In Hippocratis De articulis

Galen

In Hippocratis De articulis, Galen, Kühn, Leipzig, 1829

Τῶν δὲ κατωτέρω μετεξέτερα λύουσι κιρσοὶ γινόμενοι ἐν τοῖσι σκέλεσι, μᾶλλον δέ τι ἐγγινόμενοι κιρσοὶ ἐν τῇ κατ’ ἰγνύην φλεβὶ. οἷσι δ’ ἄν τι κύφωμα ᾖ, λύουσιν· ἐγγίνονται δὲ καὶ ἐν τῇ κατὰ βουβῶνα.

Ἔνιά φησι τῶν κατωτέρω τοῦ θώρακος παθῶν, τουτέστι τὰ κατ’ ὀσφῦν, ὑπὸ κιρσῶν ἢ δυσεντερίας λύεσθαι, μεταλαμβανομένων

498
δηλονότι τῶν ἐργασαμένων αὐτὰ χυμῶν εἰς πρώτην μὲν αὐτὴν τὴν ἐπὶ τῇ ῥάχει μεγίστην φλέβα, μετ’ ἐκείνην δὲ εἰς τὰς ἀποφύσεις αὐτῆς τὰς ἐπὶ τὰ σκέλη. τοιαύτη δὲ οὐδεμία φλέψ ἐστι κατὰ θώρακα ἡ τοὺς μοχθηροὺς χυμοὺς ὑποδέξασθαι δυναμένη· μία μέν ἐστιν ἡ τὰς ὀκτὼ πλευρὰς ἑκατέρωθεν φέρουσα, δύο δ’ ἄλλαι μικραὶ τὰς ὑψηλάς τε παρὰ τὰς ἐξ ἑκατέρου μέρους μία, πασῶν δ’ αὐτῶν εἰς τὸν θώρακα κατασχιζομένων τε καὶ ἀναλισκομένων. εἰ δὲ μεταβληθείη τις χυμὸς εἰς αὐτὰς ἐκ τῶν φυμάτων ἐκκενωθῆναί που δύναται καὶ τὸ δ’ ἐπίπαλαι φάναι αὐτὸ δύσκολον. οἱ γὰρ τὰ σκληρὰ καὶ δύσπεπτα γεννῶντες χυμοὶ γλίσχροι εἰσὶ καὶ παχεῖς, ὥστ’ οὐ ῥᾳδίως εἰς τὰς στενὰς μεταλαμβάνονται φλεβάς. ἡ δὲ κατ’ ὀσφῦν φλέψ εὐρυτάτη τ’ ἐστὶ καὶ πάσαις ταῖς κάτω φλεψὶν αὕτη χορηγεῖ τὸ αἷμα. τοὺς οὖν παχεῖς τούτους καὶ γλίσχρους χυμοὺς, ὅταν ποτὲ μεταλάβῃ τῆς ἐν τοῖς πεπονθόσι μορίοις δυνάμεως ῥωσθείσης, ὡς ἀπώσασθαι τὸ περιττὸν ἐναποτίθεται ταῖς ἐνταῦθα καθηκούσαις φλεψὶν, ὑφ’ ὧν
499
ἀνευρύνονται μὲν καὶ κιρσοῦνται, παχέων μὲν ἱκανῶς ὄντων εὐθέως ἐν τῇ κατὰ βουβῶνα, μετριωτέρων δὲ ὑπαρχόντων ἐν τῇ κατὰ τὴν ἰγνύαν. ἔνθα γὰρ ἂν πρῶτον ὑπὸ πάχους τε καὶ γλισχρότητος ἐμφραχθέντες ἱστῶσιν, ἐνταῦθα διϊστᾶσί τε καὶ διευρύνουσι τὴν φλέβα. καὶ γὰρ τοῖς ἄνευ τοιαύτης αἰτίας ἔχουσιν ἐν τοῖς σκέλεσι κιρσοὺς ἀνάλογον τῷ πάχει τοῦ χυμοῦ τὰς ἀνευρυνομένας φλέβας ἰδεῖν ἐστίν, ἐπὶ μὲν τοῖς παχυτάτοις τὰς εὐρυτάτας οἷαί πέρ εἰσιν αἱ κατὰ βουβῶνα, ἐπὶ δὲ τοῖς ἦττον ἐκείνων παχέσι τὰς ἧττον εὐρείας, ὁποῖαι κατ’ ἰγνύας εἰσί. ποτὲ μὲν γὰρ ἐν ταῖς μείζοσι τροφαῖς ἐμφραττόμενοι τὸ πάθος ἐργάζονται, ποτὲ δὲ εἰς τὰς κατωτέρας χωροῦσιν, ὅσαι στενότεραι. παχὺ δὲ πάντως ἐν τοῖς κιρσοῖς ἐστι τὸ αἷμα, μελαγχολικῶν δ’ ἐστὶ πλειστάκις τὸ πάθος, ἔστι δ’ ὅτε ἑτέρων ὠμῶν καὶ παχέων χυμῶν.

Ἤδη δέ τισιν ἔλυσε καὶ ἡ δυσεντερίη πολυχρόνιος γινομένη.
500

Ὅταν εἰς ἔντερα μετάληψις γένηται τῶν παρὰ φύσιν χυμῶν ἐπὶ δυσεντερίᾳ, τῶν ἐντέρων ξυομένων τῇ δριμύτητι τῶν εἰς αὐτὰ συῤῥεόντων χυμῶν ἐκπυϊσκομένων δηλονότι τῶν φυμάτων. οὐδὲ γὰρ ἄλλως οὐδὲ συῤῥαγεῖέν ποτ’ εἰς ἔντερα διὰ τὸ πάχος αὐτῶν. αἱ δ’ ἐκπυήσεις λεπτύνουσί τε τοὺς παχεῖς χυμοὺς καὶ τὴν ἐν τοῖς πάσχουσι μορίοις φύσιν ἐπεγείρουσιν εἰς ἀπόκρισιν ἀνιαρῶν ἤδη τῶν περιεχομένων χυμῶν.

Καὶ οἷσι μὲν κυφοῦται ῥάχις παισὶν ἐοῦσι, πρὶν ἢ τὸ σῶμα τελειωθῆναι ἐς αὔξησιν, τούτοισι μὲν οὐδὲ συναύξεσθαι ἐθέλοι κατὰ τὴν ῥάχιν τὸ σῶμα, ἀλλὰ σκέλεα μὲν καὶ χεῖρες τελειοῦνται, ταῦτα δὲ ἐνδεέστερα γίνονται.

Οὐδὲν θαυμαστόν ἐστιν ἀναυξῆ γενέσθαι τὴν ῥάχιν ἐν τοῖς τοιούτοις νοσήμασιν, ὥσπερ κἀπὶ τῶν ἐξαρθρημάτων

501
ἔμπροσθεν ἠκούσαμεν αὐτοῦ λέγοντος, ὧν ἡ ἔμπτωσις ἠπορήθη. διά τε γὰρ τὴν διαστροφὴν τῶν ἀγγείων καὶ τὴν δυσκινησίαν καὶ τὸν τῆς φύσεως κάματον, ὃν κάμνει κατὰ τὰ τοιαῦτα πάθη, χεῖρον ἢ πρόσθεν ἀνάγκη τρέφεσθαι τὰ πεπονθότα μόρια. τοῦτο δ’ ἐν μὲν τοῖς ηὐξημένοις ἤδη καὶ τελείοις σώμασιν ἰσχνότερα ποιεῖν εἴωθε τὰ μόρια, τοῖς δ’ ἔτ’ αὐξανομένοις ἡ αὔξησις ἐμποδίζεται τῶν κατὰ ῥάχιν. ὅσα δ’ ἀμφότερα τῶν πεπονθότων ἐστὶν, οἷον αἵ τε χεῖρες καὶ τὰ σκέλη, παντάπασιν ἀβλαβῆ διαμένει· συμπάσχει γὰρ οὐχ ὅλον τὸ σῶμα τοῖς οὕτω πεπονθόσιν, ἀλλ’ ὅσα πλησίον ἐστὶ μόνα.

Καὶ ὅσοισιν ἂν ᾖ ἀνωτέρω τῶν φρενῶν τὸ κῦφος, τούτοισι μὲν αἵ τε πλευραὶ οὐκ ἐθέλουσιν ἐς τὸ εὐρὺ αὔξεσθαι, ἀλλ’ ἐς τοὔμπροσθεν, τό τε στῆθος ὀξὺ γίνεται, ἀλλ’ οὐ πλατὺ, αὐτοί τε δύσπνοοι γίνονται καὶ κερχνώδεες. ἧσσον γὰρ εὐρυχωρίην ἔχουσιν αἱ κοιλίαι αἱ τὸ πνεῦμα δεχόμεναι καὶ προπέμπουσαι.
502

Ἐπὶ τῶν ἔτι ἐν αὐξήσει λόγον ποιεῖται, περὶ ὧν προείρηκεν ὅτι οὐχὶ συναύξεται τὰ κατὰ τὴν ῥάχιν αὐτοῖς. ὅταν οὖν ἐν τοῖς κατὰ τὸν θώρακα σφονδύλοις τὸ κύφωμα γένηται, μάλιστα τούτοις ἀναυξητέα ἀποτελεῖται κατὰ τὸ μῆκος. ἔκ τε οὖν τούτων καὶ ὅτι κατὰ τὸ κυφὸν εἰς τοὐπίσω μετάστασις ἐγένετο τῶν σφονδύλων, ἀναγκαῖόν ἐστι στενὸν καὶ ὀξὺν αὐτοῖς γίνεσθαι τὸν θώρακα καὶ κατὰ τοῦτο καὶ τὰς ἐντὸς κοιλίας τὰς ὑποδεχομένας τὸ πνεῦμα μικροτέρας, ὥστε καὶ τοῦ πνεύματος, ὅταν ἀναπνέωσιν, ἐλάττονος ἀπολαύειν τὸ σῶμα. λέλεκται δὲ κἀν τοῖς. περὶ δυσπνοίας ὡς ἀναγκαῖόν ἐστιν, ἔνθα τῆς χρείας ἐλάττων εἰσπνοὴ γίνεται, τὴν ἐφεξῆς αὐτῇ τὴν δευτέραν μετ’ ἐλάττονα χρόνον ἢ εἴπερ εἶχε κατὰ φύσιν ἡ προτέρα ποιῆσαι τὴν ἀρχήν. τὸ δὲ μετ’ ἐλάττονα πυκνὸν ἐργάζεται τὸ πνεῦμα καὶ τοῦτο τὸ τῆς δυσπνοίας εἶδος συνίσταται τὸ κατὰ μικρότητα καὶ πυκνότητα. κερχνώδεις δὲ γίγνονται διὰ τῶν κατὰ τὴν φάρυγγα καὶ τραχεῖαν ἀρτηρίαν μορίων στενότητα. συναύξει δὲ ταύτην τὴν στενότητα καὶ τοῦτο περὶ οὗ κατὰ τὴν ἐξῆς ῥῆσιν διδάσκει.

503
Καὶ μέντοι καὶ ἀναγκάζονται κατὰ τὸν μέγαν σφόνδυλον λορδὸν τὸν αὐχένα ἔχειν, ὡς μὴ προπετὴς ἔῃ αὐτοῖσιν ἡ κεφαλή. στενοχωρίην μὲν οὖν πολλὴν τῷ φάρυγγι παρέχει καὶ τοῦτο ἐς τὸ εἴσω ῥέπον· καὶ γὰρ τοῖσιν ὀρθοῖσι φύσει δύσπνοιαν παρέχει τοῦτο τὸ ὀστέον, ἢν ἔσω ῥέψῃ, ἔς τ’ ἂν ἀναπιεχθῇ. δι’ οὖν τὸ τοιοῦτον σχῆμα ἐξεχέβρογχοι οἱ τοιοῦτοι τῶν ἀνθρώπων μᾶλλον φαίνονται ὑγιέες.

Εἰς τἀναντία ἐχόντων τῶν κατὰ τὸν θώρακα σφονδύλων εἰς τὴν ὀπίσω χώραν μεταστάντων ἐν τοῖς κυφώμασιν, ἀναγκαῖόν ἐστιν ὅλον τὸν τράχηλον εἰς τὸ πρόσω ῥέπειν, ὥστε καὶ τὴν κεφαλήν· ἐπίκειται γὰρ τούτῳ· κατ’ εὐθὺ τοίνυν συμβήσεται τοῖς κυφοῖς ἐν τοιούτῳ σχήματι βαδίζειν, ἐν ᾧ οἱ πάντες, ὅταν ἐπινεύσωμεν ὅλον τὸν τράχηλον ἅμα τῇ ῥάχει καὶ κάμψαντες ἄμφω καὶ κυρτώσαντες εἰς τοὐπίσω κάτω βλέπομεν εἰς τὴν γῆν. ὅπως οὖν μὴ πάσχωσιν

504
οἱ κυρτοὶ τοῦτο, τὸν τράχηλον ἀναγκάζονται πρὸς τοὐπίσω, τοῖς αὐτῶν σφονδύλοις ὀλίγον εἰς τοῦτο συντελοῦσιν, ὡς ἂν ἐλαχίστην ἔχουσι τὴν κίνησιν, ἔνθα μάλιστα ταύτην ἀξιόλογον εὑρίσκουσιν, ἐνταῦθα πλεῖστον ἀνανεύουσιν. εὑρίσκεται δὲ κατὰ τὴν τῶν πρώτων δυοῖν σφονδύλων διάρθρωσιν, ἣν πρὸς ἀλλήλους καὶ τὴν κεφαλὴν ἔχουσιν. ὅπερ οὖν τοῖς ἀπαθέσιν ἄγουσιν εἰς ὀπίσω τὴν κεφαλὴν γίνεται σχῆμα, κατὰ τὴν διάρθρωσιν αὐτῆς, τοῦτο τοῖς κυφοῖς ὀρθουμένοις· καὶ δὴ καὶ ὥσπερ οἱ κατὰ φύσιν ἔχοντες ἐξεχέβρογχοι γίνονται κατὰ τὰς εἰς τοὐπίσω τῆς κεφαλῆς ἀνανεύσεις, οὕτως οἱ κυφοὶ κατὰ τὰς ὀρθίας τάσεις. ἐξεχεβρόγχους δηλονότι καλεῖ τοὺς ἐξέχοντας εἰς τοὐπίσω, εἰς τὸ πρόσω τὴν δίκην ἔχοντας. οὕτως δ’ εἰκὸς ὀνομάζειν αὐτὸν, ἤτοι τὴν τραχεῖαν ἀρτηρίαν ὅλην ἢ μόνον τὸν φάρυγγα, καὶ τοῦτ’ ἔστι τὸ μάλιστα κερχνώδη τὴν ἀναπνοὴν ἐργαζόμενον, ἀμέλει καὶ τοῖς κοιμωμένοις ἐν τοιούτῳ σχήματι μάλισθ’ ὑπάρχει τὸ ῥέγχειν. διὰ τοῦτ’ ἔφη· καὶ γὰρ τοῖσιν ὀρθοῖσι φύσει δύσπνοιαν παρέχει τοῦτο τὸ ὀστέον, ἢν ἔσω ῥέψῃ, ἔς τ’ ἂν ἀναπιεχθῇ τοῦτο τὸ ὀστέον, ἀναφορικῶς εἰπὼν ἐπὶ
505
τὸ προειρημένον ἐν ἀρχῇ τῆς ῥήσεως, ἔνθα φησί· καὶ γὰρ δὴ καὶ ἀναγκάζονται κατὰ τὸν μέγαν σφόνδυλον λορδὸν τὸν αὐχένα ἔχειν. ἐξ οὗ τεκμήραιτ’ ἄν τις μέγαν σφόνδυλον ὀνομάζειν αὐτὸν τὸν δεύτερον, ὃς χωρῆσαι μάλιστα δύναται πρόσω, καὶ πάλιν ἐντεῦθεν ἀναπιεχθῆναι. πρόδηλον δ’ ὅτι καὶ τὴν αὐτὴν χώραν τὴν πρόσω καὶ ἔσω κέκληκε· πρόσω μὲν ὡς βαίνοντα ἐκ τῶν ὀπίσω μερῶν εἰς αὐτὴν σφόνδυλον, ἔσω δ’ ὅτι κατὰ τὸ βάθος ἐστὶ τοῦ σώματος, ἐάν τε πρὸς τὴν ἔσωθεν ἐπιφάνειάν τις, ἐάν τε πρὸς τὴν ὀπίσω σκοπῇ.

Φυμάτιά τε ὡς ἐπὶ τὸ πολὺ κατὰ τὸν πνεύμονά εἰσιν οἱ τοιοῦτοι σκληρῶν φυμάτων καὶ ἀπέπτων· καὶ γὰρ ἡ πρόφασις τοῦ κυφώματος καὶ ἡ ξύντασις τοῖσι πλείστοισι διὰ τοιαύτας συστροφὰς γίνεται, ᾗσιν ἂν κοινωνήσωσιν οἱ τόνοι οἱ σύνεγγυς.

Οἷς ἐν τοῖς ἄνω τῶν φρενῶν ἐστί τὸ κύφωμα, τούτοις κατὰ τὸν πνεύμονα τὰ φύματά φησιν ὡς τὸ πολὺ γίγνεσθαι.

506
δῆλον οὖν ὅτι καὶ οἷς ἐν ὀσφύϊ τὸ κύφωμα ᾖ καὶ τούτοις ἐνταῦθα τὰ φύματα συνίσταται. ὡς τὸ πολὺ δ’ εἶπεν, ἐπειδὴ καὶ κατὰ τὴν διάπτωσιν καὶ πληγὴν κυφοῦται ῥάχις, ὥσπερ οὖν καὶ λορδοῦται καὶ σκολιοῦται. διὰ δὲ τοῦ φάναι· καὶ γὰρ ἡ πρόφασις τοῦ κυφώματος καὶ ἡ σύντασις τοῖσι πλείστοισι διὰ ταύτας συστροφὰς γίγνεται, τὴν αὐτὴν γνώμην ἐνδείκνυται κατ’ ἀρχὰς, ὁπότε λέγει· σφόνδυλοι δὲ οἱ κατὰ ῥάχιν, οἷσι μὲν ὑπὸ νοσημάτων ἕλκονται εἰς τὸ κυφόν. τὸ δ’ ἐν τῇ νῦν ῥήσει λελεγμένον, ᾗσιν δ’ ἂν κοινωσήσωσιν οἱ τόνοι οἱ ξύνεγγυς ἐπὶ τὰ νεῦρα τὴν ἀναφορὰν ἔχει, κατὰ τὸν νῶτόν τε καὶ τοὺς σφονδύλους. ἐγὼ δὲ πρόσθεν ᾐτιασάμην τοὺς συνδέσμους τῶν σφονδύλων ἑλκομένους ἑαυτοῖς συνεπισπᾶσθαι καὶ αὐτοὺς τοὺς σπονδύλους. οὐ γὰρ ἡγοῦμαι τὰ ἀπὸ νωτιαίου πεφυκότα νεῦρα τὰ ἑλκόμενα πρὸς τοῦ φύματος ἑαυτοῖς δύνασθαι συνεπισπᾶσθαι τοὺς σφονδύλους· καὶ γὰρ ἀσθενέστερον πολὺ τῆς τοιαύτης δυνάμεώς ἐστι διά τε σμικρότητα καὶ μαλακότητα, διὸ καὶ οὐδὲν ἐκπέφυκεν ἐκ τῶν ὀστῶν, ὥσπερ οἱ σύνδεσμοι. ῥωμαλεώτεροι γὰρ ὄντες οὗτοι καὶ συνεχεῖς τοῖς τόνοις. εἰ δ’
507
ἂν κοινωνήσωσι τοῖς φύμασι, δύνανται οὖν ἐπισπᾶσθαι τοὺς σφονδύλους.

Ὅσοισι δὲ κατωτέρω τῶν φρενῶν τὸ κύφωμά ἐστι, τούτοισι νοσήματα μὲν ἐνίοισι προσγίνεται νεφριτικὰ καὶ κατὰ κύστιν, ἀτὰρ καὶ ἀποστάσιες ἐς ἐμπύημά τι καὶ κατὰ κενεῶνας καὶ κατὰ βουβῶνας χρόνιαι καὶ δυσαλθέες καὶ τουτέων οὐδ’ ἑτέρη λύει τὰ κυφώματα.

Κατὰ συμπάθειαν δηλονότι τὰ εἰρημένα νοσήματα γίγνεται. συμπάσχει δὲ τὰ ὁμογενῆ καὶ τὰ πλησίον ἅπερ ἐλέγετο κἀν τῷ σύνεγγυς καὶ τὰ κοινὰ καὶ μάλιστα κακοῦντα. δυσεντερία μὲν οὖν καὶ κιρσοὶ κατὰ μετάστασιν τῶν ἐργαζομένων τὰ φύματα χυμῶν γεννώμενα θεραπεύει τὴν κύφωσιν. ὅσα δὲ κατὰ συμπάθειαν γίγνεται νοσήματα, τούτων οὐδέν ἐστι λυτικῶν τῶν ἐξ ἀρχῆς παθῶν.

508
Ἰσχία δὲ τοῖσι τουτέοισιν ἀσαρκότερα γίνεται ἢ τοῖσιν ἄνωθεν κυφοῖσιν.

Οἷς κατ’ ὀσφῦν ἐστι τὸ κύφωμα, τούτοις ἰσχία μᾶλλόν ἐστιν ἄσαρκα τῶν κατὰ θώρακα κυφῶν. ἐκ τούτου δὲ δῆλον ὡς καὶ τοῖς κατὰ θώρακα κυφοῖς ἄσαρκα μετρίως γίγνεται τὰ κατ’ ἰσχίον, ὡς ἂν κοινωνοῦντα τῇ ῥάχει.

Ἡ μέντοι σύμπασα ῥάχις μακροτέρη τούτοισιν ἢ τοῖσιν ἄνωθεν κυφοῖσι.

Τοῖς μηδέπω τελείοις κατὰ τὴν ἡλικίην πρὸς τῷ κοινῷ τῆς ἀτροφίας, ἔτι καὶ ἀναύξητα τὰ πεπονθότα μόρια γίνεται, καθότι καὶ πρόσθεν ἐῤῥέθη. νυνὶ δὲ προστίθησιν ἄλλην διαφορὰν οὐκ ἀπὸ τῆς ἡλικίας, ἀλλ’ ἀπὸ τῶν πεπονθότων μορίων· ὅσῳ γὰρ ἐν ἀρχῇ μᾶλλον ἑαυτῆς ἡ ῥάχις

509
πάθῃ, τοσούτῳ μᾶλλον ἀναυξεστέρα γίγνεται, διότι τῆς γενέσεως αὕτη καὶ τῆς αὐξήσεως ἄνωθέν ἐστιν.

Ἥβη δὲ καὶ γένειον βραχύτερα καὶ ἀτελέστερα καὶ ἀγονώτεροι οὗτοι τῶν ἄνωθεν κυφῶν.

Τῷ κοινῷ λόγῳ τῆς συμπαθείας προσέρχεται διαφορὰ κατὰ τὴν τῶν τόπων φύσιν. ὁ μὲν οὖν κοινὸς λόγος ἐστὶ τὰ πλησιάζοντα τοῖς πεπονθόσι συμπάσχειν. ἴδιος δὲ ἔνθα μὲν ἀναπνευστικὰ μόρια δυσπνουστέρους γίγνεσθαι τοὺς πάσχοντας καὶ κερχνώδεις, ἔνθα δὲ τὰ κατωτέρω τῶν φρενῶν γίνεται βραδυτέρα ἡ ἥβη. ἕπεται δὲ τούτῳ καὶ ἡ κατὰ τὰ γένεια βλάβη.

Οἷσι δ’ ἂν ηὐξημένοισι τὸ σῶμα γένηται κύφωσις, τούτοισιν ἀπαντικρὺ μὲν τῆς νόσου τῆς τότε παρεούσης
510
κρίσιν ποιέει ἡ κύφωσις. ἀνὰ χρόνον μέντοι ἐπισημαίνει τι τῶν αὐτέων, ὥσπερ καὶ τοῖσι ἑτέροισιν ἢ πλέον ἢ ἔλασσον. ἧσσον δὲ κακοήθως, ὡς τὸ ἐπίπαν μὲν τοιαῦτά ἐστι.

Τὸ ἀπαντικρὺ νῦν εἴρηκεν ἐν ἴσῳ τῷ ἐκ τοῦ φανεροῦ, ὅπερ ἄλλοι τινὲς τῶν παλαιῶν ἄντικρυς εἰρήκασιν· ἐκ μὲν τοῦ φανεροῦ καὶ ὡς εἴπῃ τις αἰσθητοῦ κρίσιν ἡ κύφωσις, ὅπερ ἐπὶ λύσιν λαμβάνει καὶ δόξειεν ἂν τὸ πάθος ἀνῃρῆσθαι παντάπασιν. ὑπολείπεται μέντοι τι λείψανον βραχὺ παροξυνόμενον, ἐπί τε τοῖς κατὰ τὴν δίαιταν ἁμαρτήμασι καὶ ἐν τῇ τῶν ἔξωθεν ἀπάτῃ βλαβερόν.

Πολλοὶ μέντοι ἤδη καὶ εὐφόρως ἤνεγκαν καὶ ὑγιεινῶς τὴν κύφωσιν ἄχρι γήρως, μάλιστα δὲ οὗτοι, οἷσιν ἂν ἐς τὸ εὔσαρκον καὶ πιμελῶδες προτράπηται τὸ σῶμα. ὀλίγοι μὲν ἤδη καὶ τῶν τοιούτων ὑπὲρ ἑξήκοντα ἔτη ἐβίωσαν, οἱ δὲ πλεῖστοι βραχυβιώτεροί εἰσι.
511

Διὰ ῥώμην φύσεως καὶ τοῦ πάθους τὴν ἐπιείκειαν, ἤδη δὲ καὶ τὴν ὅλην δίαιταν, ἣν ὁ πάσχων διαιτᾶται, μέχρι γήρως ἔνιοι τὴν κύρωσιν ὑγιεινῶς ἤνεγκαν.

Ἔστι δ’ οἷσι καὶ ἐς τὸ πλάγιον σκολιοῦνται σφόνδυλοι ἢ τῇ ἢ τῇ. ἢ τὰ πάντα μὲν ἢ τὰ πλεῖστα τὰ τοιαῦτα γίνεται διὰ συστροφὰς τῆς εἴσωθεν ῥάχιος.

Εἶπον ἔμπροσθεν ἤδη περὶ τῆς σκολιώσεως ὡς γίνεται κατὰ τὸ πλάγιον μέρος τοῦ σφονδύλου συστάντος φύματός πως καὶ ἐφέλκοντος ἐπὶ ἑαυτὸ τοὺς συνδέσμους, τοῦτο λέγει δὲ καὶ ὁ Ἱπποκράτης, ὅτι διὰ τοὺς τόνους.

Προσξυμβάλλεται δὲ ἐνίοισι σὺν τῇ νούσῳ καὶ τὰ σχήματα, ἐφ’ ὁποῖα ἂν ἐθισθέωσι κεκλίσθαι.
512

Τὸ μέντοι τῷ συῤῥεῖν μᾶλλον ὡς ἐπὶ τὸ ταπεινότερον, τὸ δέ τι καὶ τῷ θλίβεσθαι μᾶλλον, ἐφ’ ᾦ κατάκειταί τις, εἰς τὴν τοῦ κυφώματος γένεσιν ἡ συντέλεια γίνεται. πρώτη δ’ αἰτία καὶ κυριωτάτη τῶν φυμάτων καὶ τῶν ἄλλων νοσημάτων ἡ φυσικὴ τοῦ μέρους εὐπάθεια. δέδεικται γὰρ εἰς τὰ τοιαῦτα μόρια συῤῥεῖν τὰ περιττά.

Ἀλλὰ περὶ μὲν τούτων ἐν τοῖσι χρονίοισι κατὰ πνεύμονα νοσήμασιν εἰρήσεται. ἐκεῖ γάρ εἰσιν αὐτῶν χαριέσταται προγνώσιες περὶ τῶν μελλόντων ἔσεσθαι.

Πολλὰ καὶ κατὰ τὸ βιβλίον τοῦτο γράψαι ἐπηγγείλατο μὴ σωζόμενα νῦν, ἃ τάχα μὲν οὐδ’ ὅλως ἔγραψεν ἢ οὐκ ἐσώθη, καθάπερ καὶ ἄλλα πολλὰ τῶν παλαιῶν βιβλίων οὐκέτι σώζεται, περὶ ὧν τῆς ἀπωλείας πολλοῖς γέγραπται. περὶ δ’ οὖν τῶν κατὰ πνεύμονα χρονίων εἴρηται μὲν πολλὰ κἀν τῷ μείζονι περὶ παθῶν, οὗ καὶ ἡ ἀρχή· ἢν ἡ τοῦ

513
πνεύμονος ἀρτηρίη ἑλκωθῇ. εἴρηται δὲ κἀν τῷ πρώτῳ περὶ νούσων, οὐκ ὀρθῶς ἐπιγεγραμμένῳ, οὗ ἡ ἀρχή· ὃς ἂν περὶ ἰήσιος ἐθέλῃ ἐρωτᾷν ὀρθῶς καὶ ἐπερωτώμενος ἀποκρίνεσθαι. ἀλλ’ οὐδ’ ἐν ἑτέρῳ τούτων ἃ νῦν ἐπηγγείλατο τελέως διώρισται.

Ὅσοισι δὲ ἐκ καταπτώσιος ῥάχις κυφοῦται, ὀλίγα δὴ τούτων ἐκρατήθη, ὥστε ἐξιθῦναι.

Ἄχρι νῦν ἔγραψε περὶ τῆς ἔξωθεν αἰτίας διαστρεφομένης ῥάχεως. ὅσα δὲ ἀπὸ τῆσδε τῆς ῥήσεως ἐφεξῆς γέγραπται πάντα περὶ τῶν ἐκ καταπτώσεως ἤ τινος πληγῆς βλαπτομένων τοὺς σφονδύλους εἴρηται καὶ ἔστι τὰ πλεῖστα σαφῆ, πλὴν εἴ που δέοι παραλελειμμένην αἰτίαν προσθεῖναι, καθάπερ καὶ νῦν τὰ ὀλίγα κατὰ τὴν ῥάχιν παραρθρημάτων ἐπανορθοῦται. καίτοι τούτου νῦν δυνάμενος τὴν αἰτίαν ἐν τοῖς ἐφεξῆς αὐτὸς ἐνδείκνυται, γιγγλυμοειδῶς εἰπὼν,

514
τοὺς σφονδύλους συγκεῖσθαι, ὅταν εἷς τις ἐξ αὐτῶν καθ’ ὁντιναοῦν τρόπον ἐκπίπτῃ εἰς τὴν τῆς διαρθρώσεως, χαλεπώτατόν ἐστιν ἐμβιβάσαι, πολλῶν μὲν ἀποφύσεων οὐσῶν, πολλῶν δὲ κοιλοτήτων ἐν ἑκάστῃ, τοῦτο γὰρ καὶ δι’ αὐτῆς τῆς ὄψεως ἐπὶ τῶν ὀστῶν ἐμάθετε.

Τοῦτο μὲν γὰρ αἱ ἐν τῇ κλίμακι κατατάσιες οὐδὲν ἀπεξήθυναν, ὧν γε ἐγὼ οἶδα. χρέονται γὰρ οἱ ἰητροὶ μάλιστα αὐτῇ οὗτοι οἱ ἐπιθυμέοντες ἐκχαυνοῦν τὸν πολὺν ὄχλον. τοῖσι γὰρ τοιούτοισι ταῦτα θαυμάσιά ἐστιν, ἢν ἢ κρεμάμενον ἴδωσιν ἢ ῥιπτούμενον ἢ ὅσα τοῖσι τοιούτοισιν ἔοικε καὶ ταῦτα κληΐζουσιν ἀεὶ καὶ οὐκέτι αὐτοῖσι μέλει ὁκοῖόν τι ἀπέβη ἀπὸ τοῦ χαρίσματος, εἴτε κακὸν εἴτε ἀγαθόν. οἱ μέντοι ἰητροὶ οἱ τὰ τοιαῦτα ἐπιτηδεύοντες σκαιοί εἰσιν, οὓς ἔγωγε ἔγνων. τὸ μὲν γὰρ ἐπινόημα ἀρχαῖον, καὶ ἐπαινέω ἔγωγε σφόδρα τὸν πρῶτον ἐπινοήσαντα καὶ τοῦτο καὶ ἄλλο πᾶν ὅ τι μηχάνημα κατὰ φύσιν
515
ἐπενοήθη. οὐδὲν γάρ μοι ἄελπτον, εἴ τις καλῶς σκευάσας κατασείσειε, κἂν ἐξιθύναι ἔνια. αὐτὸς μέντοι κατῃσχύνθην πάντα τὰ τοιουτότροπα ἰητρεύειν οὕτω, διὰ τοῦτο ὅτι πρὸς ἀπατεώνων μᾶλλον οἱ τοιοῦτοι τρόποι.

Ἐπειδὴ προηγεῖσθαι χρὴ πάσης ἐμβολῆς ἄρθρων ἀντιτάσεις, ὡς ἐδείξαμεν, ἔστιν ἀναγκαῖον κἀπὶ τῶν ὀστῶν, ἔστι κἀπὶ τῶν κατὰ ῥάχιν ὡσαύτως πράττειν. ὅπως μὲν οὖν ἀντιτείνειν ὠφελίμως χρὴ μετὰ τόδε διδάξει· νυνὶ δὲ διαλέγεται περὶ τῶν κακῶς γιγνομένων κατατάσεων, ἔθος ὂν αὐτῷ ποιεῖν οὕτως, ὡς ἤδη δέδεικται διὰ τῶν ἔμπροσθεν. δεῖ γὰρ ἐλέγχειν πρότερον ὅσα κακῶς ποιοῦσιν ἔνιοι τῶν ἰατρῶν, εἶθ’ οὕτως διδάσκειν τὰ βελτίω. κατασπώντων οὖν πολλῶν διὰ κλίμακος τὰ κατὰ ῥάχιν παραρθρήματα, μάλιστα μέν φησι μηδ’ ἀνύειν τι τὴν ἐπίνοιαν ταύτην. εἰ δ’ ἄρα βούλοιτό τις χρῆσθαι, διδάσκει τρόπους οἷς χρῷτο ἄν τις κάλλιστα. πρόκειται γὰρ ἐν τῇ κατατάσει τὴν μὲν ἄνω τάσιν τῆς ῥάχεως ἐργάσασθαι διὰ τῶν δεσμῶν, οὓς περιβάλλομεν πλησίον

516
τοῦ πεπονθότος μέρους, τὴν δὲ κάτω διὰ τοῦ βάρους τοῦ σώματος. πρὸς τοῦτον οὖν ἀποβλέπων τὸν σκοπὸν ἀκολουθήσεις τοῖς ὑπ’ αὐτοῦ λεγομένοις ἐφεξῆς· ἔστι γὰρ τὰ πλεῖστα σαφῆ.

Ὅσοισι μὲν οὖν ἐγγὺς τοῦ αὐχένος ἡ κύφωσις γένηται, ἧσσον εἰκὸς ὠφελέειν κατατάσιας ταύτας τὰς ἐπὶ κεφαλήν· μικρὸν γὰρ τὸ βάρος ἡ κεφαλὴ καὶ τὰ ἀκρώμια τὰ καταῤῥέποντα. ἀλλὰ τούς γε τοιούτους εἰκὸς ἐπὶ τοὺς πόδας κατασεισθέντας μᾶλλον ἐξιθυνθῆναι. μείζων γὰρ οὕτως καταῤῥοπίη ἐπὶ τὰ τοιαῦτα. ὅσοισι δὲ κατωτέρω τὸ ὕβωμα, τούτοισιν εἰκὸς μᾶλλον ἐπὶ κεφαλὴν κατασείεσθαι. εἰ οὖν τις ἐθέλει κατασείειν, ὀρθῶς ἂν ὧδε σκευάζοι. τὴν κλίμακα χρὴ σκυτίνοισιν ἐν ὑποκεφαλαίοισι πλαγίοισιν ἢ ἐρινεοῖσι καταστρῶσαι εὖ προσδεδεμένοισιν ὀλίγῳ πλέον καὶ ἐπὶ μῆκος καὶ ἔνθεν καὶ ἔνθεν ἢ ὅσον ἂν τὸ σῶμα τοῦ ἀνθρώπου κατάσχοι.
517

Ἐπειδὴ πάσχει ἡ ῥάχις, ἤτοι πλησίον τῆς ἄνωθεν ἀρχῆς ἢ τῇ κάτω τελευτῇ ἢ κατά τι τῶν μεταξὺ περὶ πρώτης λόγον ποιεῖται βλάβης τῆς ἐγγὺς τοῦ τραχήλου γιγνομένης. ἐπὶ ταύτης οὖν εἴ τις ἐπὶ κλίμακος τὸν πεπονθότα κρεμάσειεν ἐκ τῶν ποδῶν, ὡς εἰώθεισαν ἔνιοι τῶν κατ’ αὐτὸν ἰατρῶν ποιεῖν, οὐκ ἂν εἰς τὸ κάτω γένοιτο τάσις ἀξιόλογος, ὡς ἂν μικροῦ βάρους ὄντος τοῦ κατὰ τὸν αὐχένα καὶ τὴν κεφαλήν. εἰ δὲ κάτω τὸ πάθος εἴη, πλησίον τοῦ ἱεροῦ ὀστοῦ, μάλιστα ἐλπίσειέ τις ἀνύσαι τὴν κατάτασιν, ἐξ οὗ γραφή τις ἅν πως κάλλιστα.

Ἔπειτα τὸν ἅνθρωπον ὕπτιον κατακλῖναι ἐπὶ τὴν κλίμακα χρὴ, κἄπειτα προσδῆσαι μὲν τοὺς πόδας παρὰ τὰ σφυρὰ πρὸς τὴν κλίμακα μὴ διαβεβῶτα ἐν δεσμῷ εὐόχῳ μὲν, μαλθακῷ δέ. προσδῆσαι δὲ κατωτέρω ἑκάτερον τῶν γουνάτων καὶ ἀνωτέρω προσδῆσαι καὶ κατὰ τὰ ἰσχία. κατὰ δὲ τοὺς κενεῶνας καὶ κατὰ τὸ στῆθος χαλαρῇσι ταινίῃσι περιβαλέειν οὕτως, ὅκως μὴ κωλύωσι τὴν κατάσεισιν.
518
τὰς δὲ χεῖρας παρὰ τὰς πλευρὰς περιτείναντα προσκαταλαβεῖν πρὸς αὐτὸ τὸ σῶμα καὶ μὴ πρὸς τὴν κλίμακα.

Σαφῶς διερχόμενος ἅπαντα εὔοχον καλεῖ δεσμῶν τὸν εὐοχοῦντα, τουτέστιν ἀσφαλῶς τε ἅμα καὶ ἀθλίπτως.

    Ὅταν δὲ κατασκευάσῃς οὕτως, ἀνέλκειν τὴν κλίμακα καὶ πρὸς τύρσιν τινὰ ὑψηλὴν ἢ πρὸς ἀέτωμα οἴκου.

    Τύρσιν μὲν τὸν πύργον ἀκούειν χρὴ, οἴκου δὲ ἀέτωμα τὸ ὑψηλότατον μέρος· οὕτω γὰρ ὀνομάζουσι τὰς εἰς ὑψὸς ἀνατάσεις τῆς ὀροφῆς τριγωνοειδεῖς. εἰ μὲν γὰρ ἡλιαστήριον ποιήσει τις ἀντὶ κεράμου, ποιήσει τὴν ὀροφὴν ἐνεπίπεδον, οὐκ ἀλέαν ἴσχουσαν ἐργάσεται. κέραμον δὲ ἐπιτιθεὶς εὐαπόῤῥυτον αὐτῇ τὸ ὕδωρ τὸ ὄμβριον εἷναι βούλεται. κατὰ τοῦτ’ οὖν ὑψηλὸν ἐργασάμενος τὸ μέσον τῆς ὀροφῆς κατὰ

    519
    τὸ μῆκος ἐκ τῶν ὀπίσω πρὸς τὸ πρόσω τεταγμένον, οὕτω γὰρ ἐντεῦθεν ἐφ’ ἑκατέρων τῶν πλαγίων τοίχων καταγῇ τὴν ὀροφὴν ταπεινὸς μόνην, ὥσπερ τινὰς δὲ τὰς πτέρυγας καθημένας· οὕτω γὰρ ἐοίκασιν εἰκάσαντες οἱ παλαιοὶ καλέσαι τοῦτο τῆς οἰκίας τὸ μέρος, ἀετὸν δὲ καὶ οἵδε, καθάπερ καὶ ὁ Πίνδαρός φησιν ἐν ταῖς Πλειάσιν·

  1. Χρύσεα δ’ ὀξύπτερα αἰετοῦ ἄειδον κληδόνες.
  2. καὶ Εὐριπίδης ἐν Ὑψιπύλῃ φησίν·

  3. Ἰδοὺ πρὸς αἰθέρα ἐξαμμιλλῆσαι κόραι.
  4. γραπτοὺς οἷσι πρόσβλεπον τύπους.
  5. ὅτι δὲ καὶ ἡ τύρσις πύργον σημαίνει μάρτυς ἀξιόπιστος καὶ ὁ Διοκλῆς ὁ Καρύστιος ταύτην τὴν νῦν εἰρημένην λέξιν παραφράζων ἐν τῷ περὶ ἐπιδέσμων βιβλίῳ κατὰ τόνδε τὸν τρόπον ἔγραψεν· ἀνέλκειν δὲ τὴν κλίμακα πρὸς πύργον ὑψηλὸν ἢ οἰκίας δετόν.