In Hippocratis De articulis

Galen

In Hippocratis De articulis, Galen, Kühn, Leipzig, 1829

Οὐ γὰρ ἐντείνει τοὺς ὀχετοὺς τοὺς κατὰ τὴν κοιλίην οὐδὲ κωλύει εὐρόους εἶναι ἡ εἰς τὸ ἔξω κύφωσις, ἡ δὲ λόρδωσις ταῦτα ἀμφότερα ποιέει καὶ ἐς τἆλλα πολλὰ προσγίνεται.
564

Κατὰ τὴν προγεγραμμένην ῥῆσιν εἰρηκὼς οὖρα μὲν οὖν τοῖσι τοιούτοισι καὶ ἀπόπατος μᾶλλον ἴσχεται ἢ τοῖσιν ἔξω κυφοῖσι, νῦν τὴν αἰτίαν προσέθηκεν εἰπών· οὐ γὰρ ἐντείνει τοὺς ὀχετοὺς τοὺς κατὰ τὴν κοιλίαν δηλονότι τὰς ἐκροὰς εἰπὼν, τήν τε κατὰ κύστιν καὶ τὴν κατὰ τὴν ἕδραν. ἐντείνεσθαι δὲ τὰ μόρια δι’ ὧν αὗται γίνονται κατά τε τὴν θλίψιν, ἣν ἐκ τῆς τῶν σφονδύλων εἴσω μεταστάσεως ἴσχουσιν, εἰκός ἐστι καὶ πρὸς τῆς κατὰ τὰ νεῦρα συμπαθείας.

Ἐπεί τοι πολὺ πλείονες σκελέων τε καὶ χειρῶν ἀκρατέες γίνονται καὶ καταναρκοῦνται τὸ σῶμα καὶ οὖρα τούτοισιν ἴσχεται, οἷσιν ἂν μὴ ἐκστῇ μὲν τὸ ὕβωμα μήτε ἔξω μήτε ἔσω, σεισθέωσι δὲ ἰσχυρῶς ἐς τὴν ἰθυνίην τῆς ῥάχιος. οἷσι δὲ ἂν ἐκστῇ μὲν τὸ ὕβωμα, ἧσσον τοιαῦτα πάσχουσιν.

Ἐνταῦθα τὴν ὕβωμα φωνὴν ὡς γενικόν τι σημαῖνον ἀνέγραψεν ἐπὶ πάσης εἰπὼν, τῆς τῶν σφονδύλων εἰς τὸ παρὰ

565
φύσιν ἐκτροπῆς, ὅλος δὲ ὁ λόγος εὔδηλος. ἐπὶ γὰρ τὴν τετάρτην διαφορὰν τῶν κατὰ τὴν ῥάχιν παθῶν ἀφικνεῖται τῷ λόγῳ. καλοῦσι δὲ αὐτὴν σεῖσιν, ὅταν αἱ ἁρμονίαι σύμπασαι διακινηθῶσι τῶν σφονδύλων τῆς ῥάχεως καὶ κινδυνεύσει διασπασθῆναί τε καὶ θλασθῆναι διασεισθείσης σφοδρῶς αὐτῆς, καί φησι τοῦτο πολὺ χεῖρον εἶναι τῶν ἄνευ τοῦ διασεισθῆναι γιγνομένων διαστροφῶν τῆς ῥάχεως. εἶθ’ ἑξῆς ὅτι καὶ ταῖς πλευραῖς καταγνυμέναις τοιοῦτόν γέ τι συμβαίνει διήγηται.

Πολλὰ δὲ καὶ ἄλλα ἐν ἰητρικῇ ἄν τις θεάσαιτο, ὦν τὰ μὲν ἰσχυρὰ ἀσινέα ἐστὶ, καθ’ ἑωυτὰ τὴν κρίσιν ὅλην λαμβάνοντα τοῦ νοσήματος, τὸ δὲ ἀσθενέστερα σινόμωρα καὶ ἀποτόκους νοσημάτων χρονίους ποιέοντα καὶ κοινωνέοντα καὶ τῷ ἄλλῳ σώματι ἐπὶ πλέον.

Προειρηκὼς περὶ τοῦ κατὰ ῥάχιν πάθους ὃ προσαγορεύουσι σεῖσιν ἄνευ τοῦ μεταστῆναι σφόνδυλόν τινα γενόμενον

566
ἐν τῇ ἐφεξῆς γραφῇ πολλὰ λέγει τῶν κατ’ ἰατρικὴν ἐπιεικέστερα κατ’ ἀλήθειαν εἶναι, κἂν φαίνηται χαλεπώτερα. συμβαίνει δ’ ἐκεῖνα τῶν παθῶν, ἐφ’ ὧν συμπάθειαί εἰσι μείζους, ὡς ὅσα γε μηδεμίαν ἐπιφέρει μορίων κυρίων συμπάθειαν, ἀλλὰ καθ’ ἑαυτὰ ποιεῖται τὴν κρᾶσιν, ἧττόν ἐστι χαλεπὰ καὶ ἰσχυρότερά σοι κατασκευαῖς. ἐφεξῆς οὖν ὡς ἐν παραδείγματος μέρει μνημονεύει τῶν κατὰ τὰς πλευρὰς παθῶν ὑποδεικνύων, ἔνια μὲν αὐτῶν εἶναι τὴν φαντασίαν μόνον, ἔνια δὲ τῇ δυνάμει χαλεπά.

Ἐπεὶ καὶ πλευρέων κάτηξις τοιοῦτόν τι πέπονθεν· οἷσι μὲν γὰρ ἂν καταγῇ πλευρὴ μία ἢ πλέονες, ὡς τοῖσι πλείστοισι κατάγνυται μὴ διασχόντα τὰ ὀστέα ἐς τὸ εἴσω μέρος, μηδὲ ψιλωθέντα, ὀλίγοι μὲν ἤδη ἐπυρέτηναν· ἀτὰρ οὐδὲ αἷμα πολλοὶ ἤδη ἔπτυσαν, οὐδὲ ἔμπυοι πολλοὶ γίνονται, οὐδὲ ἔμμοτοι, οὐδὲ ἐπισφακελίσιες τῶν ὀστέων, δίαιτά τε φαύλη ἀρκέει.
567

Ὅτι τὸ σύμμετρον τοῦ λόγου σαφήνειαν συντελεῖ, μαθεῖν ἐστιν οὐχ ἥκιστα καὶ ἐκ τῆς προκειμένης ῥήσεως μακρᾶς οὔσης. ἐγὼ τὸ πρῶτον μέρος ἄρτι προεχειρισάμην· ἐκ τινὸς γὰρ ἐπὶ πλεῖον ὁ Ἱπποκράτης ἀσάφειάν τινα ἐργάσατο, διὰ βραχέων δ’ ἂν οὕτως ἑρμηνεύοιτο. τὰ κατάγματα τῶν πλευρῶν, ὅταν ἁπλᾶ καὶ μόνα γένηται, τὴν μὲν φαντασίαν χαλεπωτέραν τῶν περιθλάσεων ἔχει, τῇ δυνάμει δὲ ἐπιεικεστέραν, θεραπεύεται γὰρ ἄνευ κινδύνου τάχιστα. χωρὶς δὲ κατάγματος ὅταν περὶ τὰς πλευρὰς σάρκες θλασθῶσιν, εἰς μέγιστον ἐνίοτε κίνδυνον ἥκουσιν οἱ οὕτω παθόντες. τὸ μὲν κεφάλαιον τοῦ λόγου τοῦτο· τὰ δὲ κατὰ μέρος ἐφεξῆς ἴδωμεν, εἰ ἐν τῷ πρώτῳ μέρει τῆς ῥήσεως, ὅπερ ἐγὼ διὰ βραχέων εἶπον, ὅταν ἁπλᾶ καὶ μόνα γένηται τὰ κατάγματα τῶν πλευρῶν. ὁ δὲ Ἱπποκράτης εἴρηκεν, ὅπερ ἐξηγούμενος ἔγραψε, μὴ διασχόντα τὰ ὀστᾶ εἰς τὸ ἔσω μέρος εἰπὼν, τὴν εὐρυχωρίαν τοῦ θώρακος εἰς ἣν ἀδύνατόν ἐστι διασχεῖν ὀστῷ τῷ κατ’ αὐτὸν ἄνευ τοῦ γυμνωθῆναι μὲν αὐτὸ τὸ ὀστοῦν ἁπάσης τῆς περικειμένης σαρκὸς,

568
διατμηθῆναι δὲ τὸν ὑπεζωκότα καλούμενον ὑμένα. διὰ τοῦτο μὲν οὖν ἐδήλωσε τὸ ἁπλοῦν τοῦ κατάγματος, διά τε τῶν ἐφεξῆς τὸ ἐπιεικὲς, ὀλίγους μὲν εἰπὼν ἐπιπυρέττειν, πτύσαι δὲ αἷμά τινα σπανίως, ὥσπερ γε καὶ ἔμπυον καὶ ἔμμοτον γενέσθαι, σφακελίσαι τε τὸ τῆς πλευρᾶς ὀστοῦν· διὸ καὶ τὴν δίαιταν αὐτοῖς ἐξαρκέσειν φαύλην. ἔμαθες δὲ ὅτι φαύλην ἀεὶ λέγει τὴν ἐναντίαν τῇ ἀκριβεῖ τὴν ἐπιτυχοῦσαν. ἐν μὲν οὖν τῷ προκειμένῳ μορίῳ τῆς ἄλλης αὐτοῦ ῥήσεως ὅλη διάνοια τοιαύτη τίς ἐστιν. ἴδωμεν δὲ ἐφεξῆς τὰ λοιπά.

Ἢν γὰρ μὴ πυρετὸς ξυνεχὴς ἐπιλαμβάνῃ αὐτοὺς καὶ κενεαγγέειν κάκιον τοῖσι τούτοισιν ἢ μὴ κενεαγγέειν καὶ ἐπωδυνέστερον καὶ πυρετωδέστερον καὶ βηχωδέστερον. τὸ γὰρ πλήρωμα τὸ μέτριον τῆς κοιλίης διόρθωμα τῶν πλευρέων γίνεται. ἡ δὲ κένωσις κρεμασμὸν μὲν τῇσι πλευρῇσι ποιέει, ὁ δὲ κρεμασμὸς ὀδύνην.
569

Ὁ τῆς κοιλίης ὄγκος στήριγμά τι γίνεται ταῖς πλευραῖς, διὸ καὶ ὅσοι μείζονας ἔχουσι τὰς γαστέρας, ἦττον ὀδυνῶνται καταγείσης τῆς πλευρᾶς· ὅσοις δὲ ἰσχναί τέ εἰσι καὶ προσεσταλμέναι, μᾶλλον ἀλγοῦσιν ἀστηρίκτων καὶ μετεώρων αἰσθανόμενοι τῶν πλευρῶν. ἐὰν μὲν οὖν συνεχὴς ἐπιλάβῃ πυρετὸς, αὐτούς ἐστι κενεαγγεῖν, ὅπερ δηλοῖ νῦν αὐτὸ τὸ ἀσιτεῖν, ἐπειδήπερ ἡ ἐκ τῆς ἐδωδῆς βλάβη γίγνεται μείζων τῆς ἐκ τοῦ κρεμασμοῦ. εἰ δή τι μηδ’ ὅλως πυρέξει, ἄμεινον ἐσθίειν τοσαῦτα τὸ πλῆθος, ὡς εἰς ὄγκον ἀρθῆναι τὴν γαστέρα τοσοῦτον, ὅσον ἡλίκος ὡς ἄνευ τοῦ θλίβειν τὸ πεπονθὸς, ἕδρα τε καὶ στήριγμα γενήσεται ταῖς πλευραῖς.

Ἔξωθεν δὲ φαύλη ἐπίδεσις τοῖσι τοιούτοισιν ἀρκέει, κηρωτῇ καὶ σπλήνεσι καὶ ὀθονίοισιν ἡσύχως ἐρείδοντα ὁμαλὴν τὴν ἐπίδεσιν ποιέεσθαι ἢ καὶ ἐριῶδές τι προσεπιθέντα. κρατύνεται δὲ πλευρὴ ἐν εἴκοσιν ἡμέρῃσι, παχεῖαι γὰρ αἱ ἐπιπωρώσιες τούτων τῶν ὀστέων.
570

Φαύλην ἐπίδεσιν εἶπεν, ὥσπερ καὶ δίαιταν, τὴν ἐπιτυχοῦσαν, ἥτις ἐστὶν ἐναντία τῇ ἐπιμελῶς γεγενημένῃ.

Ἀμφιθλασθείσης δὲ τῆς σαρκὸς ἀμφὶ τῇσι πλευρῇσιν ἢ ὑπὸ πληγῆς ἢ ὑπὸ πτώματος ἢ ὑπὸ ἀντερείσιος ἢ ἄλλου τινὸς τοιουτοτρόπου πολλοὶ ἤδη πολὺ αἷμα ἔπτυσαν.

Μέμνηται καὶ τούτου τοῦ λόγου διὰ τοὺς οἰομένους ἐν ταῖς πλευρίτισιν ἐξ ἀνάγκης ἀνάγειν τινὰ τῶν λοβῶν τοῦ πνεύμονος πάσχειν καὶ συναπτόμενόν γε τοῦτόν φασι τῇ φλεγμαινούσῃ πλευρᾷ διδόναι τι τοῦ κατὰ τὴν φλεγμονὴν ἰχῶρος. ἐν τῷ πνεύμονι γὰρ οὐδὲν πνεύμονος πεπονθότος, ἀλλὰ τῆς διαθέσεως τῇ πλευρᾷ γενομένης πτύειν φησὶν ἐνίους αἷμα. πῶς μὲν οὖν γίγνεται τοῦτο ζητεῖν ἔξεστιν ἐπὶ σχολῆς, ἡμῖν τε βασανιζομένοις τὸ ζήτημα κατά γε τὸ περὶ αἵματος ἀναγωγῆς Ἐρασιστράτου βιβλίον. ἐξαρκεῖν δὲ δεῖ νῦν αὐτὸ τοῦτο μόνον ἐγνωκέναι, τὸ χωρὶς τοῦ παθεῖν

571
τι τὸν πνεύμονα πτύειν ἐνίους αἷμα διὰ τὸ κατὰ τὰς πλευρὰς πάθος. ἐθεάσασθε δὲ κἀπὶ τῶν ἄλλων πολλάκις ἀτρώτου τοῦ προκειμένου τῷ κατάγματι δέρματος ὄντος ἐκχεόμενον αἱματώδη χυμὸν διὰ τοῦ τοιοῦτον πληρῶσαι τοὺς ἐπιδέσμους. καίτοι πολλῷ πυκνότερόν ἐστι τὸ παρὰ τοῖς κώλοις δέρμα τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑμένος, ὥστ’ οὐδὲν θαυμαστόν ἐστι δι’ ἐκείνου ῥυῆναι πρὸς τὴν ἐκτὸς χώραν ἐκ τῆς πεπονθυίας πλευρᾶς. εἶτ’ εὐθέως εἰς τὰ βρόγχια τοῦ πνεύμονος ἀναληφθῆναι κατὰ τὰς ἐκπνοὰς, ὥσπερ ὁρῶμεν ἐπὶ τῶν συντρωθέντων τὸν ὑμένα τοῦτον. ὅ τι γὰρ ἂν ἐκχέῃς εἰς τὸν θώρακα διὰ τοῦ τραύματος ἀναβήσσεται τοῦτο παραχρῆμα διὰ τοῦ στόματος καὶ διὰ τοῦτο Ἐρασίστρατος οὐκ ἐννοήσας εἰς ἀτόπους ἐνέπεσε λόγους ἐν τῷ περὶ αἵματος ἀναγωγῆς, ὧν τὴν κακίαν ἐμάθετε διερχομένου μου πολλάκις ἀκούσαντες ἐπ’ αὐτοῦ τοῦ συγγράμματος.

572
Οἱ γὰρ ὀχετοὶ οἱ κατὰ τὸ λαπαρὸν τῆς πλευρῆς ἑκάστης παρατεταμένοι καὶ οἱ τόνοι ἀπὸ τῶν ἐπικαιροτάτων τῶν ἐν τῷ σώματι τὰς ἀφορμὰς ἔχουσι. πολλοὶ γοῦν ἤδη βηχώδιες καὶ φυματίαι καὶ ἔμπυοι ἐγένοντο καὶ ἔμμοτοι καὶ ἡ πλευρὴ ἐπεσφακέλισεν αὐτοῖσιν, ἀτὰρ καὶ οἷσι μηδὲν τοιοῦτον προσεγένετο ἀμφιθλασθείσης τῆς σαρκὸς ἀμφὶ τῇσι πλευρῇσιν. ὅμως δὲ βραδύτερον ὀδυνώμενοι παύονται οὗτοι ἢ οἷσιν ἂν πλευρὴ καταγῇ καὶ ὑποστροφὰς μᾶλλον ἴσχει ὀδυνημάτων τὸ χωρίον ἐν τοῖσι τοιούτοισι τρώμασι. μάλα μὲν οὖν μετεξέτεροι καταμελέουσι τῶν τοιούτων σινέων μᾶλλον ἢν πλευρὴ κατεάγῃ αὐτοῖσιν.

Ὀχετοὺς μὲν εἷπε τὰς ἀρτηρίας δηλονότι καὶ τὰς φλέβας, λαπαρὰν δὲ τῆς πλευρᾶς ἑκάστης τὸ μεταξὺ τῶν ὀστῶν καθ’ ἃ καὶ οἱ μεσοπλεύριοι μῦς εἰσι, τόνους δὲ δηλονότι τὰ νεῦρα. πεφυκέναι δέ φησιν ἀπὸ τῶν ἐπικαιροτάτων πάντα ταῦτα· διότι μὲν τῶν φλεβῶν τούτων ἡ ἀρχὴ πλησίον

573
ἐστὶ τῆς καρδίας, ὥσπερ καὶ τῶν ἀρτηριῶν. τῶν δὲ νεύρων ἀπὸ τῶν κατὰ τὸν θώρακα νωτιαίων κοινωνίας τινὸς οὕσης αὐτοῖς καὶ πρὸς ἄλλην συζυγίαν νεύρων ἐξ ἐγκεφάλου καθηκόντων. τὰ δ’ ἐφεξῆς ὑπ’ αὐτοῦ γεγραμμένα δῆλα τοῖς μεμνημένοις ἁπάντων τῶν ἐν τοῖς ἔμπροσθεν εἰρημένων ὑπομνήμασιν.

Ἀτὰρ καὶ ἰήσιος σκεθροτέρης οἱ τοιοῦτοι δέονται, εἰ σωφρονοῖεν, τῇ τε γὰρ διαίτῃ ξυμφέρει ξυνεστάλκαι, ἀτρεμέειν δὲ τῷ σώματι ὡς μάλιστα ἀφροδισίων τε ἀπέχεσθαι.

Τὴν ἀκριβεστέραν ἀεὶ λέγει σκεθροτέραν ἀντικειμένην τῇ φαύλῃ.

Βρωμάτων τε λιπαρῶν καὶ κερχνωδέων καὶ ἰσχυρῶν πάντων.
574

Ὅσα βρώματα τραχύνοντα τὸν φάρυγγα βραχεῖαν βῆχα κινεῖ, κερχνώδη ταῦτα καλεῖ. τοῦτο δὲ ἕπεται τοῖς λιπαροῖς καὶ ὀξέσι καὶ δριμέσιν, ἰσχυρὰ δὲ λέγει σιτία τὰ δύσπεπτα. γέγραπται δ’ ἐν τοῖς ἀκριβέσι τοῖς αὐτογράφοις τουτὶ τὸ κερχνωδέων διὰ τοῦ ν κατὰ τὴν δευτέραν συλλαβήν· ἀπὸ γὰρ τῆς κέρχνου γέγονεν. οὕτως δὲ ὀνομάζουσι τὴν κέγχρον οἱ Ἴωνες, ὅταν αἴσθησις ἐν τῇ φάρυγγι τραχυτάτων γίγνεται μικρῶν ὥσπερ κέγχρων. τὸ δ’ ἐν τοῖς πρόσθεν, εἰ καὶ ἔλεγε τὰ κατὰ τὸν πνεύμονα φύματα καὶ χρόνια καὶ δύσπεπτα ἔχοντα κεγχρώδεις γίγνεσθαι χωρὶς τοῦ ν γέγραπται, γεγονὸς ἀπὸ τοῦ κέγχρειν, ὅπερ αὐτὸ πάλιν γέγονεν ἀπὸ τοῦ ψόφου τοῦ συμβαίνοντος, ὅταν ἤτοι στενοχωρία ᾖ τις κατὰ τὰς ἀναπνευστικὰς ὁδοὺς ἢ ὑγρότης πλείων, ὡς πολὺ δὲ συνιόντων ἀμφοῖν γίγνεται. καλοῦσι δ’ ἔνιοι μὲν τοιαύτην ἀναπνοὴν δασεῖαν· διὰ τί δὲ τῶν βῆχα κινούντων ἐδεσμάτων ἀπέχεσθαι κελεύει πρόδηλόν ἐστιν ἡσυχάζειν δεομένων ἁπάντων τῶν πεπονθότων μορίων. διὰ τοῦτο γοῦν καὶ σιγᾷν αὐτὸν πάλιν κελεύει. πρόδηλον

575
δὲ καὶ περὶ τῶν ἄλλων ὅσα παρεῖναι φυλάττεσθαι κίνησιν σφοδρὰν ἐπιφέροντα τῷ παντὶ σώματι· σὺν γὰρ τῷ ὅλῳ καὶ τὸ μόριον κινεῖται.

Φλέβα τε κατ’ ἀγκῶνα τέμνεσθαι, σιγᾷν τε ὡς μάλιστα. ἐπιδέεσθαι δὲ εἰς τὸ χωρίον τὸ θλασθὲν σπλήνεσι μὴ πολυπτύχεσι, συχνοῖσι δὲ καὶ πολὺ πλατυτέροισι πάντα τοῦ θλάσματος κηρωτῇ τε ὑποχρίειν ὀθονίοισί τε πλατέσι σὺν ταινίῃσι πλατείῃσι καὶ μαλθακῇσι ἐπιδέειν, ἐρείδειν τε μετρίως, ὥστε μὴ κάρτα πεπιέχθαι φάναι τὸν ἐπιδεδεσμένον, μηδ’ αὖ χαλαρόν. ἄρχεσθαι δὲ τὸν ἐπιδέοντα κατὰ τὸ θλάσμα καὶ ἐρηρεῖσθαι ταύτῃ μάλιστα.

Μέμνηται δὴ τούτου πρὸς τοὺς ἀξιοῦντας ἐπὶ τῇ πληθωρικῇ καλουμένῃ συνδρομῇ μόνον φλεβοτομίαν ἡμᾶς παραλαμβάνειν. τούτων δέ ἐστι καὶ Μηνόδοτος ὁ ἐμπειρικός.

576
ἐδείχθη δ’ ἐν τῷ περὶ φλεβοτομίας γράμματι κἀν τῷ περὶ πλήθους ὁ λόγος οὗτος ψευδὴς, ἐξ ἄλλων τε τινῶν ἐλεγχθεὶς κἀκ τοῦ διὰ τοιαύτας πληγὰς γιγνομένας ἔν τισι μορίοισι τοῦ σώματος ἐπὶ φλεβοτομίαν ἥκειν ἡμᾶς, εἰ καὶ μὴ πληθωρικοὶ τύχοιεν οἱ πληγέντες ὄντες, ὅτι τε μὴ φλεβοτομηθέντων αὐτῶν αἱ φλεγμοναὶ μέγισται γίγνονται καὶ δηλονότι ταύταις ἑπομέναις συμπτώματα ἀκολουθεῖ.

Τὴν δὲ ἐπίδεσιν ποιέεσθαι ὡς ἀπὸ δύο ἀρχέων ἐπιδέειν τε, ἵνα μὴ περιῤῥεπὲς τὸ δέρμα τὸ περὶ τὰς πλευρέας ἔῃ, ἀλλ’ ἰσόῤῥοπον. ἐπιδέειν δὲ ἢ καθ’ ἑκάστην ἡμέρην ἢ παρ’ ἑτέρην. ἄμεινον δὲ καὶ τὴν κοιλίην μαλθάξαι κούφῳ τινὶ, ὅσον κενώσιος εἵνεκεν τοῦ σίτου, καὶ ἐπὶ μὲν δέκα ἡμέρας ἰσχναίνειν, ἔπειτα ἀναθρέψαι τὸ σῶμα καὶ ἁπαλῦναι.
577

Χαλαρὸν ἐπὶ τῶν πλευρῶν ἐστι τοῖς πλείστοις τὸ δέρμα καὶ μάλιστ’ ἂν παχεῖς τύχωσιν ὄντες ἢ κατ’ αὐτὸν ὃν ἐπλήγησαν καιρόν· καί φησι τούτους οὖν [φημὶ ἐγὼ] δεῖσθαι μάλιστα τῶν ἄλλων ἀπὸ δυοῖν ἀρχῶν ἐπιδεῖσθαι. περιτρέπεται γὰρ αὐτῶν τὸ δέρμα κατὰ τὴν ἐκ μιᾶς ἀρχῆς ἐπίδεσιν, ἐκ περιουσίας δὲ καὶ τοὺς παχεῖς ἐπιδέων οὐδὲν βλάψεις καὶ μάλισθ’ ὅταν ᾖ θλάσμα πλησίον τῆς μασχάλης, ἐν ταύτῃ γὰρ ἀεὶ χαλαρόν ἐστι.

Τῇ δὲ ἐπιδέσει ἔστ’ ἂν μὲν ἰσχναίνῃς ἐρηρεισμένῃ μᾶλλον χρέεσθαι, ὁκόταν δὲ ἐς τὸν ἁπαλυσμὸν ἄγῃς, ἐπιχαλαρωτέρῃ· καὶ ἢν μὲν αἷμα ἀποπτύσῃ καταρχὰς, τεσσαρακονθήμερον τὴν μελέτην καὶ τὴν ἐπίδεσιν ποιέεσθαι χρή· ἢν δὲ μὴ πτύσῃ τὸ αἷμα, ἀρκέει εἴκοσιν ἡμέρῃσιν ἡ μελέτη ὡς ἐπὶ τὸ πολύ. τῇ ἰσχύϊ δὲ τοῦ τρώματος τοὺς χρόνους προστεκμαίρεσθαι χρή.

Τοῦτο κοινὸν ἁπάντων καταγμάτων ἐστὶ καὶ λέλεκταί μοι πρόσθεν ἡνίκα τὸ περὶ ἀγμῶν ἐξηγούμην καὶ ἄλλα πολλὰ

578
τῶν νῦν λεγομένων ὑπ’ αὐτοῦ. ἐκείνων οὖν ὑμᾶς χρὴ μεμνῆσθαι μᾶλλον, οὐκ ἐμὲ λέγειν ἀξιοῦν πολλάκις ταῦτα.

Ὅσοι δἂν ἀμελήσωσι τῶν τοιουτέων ἀμφιθλασμάτων, ἢν καὶ ἄλλο μηδὲν αὐτοῖσι φλαῦρον μέζον γένηται, ὅμως τό γε χωρίον ἀμφιθλασθὲν μυξωδεστέρην τὴν σάρκα ἴσχει ἢ πρόσθεν εἶχεν. ὅκου δέ τι τοιοῦτον ἐγκαταλείπεται καὶ μὴ εὖ ἐξιποῦται τῇ γε ἀλθέξει. φαυλότερον μὲν, ἢν παρ’ αὐτὸ τὸ ὀστέον ἐγκαταλειφθῇ τὸ μυξῶδες· οὔτε γὰρ ἔτι ἡ σὰρξ ὁμοίως ἅπτεται τοῦ ὀστέου, τό τε ὀστέον νοσηρότερον γίνεται, σφακελισμοί τε χρόνιοι ὀστέου πολλοῖσιν ἤδη ἀπὸ τοιουτέων προφασίων ἐγένοντο.

Μυξῶδες ὑγρὸν εἴωθεν ὀνομάζειν τὸ γλίσχρον τε καὶ λευκόν. ἀθροίζεται δὲ τοῦτο παρὰ τοῖς ἀναίμοις μέρεσιν ὀστοῖς καὶ χόνδροις, ὅταν ἀδυνατήσῃ καλῶς κατεργάσασθαι

579
τὴν τροφὴν ἐν αὐτοῖς ἡ φύσις. ἀπολείπει γὰρ οἶον ἡμίπεπτόν τι, καθάπερ ἐν ὀφθαλμοῖς ὑμένες ἀπολείπουσιν, ὅταν ἀῤῥωστῶσι τὴν ὀνομαζομένην λήμην. ἀσθενεστέρα δὲ ἡ δύναμις ἤτοι δι’ οἰκείαν γίγνεται δυσκρασίαν ἢ διὰ τὸ πλῆθος τῆς ἐπιῤῥυείσης ὑγρότητος, ὡς ἐν τοῖς παρὰ φύσιν ὄγκοις συμβαίνει. τὰ δ’ ἄλλα τῆς ῥήσεως δῆλα.

Ἀτὰρ καὶ ἢν μὴ παρὰ τὸ ὀστέον, ἀλλ’ αὐτὴ ἡ σὰρξ μυξώδης ἔῃ· ὅμως γοῦν ὑποστροφαὶ γίνονται καὶ ὀδύναι ἄλλοτε καὶ ἄλλοτε. ἤν τις τῷ σώματι τύχῃ πονήσας, διὰ τοῦτο τῇ ἐπιδέσει δέεσθαι χρὴ, ἅμα μὲν ἀγαθῇ, ἅμα δὲ πολὺ προσηκούσῃ, ἕως ἂν ξηρανθῇ μὲν καὶ ἀναποθῇ τουτὶ τὸ ἐκχύμωμα τὸ ἐν τῇ θλάσει γενόμενον, αὐξηθῇ δὲ σαρκὶ ὑγιεϊ τὸ χωρίον, αὔξηται δὲ τοῦ ὀστέου ἡ σάρξ.

Μυξώδης ἡ σὰρξ οὐ κατὰ τὸν ἑαυτῆς γίγνεται λόγον καὶ ὅσα τῶν μορίων ἐστὶν ἔναιμα. τὸ γὰρ ἴδιον περίττωμα

580
ἑαυτῶν τοιοῦτόν ἐστιν, οἶον ἔν τε ταῖς ῥευματικαῖς διαθέσεσι φαίνεται καὶ τοῖς ἡπατικοῖς διαχωρήμασι. διὸ καὶ συνεχῶς μὲν τοῖς ὀστοῖς καὶ τοῖς χόνδροις καὶ ὑμέσι πάσχουσι τὸ μυξῶδες ὑγρὸν ἀθροίζεται, σπανίζεται δὲ ἐν ταῖς σαρξίν· ἢ γὰρ πρὸς τὰ τοιαῦτα μόρια κοινωνίᾳ ἢ διὰ τὸν ἐπιῤῥέοντα χυμὸν ἱκανῶς, ὅταν φλεγματῶδες ἢ μυξῶδες ἐν αὐτῇ ὑγρὸν συνίσταται. πρόδηλον δ’ ὅτι δυσκενότατός ἐστιν ὁ τοιοῦτος χυμὸς, οὔτε τῶν αἰονήσεων οὔτε τῶν καταπλασμάτων οὔτε τῶν φαρμάκων ἐπισπᾶσθαί τε καὶ διαφορεῖν αὐτὸν δυναμένων. οὐδὲ γὰρ οὐδ’ ἄλλων πρὶν ἀκριβῶς λεπτῦναί τε καὶ εἰς ἀτμὸν διαλῦσαι δύναται κενοῦν. ἐπεὶ τοίνυν ὁ γλίσχρος χυμὸς εἰς ἀτμοὺς διαλύεται, διὰ τοῦτό ἐστι δυσκίνητος. ὅπου δ’ ἂν ἐγκαταληφθῇ τι τοιοῦτον τὸ περισσὸν, ἐνοχλεῖται μέρος ἐπὶ βραχείαις προφάσεσι διὰ τὴν ἀσθένειαν ἑτοίμως δεχόμενον, ὅ τι ἂν ἐν τῷ ἄλλῳ σώματι περιττὸν ἤτοι κατὰ τὸ ποιὸν ἢ κατὰ τὸ ποσὸν ἀθροισθῇ.

581
Οἶσι δ’ ἂν ἀμεληθεῖσι χρονιωθῇ καὶ ὀδυνῶδες τὸ χωρίον γένηται καὶ ἡ σὰρξ ὑπόμυξος ἔῃ, τούτοισι καῦσις ἴησις ἀρίστη. καὶ ἢν μὲν αὐτὴ ἡ σὰρξ μυξώδης ἔῃ, ἄχρι τοῦ ὀστέου καίειν χρὴ, μὴ μὴν διαθερμανθῆναι τὸ ὀστέον, ἢν δὲ μεσηγὺ τῶν πλευρέων ἔῃ, ἐπιπολῆς μὲν οὐδ’ οὕτως χρὴ καίειν, φυλάσσεσθαι μέντοι μὴ διακαύσῃς πέρην. ἢν δὲ πρὸς τῷ ὀστέῳ δοκέῃ εἶναι τὸ θλάσμα καὶ ἔτι νεαρὸν ἔῃ καὶ μήπω σφακελίσῃ τὸ ὀστέον, ἢν μὲν κατ’ ὀλίγον ἔῃ, οὕτω καίειν χρὴ ὥσπερ εἴρηται· ἢν μέντοι παραμήκης ἔῃ ὁ μετεωρισμὸς ὁ κατὰ τὸ ὀστέον, πλείονας ἐσχάρας ἐμβάλλειν χρή. περὶ δὲ σφακελισμοῦ πλευρῆς ἅμα τῇ ἐμμότων ἰητρείῃ εἰρήσεται.

Τὸν γλίσχρον χυμὸν, ὅταν ἀδυνατήσωμεν ἐκδαπανῆσαι φαρμάκοις, ὑπόλοιπος ἴασίς ἐστιν ἡ διὰ τῶν καύσεων· ὅπως δ’ αὐτὴν χρὴ ποιεῖσθαι σαφῶς ἐδίδαξεν.

582
Ἢν δὲ μηροῦ ἄρθρον ἐξ ἰσχίου ἐκπέσῃ, ἐκπίπτει δὲ κατὰ τέσσαρας τρόπους, ἐς μὲν τὸ εἴσω πλειστάκις, ἐς δὲ τὸ ἔξω τῶν ἄλλων πλειστάκις, ἐς δὲ τὸ ὄπισθεν καὶ ἔμπροσθεν ἐκπίπτει μὲν, ὀλιγάκις δέ.

Ὁ τεθεαμένος ἰσχίου κοτύλην οὐ δεῖται τὴν αἰτίαν ἀκοῦσαι παρ’ ἐμοῦ, δι’ ἣν μὲν ἔσω ἐκπίπτει πλειστάκις ὁ μηρὸς, ἐφεξῆς δὲ τῶν ἔξω. τὸ γὰρ τῆς κοτύλης βάθος οὐκ ἔστιν ἴσον ἅπασι τοῖς μέρεσιν. ἔνθα ᾖ ὁ ὑμὴν ταπεινότερος, ἐνταῦθα ῥᾷον ἐξίστατο τὸ ἄρθρον.