Adversus Lycum

Galen

Galen, Adversus Lycum

Ἀνεμέσητον μὲν δήπου Λύκῳ καὶ παντὶ τῷ βουληθέντι πρὸς Ἱπποκράτην γράφειν. ἔτι δὲ ἀνεμεσητότερον οἶμαι τοῖς δυναμένοις ἀπολύσασθαι τὰ κακῶς εἰρημένα πρὸς αὐτὸν ἐγκλήματα, καθάπερ ἐν δικαστηρίῳ τοῖς ἀναγνωσομένοις ἀμφοτέρων τὰ γράμματα, τὴν ἀπολογίαν ποιήσασθαι, καὶ μάλιστα ὅταν ὁ μὲν ἐγκαλῶν πρὶν μαθεῖν τὰ λεγόμενα θρασύνεται, τῷ δ’ ἀπολογουμένῳ πεπαιδεῦσθαι κατὰ τοῦ παλαιοῦ δόγματος. Λύκος τοίνυν ἔγραψε

197
μὲν ἐξηγητικὰ τῶν Ἱπποκράτους ἀφορισμῶν ὑπομνήματα, λωβᾶται δὲ τοῖς δόγμασι τἀνδρὸς ἑκατέρωθεν οἷς τε ψέγειν καὶ οἷς ἐπαινεῖν τινα τῶν ἐπ’ αὐτοῦ λεγομένων οἴεται καὶ δι’ ὧν ἀντιλέγειν ἐπιχειρεῖ. τά τε γὰρ ἐπαινούμενα Λύκου φαντάσματά ἐστιν, οὐχὶ Ἱπποκράτους δόγματα, δι’ ὧν τε ἀντιλέγει δῆλός ἐστι μηδὲ τὰ στοιχεῖα τῆς Ἱπποκράτους τέχνης ἐπιστάμενος. ὅτῳ δ’ οὐκ ἔστι τῶν στοιχείων ἐπιστήμη, σχολῇ γ’ ἂν οὗτος οὐ τὰς συλλαβὰς εἰδείη τῆς τέχνης ἐκείνης ἢ τῶν ἀπ’ αὐτῆς. εἰ μὲν οὖν ἐγὼ πρῶτος ἢ μόνος ἔλεγον ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ὑγροῦ καὶ ξηροῦ τὰ τῶν ζώων σώματα συγκεῖσθαι νομίζειν Ἱπποκράτην, τάχα ἂν ἴσως εὐλαβέστερον ἐνεκάλουν Λύκῳ πρὶν γνῶναι τὰ στοιχεῖα τῆς Ἱπποκράτους τέχνης ἐπιχειροῦντι τῶν συγγραμμάτων αὐτοῦ γράφειν ἐξηγήσεις. οὔτε γὰρ ὅσοι δόγμασιν ἐναντίοις ἐνεγράφησαν οὔθ’ ὅσοι μήτε τὰ πρῶτα γινώσκουσι τῆς τέχνης χρήσιμα εὔλογον ἐξηγεῖσθαι τοὺς ἀφορισμοὺς, ἀλλ’ ὥσπερ μεμαθήκασι μὲν ἐκ τῆς παιδικῆς ἡλικίας, ἐπαινοῦσι δὲ πάλιν ἢ ψέγουσιν αὐτοῦ τὰ δόγματα.
198
Λύκος δὲ εἰς τοσοῦτον ἄρα τῆς Ἱπποκράτους τέχνης ἀμαθής ἐστιν, ὡς ἐγὼ θεοὺς ἅπαντας ἐπόμνυμι, τὰς πρώτας τῶν εἰς τοὺς ἀφορισμοὺς ὑπομνημάτων αὐτοῦ ἐξηγήσεις ἀναγνοὺς, οὐκέθ’ ὑπέμεινα τὸ λοιπὸν τοῦ βιβλίου ἀναγνῶναι, τοσοῦτον ἐφαίνετο τῆς γνώμης ἁμαρτάνειν τοῦ παλαιοῦ. τῶν ἑταίρων δέ τινος ἀξιώσαντος ἐπακοῦσαί με τῶν εἰς τόνδε τὸν ἀφορισμὸν ὑπ’ αὐτοῦ γεγραμμένων, ἐν ᾧ φησι τὰ αὐξανόμενα πλεῖστον ἔχει τὸ ἔμφυτον θερμὸν, εἶτα πολλῶν καὶ ἄλλων παρακαλεσάντων ἀπολογήσασθαι πρὸς τὰς κατηγορίας, οὕτως ἀναγκασθεὶς ἐπὶ τόνδε τὸν λόγον ἧκον.

Ἵνα δὲ τοῖς μὲν ὑπ’ ἐκείνου λεγομένοις, ὑπ’ ἐμοῦ δὲ μέλλουσι πρὸς αὐτὰ ῥηθῆναι, ῥᾷον ἀκολουθήσωσιν οἱ δικάσοντες ἡμῖν, ἀναγκαῖον ἔσται μοι βραχέα προειπεῖν. ὅτι μέν ἐστι θερμὸν ἐν ἡμῖν ἐναργῶς ἅπασι φαίνεται, πότερα δ’ ἐκ κινήσεως τοῦτο τῆς κατὰ τὴν καρδίαν καὶ τὰς ἀρτηρίας ἔχει τὴν γένεσιν ἢ καθάπερ αὐτὸ τὸ κινεῖσθαι

199
τῇ καρδίᾳ σύμφυτον ὑπάρχει, τὸν αὐτὸν τρόπον καὶ ἡ θερμασία, διαπεφώνηται τοῖς ἰατροῖς. ἀλλ’ ὅστις γε βούλεται μαθεῖν ἐπιστημονικῶς, ἀρχὰς τοῖς ζώοις ἅπασι γενέσεως εἶναι τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν, ἓν ἔχει βιβλίον ὑπ’ ἐμοῦ γεγραμμένον, ἐν ᾧ τὴν Ἱπποκράτους γνώμην ἐξηγοῦμαι καὶ ἀποδεικνύω. τοῦτο μὲν δὴ τὸ βιβλίον ἐπιγέγραπται περὶ τῶν καθ’ Ἱπποκράτους στοιχείων. ἕτερα δὲ ἐφεξῆς ἐστιν αὐτοῦ τὰ περὶ κράσεων, ἐν οἷς δείκνυμι τίνα μὲν τῶν σωμάτων πλείονα μοῖραν ἐν ἑαυτοῖς ἔχει τοῦ θερμοῦ στοιχείου, τίνα δ’ ἐλάττονα. καὶ ὡς διὰ τοῦτ’ αὐτὸ τὰ μὲν θερμότερα φύσει, τὰ δὲ ψυχρότερα γέγονεν. ἅπασι γὰρ ἡμῖν ὑπάρχει τὸ θερμὸν στοιχεῖον ἔμφυτον ἐκ πρώτης ἀρχῆς, ἣν ἐκ σπέρματός τε καὶ καταμηνίου κεκτήμεθα. διαφέρομεν δ’ ἀλλήλων ἐν τῷ μᾶλλόν τε καὶ ἧττον εἶναι θερμοί· ἀλλ’ εἰσὶ γέ τινες ὅροι τούτου τοῦ πλάτους, ὧν ἐπέκεινα τῆς κράσεως ἐξικομένης ἤτοι νοσεῖν ἡμῖν ἀναγκαῖόν ἐστιν ἢ διαφθείρεσθαι. καὶ γὰρ ἐπὶ πλέον ψυχθέντες ἐν νοσήματι ψυχρῷ καθιστάμεθα
200
καὶ θερμανθέντες ἔξω τοῦ κατὰ τὴν ὑγείαν πλάτους εἰς πυρετὸν ἀγόμεθα. καὶ τοίνυν καὶ τῶν πυρετῶν αὐτῶν ἔνιοι μὲν ἀκριβῶς εἰσι ξηροὶ, καθάπερ οἱ ἀκριβῶς καῦσοι, τινὲς δὲ ἐσχάτως ὑγροὶ, καθάπερ οἱ τυφώδεις ὀνομαζόμενοι. εἰ δ’ οὐ χαίρει τις τοῖς οὕτω καλουμένοις ἢ κατ’ ἄλλου πράγματος ἐπιφέρειν εἴθισται τὰς εἰρημένας προσηγορίας, ἐγὼ τούτῳ τῷ λόγῳ διηγήσομαι τοὺς ὑγροὺς πυρετοὺς ὁποίους εἶναί φημι. ἱδροῦσι μὲν οἱ κάμνοντες ἀπὸ πρώτης ἡμέρας, ἐν δ’ αὐτοῖς ἱδρῶσιν ἢ μετρίως ἢ οὐδὲν ὀνινάμενοι, τούτους ὑγροὺς ἐγὼ τοὺς πυρετοὺς ὀνομάζω, ξηροὺς δὲ ἔμπαλιν ἐκείνους καλῶ τῶν πυρετῶν, οἷς δίψα σφοδρὰ καὶ γλῶττα ξηρὰ καὶ δέρμα σκληρὸν οἷόν περ βύρσα καὶ πολὺς αὐχμὸς ἐν ἅπαντι τῷ σώματι. καὶ μὴν καὶ ἕτεροί τινές εἰσι πυρετοὶ τὴν διαπνοὴν ὅλου τοῦ σώματος ἔχοντες ἀνιαρὰν τοῖς ἁπτομένοις, ὡς νύττεσθαί τε καὶ δάκνεσθαι δοκεῖν, διχῶς καὶ τούτου γινομένου, ποτὲ μὲν ἀερώδους ξηροῦ τοῦ προσπίπτοντος ἡμῖν, ἔστι δ’ ὅτε ὑγροῦ πως φαινομένου, καθάπερ ἀτμοῦ τινος. τοιαύταις ἰδέαις ἀλλήλων διαφέρουσι καὶ 
201
τῶν ὑγιαινόντων αὐτῶν αἱ κράσεις, ἃς δὴ καὶ δυσκράτους εἶναί φαμεν, ἐπανορθούμεθά τε καθ’ ὅσον οἷόν τε τὴν φυσικὴν δυσκρασίαν αὐτῶν. ἔστι γὰρ καὶ τοῦτο μόριον οὐ σμικρὸν τῆς ὑγιεινῆς τέχνης. ὅσα δὲ εὔκρατα φύσει τῶν σωμάτων ἐστὶν, οὐδὲν τοιοῦτον ἁπτομένοις ἐμφαίνει. σύμμετρα γὰρ ἀκριβῶς ἐστιν, ὡς μηδὲν ἐνδεῖν αὐτοῖς τὸ θερμὸν, οἷα γέρουσιν ἢ τοῖς ἐψυγμένοις, μήθ’ ὑπερβάλλειν, ὡς τοῖς ἀμετρότερον πονήσασιν ἢ διατρίψασιν ἐπὶ πλεῖον ἐν ἡλίῳ θερινῷ. πολὺ δὲ δὴ μᾶλλον οὐδὲ τὸ δάκνον ἢ ἀνιαρὸν ἡ τούτων ἔχει θερμασία. σαφηνείας δὲ ἕνεκα τῶν λεγομένων οὐδὲν ἂν εἴη χεῖρον ἀναμνησθῆναί σε βαλανείων, ἐν οἷς ἓν μέν ἐστι δήπου τὸ τῶν εὐκράτων εἶδος, αἱ δυσκρασίαι δὲ πολλαί. μία μὲν γὰρ δυσκρασία βαλανείου, ψυχροτέρου τῆς χρείας ὑπάρχοντος, ἑτέρα δὲ εἰ μέχρι τοῦ λυπεῖν ἤδη θερμανθείη, τρίτη δ’ ἄλλη καθ’ ἣν οὔθ’ ὡς ψυχρότερον οὔθ’ ὡς θερμότερον αἰτιώμενοι πλῆρες ἀτμοῦ φαμεν ὑπάρχειν καὶ κατὰ τοῦτο μεμφόμεθα. τίς γὰρ οὐκ οἶδεν, εἴ γε ὅλως ἄνθρωπός ἐστιν, ὡς εὔκρατόν ἐστι μὲν
202
ὕδωρ πολλάκις, ἔστι δ’ ὁμοίως αὐτῷ ὁ καὶ ἀὴρ καὶ ἀτμός. οὕτω γοῦν καὶ λίθος εὔκρατος ἐν αὐτοῖς τοῖς βαλανείοις γίγνεται, καθ’ οὗ κυλινδεῖσθαι δυνατὸν, οὕτε θερμασίαν ὑπερβάλλουσαν οὔτε ψύξιν αἰτιώμενον, οὔτ’ αὐχμὸν ἢ πλῆθος ὑγρότητος. ὥσπερ οὖν ἐν ὕδατι καὶ λίθῳ καὶ ἀέρι σύμμετρος γίγνεται θερμότης, οὕτως καὶ κατὰ τὸν ἀτμὸν, ὃς ἐπειδὰν εὔκρατος ὢν ἐμπλήσει τὸ βαλανεῖον, οἱ λουόμενοι δυσχεραίνουσι μὲν καὶ μέμφονται τὸ τοιοῦτον λουτρὸν, ψυχρότερον δὲ ἢ θερμότερον οὐκ ὀνομάζουσιν, ὡς εἴ γε καὶ τοιοῦτόν τι ποιεῖ, διττὴν ποιοῦνται τὴν κατηγορίαν τοῦ βαλανείου, ψυχρὸν εἶναι φάσκοντες αὐτὸ καὶ μεστὸν ἀτμοῦ, καθάπερ γε καὶ θερμὸν αὖθις ἀμέτρως σὺν ἀτμῷ δαψιλεῖ. μὴ τοίνυν ἐπιλανθανώμεθα τούτων μηδὲ τὰ κοινῇ πᾶσιν ἀνθρώποις γιγνωσκόμενα διαφθείρωμεν ὑπὸ περιττῆς σοφίας, ἣν ἐπιδείκνυνταί τινες, ἀλλὰ μεμνημένοι τῶν βαλανείων, ἐπειδὰν ἀκούσωμέν τινος ἐπὶ ζώου λέγοντος, ὡς ἔστι τούτου μὲν εὔκρατον τὸ θερμὸν, τούτου δὲ δύσκρατον,
203
οὐκ ἐπ’ ἄλλο τι μεταφέρωμεν τὴν διάνοιαν, ἀλλ’ ἐφ’ ὅπερ ἅπαντες οἱ τὰς κοινὰς ἐννοίας διασώζοντες ἄνθρωποι, καθ’ ἑκάστην ἡμέραν ἐν ἄλλοις τε πολλοῖς καὶ μέντοι γε καὶ τοῖς βαλανείοις ὧν ἐμνημόνευσα. θερμὸν γοῦν εἷναί φασι τὸ βαλανεῖον καὶ ψυχρὸν, εἶτ’ αὖθις ἀτμοῦ πλῆρες ἢ ξηρὸν καὶ αὐχμῶδες καὶ ἑκάστῳ τῶν ὀνομάτων ἴδιόν τι δηλοῦντες πρᾶγμα. πρὸς τοίνυν τοῖς εἰρημένοις ἕτερόν τι βαλανεῖόν ἐστι καπνοῦ πλῆρες καὶ ναὶ μὰ Δία γε τούτου πολυειδεστάτου. ἕτερος μὲν ὁ ἐκ δρυίνων ξύλων, ἕτερος δὲ ὁ ἐκ συκίνων ἢ ἐλαΐνων ἐστὶ καὶ καθ’ ἕκαστόν γε δένδρον ἄλλος καὶ ἄλλος. ἀλλ’ οὐδέπω δέομαι τῶν κατὰ μέρος διαφορῶν. ἀρκεῖ γάρ μοι τήν γε πρώτην ὅλον γε τὸ γένος τοῦτο μιᾷ κλήσει καὶ νοήσει περιλαμβάνοντι καπνώδη τὸν ἀέρα φάναι τοῦ βαλανείου, μηδ’ ἐνταῦθα μεμφόμενον αὐτοῦ θερμασίαν ἢ ψύξιν ἢ ὥσπερ γε μεμφόμενον αὖθις, εἰ οὕτως ἔτυχε κατ’ ἄμφω, καὶ ὡς θερμὸν τὸ βαλανεῖον καὶ ὡς καπνῶδες. ἐάσης οὖν ἤδη τὰ βαλανεῖα τῶν καθ’ ἑκάστην
204
ἡμέραν ἐν ταῖς οἰκίαις ἡμῖν συμβαινόντων ἀναμνήσθητί μοι, ποτὲ μὲν ὑγρότητα τῶν οἰκίων ἐν οἷς ἔσμεν, ἔστι δ’ ὅτε ἄμετρον ψύξιν ἢ θερμότητα μεμφόμεθα, πότερα μὲν οὖν ὁμοίως μεμφόμεθα τὸν κατὰ τὸν οἶκον ἀέρα τοῖς ὑπὸ κύνα καύμασι, κἀπειδὰν καπνοῦ πληρωθῇ, ἢ κἀνταῦθα ὥσπερ ἐν ταῖς βαλανείοις ἔστιν ὅτε κατὰ μὲν τὴν θερμασίαν διαλλάττουσιν οὐδὲν, ἔστι δ’ αὐτῶν ὁ μὲν αὐτὸ δὴ τοῦτο μόνον, ἀὴρ θερμὸς, ὁ δὲ σὺν τούτῳ καπνώδης, εἶτα ὁ μέν γε θερμὸς ἀὴρ οὐδέποτε προκαλεῖται δάκρυον, τῷ καπνώδει δ’ ἀεὶ ὑπάρχει τοῦτο κἂν μετρίως θερμὸς ᾖ, ὥστε ἐναργῶς ἐνταῦθα κατάδηλόν ἐστι τὸ δακνῶδες θερμὸν οὐ τῷ μᾶλλον θερμαίνειν, ἀλλ’ ἑτέρῳ τινὶ διαλλάττον. ἐγγυτάτῳ γοῦν φλογὸς μεγίστης ἀκάπνου στάντες θερμαινόμεθα οὕτω πολλάκις, ὡς ἐγγὺς μὲν ἥκειν τοῦ καίεσθαι, δάκνεται δ’ οὐδεὶς οὐδὲ δακρύει τοὺς ὀφθαλμοὺς ὡς ἀπὸ καπνοῦ. θαυμαστὸν οὖν εἴ τις ἐπὶ καπνοῦ καὶ φλογὸς αἰσθάνεται
205
τῆς διαφορᾶς, ἐπὶ δὲ τῶν ἡμετέρων σωμάτων ἀναίσθητός ἐστιν ἐνίοτε μὲν ἰσχυροτάτης θερμασίας οἷον φλογὸς, ἐνίοτε δὲ ἀνιαρᾶς καὶ δακνώδους οἷόν περ καπνοῦ. θαυμάζω δὲ οὐδὲν ἧττον, εἰ μὴ συγχωρεῖ τὰς κατὰ τὸ θερμὸν ἐν τοῖς ζώοις δυσκρασίας ἀνάλογον ἔχειν ταῖς κατὰ τὰ βαλανεῖα καὶ τὰς οἰκίας· ὡς οὖν ἐν ταῖς οἰκίαις ἄλλος μὲν ἀήρ ἐστιν οἴκου καπνώδους, ἄλλος δὲ ἁπλῶς θερμοῦ, κατὰ τὸν αὐτὸν οἶμαι τρόπον ἕτερος τούτων ἐναργῶς ἐστὶν ἐν ᾧ πλῆθός ἐστι καιομένων λύχνων ἢ δᾳδὸς ἅμα λιγνύσι, καὶ τοίνυν καὶ καλοῦμεν, ὥσπερ τὸν ἕτερον ἀέρα καπνώδη, λιγνυώδη τοῦτο, ἐξ ὑπεροπτήσεως ὕλης γενόμενον. ἡ γάρ τοι λιγνὺς ταύτῃ τοῦ καπνοῦ διενήνοχε, καίτοι γε ἀμφοῖν περιττωμάτων ὑπαρχόντων φλογὸς, ὅτι ἡ λιγνύς ἐστι μὲν κατωπτημένης ὕλης γεώδης ἀναθυμίασις, καπνὸς δὲ οὔθ’ ὑπερωπτημένης οὔτε γεώδης, ἀλλ’ ἡμικαύστου τε καὶ συμμιγοῦς ἔξ ὑγρᾶς καὶ γεώδους οὐσίας. ὅστις οὖν ἐπαιδεύθη νομίμως ἐν Ἱπποκρατείοις δόγμασιν, ἔμαθεν οὗτος ὡς τῆς ὀνομαζομένης ἤδη συνήθως ἅπασι τοῖς ἰατροῖς ἀδήλου 
206
διαπνοῆς, ἣν διαπνεῖται τὰ σώματα, τὸ μὲν τοιοῦτόν ἐστιν οἷον ἀτμὸς, ἕτερον δὲ οἷον ἀὴρ ξηρὸς, ἕτερον δὲ σὺν αἰσθηταῖς ὑγρότησιν ἐκπῖπτον. λείπει τινά.

Αὕτη μὲν ἡ ῥῆσίς ἐστι τῶν ὑπὸ τοῦ Λύκου γεγραμμένων εἰς κατασκευὴν τοῦ μηδὲν διαφέρειν ἕτερον ἑτέρου θερμὸν οὐκ ἀναμένουσα τὸν ἔξωθεν ἔλεγχον, ἀλλ’ ἑαυτὴν καταβάλλουσα. τί γάρ δὴ καί φησι; τὸ θερμὸν ᾗ νενόηται θερμὸν, οὐδεμίαν ἔχει παραλλαγὴν πρὸς ἕτερον θερμόν. εἰ μὲν οὖν οὐδὲν ἐν τῷ λόγῳ σημαίνει τὸ ᾗ νενόηται θερμὸν, ἐξαιρείσθω τελέως αὐτοῦ. σημαίνων δ’ ἔτι σαφῶς ἐνδείκνυται ταύτῃ μὲν μὴ διαφέρειν τὸ θερμὸν τοῦ θερμοῦ, καθ’ ἕτερον δέ τι διαφέρειν. εἰ μὲν γὰρ οὐδαμῇ διαφέρει, περιττῶς πρόσκειται τὸ ᾗ· εἰ δὲ ἄλλῃ μέν πη διαφέρει, ταύτῃ δ’ οὐ διαφέρει, καθ’ ὃ διαφέρει, κατὰ τοῦτο

207
νοείσθωσαν αἱ διαφοραὶ. ὡς εἴ γε. καθ’ ὃ λέγεται μόνον ἕκαστον σκοποῖτο, πάντων τῶν πραγμάτων ἀναιρήσεις τὰς διαφοράς. τὸ ζῶον ᾗ νενόηται ζῶον οὐδὲν ἑτέρου διαφέρει ζώου. τὸ φυτὸν ᾗ νενόηται φυτὸν, οὐδὲν ἑτέρου διαφέρει φυτοῦ. τὸ δένδρον ᾗ νενόηται δένδρον, οὐδὲν ἑτέρου διαφέρει δένδρου. ἆρ’ οὐκ εἰσὶ τοῦ ζώου διαφοραὶ, τὸ πτηνὸν καὶ πεζὸν καὶ νηκτὸν καὶ τὸ ἔνυδρον καὶ ἐγγεῖον καὶ ἀέριον ἢ τὸ θνητὸν καὶ ἀθάνατον ἢ τὸ λογικὸν καὶ ἄλογον ἢ τὸ ἥμερον καὶ τὸ ἄγριον ἢ τὸ δειλὸν καὶ ἄλκιμον ἢ τῶν ἄλλων ὧν ἴσμεν ἕκαστον. τί γὰρ δεῖ μακρολογεῖν; οὕτω τῶν φυτῶν τὸ μὲν δένδρον, τὸ δὲ θάμνος, τὸ δὲ ἄκανθα, τὸ δὲ πόα, τὸ δὲ φρύγανον, ἢ τῶν πάντων, καθ’ ὃ νενόηται ζῶα μηδεμίαν ἐχόντων διαφορὰν, ὅμως καὶ ταύτας ἁπάσας ἃς εἴρηκε καὶ πρὸς ταύτας ἑτέρας οὐκ ὀλίγας ἀληθῶς ἄν τις εἴποι ζώου διαφοράς; οὕτως δὲ κἀπὶ τῶν φυτῶν. οὐ γὰρ φυτόν γε φυτοῦ διενήνοχε τῷ τὸ μὲν εἶναι λογικὸν αὐτῶν
208
τὸ δὲ ἄλογον, οὔτε τὸ πτηνὸν ἢ πεζὸν, οὐδὲ τῶν ἄλλων τῶν εἰρημένων οὐδεμία διαφορά. καθάπερ οὐδὲ ζῶον ζώου διαφέρει τῷ τὸ μὲν εἶναι θάμνος, τὸ δὲ ἄκανθα, τὸ δὲ δένδρον, τὸ δὲ πόα, τὸ δὲ φρύγανον, τὸ δὲ κέδρος, ἀλλ’ ἐν τῷ γένει τῶν φυτῶν ἡ τοιαύτη τομή. ἀλλὰ καὶ νοσημάτων διαφορὰς αὐτὸς ὁ Λύκος γράφει παμπόλλας, καίτοι γε οὐδὲν διαφέρει νόσημα νοσήματος ᾗ νόσημά ἐστιν, ὥσπερ οὐδὲ σύμπτωμα συμπτώματος ᾗ σύμπτωμά ἐστιν, ἀλλ’ ὅμως καὶ τὰς τούτων διαφορὰς ὁ Λύκος ἐπιχειρεῖ γράφειν, ὥσπερ γε καὶ τὰς τῆς πλευρίτιδος, ἑκάστου τε τῶν ἄλλων νοσημάτων. καίτοι γε πλευρῖτις πλευρίτιδος ᾗ πλευρῖτίς ἐστιν οὐδὲν διαφέρει, ἀλλ’ ὅμως ἡ μέν τις εἰς τὴν κλεῖν ἔχει περαινομένην τὴν ὀδύνην, ἡ δ’ εἰς τὸ ὑποχόνδριον. οὕτω δὲ καὶ μετὰ μὲν τοῦ κεχρῶσθαι τὸ πτύελον ἡ ἑτέρα τῶν πλευριτίδων, ἑτέρα δ’ ἐναντία τῇδε καλουμένη πρὸς ἐνίων ἄπτυστος, ἄλλαι τε πολλαὶ διαφοραὶ, καθ’ ἃς ὑπαλλάττεσθαι συμβαίνει καὶ τὴν θεραπείαν. ἀλλὰ ἐὰν καὶ
209
ταύτας τῶν πυρετῶν αὐτῶν τὰς διαφορὰς ὁ Λύκος ἐκδιδάσκειν πειρᾶται. καίτοι εἴτε κατὰ πλεονεξίαν θερμασίας ἡ γένεσις αὐτοῖς ἐστιν, εἴτε κατὰ τὸ δακνῶδες τῆς ποιότητος, οὐδεμία γενήσεται διαφορὰ πυρετοῦ πρὸς πυρετὸν ᾗ πυρετός ἐστιν. οὕτως οὖν ἀπαίδευτον ἐρωτᾷ λόγον ὁ Λύκος, ὥστε οὐκ αἰσθάνεται τὰς τέχνας ἁπάσας ἀναιρῶν. ἐν γάρ τοι τῇ γνώσει τῶν διαφορῶν ἑκάστου τῶν ὄντων αἱ τέχναι συνίστανται. καὶ τοῦτο ἐπὶ πλεῖστον μὲν κἀν τῷ Φιλήβῳ διῆλθεν ὁ Πλάτων εὐθὺς ἐν ἀρχῇ τοῦ συγγράμματος· ἐφύλαξε δ’ αὐτοῦ τὴν γνώμην Ἀριστοτέλης καὶ Θεόφραστος, Χρύσιππός τε καὶ Μνησίθεος καὶ οὐδεὶς ὅστις οὐ διῆλθεν ἐν τῷ περὶ τέχνης γράμματι τὸν αὐτὸν λόγον. ἔστι δ’ ἡ μὲν πρώτη ῥῆσις ὑπὲρ τῆς κατὰ τὰς τέχνας συστάσεως τοῦ Πλάτωνος εἰρημένον τοιάδε. Σωκράτης. φωνὴ μὲν ἡμῖν ἐστί που μία διὰ τοῦ στόματος ἰοῦσα καὶ ἄπειρος αὖ πλήθει πάντων τε καὶ ἑκάστου. Πρώταρχος. τί μήν; Σωκράτης. καὶ οὐδὲν ἑτέρων γε τούτων ἐσμέν πω σοφοὶ, οὔθ’ ὅτι τὸ ἄπειρον αὐτῆς ἴσμεν οὔθ’ ὅτι τὸ ἓν, ἀλλ’ ὅτι πόσα
210
τέ ἐστι καὶ ὁποῖα, τοῦτ’ ἔστι τὸ γραμματικὸν ἕκαστον ποιοῦν ἡμῶν; Πρώταρχος. ἀληθέστατα. Σωκράτης. καὶ μὴν καὶ τὸν μουσικὸν, ὃ τυγχάνει ποιοῦν, τοῦτ’ ἔστι ταὐτόν. Πρώταρχος. πῶς; Σωκράτης. φωνὴ μέν που τὸ κατ’ ἐκείνην τὴν τέχνην ἐστὶ μία μὲν αὐτῇ. Πρώταρχος. πῶς δὲ οὔ; Σωκράτης. δύο δὲ θῶμεν βαρὺ καὶ ὀξὺ καὶ τρίτονον ὁμότονον, ἢ πῶς; Πρώταρχος. οὕτως. Σωκράτης. ἀλλ’ οὔπω σοφὸς ἂν εἴης τὴν μουσικὴν εἰδὼς ταῦτα μόνα, μὴ εἰδὼς δὲ, ὥς γε ἔπος εἰπεῖν, εἰς ταῦτα οὐδενὸς ἄξιος ἔσῃ. Πρώταρχος. οὐ γὰρ οὖν. Σωκράτης. ἀλλ’ ὦ φίλε ἐπειδὰν λάβῃς τά τε διαστήματα ὁπόσα ἐστὶ τὸν ἀριθμὸν τῆς φωνῆς, ὀξύτητός τε περὶ καὶ βαρύτητος καὶ ὁποῖα καὶ τοὺς ὅρους τῶν διαστημάτων καὶ τὰ ἐκ τούτων ὅσα συστήματα γέγονεν, ἃ κατιδόντες οἱ πρόσθεν παρέδοσαν ἡμῖν τοῖς ἑπομένοις ἐκείνοις καλεῖν αὐτὰ ἁρμονίας, ἕν τε ταῖς κινήσεσιν αὖ τοῦ σώματος ἕτερα τοιαῦτα ἐνόντα πάθη γιγνόμενα, ἃ δι’ ἀριθμῶν μετρηθέντα, δεῖν αὐτά φησι ῥυθμοὺς καὶ 
211
μέτρα ἐπονομάζειν καὶ ἅμα ἐννοεῖν, ὡς οὕτω δεῖ περὶ παντὸς ἑνὸς πολλῶν σκοπεῖν. ὅταν γὰρ αὐτὰ ταῦτά τε λάβῃς οὕτως, τότε ἐγένου σοφός. ὅταν δ’ ἄλλων τῶν ὄντων ὁτιοῦν ταύτῃ σκοπούμενος ἕλῃς, οὕτως ἔμφρων περὶ τούτου γέγονας. ἤρκει μὲν οὖν καὶ ταῦτα παρὰ Πλάτωνος ἀκοῦσαι τοῖς ἔχουσι νοῦν ἀκροαταῖς εἰς ἔνδειξιν ἁπασῶν τεχνῶν συστάσεως. οὐ γὰρ οἷόν τε γενέσθαι τεχνικὸν οὐδὲ περὶ ἑνὸς ἄνευ τοῦ γνῶναι τὰς αὐτῶν διαφορὰς, ἀλλ’ οὐδὲν χεῖρον ὥσπερ ὁ Πλάτων αὐτὸς οὐκ ἠρκέσθη τῷ κεφαλαίῳ τῷ λόγῳ μόνῳ, παραδείγματα δὲ σαφηνείας ἕνεκεν προσέθηκε, τὴν γραμματικήν τε καὶ μουσικὴν, οὕτως καὶ ἡμᾶς ἓν ἔτι προσθεῖναι παράδειγμα, τέχνης μὲν γραφικῆς, ὕλης δ’ ὑποκειμένης αὐτῇ χρωμάτων. ἔξεστι γὰρ δήπου λέγειν κἀνταῦθα τὸ χρῶμα τοῦ χρώματος, ᾗ χρῶμά ἐστιν, οὐδὲν διαφέρει, καὶ κατὰ τοῦτ’ ἀναιρεῖν ἁπάσας τὰς ἐν αὐτοῖς διαφορὰς, ὅπερ ἀμέλει καὶ ὁ Πλάτων αὐτὸς ἐν ἀρχῇ τοῦ Φιλήβου δεδήλωκε. διαιρουμένῳ γὰρ τῷ Σωκράτει τὰς ἡδονὰς, ὁ διαλεγόμενος οὐ συνεχώρει διαφέρειν ἀλλήλων
212
ἁπάσας αὐτὰς, καθόσον εἰσὶν ἡδοναὶ, φάσκων ὁμοιοτάτας αὐτὰς ὑπάρχειν, ἀλλ’ ὅ γε Σωκράτης ἀπαντᾷ τῷ λόγῳ τῷδε. καὶ γὰρ χρῶμα, ὦ δαιμόνιε, χρώματι κατά γε αὐτὸ τοῦτο οὐδὲν διοίσει, τῷ χρῶμα εἶναι τὸ πᾶν. τό γε μὴν μέλαν τῷ λευκῷ πάντες γινώσκομεν ὡς πρὸς τῷ διάφορον εἶναι καὶ ἐναντιώτατον ὂν τυγχάνει. καὶ δὴ καὶ σχῆμα σχήματι, κατὰ ταὐτὸν γένει μέν ἐστι πᾶν ἕν. τὰ δὲ μέρη τοῖς μέρεσιν αὐτοῦ τὰ μὲν ἐναντιώτατα ἀλλήλοις, τὰ δὲ διαφορότητα ἔχοντα μυρίαν που τυγχάνει. καὶ πολλὰ ἕτερα οὕτως ἔχοντα εὑρήσομεν, ὥστε τούτῳ γε τῷ λόγῳ μὴ πίστευε τῷ πάντα τὰ ἐναντιώτατα ἓν ποιοῦντι. αὕτη μὲν ἡ περὶ χρωμάτων τε καὶ σχημάτων ῥῆσις. ἡ δὲ περὶ τῶν ἡδονῶν ἥδε· ἥδεσθαι μέν φαμεν τὸν ἀκολασταίνοντα, ἥδεσθαι δὲ καὶ τὸν σωφρονοῦντα αὐτῷ τῷ σωφρονεῖν, ἥδεσθαι δ’ αὖ καὶ τὸν ἀνοηταίνοντα καὶ ἀνοήτων δοξῶν καὶ ἐλπίδων μεστὸν, ἥδεσθαι
213
δ’ αὖ καὶ τὸν φρονοῦντα αὐτῷ τῷ φρονεῖν, καὶ τούτων τῶν ἡδονῶν ἑκατέρας πῶς ἄν τις ὁμοίας ἀλλήλαις εἶναι λέγων οὐκ ἂν ἀνόητος φαίνοιτ’ ἂν ἐνδίκως; ὥσπερ δὲ τῶν ἡδονῶν τὰς διαφορὰς ὁ Πλάτων ἐν μὲν τῇδε τῇ ῥήσει διὰ βραχέων ἐνεδείξατο, καθ’ ὅλον δὲ τὸ βιβλίον ἐπὶ πλεῖον διῆλθεν, οὕτως τῶν τεχνῶν ἐν δυοῖν βιβλίοιν, τῷ Σοφιστῇ τε καὶ Πολιτικῷ. ἆρ’ οὖν ἐπιστημῶν μὲν καὶ ἡδονῶν εἰσι διαφοραὶ πολλαὶ καὶ χρωμάτων καὶ σχημάτων καὶ τῶν ἐν ταῖς φωναῖς τόνων, ὡσαύτως δὲ καὶ ἡλικιῶν καὶ ὡρῶν καὶ χωρῶν καὶ νόσων, ἁπάντων τε τῶν ἄλλων, ἐν μόνοις δὲ τοῖς θερμοῖς ἤτοι γε οὐκ εἰσὶν ὅλως ἢ ἀδύνατος γιγνώσκεσθαι τοῖς ἀνθρώποις; καὶ μὴν ὅ γε τοῦ Λύκου λόγος ἀναιρεῖ τοῦ θερμοῦ τὰς διαφορὰς, ὡς οἴεται μὲν αὐτοῦ μόνου, κατὰ δὲ τὴν ἀλήθειαν, ἅμα τοῖς ἄλλοις ἅπασιν, εἴ γε ἡ τοῦ λόγου δύναμις ὁμοίως ἀντεπεκτείνασθαι δύναται. καὶ γὰρ δὴ κἀπὶ τῶν ὑγρῶν αὐτῶν ἐφεξῆς ἐρῶ τάδε, μηδὲ ταῦτα διαφέρειν ἀλλήλων λέγων, καθόσον ὑγρά. τὸ δὲ δὴ μέγιστον αὐτοῦ τῶν ἁμαρτημάτων. ὅτι καὶ τὰς τέχνας ἁπάσας
214
ἀναιρεῖ τὴν σύστασιν ἐχούσας ἐν ταῖς τῶν εἰδῶν διαφοραῖς. ὁ μὲν οὖν Πλάτων ἐν κεφαλαίῳ γε προειπὼν ὑπὲρ τῆς τῶν τεχνῶν συστάσεως, ἐπὶ παραδείγματός τε διῆλθε τὸν λόγον, ἐπιδεικνὺς ὅπως ἡ γραμματικὴ συνέστη τέχνη, γνωσθείσης τῆς ἐν ταῖς φωναῖς διαφορᾶς. ὁ δὲ τοῦ Λύκου λόγος ἀναιρεῖ δηλονότι καὶ ταύτην τὴν τέχνην καὶ τὴν μουσικὴν ὁμοίως αὐτῇ καὶ τὰς ἀλλὰς ἁπάσας, ἀξιῶν τὸ ᾗ νενόηται, τὸ δέ τι μίαν ἔχειν ἐν αὐτῷ διαφοράν. θέασαι γοῦν ὅπως ἀναιρήσει πρώτην μὲν τὴν περὶ τὰ γράμματα τέχνην ὁ λόγος αὐτοῦ, μετὰ δὲ ταῦτα καὶ τὰς ἄλλας ἁπάσας. δοκεῖ μοι ἀδύνατον καὶ ἀμήχανον εἶναι τὴν φωνὴν ταύτην γε σκοποῦντι ᾗ νενόηται, κατ’ αὐτὴν λέγω τὴν ἐκφώνησιν, πρὸς ἑτέραν ἂν φωνὴν παραλλαγὴν ἔχειν, κατά τινα ἰδιότητα παραλλάττουσαν κατὰ ποιότητα ἐν τῇ ἐκφωνήσει κειμένην. οὗτος ὁ λόγος αὐτός ἐστι πάντῃ τοῦ κατὰ τὴν ἀρχὴν γεγραμμένου τῆς ῥήσεως τῷ Λύκῳ καὶ δι’ αὐτῶν γε περαίνεται τῶν ἐκείνου ῥημάτων ἁπάντων ἑνὸς μόνου τοῦ κατὰ τὸ θερμὸν ὀνόματος εἰς τὸ τῆς φωνῆς
215
μεταβεβλημένου, ὥστ’ εἴπερ ἐκεῖνος ὑγιὴς, καὶ οὗτος· ἀλλὰ μὴν οὐχ ὑγιὴς οὗτος, ὥστ’ οὐδ’ ἐκεῖνος, εἰ μή τι ἄρα νομίζουσιν οἱ τὰ τοῦ Λύκου φρονοῦντες οὔτε τὴν ε φωνὴν ἑτέραν εἶναι τῆς ο, διαφέρειν δὲ τὴν ο τῆς ω. εἰ δὲ καὶ ταύτας ἑτέρας ἀλλήλων ὁμολογήσομεν εἶναι καὶ πρὸς ταῦτα καὶ τὴν α καὶ τὴν ι καὶ τὴν υ. καὶ τῶν ἄλλων ἁπάντων γραμμάτων, αὗται μὲν ἔσονται τέτταρες ἐπὶ ταῖς εἴκοσιν. ἡ γνοῦσα δ’ αὐτῶν τὴν διαφορὰν τέχνη γραμματικὴ, καθάπερ γε καὶ μουσικὴ τέχνη περὶ τὴν ἐν ταῖς φωναῖς ὀξύτητα καὶ βαρύτητα, καίτοι καὶ ταύτας οὐδὲν ἧττον ὁ τοῦ Λύκου λόγος ἀναιρεῖ. φωνὴ γὰρ φωνῆς, ᾗ φωνὴ, διαφέρειν οὐδὲν, ἀλλ’ ὅμως ὁ μὲν τῆς μέσης φθόγγος ὀξύτερος μέν ἐστι τόνῳ τῆς λιχανοῦ τῶν μέσων, βαρύτερος δὲ τόνῳ τῆς παραμέσης. αὐτῶν δ’ ἐκείνων πάλιν ὁ μὲν τῆς λιχανοῦ τῆς παρυπάτου τῶν μέσων ὀξύτερος τόνῳ. ὁ δὲ τῆς παραμέσης βαρυτέρως ἡμιτόνῳ τῆς τρίτης τῶν διεζευγμένων. εἶτ’ ἐκείνων αὖθις ὀξύτεροί τε καὶ βαρύτεροι, κἄπειτ’ ἐκείνων αὖθις ἕτεροι, μέχρις ἂν ἐπὶ τὸν ὀξύτατόν τε καὶ βαρύτατον 
216
ἁπάντων ἀφικνώμεθα φθόγγον. ἀλλ’ ὁ θαυμασιώτατος Λύκος οὐκ αἰσθάνεται ταῦτα πάντα ἀναιρῶν ἐν τῷ λέγειν· δοκεῖ μοι ἀδύνατον καὶ ἀμήχανον εἶναι τὸ θερμὸν ταῦτά γε σκοποῦντι, ᾗ νενόηται, κατ’ αὐτὴν λέγω τὴν θάλψιν, πρὸς ἕτερον αὖθις παραλλαγὴν ἔχειν. καλὸν εἰ μηδὲ χρῶμα χρώματος, ᾗ χρῶμά ἐστι, διαφέρειν εἰπὼν, ἀναιρεῖ τὴν γραφικὴν τέχνην, ἐρυθρόν γέ τι παραθεμένην χρῶμα καὶ λευκὸν καὶ μέλαν καὶ ξανθὸν, ὅσα τ’ ἄλλα τοιαῦτα. πολὺ γὰρ δήπου πιθανώτερος ὁ λόγος αὐτοῦ καὶ περὶ χρωμάτων ἐστὶν ὁ λεγόμενος, ᾗ νῦν εἴρηται περὶ τοῦ θερμοῦ· θερμὸν μὲν γὰρ θερμοῦ διαλλάττειν φαμὲν, οὐ μὴν ἐναντίου γε ὑπάρχειν πάντῃ. χρῶμα δὲ χρώματος οὐ διαφέρειν μόνον, ἀλλὰ καὶ τὴν φύσιν ἐναντιώτατόν ἐστι τοῦ λευκοῦ τὸ μέλαν.

217

Καὶ πῶς ἐγχωρεῖ, φήσειεν ἂν ὁ Λύκος, ἐναντίον εἶναι τῷ χρώματι καθ’ ὃ νενόηται χρῶμα ὄν; καὶ ἀληθεύσει γε ναὶ μὰ τοὺς θεοὺς, ὅσον ἐπὶ χρώματος καὶ τὸ χρῶμα μηδὲν ἡγούμενος ἕτερον ἑτέρου διαφέρειν, ἀλλ’ ὥσπερ τοῦτο ἀληθὲς, οὕτω κἀκεῖνο τὸ λευκὸν τοῦ μέλανος οὐ μόνον διαφέρον, ἀλλὰ καὶ τοσοῦτον διαφέρον, ὡς ἐναντιώτατον εἶναι. καὶ πῶς ἐγχωρεῖ, τάχα φήσουσιν οἱ τὰ τοῦ Λύκου πρεσβεύοντες, ἅμα μὲν εἶναι ταὐτὸν, ἅμα δὲ ἐναντιώτατον εἶναι; καὶ πῶς τῷ μέλανι λευκόν; οἷς ἡμεῖς ἀποκρινούμεθά τί γε τοσοῦτον, ὡς εἴπερ οὐκ ἐγχωρεῖ τὸ λευκὸν ἐναντίον τε ἅμα καὶ ταὐτὸν εἶναι τῷ μέλανι, τὸ ἕτερον αὐτοῦ αἱρείσθωσαν. ὁ μὲν γὰρ Πλάτων οἴεται δυνατὸν εἶναι, καθάπερ γε καὶ Ἀριστοτέλης καὶ Θεόφραστος, ἕτερον ἑτέρω ταὐτὸν ὂν τῷ γένει, τοσαύτην ὅμως ἔχειν τὴν ἐν εἴδει διαφορὰν, ὡς ἐναντιώτατον ὑπάρχειν. οὗτοι δ’ εἰ μὴ νομίζουσιν ἀληθεύειν ἄμφω τὸν λόγον τὸν ἐναργέστερον ἑλέσθωσαν.

218
ἐναργέστερον δέ ἐστιν, ὅσῳ καὶ πᾶσιν ἀνθρώποις ὁμολογούμενον, ἐναντίον εἶναι τὸ λευκὸν τῷ μέλανι. καὶ μὴν, εἵπερ ἀληθές ἐστι τοῦτο, νομίζουσι δὲ αὐτοὶ μὴ δύνασθαι τοὺς λόγους ἀμφοτέρους ἀληθεύεσθαι, τόν τε ἐναντίον εἶναι φάσκοντα τὸ λευκὸν τῷ μέλανι καὶ τὸν αὐτὸν οὐκ ὀρθῶς ἐροῦσιν μηδὲν διαφέρειν ᾗ χρῶμά ἐστιν τὸ λευκὸν τοῦ μέλανος. ὁ μὲν οὖν ἐν τῷ τοῦ Πλάτωνος γράμματι διαλεγόμενος τῷ Σωκράτει, συγγνωστὸς ἦν ἴσως, κωλύων τὸν Σωκράτην διαιρούμενον ἡδονὴν ἡδονῆς διαφορᾷ. οὐ γὰρ ἦν που βιβλίον οὐδὲν τοιοῦτο διδάσκων, ὡς ἐγχωρεῖ πολλὰ πολλοῖς ὄντα τῷ γένει ταὐτὰ διαφέρειν ὅμως εἰς τοσοῦτον, ὡς ἐναντιώτατον ἀλλήλοις ἰδέαν τε καὶ φύσιν ἔχειν. ἐπεὶ δ’ ὑπὸ Πλάτωνος ὁ Φίληβος ἐγράφη διδάσκων τἀληθὲς, εἰ μὲν οὐδ’ ὅλως ἀνέγνω τὸ βιβλίον ὁ Λύκος, ἄγαμαι τῆς παιδείας τὸν Λύκον. εἰ δ’ ἀναγνοὺς οὐκ ἐνόησε, θαυμάζω τῆς συνέσεως. εἰ δὲ νοήσας οὐκ ἐπείσθη, μακαρίζω τῆς κρίσεως. ὦ πρὸς τοῦ Διὸς ἐρωτᾷ τίς λόγον οὐδὲ τὰ
219
πρῶτα μαθὼν τῆς διαλεκτικῆς; ἔστι τίς ἂν ἄνθρωπος Ἕλλην ἰατρὸς ἢ γραμματικὸς ἢ ῥήτωρ ἢ φιλόσοφος ἢ ὅλως ὁστισοῦν ἄλλος ἀντιποιούμενος λόγων, ὡς οὐκ ἀνέγνω τὸν Πλάτωνος Φίληβον; καίτοι τί λέγω τὸν Φίληβον; οὐ γὰρ ἐν τούτῳ μόνῳ τὸν προκείμενον λόγον Πλάτων ἐδίδαξεν, ἀλλὰ καὶ δι’ ἄλλων πολλῶν ἐπεμνήσθη βιβλίων, ὧν ἐχρῆν μόνον κἂν ἕν γέ τι τὸν θαυμασιώτατον Λύκον ἀνεγνωκέναι, ἀντιποιούμενον λόγων ἐπιστημονικῶν. αἰσχρὸν γὰρ Ἱπποκράτην διελέγχειν ἐπιχειροῦντα καὶ λόγους ἐπερωτῶντα περαντικοὺς, ὡς νομίζει, μηδὲ τὰ πρῶτα φαίνεσθαι μεμαθηκότα τῶν ἐν ταῖς φιλοσόφων διατριβαῖς. ἀλλὰ νὴ Διὰ θαυμαστὸν αὐτοῦ τὸ περὶ τῶν ὑγρῶν ἐστι παράδειγμα. καὶ γὰρ τοῦτο βούλεται, μηδὲν ἀλλήλων διηφέρειν, εἰ πάντα ἐστὶν ὑγρὰ, καθ’ ὃ μέντοι τὰ μὲν ὀξέα, τὰ δὲ στρυφνὰ, τὰ δ’ ἁλμυρὰ, τὰ δὲ γλυκέα, ταύτῃ διαλλάττει, οὐκ ἀκούει δὲ ἐν τούτοις αὐτὸς ἑαυτοῦ. λέγων γὰρ ᾗ διαφέρει τὰ ὑγρὰ κατασκευάζειν οἴεται μηδεμίαν ἐν αὐτοῖς εἶναι διαφορὰν, ἀλλὰ μάτην μὲν Ἱπποκράτην διαφορὰν εἰρηκέναι, μάτην δὲ Θεόφραστον
220
ὅλην πραγματείαν γεγραφέναι περὶ χυλοῦ. καίτοι καὶ αὐτὸ τοῦτο τοὔνομα ὁ χυλὸς ὑγροῦ διαφοράν τινα ἐνδείκνυται, ἀλλ’ ὅμως καίτοι διαφορά τις οὖσα ὑγροῦ, πάλιν αὐτὴν τέμνεσθαι πέφυκεν εἰς ἑτέρας διαφοράς. οὐ μὴν θαυμαστὸν εἰς τοσοῦτον ἀπαιδευσίας ἥκοντα Λύκον, ὡς νομίζειν ἐν ὄξει στύφουσαν εἶναι ποιότητα, τοιαύτην τολμῆσαι πρὸς Ἱπποκράτην γράφειν ἀντιλογίαν. τὰ γὰρ οὕτως ἐναργῆ καὶ Διοσκορίδης ὁ Ἀναζαρβεὺς ἐγίγνωσκεν, οἵ τ’ ἄλλοι πάντες οἱ τὰ περὶ ὕλης ὑπομνήματα γράψαντες. ὀνομάζουσι γοῦν ἐν ταύταις τὰ μὲν ἁλυκὰ, τὰ δὲ ἁλμυρὰ τὰ δὲ πικρὰ, τὰ δὲ γλυκέα, τὰ δὲ αὐστηρὰ, τὰ δὲ στρυφνὰ, τὰ δὲ στύφοντα, τὰ δὲ δριμέα, τὰ δὲ ὀξέα. Λύκος δ’ ὁ θαυμασιώτατος ἤτοι οὐδ’ ὅλως γινώσκει διαφέρουσαν ὀξεῖαν ποιότητα στυφούσης ἢ πεπήρωται τὴν γεῦσιν, ὃς μηδ’ ὅλως αἰσθάνεσθαι τῶν ἐν τοῖς χυμοῖς διαφορῶν. ἔοικεν οὖν ὡς ἀπίου καὶ μεσπίλου καὶ μήλου καὶ κυδωνίου τοῦ ὄξους αἰσθάνεσθαι, καίτοι γε πάντων ἀνθρώπων ἔνια μὲν τῶν μήλων 
221
ὀξέα καλούντων, ἔνια δὲ στύφοντα, γλυκέα δὲ ἄλλα, καθάπερ, οἶμαι, καὶ ῥοιὰς ὀξείας τε καὶ στυφούσας καὶ γλυκείας. ἐν μέν γε τοῖς οἴνοις, ᾧ ἀρετὴ κακίας ἀφώρισται, στύψις ὀξύτητος, εὐγενεῖς μὲν γὰρ οἱ στύφοντες. ὀξὺς δ’ οὐδεὶς κατὰ φύσιν, ἀλλ’ εἰ καὶ μικρὸν αὐτοῖς προσέλθῃ τοιαύτης ποιότητος, ὑποπτεύομεν αὐτίκα τὴν εἰς ὄξος αὐτῶν μεταβολήν. ἴσως οὖν ὁ Λύκος οὐδ’ ὀξυλάπαθον, οὐδ’ ὀξυαλίδα, λαπάθου τε καὶ θριδακίνης διεγίνωσκεν, οἷς στυφούσης μὲν ποιότητος οὐδὲ τοὐλάχιστον ὑπάρχει, τῆς δὲ ὀξείας δαψιλῶς μετέσχηκεν ἄμφω. θαυμαστὸν μὲν οὖν εἰ ταῦτα μὲν ἀπὸ τῆς ὀξείας ποιότητος ὠνόμασται, τὸ δὲ ὄξος αὐτὸ οὐ μετέσχηκεν αὐτῆς. ἀλλ’ ὁ μηδὲ τὰς κοινὰς αἰσθήσεις ἀποσώζων Λύκος, ἐγκαλεῖν Ἱπποκράτει τολμᾷ. πάλιν οὖν ἔγνω τὴν παρὰ τοῖς φυσικοῖς ζήτησιν ὑπὲρ τοῦ τῶν χυμῶν ἀριθμοῦ. κατὰ τοῦτο γὰρ οὐδὲν, ὡς ἔοικε, διαφέρει χυμὸς χυμοῦ, καθόσον χυμός ἐστιν. ἡδέως ἂν οὖν ἤκουσα τίνος τῶν ὄντων εἰσὶν αἱ τοιαῦται διαφοραὶ, γλυκὺς, ὀξὺς, δριμὺς,
222
πικρὸς, ἁλμυρὸς, ἀλυκὸς, στρυφνὸς, αὐστηρὸς, στύφων, λιπαρός. εἰ μὴ γὰρ χυμῶν ἴσως ἤτοι φωνῶν ἢ χρωμάτων ἢ ὀδμῶν ἢ διὰ τῆς ἁφῆς εἰς γνῶσιν ἥκουσι. παρὰ ταύτας γὰρ οὐκ ἔχομεν ἄλλην αἴσθησιν. ἀλλ’ εἰσὶν αἱ πᾶσαι πέντε, γεῦσις καὶ ἀκοὴ καὶ ὄψις καὶ ὄσφρησίς τε καὶ ἁφή. διαγινώσκομεν δὲ ὥσπερ καὶ ταῖς ἄλλαις ἄλλα τῶν αἰσθητῶν, οὕτως τῇ γεύσει καὶ τοὺς χυμούς. ὡς δὲ ἐν τοῖς ὑγροῖς αἱ διαφοραὶ πολλαὶ, κατὰ τὸν αὐτὸν τρόπον κἀν ταῖς αἰσθήσεσιν. καίτοι γε ᾗ αἰσθήσεις εἰσὶν, οὐ διαφέρουσιν, ἀλλ’ ὁ διαλεκτικώτατος Λύκος οὐκ ἐάσει λέγειν ἡμᾶς οὔτ’ ἐν τοῖς χυμοῖς εἶναι τὰς εἰρημένας διαφορὰς, οὐδὲ ἐν ταῖς αἰσθήσεσιν, ἃς ἅπαντες γιγνώσκουσιν, οὔτ’ ἐν τοῖς χρώμασι καὶ λευκὸν καὶ μέλαν καὶ φαιὸν καὶ ξανθὸν καὶ πυῤῥὸν, ἐρυθρόν τε καὶ φοινικοῦν καὶ κυανοῦν. οὔτε γὰρ χρῶμα χρώματος ᾗ χρῶμά ἐστι διαφέρει. μαίνονται τοίνυν ἅπαντες ἰατροὶ καὶ φιλόσοφοι χρωμάτων μὲν ἡγούμενοι διαφορὰς εἶναι τὰς εἰρημένας. χυμῶν δὲ τὸν ὀξὺν καὶ πικρὸν καὶ δριμὺν, ὅσους τ’ ἄλλους ὀλίγον ἔμπροσθεν εἶπον,
223
ὥσπερ καὶ τῶν αἰσθήσεων αὐτῶν. οὔτε γὰρ χρῶμα χρώματος, ᾗ χρῶμά ἐστι, διαφέρει, ὡς οὔτ’ αἴσθησις αἰσθήσεως οὔτε χυμὸς χυμοῦ, καθάπερ οὐδὲ πυρετὸς πυρετοῦ, ὅτι μηδὲ θερμὸν θερμοῦ. μαίνονται τοίνυν οἱ γράψαντες ἰατροὶ, πυρετῶν διαφορὰς πολλὰς καὶ τὸν καῦσον καὶ τὴν λειπυρίαν καὶ τὸν ἠπίαλον καὶ τὸν τυφώδη καὶ τὸν λοιμώδη καὶ τὸν ἡμιτριταῖον, ἀμφημερινόν τε καὶ τριταῖον καὶ τεταρταῖον. ἀλλὰ καὶ αὐτὸς ὁ Λύκος ἑτέρωθι γράφει πυρετῶν διαφορὰς, ὥσπερ γε καὶ τῶν ἄλλων σχεδὸν ἁπάντων πραγμάτων.

Τί ποτ’ οὖν δόξαν αὐτῷ νῦν ἐπελάθετο τοῦ τέμνειν ἕκαστον τῶν ἄλλων εἰς τὰς οἰκείας διαφορὰς, ὅς γε καὶ περὶ τοῦ τῶν ἀχύρων ἐξαπτομένου πυρὸς, ὡς χρῆσθαι τοῖς τὸν χρυσὸν ἐργαζομένοις ἔθος, οὐδεμίαν εἶναι νομίζει διαφορὰν, ἀλλὰ πρὸς τὸ τὰς ἄλλας ὕλας. οὐδὲ γὰρ τὸ πῦρ τοῦ πυρὸς, ᾗ πῦρ ἐστιν, ἢ κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον,

224
ἰσχυρὸν γὰρ εἶναί τι καὶ ἀσθενὲς πῦρ ἐγχωρεῖ, καὶ τό γε τῶν ἀχύρων ἀσθενέστατον εἶναι νομίζων, ἐνταμίευτον εἶναί φησι πρὸς τὴν ἐργασίαν τοῦ χρυσοῦ. διατήκεσθαι γὰρ αὐτὸν καὶ διαῤῥεῖν ἰσχυροτέρᾳ πλησιάζοντα φλογί. ἀλλ’, ὦ βέλτιστε Λύκε, φαίη τις ἂν οἶμαι πρὸς αὐτὸν, εἰ τῶν φυσικῶν φιλοσόφων ἠκηκόεις ζητούντων ὅπως αἱ φλόγες γεννῶνται κατανενόηκας ἂν οἶμαι τὰς ἐν αὐταῖς διαφοράς. ἐγὼ τοίνυν ὅσον οἷόν τε διὰ βραχυτάτων ἐπιτέμνεσθαι λόγον οὐ μικρὸν ἐξηγήσομαί σοι περὶ αὐτῶν. ὁρᾶς, οἶμαι, τῆς καιομένης ὕλης ἀναθυμίασίν τινα γιγνομένην ἐν διεσπασμένοις ἀπ’ ἀλλήλων μορίοις, ὧν μεταξύ τις ἀὴρ ἀπολαμβανόμενος, ἐξ ἀνάγκης μὲν δήπου θερμαίνεται. παμπόλλην δὲ ἴσχει διαφορὰν ἐν τῷ μᾶλλόν τε καὶ ἧττον. ἀλλὰ καὶ τὰ διαλείμματα τῶν ἀναφερομένων σωμάτων οὐκ ἴσα πάσαις ταῖς φλοξίν ἐστιν, ὥσπερ οὐδ’ αὐτῆς τῆς ἀναθυμιάσεως ἡ φύσις, ἀλλὰ καὶ μεγέθει καὶ σμικρότητι διενήνοχεν
225
ἀλλήλων τὰ τῆς καιομένης ὕλης ἀναθέοντα μόρια καὶ πυκνότητι καὶ μανότητι καὶ τῷ τὰ μὲν ἡμίκαυτα, τὰ δ’ οἷον ὁλόκαυτα ὑπάρχειν, ἢ ὅλως τὰ μὲν μᾶλλον, τὰ δὲ ἧττον ἐκπυροῦσθαι. ὅταν οὖν ταῦτα φαίνηται τοσαύτην ἔχοντα τὴν διαφορὰν, ὅ τε ἀὴρ ὁ δεδεγμένος αὐτὰ ποτὲ μὲν μᾶλλον ὑπ’ αὐτῶν ἐκτεθερμασμένος ᾖ, ποτὲ δ’ ἧττον, ἀναγκαῖον εἶναι παμπόλλην γε ποικιλίαν γίγνεσθαι καὶ διαφορὰν οὐκ ὀλίγην τῆς φλογός. ἡ γὰρ τῆς μίξεως ἀνομοιότης τὸ πλῆθος τῶν διαφορῶν ἐργάζεται.

Ὥσπερ δὲ τὰ περὶ τοῦ πυρὸς ἀμαθῶς εἴρηται τῷ Λύκῳ, κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον κἀπειδὰν φάμενος τριχῶς ἐννοεῖσθαι τὸ πολὺ θερμὸν, ἕκαστον τῶν σημαινομένων ἐπεξέρχεται. τὸ μὲν γάρ τι κατὰ τὴν οὐσίαν φησὶν ἐννοεῖσθαι τὸ πολὺ θερμὸν, τὸ δὲ τι κατὰ τὴν ἐπίστασιν τῆς ποιότητος, τὸ δέ τι κατὰ τὴν ἰσχὺν τῆς οἰκείας ἐνεργείας. 

226
ἀλλ’ οὐδὲ κατὰ τὴν οὐσίαν εἶναι τοῖς αὐξανομένοις πολὺ θερμὸν ἐπὶ σμικρῷ γε τῷ τοῦ σώματος ὄγκῳ οὔτε κατὰ τὴν τῆς ποιότητος αὔξησιν, οὐ γὰρ φαίνεται θερμότερον τῶν ἀκμαζόντων. ἐν μὲν δὴ τῇ τῶν οἰκείων ἔργων ἰσχύϊ συγχωρεῖ μὲν ὑπερέχειν τὸ τῶν αὐξανομένων θερμὸν, ἀλλ’ οὐ κυρίως λέγεσθαι. ἔστι μὲν οὖν ἡ ῥῆσις αὐτοῦ, δι’ ἧς ταῦτα δηλώσει, μεγίστη. ἀλλ’ ἐγώ μοι δοκῶ, καθάπερ ἐπὶ τῆς προγεγραμμένης ἔπραξα, καὶ νῦν οὕτω ποιήσειν. οὖσαν γὰρ κἀκείνην μακροτάτην οὐχ ὅλην ἔγραψα, μόνον δὲ τὸ ἐπικαιρότατον αὐτῆς ἐξέλεξα. γιγνέσθω τοίνυν κἀπὶ ταύτης οὕτως καὶ γραφέσθω τὸ χρησιμώτατον εἰς τὸ προκείμενον μέρος αὐτῆς. ὁ μὲν ἕτερος οὖν μοι τῶν λόγων καὶ δὴ πέρας ἔχει, ἐπὶ δὲ τὸν λοιπὸν ἂν ἀφικοίμην, δύο γὰρ δήπου μεμνῆσθαί μου προθεμένας εὐθὺς ἐπιζητήσεις ἐν ἀρχῇ, μίαν μὲν τὴν εἰ ὀρθῶς προσέθηκεν Ἱπποκράτης τὸ ἔμφυτον, ἄλλην δὲ εἰ ὀρθῶς εἶπε, πλεῖστον εἶναι τοῖς αὐξανομένοις τὸ θερμόν. τῆς δ’ ἑτέρας οὖν ζητήσεως
227
ἐκτετελεσμένης, ἐπὶ ταύτην οὖν λοιπὸν τραποίμην καὶ ἐπιχειρήσαιμι ἀνασκοπεῖσθαι, εἰ ὀρθῶς λέλεκται, πλεῖστον εἶναι τοῖς αὐξανομένοις τὸ θερμόν. κατὰ δὴ τὸ ἐξετάζειν ἕτερον θερμὸν, τριττὰ τυγχάνει ὄντα τὰ ἐπιζητήσεως δεόμενα καὶ μάλα πολὺ κεχωρισμένα ἀλλήλων. ἓν μὲν τί ποτέ ἐστι τὸ πλεῖον ἄλλο ἄλλου θερμὸν, ἕτερον δὲ τί ποτέ ἐστιν ἄλλο ἄλλου θερμότερον, καὶ τρίτον τί ποτέ ἐστιν ἄλλο ἄλλου θερμὸν ἰσχυρότερον. εἰ μὲν οὖν τύχῃ τις ἐρόμενος ῾μᾶς ποῖόν τί ἐστι τὸ πλεῖον ἄλλο ἄλλου θερμὸν, τὸ ἀνάλογον ὀφείλομεν ἀποκρίνεσθαι ὡς καὶ πρὸς τὸν ἕτερον ἐρόμενον ποῖόν τί ἐστιν ἕτερον ἑτέρου ὑγρὸν πλεῖον ἀποκρινοίμεθα. ὥσπερ γὰρ ἐνταῦθα πρῶτον τὸ ἐπερώτημα πρὸς τὸ εἰρημένον ἐστὶν, οὐκέτι ἄλλο τι ὀρθῶς ἀποκρίνεσθαι ἀλλ’ ἢ μόνον τοῦτο τὸ τῇ οὐσίᾳ ὑπερβάλλειν πλεῖον, ἀμέλει ὑγρὸν ἄν τις εἴποι τὸν ἀμφορέα τοῦ ἡμίσεως. οὕτω δὲ κἀπὶ τοῦ θερμοῦ, εἰ τὴν αὐτήν τις ἐρώτησιν ἐρωτοίη ταύτην, ποῖόν ἐστι πλέον τοῦ ἑτέρου θερμὸν, οὐκ ἂν ἄλλο τι ὀρθῶς
228
ἀποκρινοίμεθα ἢ τὸ τῇ οὐσίᾳ πλέον διὰ τὸ οὐσίας ὑπάρχειν πλεῖον δηλονότι καὶ παρήκειν τόπῳ πλείονι. καὶ οὐδὲν ἄν γε κωλύσει ταὐτὸν καὶ πλεῖον εἶναι θερμὸν καὶ ἐπ’ ἔλαττον θερμὸν, ὥσπερ γε καὶ τὸ πλεῖον τῇ οὐσίᾳ ὑγρὸν, δύναιτ’ ἂν ἐπ’ ἔλαττον εἶναι κεχυμένον. πρὸς μὲν οὖν τό γε ἐπερώτημα τοῦτο ὀρθῶς ἄν τις ἀπεκρίνατο· πρὸς δ’ αὖ ἐκεῖνο τὸ ποῖόν ἐστιν ἕτερον ἑτέρου θερμότερον ἀποκρίνασθαι ὀρθῶς ἐστι τὸ κατὰ τὴν θάλψιν ἐπιτεταμένον μᾶλλον, κἂν ἐπὶ οὐσίας ἐλάττονος τύχῃ ὂν. ὥσπερ γε πρὸς τὸν ἐρόμενον ὁποῖόν τί ἐστιν ἕτερον ἑτέρου λευκότερον ἔστιν ἀποκρίνασθαι ὀρθῶς τὸ ἐπιτεταμένον μᾶλλον κατὰ τὴν ποιότητα τὴν λευκήν. κατὰ γοῦν τοῦτο κἂν ἐν βραχεῖ ὄγκῳ τύχῃ οὖσα χιὼν, λευκοτέραν τις φαίη αὐτὴν εἶναι οὑτινοσοῦν ἄλλου λευκοῦ, ὥσπερ γε καὶ πρὸς τὸν ἐρόμενον ποῖόν ἐστι τὸ ἕτερον ἑτέρου ὑγρότερον ἀποκρίνασθαι ἔστιν ὀρθῶς τὸ μᾶλλον κεχυμένον, οἷον τὸ ὕδωρ τοῦ μέλιτος καὶ τῆς πίττης, κἂν τὸ μὲν ὕδωρ ἐν πάνυ βραχείᾳ οὐσίᾳ θεωρῆται, τὸ δὲ μέλι καὶ ἡ πίττα ἐν ὑπερβολῇ. οὕτω δὲ καὶ
229
πρὸς τὸν περὶ θερμοῦ ἐρόμενον ποῖόν τί ἐστιν ἕτερον ἑτέρου θερμότερον ὀρθῶς ἔστιν ἀποκρίνασθαι τὸ μάλιστα ἐπιτεταμένον κατὰ τὴν θάλψιν, οἷον τὸ πῦρ οὐκ ἂν ἐπ’ ὀλίγης οὐσίας θεωρεῖται, ἕτερον δὲ τί που θερμὸν καὶ χλιαρὸν ἀντεξεταζόμενον τούτου τυγχάνον ἐπὶ πλείονος οὐσίας ὑπάρχον. πρὸς μὲν οὖν ταῦτα αἵδ’ ἀποκρίσεις εἰσὶ, πρὸς δὲ τὸν ἀναπυνθανόμενον, ποῖόν τί ἐστι τὸ ἕτερον τοῦ ἑτέρου ἰσχυρότερον θερμὸν οὐκέθ’ ὁμοία ταῖς πρόσθεν ἀπόκρισις. οὔτε γὰρ τὸ κατὰ θάλψιν ἐπιτεταμένον μᾶλλον ἀποκρινούμεθα οὔτε τὸ ἐπ’ οὐσίας θεωρούμενον πλείονος, ἀλλὰ τὸ κατὰ τὴν ἄνυσιν τοῦ ἔργου ὑπερβάλλον. συνίσταται δ’ ἂν ὅπερ λέγω οὕτως· ἔργα δήπου τὰ τοῦ θερμοῦ πολλά ἐστι. χεῖται γάρ τινα τούτῳ καὶ ἄλλα συνίστησι καὶ μεταβάλλει μάλα πολλὰ καὶ ὡς κατὰ μέρος εἰπεῖν ἐπὶ τῶν ἡμετέρων σωμάτων πέττει τὴν τροφὴν ἐν γαστρὶ καὶ τοῖς ἐντέροις καὶ εἰς τὸ σῶμα ἀνάγει τὴν κατεργασίαν καὶ πρὸς σῶμα ἀλλοιοῖ καὶ προσφύει τοῖς ἡμετέροις σώμασιν αὐτὴν, κατά γε τὴν θρέψιν καὶ τὴν αὔξησιν. ἔστιν οὖν ἰσχυρότερον ἕτερον ἑτέρου θερμὸν τὸ μᾶλλον παρέχεσθαι
230
ταῦτα δυνησόμενον. τὸ δὲ τυγχάνον ὂν οὐχὶ πάντως, τὸ ἤτοι κατὰ τὴν ποιότητα ἐπιτεταμένον ἢ κατὰ τὴν οὐσίαν πλεῖον. πολλάκις γὰρ τὸ ἔλαττον τῇ οὐσίᾳ καὶ τὸ ἔλαττον τῇ θάλψει ἀνυσιμώτατον πρὸς τὸ ἔργον ἐστίν. ὡς γὰρ τὸ πρότερον εἴπομεν ἡμῖν πρὸς τὴν ἀπόδοσιν τῶν οἰκείων ἔργων, οὐ τὸ μάλιστα ἐπιτεταμένον ἐστὶν ἰσχυρότερον, ἀλλὰ τὸ μάλιστα σύμμετρον. ὡς τό γε ἐπιταθὲν κατ’ αὐτὴν τὴν θάλψιν, ἐνίοτε καὶ βλάβος τοῖς ἔργοις γίνεται, καί μοι τούτου πιστότατα ἱκανὰ, ἃ πρόσθεν ἡμῖν ἐγὼ διεξῆλθον περὶ τῆς ἰδιότητος τοῦ θερμοῦ λέγων. τούτων ὧδε ἐχόντων καὶ τριῶν ὄντων, ὥσπερ προείρηκα, τῶν ἐπιζητουμένων κατὰ τὸ ἀντεξετάζειν, ἕτερον πρὸς ἕτερον θερμὸν, ἐπειδὰν Ἱπποκράτης φησὶν ἐνταῦθα ἔχειν τὰ αὐξανόμενα τὸ θερμὸν πλεῖστον τὸ ἔμφυτον, τῶν τριῶν ἓν ἢ κυρίως χρώμενος ταύτῃ τῇ φωνῇ, ψεῦδός τε εἴρηκεν ἢ κακῶς κέχρηται τῇ φωνῇ καὶ ψεῦδός τι εἴρηκεν ἢ ἵνα ἀληθές τι δόξῃ εἰρηκέναι, 
231
χρὴ γὰρ αὐτὸν οὐ καλῶς τῇ φωνῇ κεχρῆσθαι. εἰ μὲν γὰρ λέγει πλεῖστον εἶναι τὸ θερμὸν τοῖς αὐξανομένοις, οἷον κατὰ τὴν οὐσίαν, ὡς ἂν καὶ τὸ ὑγρόν τις φαίη πλεῖστον εἶναι τοῦ ἀμφορέως, οὐ τὸ διπλάσιον τούτου, τῇ μὲν φωνῇ ὀρθῶς δόξει κεχρῆσθαι, ψεῦδος δέ τι πολὺ ἀνάγκη ἐστὶν αὐτὸν εἰρηκέναι. οὐ γάρ ἐστι τῇ οὐσίᾳ τὸ ἐπὶ τῶν αὐξανομένων θερμὸν πλεῖστον, ὅτι οὐδὲ ὁ τοῦ σώματος ὄγκος μείζων ἐστὶν ἐπὶ τούτων ἢ ἐπὶ τῶν ἀκμαζόντων τε καὶ γερόντων. τὸ δ’ ἔμφυτον θερμὸν παντὶ παρεκτέταται τῷ σώματι. εἰ δ’ αὖ πλείονα λέγει τοῖς αὐξανομένοις καὶ ταύτην τὴν θάλψιν ἐπιτεταμένην ἴσως τούτου θερμοτέραν, ὡς ἂν καὶ φαίη τις βουλόμενος εἰπεῖν τὴν χιόνα λευκοτέραν εἶναι ἄλλου του τῶν λευκῶν, μὴ λευκοτέραν εἶναι αὐτὴν μηδὲ μᾶλλον λευκὴν, ἀλλὰ πλεῖον εἶναι τὸ λευκὸν τοῦδε λευκοῦ, κατ’ ἀμφότερα δόξει ἁμαρτάνειν Ἱπποκράτην, κατά τε τὸ μὴ καλῶς κεχρῆσθαι τῇ φωνῇ καὶ κατὰ τὸ ἄλλως ψεῦδός τι λέγειν· κατὰ μὲν τὸ μὴ καλῶς κεχρῆσθαι τῇ
232
φωνῇ διαμαρτάνειν ἂν δοκοίη, ὅτι τὴν ἐπ’ οὐσίας πλείονος ταττομένην φωνὴν ταύτην ἔταξεν, ἐθέλων σημῆναι ποιότητα ἐπιτεταμένην μᾶλλον ὑπάρχειν τῇ θάλψει. ψεῦδος δέ τι ἂν δοκῇ εἰρηκέναι, ὅτι οὐ μάλιστα ἐπιτεταμένον τὸ θερμὸν τοῖς αὐξανομένοις κατὰ τὴν ποιότητα, οὐ δεόντως, θερμότερον ἐπὶ τῆσδε τῆς ἡλικίας τοῦ θερμοῦ ἢ ἐπ’ ἄλλης τινός. ὁ δὲ ἔφη εἶναι μάλιστα ἐπιτεταμένον ἐπὶ τῶν αὐξανομένων· ὅτι δὲ τοῦτο ψεῦδος τυγχάνει ὂν τὸ μάλιστα ἐπιτετάσθαι τοῖς αὐξανομένοις τὸ θερμὸν, ῥᾴδιόν ἐστι παντὶ ἐπιστῆσαι. οὐδὲν γὰρ ἂν εὑρέθη γνώρισμα κατὰ τὸ σῶμα ὑπάρχον ἐπὶ τῶν αὐξανομένων τῆς μάλιστα κατὰ τὴν θάλψιν ἐπιτάσεως τοῦ θερμοῦ. τὸ γὰρ εἰρημένον ὑπὸ τούτου ἐν τῷ περὶ φύσεως ἀνθρώπου συγγράμματι, εἰς τέκμαρσιν τοῦ πλεῖστον εἶναι τοῖς αὐξανομένοις τὸ θερμὸν, ἠλίθιον παντελῶς. τῷ γὰρ πρώτῳ χρόνῳ θερμότερον ἀποφαίνειν εἶναι τὸν ἄνθρωπον, τεκμαιρόμενος τῇ αὐξήσει πλείστῃ τηνικαῦτα συντελουμένῃ. οὐ γὰρ ἂν πρὸς βίαν, φησὶ, καὶ παρὰ φύσιν ἀνεφέρετο ἡ τροφὴ πρὸς ἐναντίον τῷ αὐτῆς
233
τῆς βάρει ἐν τῷ αὔξεσθαι τὸ σῶμα, εἰ μή τι ἰσχυρὸν τὸ ἐπαναγκάζον ᾖ. τῷ γὰρ τοιούτῳ οὐ τὸ μᾶλλον ἐπιτετάσθαι κατὰ τὴν θάλψιν τὸ θερμόν ἐστι γνώρισμα, ἀλλὰ τὸ ἰσχυρότερον εἶναι. τὸ δὲ ἰσχυρότερον, ὡς ὀλίγον ἔμπροσθεν εἶπον, οὐ τοιοῦτον ἦν, οἷον τὸν μάλιστα ἐπιτεταμένον κατὰ αὐτοῦ ποιότητα, ἀλλὰ τὸ μάλιστα σύμμετρον πρὸς τὸ ἔργον· ὅτε δὴ οὖν ταῦτα ταύτῃ ἔχει, εἴπερ οὕτως λέγει Ἱπποκράτης, τὰ αὐξανόμενα τὸ θερμὸν ἔχει πλεῖστον τὸ ἔμφυτον, κατ’ ἀμφότερα διαμαρτάνει, κατά τε τὸ μὴ καλῶς κεχρῆσθαι τῇ φωνῇ καὶ κατὰ τὸ ψεῦδός τι ἄλλως εἰρηκέναι· εἰ δ’ ὡς τὸ τρίτον εἶπον λέγει, πλεῖστον εἶναι τοῖς αὐξανομένοις τὸ θερμὸν ἐν ἴσῳ τοῦ τε ἰσχυροτάτου πρὸς τὴν ἄνυσιν τοῦ ἔργου, ὅπερ γίνεται ἐκ τοῦ μάλιστα σύμμετρον εἶναι, οὐχὶ δέ γε ἐκ τοῦ ἤτοι τῇ οὐσίᾳ πλεῖον ὑπάρχειν ἢ αὐτῇ τῇ θάλψει ἐπιτετάσθαι μάλιστα. τῇ μὲν οὖν φωνῇ δοκοίη ἂν καλῶς κεχρῆσθαι, ὅτι πλεῖστον εἶπεν εἶναι τὸ θερμὸν, δέον φάναι ἰσχυρότατον, τὸ μέντοι εἰρημένον ὀρθῶς λελέχθαι δοκοίη ἄν. ὥσπερ γὰρ αἱ αὐξήσεις ὑπὸ τοῦ
234
ἐμφύτου γίνονται θερμοῦ, ὥσπερ οὖν ἐρεῖ ὁ λόγος, ἀμήχανον καὶ ἀδύναντον μὴ ἰσχυρότατον εἶναι αὐτὸ ἐπὶ τῶν αὐξανομένων. καί μοι εἰς τοῦτο καλῶς ἂν εἴη λελεγμένον τὸ ἐκ τοῦ περὶ φύσεως ἀνθρώπου συγγράμματος. ἀνάγκη γὰρ αὐξανόμενον καὶ χωρέον τὸ σῶμα πρὸς βίην ἰσχυρότατον ἔχειν τὸ θερμὸν αὐτῆς, οἵα καὶ ἡ τοῦ Λύκου ῥῆσις εἰς μῆκος μὲν ἐκτεταμένη, πλέον δὲ οὐδὲν ἑρμηνεύουσα τῶν ὑπ’ ἐμοῦ προειρημένων. εἰ μὲν γὰρ τῷ τῆς οὐσίας ὄγκῳ παραμετρῶν ὁ Ἱπποκράτης, πλέον ἔφησεν εἶναι τοῖς αὐξανομένοις τὸ θερμὸν ἁμαρτάνειν αὐτὸν οἴεται, μικροτέρου σαφῶς τοῖς παιδίοις ὑπάρχοντος τοῦ σώματος. εἰ δὲ τὸ κατὰ τὴν θάλψιν ἐπιτεταμένον, πάλιν αὖ καὶ τούτου μάχεσθαί φησι τὸ φαινόμενον. εἰ δὲ τὸ κατὰ τὴν ἐνέργειαν ἰσχυρότερον, ἀληθὲς μέν τι λέγεσθαι συγχωρεῖ, κεχρῆσθαι δὲ οὐ καλῶς αὐτὸν ἀποφαίνει τῇ λέξει. χρῆναι γὰρ οὐ πλέον, ἀλλ’ ἰσχυρότερον ὡς πρὸς τὴν ἐνέργειαν εἰρῆσθαι τὸ τῶν αὐξανομένων θερμόν.

235

Ἀλλ’, ὦ βέλτιστε Λύκε, φαίη τις ἂν, οἶμαι, πρὸς αὐτὸν ἀπολογούμενος ὑπὲρ ὧν ἐπηρεάζει τὸν Ἱπποκράτην μὴ ταῦτα εἶναι μοχθηρὰ τὰ λεγόμενα. εὐθὺς οὖν τὸ κατὰ τὴν οὐσίαν πλέον θερμὸν, οὐχ ἁπλῶς κρίνεται τῷ τοῦ παντὸς ὄγκῳ σώματος, ἀλλ’ ὡς αὐτὸς ὁ Λύκος ἔλεγεν ἑτέρωθι, μέγιστον ἐγκέφαλον ἔχειν τὸν ἄνθρωπον οὐχ ἁπλῶς λαμβάνων τὸ μέγεθος, ἀλλὰ κατὰ τὴν ἀναλογίαν τοῦ ζώου πρὸς τὸ ζῶον. ὥσπερ οὖν οὕτω σμικρὸν παιδίον ἐλέφαντος τοῦ μεγίστου μείζονα τὸν ἐγκέφαλον ἔχειν φησὶν, οὐ τῷ τοῦ σώματος ὄγκῳ μόνῳ προσέχων τὸν νοῦν, ἀλλὰ προστιθεὶς αὐτοῦ τὸ κατὰ τὴν ἀναλογίαν, οὕτω κἀπὶ τοῦ θερμοῦ σώματος ἐχρῆν πεποιηκέναι, σκεψάμενον ὁποῖόν τι τῶν ἐν ἡμῖν σωμάτων ἔμφυτον ὑπάρχει, τουτέστιν ἀρχέγονον. αὐτὸς γὰρ ἐπίσταται τοὔνομα καὶ γεγραμμένον ἐν τοῖς Ἱπποκρατείοις βιβλίοις καὶ συνημμένον ἐκεῖνο τὸ σῶμα τὸ ἐξ ἀρχῆς ὑπάρχον τοῖς γεννωμένοις, τουτέστιν ἐξ οὗ τὴν πρώτην ἔσχηκε γένεσιν. ἆρ’ οὖν ἄλλο τι τοῦτ’ ἐστὶ πλὴν καταμηνίου 

236
καὶ σπέρματος; ἐγὼ μὲν οὐδὲν οἶδα τρίτον, ἀλλ’ ἐπεὶ περ ἡ τοῦ σώματος οὐσία τοῖς γεννωμένοις ἐκ τούτων ἐστὶ τῶν ἀρχῶν, ἡ μὲν ἀκριβῶς πρώτη σύστασις οὐκ ἐκ πλείστων ἂν εἶναι λέγοιτο τῶν εἰρημένων σωμάτων, ἀλλ’ ἐκ μόνων. καίτοι τί λέγω τὴν πρώτην ἀκριβῶς; εἰ γὰρ ἀναμνησθείημεν ὁποίαν τινὰ διηγήσατο τὴν ἑκταίαν γονὴν Ἱπποκράτης, εἰσόμεθα σαφῶς ἔτι διαμένον ἐν αὐτῇ τὸ ἔμφυτον σῶμα. πρὶν γὰρ ὀστοῦ τινα φύσιν ἢ φλεβὸς ἢ ἀρτηρίας ἢ νεύρου ἢ χόνδρου ἢ συνδέσμου ἐν τῷ κυήματι φαίνεσθαι, μόνον αὐτοῖς ὑπάρχει θερμὸν σῶμα τὸ ἔμφυτον. ἀδιάπλαστος γάρ τις σὰρξ μαλακὴ παραπλήσιος αἵματος θρόμβῳ διαδέχεται τὴν πρώτην τοῦ κυήματος ἰδέαν, ἐν αὐτῇ τινας ἔχουσαν, καθάπερ Ἱπποκράτης ὠνόμασεν, οἶον αἱμάλωπας ἐκ τῆς τοῦ σπέρματος οὐσίας, τῆς ἐν αὐτῇ λευκότητος ὑπαρχούσης, ὕστερον δ’ ἐκ πολλῆς τῆς ἀλλοιώσεως συνεχῶς γιγνομένης, ὀστοῦ τις ὑπογραφὴ καὶ χόνδρου καὶ συνδέσμου καὶ νεύρου καὶ ἀρτηρίας καὶ φλεβὸς ἀποτελεῖται, καθ’ ὃν ἤδη χρόνον μένον ἔτι τὸ ἔμφυτον θερμὸν σῶμα
237
τοῖς κυουμένοις ἐστὶν, ἀλλὰ πλεῖστον ἀεί τε καὶ μᾶλλόν ἐστιν ὅσον αὔξεται τὰ κυούμενα. τὸ μὲν ἔμφυτον αὐτῶν σῶμα θερμὸν, ὅπερ ἦν αἷμα καὶ σπέρμα μεῖον γίγνεται. ποικιλία δὲ ἐπικτήτων προσγίνεται σωμάτων. οὐδὲν γὰρ τῶν εἰρημένων τοῖς ζώοις ἔμφυτόν ἐστιν, ἀλλ’ ἐπίκτητα πάντα καὶ εἴπερ ὅλον τ’ ἦν γενέσθαι ποτε ζῶον ὄστινον ἢ νεύρινον, ἐφθείρετ’ ἂν οὕτως τὸ ἔμφυτον θερμόν. ἀλλὰ τοῦτο μὲν ἀδύνατον, ἐπικρατεῖν δὲ τὴν τῶν ὀστῶν καὶ χόνδρων καὶ συνδέσμων καὶ νεύρων καὶ ἀρτηριῶν οὐσίαν ἐγχωρεῖ. τὰ γοῦν εἰς ἔσχατον γῆρας ἀφικόμενα τῶν ζώων ἐλαχίστην ἔχοντα τὴν αἱματώδη φύσιν ὀλίγου δεῖν, ἐξ ὀστῶν μόνων καὶ νεύρων, ὑμένων τε καὶ συνδέσμων, ἀρτηριῶν τε καὶ φλεβῶν καὶ χόνδρων σύγκειται. ἐκ γὰρ μὲν ὅλων τῶν τοῦ ζώου μορίων ἡ μόνη σὰρξ αἱματώδης ἐστὶν, ἣν ἐλαχίστην ἔχει τὰ γεγηρακότα, καὶ ταύτην ὀλίγαιμόν τε καὶ σκληράν. τῶν δ’ ἄλλων τῶν εἰρημένων μορίων οὐδὲν αἱματῶδες ὑπάρχει. οὔκουν ἁπλῶς χρὴ τῷ τῆς οὐσίας ὄγκῳ μετρεῖν τὸ ποσὸν τοῦ συμφύτου σώματος, ὅπερ ἐπὶ τῆς δραστικωτάτης
238
τῶν ἐν αὐτῷ ποιοτήτων ἔμφυτον ὠνόμασται θερμὸν, ἀλλὰ παραβάλλοντας τοῖς οὐκ ἐμφύτοις σκοπεῖσθαι τὴν ἀναλογίαν. ὡς γὰρ ἐν τῷ βαλανείῳ πολὺν ἀτμὸν ἢ νὴ Δία καπνὸν ἤ τι τοιοῦτον ἕτερον εἶναί φαμεν, οὐ πρὸς τὸ μέγεθος ἀναφέροντες ἁπλῶς τῶν οἰκιῶν, ἀλλὰ πρὸς τὸν οἰκεῖον ἀέρα τοῦ βαλανείου, οὕτως καὶ κατὰ τὸν ἄνθρωπον ἐροῦμεν ἤτοι πλείστην εἶναι τὴν οὐσίαν ἢ ὀλίγην τοῦ ἐμφύτου θερμοῦ, παραβάλλοντες τοῖς οὐκ ἐμφύτοις σώμασιν. αἱματωδέστατα γὰρ ἅπαντα ἔχει τὸ βρέφος, ἄχρι καὶ τοῖς ὀστοῖς ἐμφαίνεσθαί τι τοιοῦτον. ἔμπαλιν δὲ οἱ γέροντες ἀναιμότατα πάντ’ ἔχουσιν ἄχρι τῶν σαρκῶν· καὶ γὰρ ταύταις ἐλάχιστον αἵματος ὑπάρχει. ἀλλ’ ἢν ἔμφυτον σῶμα θερμὸν τὸ αἷμα περαίνοιτ’ ἂν οὖν ἐκ τῶνδε πλεῖστον μὲν εἶναι τὸ ἔμφυτον θερμὸν σῶμα τοῖς αὐξανομένοις, ἐλάχιστον δὲ τοῖς γεγηρακόσιν. οὕτως δὲ καὶ τὸ σπέρμα συγκείμενον ἔκ τε τῆς ὀῤῥώδους ὑγρότητος καὶ τοῦ πνεύματος τοῦ κατ’ αὐτὴν, ἐλάχιστον μὲν ἐν τοῖς γεγηρακόσι, πλεῖστον δ’ ἐστὶν ἐν τοῖς τῶν αὐξανομένων σώμασι, καὶ τούτων μάλιστα
239
ἐν τοῖς νεωτάτοις, ὡς ἐν τοῖς περὶ σπέρματος ὑπομνήμασιν ἀπεδείξαμεν. εἰ γοῦν ἀπορήσεις, εἰ ῥᾳδίως ἀναλίσκεται καὶ διαῤῥεῖ τὸ σῶμα τῶν αὐξανομένων; καὶ μὴν ἐπὶ γε τῶν ἄλλων οὐκ ἀγνοεῖς ὕδωρ μὲν θερμὸν ἢ ἔλαιον ἤ τι τῶν οὕτως ὑγρῶν ἐλαχίστῳ διαφορούμενον ὅλον. οὔτε γὰρ γῆν οὔτε λίθον οὔτ’ ἄλλο τῶν ψυχρῶν φύσει καὶ ξηρῶν. δύο μὲν γάρ εἰσιν ἐν ἅπασι τοῖς οὖσιν ἐπιτηδειόταται ποιότητες εἰς διαφόρησιν, ὑγρότης καὶ θερμότης, δύο δὲ ἔμπαλιν εἰς διαμονὴν, ξηρότης καὶ ψυχρότης, ὥστ’ οὐδὲν θαυμαστὸν, εἰ τὰ μὲν τῶν παιδίων σώματα διά τε τὴν ὑγρότητα καὶ θερμότητα ῥᾳδίως διαπνεῖται, τὰ δὲ τῶν γερόντων οὐ ῥᾳδίως ὑπὸ ξηρότητος καὶ ψύξεως πεπηγυῖαν ἐχόντων τὴν οὐσίαν δὲ ὥστ’, ὦ βέλτιστε Λύκε, περὶ ὧν ἐχρῆν ἐπιτιμηθῆναί σε, περὶ τούτων ἐγκαλεῖς. ἀγνοῶν οὖν ἐφάνης ἕν τι τῶν πρώτων μαθημάτων, ὃ μηδεὶς τῶν εἰσηγμένων νομίμως ἀγνοεῖ. πολλὴν μὲν γὰρ οὐσίαν ἁπλῆν ὁ τοῦ σώματος ὄγκος κρίνει, σύνθετον δὲ ἐκ διαφερόντων
240
ὑπάρχουσαν ἡ τῶν μιχθέντων ἀναλογία, καθάπερ καὶ τὸν ἐγκέφαλον ἤ τι τῶν ἄλλων μορίων. οὕτω γοῦν καὶ μιγνύντες οἶνον ὕδατι τοῦ πιεῖν ἕνεκεν ἤτοι πλείονα τὸν οἶνον λέγουσιν ἢ τὸ ὕδωρ ἢ οὔθ’ ἕτερον, ὅταν εἰς συμμετρίαν κράσεως ἥκωσιν. ἔμπληκτος δ’ οὐδεὶς οὕτως ἐστὶν, ὡς ἐμβαλὼν εἰς οἴνου πίθον ὕδατος κοτύλην πλεῖον εἷναι λέγει ἐν τῷ πίθῳ τὸ ὕδωρ τοῦ κατὰ τὸ μικρὸν ποτήριον, ὅταν οὕτως ἔτυχεν, ἐν ἐκείνῳ τριῶν ὄντων κυάθων, ὁ μὲν εἶς ὕδατος, οἱ δὲ δύο ὑπάρχουσιν οἴνου. Λύκος δὲ, ὡς οἶμαι, καὶ τὴν τετραφάρμακον ὀνομαζομένην δύναμιν, ἐκ κηροῦ καὶ στέατος καὶ πίττης καὶ ῥητίνης, ἴσων ἁπάντων συντεθειμένων, οὐ φήσει πλείονα μὲν πίτταν ἔχειν, ἐὰν διπλασίαν τις ἐμβάλλῃ τῶν ἄλλων, ἀλλὰ κἀνταῦθα ἐπισκέψασθαι, πότερον πίθος ὅλος ἐστὶ μεστὸς τῆς τετραφαρμάκου δυνάμεως ἢ μικρόν τι λεκάριον, εἴτα τὸν πίθον ἐρεῖ πολὺ πλείονα τὴν πίτταν ἔχειν τοῦ λεκαρίου, κἂν ὁ μὲν ἐξ ἴσων ἦν τῶν τεττάρων, ἡ πίττα δὲ ὑπάρχει διπλασία τῶν ἅλλων ἐν τῷ λεκαρίῳ. εἴπερ οὖν ἅπαντα τὰ τοιαῦτα ἁμαρτήματα 
241
τῶν ἄλλων μὴ δυναμένων ἐστὶ διακρῖναι τὸ κατ’ ἀναλογίαν καὶ μίξιν πολὺ τοῦ κατὰ τὸ κοινὸν μέτρον ἁπλῶς οὕτω λεγομένου, οὐ κατὰ τὸν αὐτὸν τρόπον ἐφ’ ὃν ὁ Λύκος ἐνεκάλεσεν Ἱπποκράτει· ἥ τε γὰρ οὐσία τοῦ ἐμφύτου θερμοῦ πλείστη τοῖς αὐξανομένοις ἐστὶν, ὡς πρὸς τὴν τῶν ἄλλων ἀναλογίαν, ἥ τε σὺν αὐτῇ ποιότης ὡσαύτως, ἐπειδήπερ ἀχώριστοι τῶν οὐσιῶν εἰσιν αἱ οἰκεῖαι ποιότητες, ὥσπερ γε τῷ καὶ αἱ δυνάμεις. οὕτω γοῦν κἂν εἰς τὴν τετραφάρμακον ἐμβάλῃς πλέονα τῆς τῶν ἄλλων ἀναλογίας τὴν πίτταν, οὐ τὴν οὐσίαν μόνον αὐτῆς, ἀλλὰ καὶ τὴν ποιότητα καὶ τὴν δύναμιν ἐρεῖς ἐνδεῖξαι πλείονα καὶ διὰ τοῦτο καὶ τὸ ὑγρὸν ὅπερ ἂν τῆς πίττης ηὐξῆσθαι. δῆλον οὖν ὅτι κατὰ τὰ τρία τοῦ πολλοῦ σημαινόμενα τὰ πρὸς τοῦ Λύκου γεγραμμένα πλείων ἥ τε πίττα λεχθήσεται κατὰ τὴν τετραφάρμακον εἶναι τό τ’ ἔμφυτον θερμὸν τοῖς ζώοις. ἔτι δὲ μᾶλλον ἐφ’ ὧν οὐ κέκραται δι’ ὅλων ἀλλήλων ὅλα τὰ μιγνύμενα, κατάδηλόν ἐστι κατὰ τοὺς τρεῖς τρόπους, οὓς ὁ Λύκος εἶπεν, ἕτερον ἑτέρου λέγεσθαι πλέον, ὥσπερ ἐπὶ
242
τοῦδε τοῦ φαρμάκου τῶν συνηθεστάτων ὄντος, ὃ σύγκειται μὲν ἐξ ἴρεως καὶ ἀριστολοχίας καὶ τοῦ τῶν ὀρόβων ἀλεύρου καὶ λιβανωτοῦ, πάντων ἀλλήλοις ἴσων τῷ σταθμῷ, δύναιτό τις τὸ ἓν ἐξ αὐτῶν διπλάσιον ἐργασάμενον ἀναμίξαι τοῖς ἄλλοις ἴσοις, οἷον εἰ τύχοι τὴν ἀριστολοχίαν. ἀληθὲς οὖν ἐστι κατὰ τὴν αὐτῶν μίξιν εἰπεῖν, ὅτι καὶ τῇ οὐσίᾳ καὶ τῇ ποιότητι καὶ τῇ ἐνεργείᾳ πλεῖόν ἐστι καὶ κρατεῖ τῶν ἄλλων ἡ ἀριστολοχία. ταὐτὸν δὴ τοῦτο κἀπὶ τοῦ βαλανείου τις εἴποι, μὴ μόνον ἔχοντος ἐν αὐτῷ τὸν εὔκρατον ἀέρα, προσειληφότα δὲ τι καὶ καπνοῦ καὶ ἀτμοῦ. δύναται γὰρ ἐκ τούτων ποτὲ μὲν ὁ καπνὸς εἶναι πλείων, ποτὲ δὲ ὁ ἀτμὸς, ὥσπερ γε καὶ ὁ κατὰ φύσιν ἀὴρ τοῦ βαλανείου. τὸ δ’ ἁπλῶς οὐ τῷ πλείονι κατὰ τὴν τῆς οὐσίας ὑπεροχὴν λέγομεν, ᾧ καὶ τὴν ποιότητα συναύξεσθαι καὶ τὴν ἀπ’ αὐτῆς ἐνέργειαν ἀναγκαῖόν ἐστιν ὑποκείσθω γοῦν εἶναι τὴν οὐσίαν τοῦ καπνοῦ πλείονα τῆς τῶν ἄλλων δυοῖν, ὀρθῶς ἐρεῖς τηνικαῦτα καὶ τὴν ποιότητα τοῦ καπνοῦ τῆς τῶν ἄλλων ποιότητος εἶναι πλείονα καὶ τὴν ἐνέργειαν. ὁμολογούμενον
243
δὲ οὐ πλείονα γίγνεσθαι ποιότητα ποιότητος, ἀλλὰ σφοδροτέραν, ὥσπερ γε καὶ ἀμυδροτέραν, οὐκ ἐλάττω, παμπόλλης οὕσης τῆς τοιαύτης χρήσεως τῶν ὀνομάτων ἐν ὅλῳ τῷ βιβλίῳ καὶ κατὰ πάσας τὰς τέχνας. καὶ τί δεῖ τῶν ἄλλων μνημονεύειν ἔχοντας ἐναργῶς τοῦ λόγου μαρτύριον ἐπ’ αὐτῶν τῶν πυρετῶν, οὓς ὁσημέραι πάντες ποτὲ μὲν μείζονας ἢ ἐλάττονας ἀλλήλων γεγονέναι φασὶ, ποτὲ δὲ ἔλαττον ἢ πλέον πυρέττειν, τὸν δὲ τοῦδε κατὰ τὸν αὐτὸν χθὲς ἢ σήμερον. οὕτως οὖν ὑποκειμένου λέγεσθαι τοῦ κατὰ τὴν ποιότητα πλέονος οὐδὲν θαυμαστὸν, ἐν ᾧ βαλανείῳ πλείων ἐστὶν οὐσία καπνοῦ καὶ τὴν ποιότητα φάναι γεγονέναι πλείονα καὶ τὴν ἐνέργειαν, εἰ μὲν κυρίως ὀνομάζομεν ἰσχυράν τε καὶ σφοδροτέραν, εἰ δὲ καταχρώμενοι μείζονά τε καὶ πλείονα. δήξεται γὰρ δηλονότι τοὺς ὀφθαλμοὺς ὁ καπνὸς εἰς ὅσον αὐξάνεται καὶ τὴν οὐσίαν, ὥστ’ ἀεὶ ταῖς οὐσίαις συναυξανομένων τῶν οἰκείων αὐταῖς ποιοτήτων καὶ τῶν ἐνεργειῶν, ἀληθῶς ἂν εἴποι τις ἐν τῷ τοιούτῳ βαλανείῳ πλεῖστον εἶναι τὸν καπνόν. ὑποκείσθω δὲ πάλιν, ὡς ἐλέγομεν,
244
ἀτμοῦ τε καὶ καπνοῦ κατὰ τὸ βαλανεῖον ὑπάρχειν, ἡ δ’ οἰκεία τοῦ ἀέρος οὐσία, πλείστη κατὰ τὴν ἀναλογίαν οὖσά τε καὶ γιγνομένη τοῦ τοῖς ζώοις ἐμφύτου θερμοῦ λεχθήσεται γὰρ καὶ νῦν ἐν τῷ βαλανείῳ πλεῖστον εἶναι τὸ οἰκεῖον θερμόν. ἆρ οὖν ἀποδεῖ τι τούτου τὸ καὶ τοὺς ἐν τῷ ζώῳ χυμοὺς, ἐξ ὧν ἀτμιζόντων ἡ προσπίπτουσα θερμασία τοῖς ἁπτομένοις ἔξωθέν ἐστιν; ἄλλη μὲν γὰρ ἀπὸ τοῦ αἵματος ἀνάπτεται θερμότης, ἄλλη δὲ ἀπὸ τοῦ φλέγματος, ἄλλη δὲ ἀπὸ τῆς ξανθῆς ἢ μελαίνης χολῆς. ἐπὶ μὲν οὖν τῶν παιδίων ἡ οὐσία τοῦ αἵματος πλείστη κατὰ τὴν τῆς μίξεως ἀναλογίαν. τούτου γὰρ ἀναμιμνήσκειν ἀεὶ δεῖ, καθάπερ ὑπὸ ληθάργου κατεχομένους, τοὺς τὰ τοιαῦτα ληροῦντας ὁποῖα Λύκος ἔγραψεν, ἥ τε συναυξανομένη ποιότης οὖσα χρηστὴ καὶ φίλιος, οὐκ ἀνιαρὰ καὶ δακνώδης τοῖς ἁπτομένοις, ἤ τ’ ἐνέργεια, καθ’ ἣν αἱ πέψεις οὐ κνισώδεις γίνονται οὐδ’ ὀξώδεις ὡς ἐπὶ φλέγματος. κατὰ πάντας οὖν τοὺς τρόπους, ὦ γενναιότατε Λύκε, τοῖς αὐξανομένοις πλέον ἐστὶ τὸ ἔμφυτον θερμὸν, ὥστ’ οὐδὲν Ἱπποκράτης ἥμαρτεν,
245
ἀλλὰ σὺ μᾶλλον ἐξηλέγχθης ἐπηρεάζων. ἐνεδείξω γὰρ ἐξ ὧν ἔγραψας οὐδ’ ὅλως εἰσηγμένος ὑπὸ διδασκάλων τῶν Ἱπποκρατείων ἐπαΐειν τι δογμάτων ἐγκαλῶν τε προφανῶς οἷς οὐδ’ ὅλως οἶσθα, τήν τ’ ἀντιλογίαν ἀμαθεστάτην ποιούμενος ἐφωράθης, τὴν δι’ αὐτῆς ἀνατρέπειν ἐγχειρῶν ἁπάσης τέχνης σύστασιν, ἀγνοῶν δὲ ἃ περὶ τούτων ἔγραψε Πλάτων πολλάκις ἐναντία λέγεις σαυτῷ, λυμαινόμενος τοῖς νέοις, ὅσοι καθάπερ σὺ λογικῆς θεωρίας ἀγυμνάστως ἔχοντες ἀγνοοῦσι διακρίνειν ἀληθεῖς λόχους ψευδῶν. ἐφ’ ἅπασι δὲ τούτοις τολμηρότατός τε ἅμα καὶ φλύαρος ὤφθης, ἐπιχειρήσας γράφειν ἐξηγήσεις τῶν ὑφ’ Ἱπποκράτους εἰρημένων ἄνευ τοῦ μεμαθηκέναι πρότερον αὐτά.