In Hippocratis De articulis

Galen

In Hippocratis De articulis, Galen, Kühn, Leipzig, 1829

    Οὐ μέντοι διϊσχυριείω γε, εἰ ὀλισθαίνοι ἂν οὔ· καίπερ ἔχων περὶ αὐτοῦ ὅ τι λέγω. ἀτὰρ οὐδὲ ἐς τὸ ἔμπροσθεν οὐδέπω ὄπωπα, οὐδὲ τοῦτο ὅτι ἔδοξέ μοι ὠλισθηκέναι. τοῖσι μέντοι ἰατροῖσι δοκέει κάρτα ἐς τοὔμπροσθεν ὀλισθαίνειν, καὶ μάλιστα ἐξαπατῶνται ἐν τούτοισιν, ὧν ἂν φθίσις καταλάβῃ τὰς σάρκας τὰς περὶ ἄρθρον τε καὶ τὸν βραχίονα. φαίνεται γὰρ ἐν τοῖσι τοιούτοισι παντάπασι ἡ κεφαλὴ τοῦ βραχίονος ἐξέχουσα ἐς τοὔμπροσθεν. ἐγὼ δέ ποτε τὸ τοιοῦτον οὐ σφὰς ἐκπεπτωκέναι ἤκουσα φλαύρως ὑπό τε τῶν ἰατρῶν ὑπό τε τῶν δημοτέων διὰ τοῦτο
    308
    τὸ πρᾶγμα. ἐδόκεον γὰρ αὐτοῖσι ἠγνοηκέναι μοῦνος, οἱ δὲ ἄλλοι πάντες ἐγνωκέναι καὶ οὐκ ἠδυνάμην αὐτοὺς ἀναγνῶναι, εἰ μὴ μόλις ὅτι τόδ’ ἐστὶ τοιόνδε.

    Δύο τρόπους ὀλισθήματος εἰρηκὼς, τόν τε ἄνω καὶ τὸν ἔξω, καὶ ἀποφηνάμενός γε περὶ ἀμφοτέρων, ὡς οὐδέτερον αὐτῶν ἑωρακὼς εἴη, μετὰ ταῦτα προσέγραψε τὴν νῦν ἡμῖν προκειμένην λέξιν, ὡς περὶ ἀμφοῖν διαλεγόμενος. ἀλλὰ τό γε προσκείμενον αὐτῇ κατὰ τὸ τέλος, ἔνθα φησὶ, καίτοι ἔχων περὶ αὐτοῦ ὅ τι λέγω, δοκεῖ φανερῶς ἐπὶ θατέρου τῶν προειρημένων εἰρῆσθαι. περὶ γὰρ ἀμφοτέρων εἴπερ ἠβουλήθη λέγειν, οὐκ ἂν εἶπεν ἑνικῶς αὐτοῦ· μήτ’ οὖν περὶ μονῆς τῆς ἔξω διαφορᾶς ποιεῖται τὸν λόγον, ἐκείνῃ γὰρ ἐπενήνεκται τὸ, καίτοι ἔχων περὶ αὐτοῦ ὅ τι λέγω. δύναταί γε μὴν, ὥς τινες ἤκουσαν, ἐν σχήματι λέξεως εἰρῆσθαι παλαιῷ περὶ τῶν τρόπων ἀμφοτέρων, ὡς εἰ καὶ οὕτως ἐγεγράφει, καίτοι ἔχων περὶ τούτου τοῦ πράγματος ὅτι λέγω. ἔνιοι δὲ ἐγχωρεῖν φασιν ἡμαρτῆσθαι τὴν λέξιν, οὐκ ὀρθῶς

    309
    γράψαντος τοῦ πρώτου βιβλιογράφου, κἄπειτα μηδενὸς αὐτὴν ἐπανορθῶσαι τολμήσαντος ἄχρι δεῦρο διαφυλαχθῆναι τὴν ἁμαρτίαν. ἐγὼ δὲ καθ’ ἕν τι τῶν ἀντιγράφων εὗρον οὕτω γεγραμμένον, καίτοι ἔχων περὶ αὐτῶν ὅ τι λέγω. μεταγράψαι δηλονότι τολμήσαντός τινος τὴν ἐναντίως τοῖς ἄλλοις εὑρισκομένην γραφήν· ἀλλ’ εἴτε περὶ ἀμφοτέρων τῶν τρόπων εἴτε περὶ θατέρου μόνου φησὶν οὐκ ἔχειν ἰσχυρίσασθαι. καλὸν δὴ ἡμᾶς ἐστι περὶ ἀμφοτέρων ἐπισκέψασθαι, τοσοῦτον ἔτι περὶ τῆς λέξεως αὐτοῦ προειπόντας, ὡς τὸ ἰσχυριείω δηλοῖ τὸ ἰσχυριστικῶς ἔχω, παραπλησίως τῷ ὀψείω, δηλοῦντι καὶ αὐτῷ τὸ ὀπτικῶς ἔχω, παρ’ ὃ καὶ Ὅμηρος ἐποίησε τὴν ὀψείοντες φωνὴν, σημαίνων κἀκεῖνος δι’ αὐτῆς τοὺς ὀπτικῶς ἔχοντας, ἔνθα φησί·

  1. Τῷ ῥ’ οἵ γ’ ὀψείοντες ἀυτῆς καὶ πολέμοιο.
  2. διὰ τί γοῦν ἔφη, καίτοι δυνάμενός τι λέγειν οὐκ ἐθέλω εἰπεῖν, ἐπισκεψώμεθα πρότερον ἐπινοήσαντες αὐτοὶ τίνα ποτ’ ἐστὶν ἃ λέγειν ἐδύνατο. δῆλον γὰρ ὡς ἐκ τῆς τῶν 

    310
    μερῶν φύσεως ἡ γοῦν εὕρεσις αὐτῶν τῶν λεχθησομένων ἐγένετο ἂν, εἴπερ ὅλως ἠξίωσεν εἰπεῖν τι, τὴν κατασκευὴν δὲ αὐτῶν ἀκριβῶς ἔχειν ὑφ’ ἡμῶν δεδειγμένην ἔν τε τῷ περὶ ὀστῶν βιβλίῳ καὶ τῇ τῶν μυῶν ἀνατομῇ καὶ δηλονότι κἀν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν. ἡ γὰρ ἀρτηριῶν καὶ φλεβῶν καὶ νεύρων φύσις οὐδὲν εἰς τὰ παρόντα χρήσιμος, ἐπειδὴ τὰ κατὰ τὰς ἐκπτώσεις τῶν ἄρθρων ἅπαντα συμπτώματα γίνεταί τε καὶ κωλύεται διά τε τὰ τῶν ὀστῶν ἄρθρα καὶ τοὺς περιέχοντας αὐτὰ μύας· οὐδὲν εἰς αὐτὰ συντελούντων ἢ κωλυόντων οὕτε τῶν ἀρτηριῶν οὔτε τῶν νεύρων ἢ τῶν φλεβῶν. αὐτίκα γέ τοι τὸ κατ’ ὦμον ἄρθρον πάντων τῶν ἄλλων ἑτοιμότερον ἐκπίπτει, διότι τε μονοειδές ἐστι καὶ ἁπλοῦν, οὐχ ὥσπερ τὸ κατὰ γόνυ διπλοῦν ἢ τὸ κατ’ ἀγκῶνα ποικίλον τε καὶ οὔ ποτε ἁπλοῦν, ὅτι τε τοῦ βραχίονος ἡ κεφαλὴ μεγάλη τ’ οὖσα καὶ χωρὶς προμήκους αὐχένους ἀβαθεῖ κοιλότητι διαρθροῦται, τοῦ τε μηροῦ τὴν
    311
    κεφαλὴν ἔχοντος μικρὰν καὶ τὸν αὐχένα προμήκη. τὴν δ’ ὑποδεχομένην αὐτὸν κοτύλην βαθεῖαν, ὀφρύσιν ἀξιολόγοις στεφανωμένην, μετὰ τοῦ καὶ σύνδεσμον ἰσχυρότατον κατ’ ἄκραν αὐτοῦ τὴν κεφαλὴν τῷ βαθυτάτῳ χωρίῳ τῆς κοτύλης τὴν σύμφυσιν ἔχειν. εἰκότως οὖν ὀλιγάκις ὁ μηρὸς ἐκπίπτει, πλειστάκις δὲ ὁ βραχίων, ὡς ἂν μήτε τὸν σύνδεσμον ἔχων μήτ’ ἐγκαταβαίνων βαθείᾳ κοιλότητι. τὴν μὲν οὖν ἀρχὴν τῆς ἐκπτώσεως εἰς ἐκεῖνο γίνεσθαι τὸ μέρος ἀναγκαῖόν ἐστιν, εἰς ὅπερ ἂν ἡ τοῦ σχήματος ἄγει βία. μένειν δ’ οὐκέτ’ ἐξ ἀνάγκης δύναται ἐν ἐκείνῳ διά τε τὴν φυσικὴν εἰς τὸ κάτω ῥοπὴν καὶ τὴν στενοχωρίαν ἐνίοτε τοῦ χωρίου γινομένην, ἤτοι δι’ ἐξοχὰς ὀστῶν ἢ συντονίαν μυῶν. ἡ μὲν οὖν ἄνω χώρα τῆς κατ’ ὦμον διαρθρώσεως ὑπερκείμενον ἔχει τὸ ἀκρώμιον, ὥστε εἰ καὶ μετασταίη ποτὲ τὸ ἄρθρον εἰς αὐτὴν οὐ παραδεχομένων αὐτὸ τῶν ἐνταῦθα τεταγμένων ὀστῶν, αὐτίκα τῷ βάρει ῥέψαν ἐξενεχθήσεται κάτω. ἡ δ’ ἔξω χώρα καὶ μύας ἔχει μεγάλους, ἀλλὰ τὴν εἰς τὸ κάτω ῥοπὴν ἑτοίμην. ἐνδέχεται δέ ποτε καὶ βίαιον
    312
    σχῆμα διαστήσειν ἀπ’ ἀλλήλων δυνάμενον εἰς τὴν μεταξὺ χώραν αὐτῶν ἀπώσασθαι τὸ ἄρθρον, ἐν ᾗ σφηνωθῇ, ὑπ’ αὐτῶν τῶν μυῶν κατασχεθῆναι. διὰ τοῦτ’ οὖν καὶ ὁ Ἱπποκράτης φησὶ, μὴ διϊσχυρίσασθαι βιαίως, εἴτ’ ἐκπεσεῖν οἷόν τε τὸ κατ’ ὦμον ἄρθρον εἴτε καὶ μή. ὅσῳ μὲν γὰρ ἐπὶ τὸ κάτω ῥέπειν, οὐδ’ ἂν ἐν τῇ πρόσω χώρᾳ διαμεῖναι δύναται. διαστάντων δὲ, ὡς εἴρηται, τῶν μυῶν οὐκ ἀδύνατον φαίνεται σφηνωθὲν ἐνταῦθα μένειν. λέγειν μὲν οὖν εἶχε τοιαῦτα περὶ τῆς εἰς ἄλλο τι χωρίον ὅτι μὴ τὴν μασχάλην ἐκπτώσεως. ἐπεὶ δ’ οὐδέποτε ἑώρακεν, οὐκ ἠξίωσε γράφειν αἰτίας ἐξ ἐπινοίας λογικῶν, ἀξιοπιστότερον ἡγούμενος ἀεὶ τὸ φαινόμενον ἐναργῶς. οὕτως οὖν καὶ τὰς ἐν ταῖς θεραπείαις ἐπινοίας ἑαυτοῦ τῇ πείρᾳ βεβαιοῖ, πρὶν ἡμᾶς διδάσκειν, οὐχ ὡς ἔνιοι τῶν μετ’ αὐτὸν ἰατρῶν ἔγραψαν, ἐν θεραπευτικοῖς συγγράμμασι κελεύοντες ἡμᾶς ποιεῖν ἃ μηδέποτε αὐτοὶ πρόσθεν ἔπραξαν. ἀλλ’ ὅ γε Ἱπποκράτης ἐν αὐτῷ τούτῳ τῷ βιβλίῳ περὶ τῶν κατὰ ῥάχιν διαλεγόμενος, εἶθ’ ἑαυτοῦ τὴν ἐπίνοιαν εἰπὼν ὑπὸ τῆς πείρας ἀδύνατον
    313
    ἐλεγχθεῖσαν ἔφη· καλὰ δὲ καὶ τὰ τοιαῦτα μαθήματά ἐστιν, ἃ πειρηθέντα ἀπορηθέντα ἐφάνη καὶ δι’ ἅσσα ἠπορήθη.

Εἴ τις τοῦ βραχίονος ψιλώσειε μὲν τῶν σαρκῶν τὴν ἐπωμίδα, ψιλώσειε δὲ ᾗ ὁ μῦς ἀνατείνει, ψιλώσειε δὲ τὸν τένοντα τὸν κατὰ τὴν μασχάλην τε καὶ τὴν κληῖδα πρὸς τὸ στῆθος ἔχοντα, φαίνοιτο ἂν τοῦ βραχίονος ἡ κεφαλὴ ἐς τοὔμπροσθεν ἐξέχουσα ἰσχυρῶς, καίπερ οὐκ ἐκπεπτωκυῖα. πέφυκε γὰρ ἐς τοὔμπροσθεν προπετὴς ἡ κεφαλὴ τοῦ βραχίονος, τὸ δ’ ἄλλο ὀστέον τοῦ βραχίονος ἐς τὸ ἔξω καμπύλον.

Βραχίων μὲν ὀνομάζεται τὸ μεταξὺ τῶν δύο διαρθρώσεων ὅλης τῆς χειρὸς μέρος, ἄκουε δέ μου δύο διαρθρώσεις, τὴν κατ’ ἀγκῶνα καὶ τὴν κατ’ ὦμον. ἐπωμὶς δὲ τὸ ἐπάνω

314
τοῦ ὤμου μέρος ἐπιτεινόμενον ὡς ἐπὶ τὸν τράχηλον. ὦμος γὰρ ὀνομάζεται τὸ περὶ τὴν διάρθρωσιν ἅπαν ὅσον φανερὸν, ὡς τό γε μὴ φαινόμενον ἐκ μὲν τῶν ὀπίσω μερῶν ἐστι τὸ τῆς ὠμοπλάτης ὀστοῦν, ἐκ δὲ τῶν κάτω τὸ κατὰ τὴν ἀνάστασιν ὅλης τῆς χειρὸς φανερὸν γιγνόμενον ὃ προσαγορεύεται μασχάλη. προειπὼν οὖν ὁ Ἱπποκράτης, ἐφ’ ὧν ἠτροφήκασιν αἱ κατὰ τὸν ὦμον σάρκες, ἐξέχουσαν φαίνεσθαι τὴν κεφαλὴν τοῦ βραχίονος, ὡς δοκεῖν ἐνίοις ἐκπεπτωκέναι, διδάσκειν τὴν φύσιν αὐτῆς ὅλην ἐξ ἀνατομῆς ἀξιῶν. εἴ τις βούλοιτο θεάσασθαι σαφῶς αὐτὴν, ψιλῶσαι μὲν τῶν σαρκῶν τὴν ἐπωμίδα, τουτέστι περιελεῖν σμίλῃ μέχρι τοῦ γυμνωθῆναι τὰ κατὰ τὴν διάρθρωσιν ὀστᾶ, ψιλῶσαι δὲ τὸν τένοντα τὸν κατὰ τὴν μασχάλην. τρεῖς γάρ τοι μύες εἰσὶν ἐνταῦθα· πρῶτος μὲν ὁ ἀπὸ τῆς ὠμοπλάτης τε καὶ τῆς κλειδὸς ὁρμώμενος, ὃν καὶ δελτοειδῆ ὀνομάζουσι. τούτου τοῦ μυὸς τὸ μὲν σαρκῶδες ἅπασαν καλύπτει τὴν 
315
διάρθρωσιν, ὁ δὲ τένων εἰς τὸ τοῦ βραχίονος ὀστοῦν ἐμφύεται κατὰ μῆκος, ὥσπερ φύεται τένων ἄλλος ἀξιολόγου μυὸς ἀπὸ τοῦ στέρνου ἀρχομένου, παραφερομένου δὲ τῷ προειρομένῳ κατὰ τὴν τῆς ὠμιαίας φλεβὸς θέσιν, οὗ καὶ αὐτοῦ μέμνηται λέγων, ψιλώσειε δὲ τὸν τένοντα τὸν κατὰ τὴν μασχάλην, ἐν μέντοι τῷ φάναι ψιλώσειε δὲ, ᾗ ὁ μῦς ἀνατείνει, δύναται μὲν καὶ αὐτὸν τὸν δελτοειδῆ λέγειν, οὗ τὸ σαρκῶδες ἅπαν καλύπτει τὸ ἄρθρον, ἐγχωρεῖ δ’ αὐτὸν καὶ τοῦ προσθίου κατὰ τὸν αὐχένα μεμνῆσθαι μυὸς ἔχοντος ἐν δύο κεφαλαῖς συνδέσμους εὐρώστους, τὸν μὲν ἕτερον ἐκ τῆς ἀγκυροειδοῦς ἀποφύσεως ἐκφυόμενον, τὸν δὲ ἕτερον ἐκ τῆς ὑψηλῆς ὀφρύος τοῦ τῆς ὠμοπλάτης αὐχένος.

    Ὁμιλέει δὲ ὁ βραχίων τῷ κοίλῳ τῆς ὠμοπλάτης πλάγιος, ὅταν παρὰ τὰς πλευρὰς παρατεταμένος ἕῃ. ὅταν μέντοι ἐς τοὔμπροσθεν ἐκτανυσθῇ ἡ ξύμπασα χεὶρ, τότε ἡ κεφαλὴ τοῦ βραχίονος κατ’ ἴξιν τῆς ὠμοπλάτης τῷ κοίλῳ
    316
    γίνεται καὶ οὐκἔτι ἐξέχειν ἐς τοὔμπροσθεν φαίνεται. περὶ οὗ νῦν ὁ λόγος οὐδέποτε εἶδον, οὐδὲ ἐς τοὔμπροσθεν ἐκπεσὸν, οὐ μὴν ἰσχυριείω γε οὐδὲ περὶ τούτου, εἰ μὴ ἐκπέσῃ ἂν οὕτως ἢ οὔ. ὅταν οὖν ἐκπέσῃ ὁ βραχίων ἐς τὴν μασχάλην, ἅτε πολλοῖσιν ἐκπίπτοντος, πολλοὶ ἐπίστανται ἐμβάλλειν. εὐπαιδεύτου δὲ ἐστι τὸ εἰδέναι πάντας τοὺς τρόπους οἷσιν οἱ ἰητροὶ ἐμβάλλουσι καὶ ὡς ἄν τις αὐτοῖσι τοῖσι τρόποισι τούτοισι κάλλιστα χρῶτο. χρέεσθαι δὲ χρὴ τῷ κρατίστῳ τῶν τρόπων, ἢν τὴν ἰσχυροτάτην ἀνάγκην ὁρᾷς, κράτιστος δὲ ὕστατος γεγραμμένος.

    Ὁμιλεῖν ἔλεγον οἱ παλαιοὶ τοὐπίπαν οὐκ ἐπὶ τοῦ διαλέγεσθαι, καθάπερ νῦν οἱ πολλοὶ, τὸ συνιέναι δὲ ἀλλήλοις καὶ οἷον ὁμοῦ εἱλεῖσθαι, ταύτῃ προσηγόρευε τῇ φωνῇ. καὶ Ὅμηρος ἐπὶ τῶν κατὰ τὴν ἀσπίδα γεγραμμένων ὑπὸ τοῦ Ἡφαίστου φησίν·

    317
  1. ὡμίλεον δ’ ὥστε ζωοὶ βροτοὶ ἠδ’ ἐμάχοντο.
  2. τίς οὖν βραχίονα τῷ κοίλῳ τῆς ὠμοπλάτης ὁμιλεῖν ἔφη πλάγιον, ὅταν παρὰ τὰς πλευρὰς ἡ χεὶρ ᾖ παρατεταμένη, διὰ τοῦ ὁμιλεῖν ῥήματος δηλῶν τό τε ὁμοῦ εἶναι καὶ ψαύειν αὐτῆς. ὅταν μέντοι φησὶν ἡ σύμπασα χεὶρ ἐκταθῇ, τότε κατὰ τὴν εὐθυωρίαν ὁ βραχίων γίνεται τῷ κοίλῳ τῆς ὠμοπλάτης καὶ οὐκέτ’ ἐξέχειν εἰς τὸ πρόσω διὰ τὸ ἄρθρον αὐτοῦ φαίνεται.