In Hippocratis De articulis

Galen

In Hippocratis De articulis, Galen, Kühn, Leipzig, 1829

    Ἔστι δὲ ἐμβολὴ ὤμου καὶ ἐς τοὐπίσω ὑποβάλλοντα τὸν πῆχυν ἐπὶ τὴν ῥάχιν, ἔπειτα τῇ μὲν ἑτέρῃ χειρὶ ἀνακλᾷν ἐς τὸ ἄνω τοῦ ἀγκῶνος ἐχόμενον, τῇ δὲ ἑτέρῃ παρὰ τὸ ἄρθρον ὄπισθεν ἐνερείδειν.

    Οὗτος ὁ τρόπος τῆς ἐμβολῆς κατὰ περίσφαλσιν γίνεται μᾶλλον τοῦ πρόσθεν. ἔστι δὲ ἐξ ἀνάγκης μὲν καὶ αὐτὸς ἐκ τῶν τριῶν ἐνεργειῶν σύνθετος, οὐ μὴν ἰδίοις πέρασιν ἑκάστης αὐτῶν περιγραφομένης, οὐδὲ ἐν τῇ μεταβάσει γωνίας ποιούσης, ἀλλὰ κατὰ τὰς κυκλοτερεῖς, ὡς εἰ καὶ τετραγώνου τις ἀποθραύσει τὰς γωνίας. ὁποῖον γάρ τι συμβαῖνόν ἐστιν ἐν τοῖς κατὰ περικύλισίν τε καὶ κατὰ περίσφαλσιν·

  1. Α. Β. Γ. Δ.
  2. σαφῶς νοήσεις ὡς ἐπὶ εἰκόνος τοῦδε τοῦ διαγράμματος τῆς φορᾶς τῆς κεφαλῆς τοῦ βραχίονος, ἣν ἄρθρον ὤμου προσαγορεύει, γιγνομένης κατὰ μὲν τὴν πρώτην ἐνέργειαν ἀπὸ τῶν πλευρῶν εἰς τὸ πρόσω, κατὰ δὲ τῆς ΓΔ γραμμῆς, ἐντεῦθεν

    327
    δὲ ἄνω ἐπὶ τὴν Δ Β, κἄπειτ’ ἐντεῦθεν ἐμβαλλομένης τῇ κοιλότητι κατὰ τὸ Α τεταγμένη. τοιαύτης μὲν οὖν γινομένης αὐτοῦ τῆς φορᾶς οὐχ ἕπεται περίσφαλσις, ὅταν δὲ τῶν κατὰ τὸ Δ καὶ Β γωνιῶν, οἷον ἀποθραυσθεισῶν ἡ φορὰ μηκέτι κάτω τῶν τριῶν εὐθειῶν, ἀλλὰ κατὰ μιᾶς γίγνεται γραμμῆς κυρτῆς τῷ σχήματι, τότε συμβαίνει κυλίζεσθαι καὶ τὸν βραχίονα πρὸς τὴν ὀφρὺν ἀνέρχεσθαι τῆς διαρθρώσεως. ὅταν δὲ ἐπὶ ταύτης γένηται, βραχείας ῥοπῆς προσελθούσης εἰς τὴν ἐντὸς χώραν περισφάλλεται. τοῦτο μὲν οὖν κοινὸν ἁπάντων τῶν κατὰ περίσφαλσιν ἐμβαλλομένων· ἣν δὲ νῦν ἐμβολὴν ἐξηγεῖται, ταύτῃ προσήκει κατὰ μὲν τὴν εἰς τοὐπίσω τε καὶ τὴν ῥάχιν ἀναγωγὴν τοῦ πήχεως ἀκολουθοῦντος αὐτῷ ἐξ ἀνάγκης τοῦ βραχίονος ἡ κεφαλὴ πρόσω τε καὶ ἄνω μεθισταμένη περικυλισθήσεται, πρώτῳ μὲν τῷ κάτω μέρει τῆς διαρθρώσεως, ἐφεξῆς δὲ τῷ πρόσω μέχρις ἂν ἐπὶ τὴν ὀφρὺν ἀναβῇ τῆς κοιλότητος, ὅθεν δὴ πρὸς τὴν ἐντὸς χώραν ἐνεχθεῖσα στηριχθήσεται κατ’ αὐτῆς. ἔστι γὰρ δὴ τοῦτο πέρας τῆς ἐμβολῆς. ὥσπερ δὲ ἐπὶ τῆς πρὸ ταύτης ἐμβολῆς ἕνεκα τοῦ μὴ συνακολουθεῖν ἐπὶ τὰ πρόσω τὸν ἄνθρωπον ὠθεῖν ὀπίσω τὸ ἀκρώμιον
    328
    ἐκέλευσε διὰ τῆς αὐτοῦ κεφαλῆς τὸν ἰατρὸν, οὕτω νῦν ὑπὲρ τοῦ μὴ συνακολουθεῖν, ὀπίσω τοὐναντίον ἀξιοῖ ποιεῖν ἐπιβάλλοντα τὴν χεῖρα κατὰ τὴν ὀπίσω χώραν ὅλης τῆς διαρθρώσεως, ἀντωθεῖν εἰς τὸ πρόσω τὸν ἄνθρωπον.

Αὕτη ἡ ἐμβολὴ καὶ ἡ πρόσθεν εἰρημένη οὐ κατὰ φύσιν ἐοῦσαι ὅμως ἀμφιβάλλουσαι τὸ ἄρθρον, ἀναγκάζουσιν ἐμπίπτειν.

Οὐ κατὰ φύσιν αὐτὰς εἶπε διὰ τὸ μὴ κατ’ εὐθείας γραμμὰς γίνεσθαι τὴν κίνησιν τῷ ἄρθρῳ, κατὰ περικύλισιν δὲ μᾶλλον, ὡς εἴρηται. κίνδυνος δὲ ἐν τῷδε γίνεται τῆς περιθραύσεως τῶν ἐξοχῶν. τὸ δὲ ἀναγκάζουσι προσέθηκε, τὸ βίαιον αὐτῶν ἐνδεικνύμενος.

329
Οἱ δὲ τῇ πτέρνῃ πειρώμενοι ἐμβάλλειν ἐγγύς τι τοῦ κατὰ φύσιν ἀναγκάζουσι.

Διὰ τί ταύτην τὴν ἐμβολὴν ἐγγύς τι τοῦ κατὰ φύσιν ἔχειν ἔφη μαθήσῃ σαφῶς ὅλης αὐτῆς ἀκούσας πρότερον. ἔσται δὲ τοῦτο ταῖς ῥήσεσιν ἀκολουθήσαντι αὐτοῦ.