκάζον ἐπινεύειν εἰς τὴν τοῦ βεβλαμμένου σκέλους χώραν, αὐξάνει τὴν κατὰ τὸν κενεῶνα σκολίωσιν. εἰ γὰρ καὶ χωρὶς τοῦ ἔξω ῥέπειν τὸ σκέλος οὕτω τις αὐτὸν σχηματίσειεν ὑφίσαρφος ὁ κενεὼν αὐτός.

590
Κατὰ δὲ τὸ ὑγιὲς ἐς τὸ ἔξω ὁ γλουτὸς ἀναγκάζεται περιφερὴς εἶναι. εἰ γάρ τις ἔξω τῷ ποδὶ τοῦ ὑγιέος σκέλεος βαίνει, ἀπωθοίη ἂν τὸ σῶμα τὸ ἄλλο ἐς τὸ σιναρὸν σκέλος τὴν ὄχησιν ποιέεσθαι. τὸ δὲ σιναρὸν οὐκ ἂν δύναιτο ὀχέειν· πῶς γάρ; ἀναγκάζεται οὖν οὕτω κατὰ τοῦ ὑγιέος σκέλεος τῷ ποδὶ εἴσω βαίνειν, ἀλλὰ μὴ ἔξω. τοῦτο γὰρ ὀχέει μάλιστα τὸ σκέλος τὸ ὑγιὲς καὶ τὸ ἑωυτοῦ μέρος τοῦ σώματος καὶ τὸ τοῦ σιναροῦ σκέλεος μέρος.

Ἐναλλάξας τὴν ἑρμηνείαν ἀσάφειάν τινα βραχεῖαν εἰργάσατο κατὰ φύσιν· ἢ γὰρ οὕτω μᾶλλον εἰπεῖν, ὡς ἐγὼ νῦν ἐρῶ, κατά γε τὸ ὑγιὲς ὁ γλουτὸς ἀναγκάζεται περιφερὴς εἷναι εἰς τὸ ἔξω, διὰ τὸ βαίνειν ἔσω τούτῳ τῷ σκέλει. εἰ γὰρ ἔξω βαίνοι, ἀπωθοίη ἂν τὸ σῶμα, τὸ δ’ ἄλλο ἐπὶ σιναροῦ σκέλους τῇ ὀχήσει ποιεῖσθαι, ὅπερ ἐστὶν ἀδύνατον. οὕτως γὰρ ὀχέει μάλιστα τὸ σκέλος τὸ

591
ὑγιὲς, ὡς προείρηται, τουτέστιν ὅταν ἔσω βαίνῃ τοῦ ὑγιοῦς σκέλους ποδί. δυνήσεται γὰρ τὸ πᾶν ἐπ’ αὐτῶν στηρίζεσθαι δυσπεριτρέπτως.

Κοιλαινόμενοι δὲ κατὰ τὸν κενεῶνα καὶ κατὰ τὰ ἄρθρα μικροὶ φαίνονται καὶ τῷ ξύλῳ ἀναγκάζονται ἀντερείδεσθαι πλάγιοι κατὰ τὸ ὑγιὲς σκέλος, δέονται γὰρ ἀντικοντώσιος ταύτῃ. ἐπὶ τοῦτο γὰρ οἱ γλουτοὶ ῥέπουσι καὶ τὸ ἄχθος τοῦ σώματος ὀχέεται ἐπὶ τοῦτο.

Ἐπειδὴ τὸ πεπονθὸς σκέλος ἀδυνατεῖ βαστάζειν τὸ ὑπερκείμενον ἑαυτοῦ μέρος τοῦ σώματος, διὰ τοῦτο καὶ τὸ σκέλος μὲν ὅλον τὸ ὑγιὲς ὑπερείδουσιν ἐσωτάτω καὶ αὐτοὶ δὲ ῥέπουσιν ἐπ’ αὐτῷ παντὶ τῷ σώματι. συμβαίνει γὰρ αὐτοὺς ἑτεροκλινεῖς γινομένους περιτραπῆναι κινδυνεύειν ἐπὶ τἀναντία τοῦ πεπονθότος. ὥσπερ οὖν ὁπότ’ ἐπ’ ἐκείνου στηριζόμενον μεταφέρειν εἰς τὸ πρόσω τὸ ὑγιὲς, ἐστήριζον

592
τοῦ πεπονθότος τῇ χειρὶ κινδυνεύοντος ἐπ’ αὐτῷ περιτραπῆναι δεινῶς τὸ ὑγιὲς σκέλος ἐπὶ τὴν γῆν καὶ διὰ τῆς ἐκείνων ἀφικνοῦνται βοηθείας.

Ἀναγκάζονται δὲ καὶ ἐπικόπτειν. τὴν γὰρ χεῖρα τὴν κατὰ τὸ σκέλος τὸ σιναρὸν ἀναγκάζονται κατὰ πλάγιον τὸν μηρὸν ἐρείδειν. οὐ γὰρ δύναται τὸ σιναρὸν σκέλος ὀχέειν τὸ σῶμα ἐν τῇ μεταλλαγῇ τῶν σκελέων, ἢν μὴ κατέχηται πρὸς τὴν γῆν πιεζόμενον.

Κἀνταῦθα πάλιν παρὰ τὴν ἀσάφειαν, ἣν εἰργάσατο, μὴ προειπὼν ὅτι μεταβαίνει τῷ λόγῳ πρὸς ἑτέρων καιρῶν βάδισιν. ἄχρι μὲν γὰρ οὗ τὸν λόγον ἐποιεῖτο περὶ μέρους βαδίσεως, ἐν ᾗ τοῦ κατὰ φύσιν ἔχοντος σκέλους ἐρηρεισμένου κατὰ τῆς εἰς τὸ πρόσω μεταφερούσης τὸ πεπονθός. ὁ δὲ νῦν λόγος ἐστὶν ἐπὶ θατέρου μέρους τῆς βαδίσεως στηριζόμενοι τῷ πεπονθότι μεταφέρουσι τὸ ὑγιές. εἴρηται δ’ ὀλίγον τὸ ὑγιὲς ἔμπροσθεν ἤδη περὶ τοῦδε τοῦ μέρους τῆς βαδίσεως.

593
Ἐν τούτοισι γοῦν τοῖσι σχήμασιν ἀναγκάζονται ἐσχηματίσθαι, οἷσιν ἂν εἴσω ἐκβὰν τὸ ἄρθρον μὴ ἐμπέση οὐ προβουλεύσαντος τοῦ ἀνθρώπου, ὅπως ἂν ῥήϊστα ἐσχηματισμένον ἔῃ, ἀλλ’ αὐτὴ ἡ ξυμφορὴ διδάσκει ἐκ τῶν παρεόντων τὰ ῥήϊστα αἱρέεσθαι. ἐπεὶ καὶ ὁκόσοι ἕλκος ἔχοντες ἐν ποδὶ ἢ κνήμῃ, οὐ κάρτα δύνανται ἐπιβαίνειν τῷ σκέλει πάντες καὶ οἱ νήπιοι οὕτως ὁδοιπορέουσιν. ἕξω γὰρ βαίνουσι τῷ σιναρῷ σκέλει.

Δυοῖν σχήμασιν, οὐχὶ ἑνὶ χρωμένων ἐν ταῖς ὁδοιπορίαις τῶν οὕτω πεπονθότων εἰκότως εἶπεν ἐν τούτοισι ἐπ’ αὐτὸ καὶ τῇ χειρὶ τὸν μηρὸν στηρίζοντες· ἕτερον δ’ ὅταν ἐπὶ τοῦ κατὰ φύσιν ἔχοντος ὅλοι πάλιν ἐπὶ τοῦτ’ ἐγκλινόμενοι, διὸ καὶ τοῦ κοντοῦ δέονται. δι’ οὗ ῥέπειν οὖν ἐπὶ τἀναντία συμβαίνει τὸ σῶμα ποτὲ μὲν ἐπὶ τὸ δεξιὸν ἐγκλινόμενον μέρος, ὅταν τῷ δεξιῷ ποδὶ στηρίζωνται, ποτὲ δὲ ἐπὶ θάτερον, ὅταν θατέρῳ. καὶ ὅταν πρὸς τοῖς ἄλλοις ἔτυχεν

594
ἀσχήμονι χρῆσθαι τῇ βαδίσει μᾶλλον τῶν ἐξαρθρησάντων ἑτέρῳ ἰσχίων, ὑπὲρ ὧν ἐφεξῆς ἐρεῖ.

Καὶ δισσὰ κερδαίνουσι, δισσῶν γὰρ δέονται. τό τε γὰρ σῶμα οὐκ ὀχέεται ὁμοίως ἐπὶ τοῦ ἔξω ἀποβαινομένου, ὥσπερ ἐπὶ τοῦ εἴσω. οὐδὲ γὰρ κατ’ ἰθυωρίην αὐτῷ γίνεται τὸ ἄχθος, ἀλλὰ πολλῷ μᾶλλον ἐπὶ τοῦ ὑπερβαινομένου, κατ’ ἰθυωρίην γὰρ αὐτῷ γίνεται τὸ ἄχθος ἔν τε αὐτῇ τῇ ὁδοιπορίῃ καὶ τῇ μεταλλαγῇ τῶν σκελέων. ἐν τούτῳ τῷ σχήματι τάχιστα ἂν δύναιτο ὑποτιθέναι τὸ ὑγιὲς σκέλος. ἢν τῷ μὲν σιναρῷ ἐξωτέρω βαίνοι, τῷ δὲ ὑγιεῖ ἐσωτέρω, περὶ οὗ νῦν ὁ λόγος. ἀγαθὸν εὑρίσκεσθαι αὐτὸ ἑωυτῷ τὸ σῶμα ἐς τὰ ῥήϊστα τῶν σχημάτων.

Ἐν τῷ περιφέρειν μὲν ἔξω τὸ πεπονθὸς σκέλος, ἐρίζειν δὲ ἐνδοτάτω τοῦ ὑγιέος τὸ δισσὸν κέρδος αὐτοῖς γίγνεται,

595
μήτε βαρύνεσθαί ποτε τὸ πεπονθὸς ὑπερειδόμενον ὅλον τῷ σώματι μήθ’ ὑπηρεσίαν αὐτοῦ πολυχρόνιον γίγνεσθαι, βραχύτατον διάστημα κινουμένου τοῦ ὑγιοῦς. ἐὰν γὰρ θελήσῃς ἀκριβῶς προσέχειν, ἑκατέρου τοῦ χρόνου τῆς ἑκατέρου τῶν σκελῶν ὑπηρεσίας οὐ διπλάσιον μόνον, ἀλλὰ καὶ τριπλάσιον εὑρήσεις γιγνόμενον. ὀλίγιστον μὲν γὰρ διάστημα καὶ ταχείᾳ τῇ φορᾷ μόνῃ κινουμένου τοῦ ὑγιοῦς, πολὺ δὲ καὶ βραδείᾳ τοῦ πεπονθότος. εὔδηλον γὰρ ὁπόσῳ μείζων ἐστὶν ἡ κυκλοτερὴς ὁδοιπορία τῆς εὐθείας, εἰ καὶ τοῖς αὐτοῖς πέρασιν ἀμφότεραι χρῶνται.

Ὅσοισι μὲν οὖν μήπω τελειουμένοισιν ἐς αὔξησιν ἐκπεσὼν μὴ ἐμπέσῃ, γυιοῦται ὁ μηρὸς καὶ κνήμη καὶ ὁ πούς· οὔτε γὰρ τὰ ὀστέα ἐς τὸ μῆκος ὁμοίως αὔξεται, ἀλλὰ βραχύτερα γίνεται, μάλιστα δὲ τὰ τοῦ μηροῦ.
596

Ἔλαττον γίγνεται, φησὶν, ὅλον τὸ σκέλος οἷς ἔξαρθρος οὔπω ὅλος ὁ μηρὸς αὐξανόμενος, ἔτι τε κοινὸν αὐτὸ τῶν ἄρθρων ἐστὶν, ὥσπερ καὶ πρόσθεν εἶπον. ἀλλὰ νῦν γε τοῦ κοινοῦ τὴν αἰτίαν ἔγραψεν, ὡς εἴωθεν· ἅπαξ που μεμνῆσθαι τοῦ κοινοῦ καθ’ ἕν τι τῶν ἐν μέρει. διὰ τοῦτο γάρ φησιν ἀναυξὲς καὶ ἄτροφον αὐτοῖς γίγνεσθαι τὸ σκέλος, ἅμα μὲν διὰ τὴν στέρησιν τῆς χώρας τοῦ ἄρθρου, ἅμα δὲ ὅτι ἀδύνατον χρῆσθαί ἐστιν. ἐγὼ δ’ ἐν τοῖς ἔμπροσθεν ἔφην τῶν μορίων καὶ τὴν αἰτίαν ἀργίαν εἷναι. γίγνεται δὲ ἄμφω διὰ τὴν ἀνάρθρησιν, ὥστ’ οὐκ οἷδ’ ὅπως Ἱπποκράτης εἰπὼν, εἶναι τὴν ἐξάρθρησιν, ἐφεξῆς ἐπήνεγκε τὴν ἀργίαν. ἡ γὰρ ἐξάρθρησις οὐ πρώτως ἀτροφίαν ἐργάζεσθαι πέφυκεν, ἀλλὰ διὰ μέσης διαστροφῆς τῶν ὀργάνων καὶ τῆς ἀργίας.

Ἄσαρκόν τε ἅπαν τὸ σκέλος καὶ ἄμυον καὶ ἐκτεθηλυσμένον καὶ λεπτότερον γίνεται, ἅμα μὲν διὰ τὴν στέρησιν τῆς
597
χώρης τοῦ ἄρθρου, ἅμα δὲ ὅτι ἀδύνατον χρέεσθαί ἐστιν, ὅτι οὐ κατὰ φύσιν κέεται.

Τῆς ὅλης τῶν μηρῶν οὐσίας μόριά εἰσιν αἱ σάρκες, ὡς ἐθεάσασθε πολλάκις ἐν τῇ τῶν μυῶν ἀνατομῆ, δεικνύοντος μου τὰ τῆς αἰσθήσεως αὐτῶν αἰσθητὰ στοιχεῖα δύο ὄντα τάς τε νευρώδεις ἶνας καὶ τὰς ἔξωθεν αὐταῖς περιπηγνυμένας σάρκας. ὅταν οὖν τις ἐκ γυμνασίων καὶ τρίψεων ἰσχυρότερος ἑαυτοῦ γένοιτο, τὴν μὲν τῶν ἰνῶν οὐσίαν ἐντροφοτέραν ἔχει, τὴν δὲ τῶν σαρκῶν ἐλάττονα μὲν, ἰσχυροτέραν δέ. τοῖς δὲ ἀγυμνάστοις καλουμένοις πολλὰ τοὐναντίον συμβαίνει τῶν ἴνων ἰσχνῶν οὐσῶν πολλὴν μὲν, ἀλλὰ μαλακὴν δι’ ὑγρότητος γίγνεσθαι. προσέοικε γὰρ ἡ τοιαύτη σὰρξ τοῖς ἐπιπηγνυμένοις τυροῖς, ὥσπερ ἡ τῶν γυμναστικῶν τοῖς ἀκριβῶς ἤδη πεπηγόσι· διὸ καὶ φαίνονται μὲν τούτοισιν οἱ μύες σκληροὶ καὶ νευρώδεις καὶ περιγραφὰς ἔχοντες. τοῖς δ’ ἀγυμνάστοις μαλακοὶ καὶ σαρκώδεις, ἤτοι δ’ οὐδ’ ὅλως, ἀλλ’ ἀμυδρῶς φαινόμενοι ἐμφαίνοντες τὰς

598
ὑπογραφάς. διὰ τοῦτ’ οὖν εἰπὼν ὁ Ἱπποκράτης τὸ σκέλος τούτοις ἄσαρκον γίγνεσθαι. γιγνώσκειν δὲ καὶ τοῖς ἐκ γυμνασίων πλεόνων τοιοῦτον γενόμενον ἐπήνεγκε τῷ καὶ ἄσαρκον καὶ ἄμυον ἐν ἴσῳ τῷ τὰς περιγραφὰς οὐκ ἔχον αἰσθητὰς μυῶν. οὐ γὰρ δὴ παντάπασι καὶ διαφθείρεταί τις αὐτῶν μῦς, ἀλλὰ ὥσπερ ἄφλεβον σῶμα λέγομεν τὸ μὴ φαινομένας ἔχον τὰς φλέβας, οὕτω καὶ ἄμυον, ἐν ᾧ παντάπασιν ἀφανεῖς εἰσιν αἱ περιγραφαὶ τῶν μυῶν. ἔτι δὲ σαφέστερον ἐνδείξασθαι βουλόμενος ὁποία τις ἡ τοῦ σκέλους αὐτοῖς ἰδέα γίγνεται προσέθηκε τὸ ἐκτεθηλυσμένον, ὅπερ ἐστὶν ὑγρὸν καὶ μαλακὸν καὶ μὴ σφίγγον καὶ διαῤῥέον, ὁποῖον αἱ γυναῖκες ἔχουσιν. ἅπαντα γὰρ ταῦτα προσηκόντως ἄν τις εἴποι κατὰ τῆς τῶν γυναικῶν σαρκὸς, ἀφ’ ἧς κατὰ μεταφορὰν ἐποιήσατο ἐκτεθηλυσμένον ὄνομα. τὸ δὲ λεπτότερον ἐπὶ τῆς τελευτῆς τοῦ λόγου προσέθηκεν ἐνδεικνύμενος, ἁπάντων τῶν κατ’ αὐτὸ μορίων ὅπερ ἐν ἀρχῇ τῆς ῥήσεως εἶπε γυιοῦται. τὸ γὰρ ἄσαρκον ἐπὶ τῆς κατὰ σάρκα ἐνδείας μόνης λέγεται, τὸ γυιοῦσθαι δὲ τὸ σκέλος ἐπὶ πάντων τῶν μερῶν ἐλαττόνων γιγνομένων.

599
Χρῆσις γὰρ μετεξετέρη ῥύεται τῆς ἄγαν ἐκθηλύνσιος, ῥύεται δέ τι καὶ τῆς ἐπὶ μῆκος ἀναυξήσιος. κακοῦται μὲν οὖν μάλιστα, οἷσιν ἂν ἐν γαστρὶ ἐοῦσιν ἐξαρθρήσῃ τοῦτο τὸ ἄρθρον, δεύτερον δὲ οἷσιν ἂν ὡς νηπιωτάτοισιν ἐοῦσιν, ἥκιστα δὲ τοῖσι τετελειωμένοισι. τοῖσι μὲν οὖν τετελειωμένοισιν, οἵη τις ὁδοιπορίη γίνεται, οἷσι δ’ ἂν νηπίοισιν ἐοῦσιν ἡ ξυμφορὴ αὕτη φαίνεται.

Ἔνεστι μὲν παρ’ Ἡρόδοτον μάλιστα μαθεῖν οὐδὲν πλέον σημαῖνον παρὰ τοῖς Ἴωσι τὸ μετεξετέρην τοῦ παρ’ ἡμῖν ἑτέρην· πολλάκις γὰρ αὐτῷ κέχρηται, καθάπερ καὶ τῷ μετεξέτερον. δῆλον οὖν καὶ διὰ τοῦτο πάλιν ὅπερ ἡμῖν διὰ τοῦ τινὲς μὲν εἰ καὶ νῦν οὖν οὐ καὶ μετεξετέρου τοιοῦτον τὸ δῆλον. προειρηκὼς γὰρ ὅτι διὰ τὴν ἀργίαν αὐτοῖς τὸ σκέλος γυιοῦται καὶ τάχα τινὰ παρακοῦσαι νομίσας, ὡς ἅπασιν χρῆσιν τῶν μορίων οὐ τρόφιμον εἶναί φησι πᾶσαν,

600
ἀλλά τινα ἐργάσασθαι λέγει τὴν σύμμετρον δηλονότι, καθάπερ καὶ τἄλλα πάντα καθ’ ὅλην τὴν ὑγιεινὴν δίαιταν, ὡς ἐν ἄλλοις τέ τισιν ὑπ’ αὐτοῦ λέλεκται τοῦτο καὶ δι’ ἑνὸς κεφαλαίου ἐν τῷ τῶν ἐπιδημιῶν ἕκτῳ, ἔνθα φησὶ, πόνοι, σιτία, ποτὰ, ὕπνοι, ἀφροδίσια, πάντα μέτρα.

Οἱ μὲν πλεῖστοι καταβλακεύουσι τὴν διόρθωσιν τοῦ σώματος, ἀλλὰ κακῶς εἱλέονται ἐπὶ τὸ ὑγιὲς σκέλος τῇ χειρὶ πρὸς τὴν γῆν ἀπερειδόμενοι τῇ κατὰ τὸ ὑγιὲς σκέλος. καταβλακεύουσι δὲ ἔνιοι, τὴν ἐς τὸ ὀρθὸν ὁδοιπορίην καὶ οἷσιν ἂν τετελειωμένοισιν αὕτη ἡ ξυμφορὰ γένηται. ὁκόσοι δ’ ἂν νήπιοι ὄντες ταύτῃ τῇ ξυμφορῇ χρησάμενοι ὀρθῶς παιδαγωγηθῶσι, τῷ μὲν ὑγιεῖ σκέλει χρέονται ἐς ὀρθὸν, ἐπὶ δὲ τὴν μασχάλην τὴν κατὰ τὸ ὑγιὲς σκέλος σκίπωνα περιφέρουσι. μετεξέτεροι δὲ καὶ ὑπ’ ἀμφοτέρας τὰς χεῖρας, τὸ δὲ σιναρὸν σκέλος μετέωρον ἔχουσι.
601

Τοῖς μὲν ἤδη κεκρατυσμένοις τὰ κῶλα τοιαύτης συμφορᾶς γιγνομένης, γίγνεται χρῆσθαι τῷ σκέλει χωλεύοντι. τοῖς δὲ μικροῖς πάνυ παιδίοις, ἀλλ’ εἰ καὶ κατὰ φύσιν ἔχοι καὶ χρῆσθαι πῶς καλῶς δύναιτο τοῖς σκέλεσι; ῥαθυμία τις ἐγγίγνεται περὶ τὴν τοῦ κώλου ἐνέργειαν καὶ διὰ τοῦτο καταβλακεύουσιν ὀρθοῦσθαι, τουτέστιν ἀμελοῦσι καὶ καταῤῥαθυμοῦσι. καὶ τί θαυμαστὸν, εἰ καὶ αὐτὰ καταφρονεῖ τοῦ διαναστάντος κωλύειν ὀρθὰ καὶ τῶν ἤδη τελειουμένων ἐνίοτε μὴ τολμώντων ὀρθῶς χωλεύειν, ἀλλ’ ὡς εἴρηκεν αὐτὸς, εἱλουμένων ἐπὶ τὸ ὑγιὲς σκέλος; ἐνεδείξατο δὲ σαφῶς αὐτῶν καὶ τὸν τρόπον τῆς κινήσεως, ὁποῖός τις γίγνεται διὰ τοῦ εἱλέονται ῥήματος.

Καὶ τοσούτῳ ῥηίους εἰσὶν, ἔσω ἂν αὐτοῖσιν ἔλασσον τὸ σκέλος τὸ σιναρὸν ἔῃ.

Ῥηίους εἴρηκε τοὺς ἑτοιμότερον βαδίζοντας, ὅπερ αὐτοῖς συμβαίνει βραχέος ὄντος τῷ μήκει τοῦ σιναροῦ σκέλους.

602
οὐ γὰρ δέονται μεταφέρειν ἑλίσσοντες αὐτὸ, καθάπερ οἷς τελείοις οὖσιν ἔξαρθρον ἔμελλε, μακρότερον ἐπὶ τούτῳ διὰ τὴν ἔκπτωσιν γενόμενον εἰς ἀνάγκην αὐτοὺς ἄγειν τῆς ὑπ’ αὐτοῦ λεγομένης ὄπισθεν ὁδοιπορίας περιφοράδην γινομένης.

Τὸ δὲ ὑγιὲς ἰσχύῃ αὐτέοισιν οὐδὲν ἧσσον ἢ εἰ καὶ ἀμφότερα ὑγιέα ἦν.

Εἰκότως τοῦτ’ εἶπε· χρῶνται γὰρ εἰκότως τῷ ὑγιεῖ παραπλησίως ἢ εἰ καὶ ἀμφότερα ὑγιεινὰ ἦν. ἅτε οὖν τὴν αὐτὴν ἔχοντες αὐτῷ χρῆσιν, ἣν καὶ κατὰ φύσιν ἀμφοῖν διακειμένων εἶχον, ὁμοίως εὐτροφοῦντι καὶ ῥωμαλέῳ χρῶνται.