In Hippocratis Aphorismos Commentarii VII

Galen

Galen, In Hippocratis Aphorismos Commentarii VII

Ἐπὶ λευκῷ φλέγματι ὕδρωψ ἐπιγίνεται.

Τὸ λεγόμενόν ἐστι τοιοῦτον, ὅσοις ἂν πλεῖστον ἐν τοῖς ἀγγείοις καὶ κατὰ τὴν ἕξιν ὅλην τοῦ σώματος ἀθροισθῇ λευκὸν φλέγμα, τούτοις ὁ λευκοφλεγματίας ὕδερος ἔσται.

Ἐπὶ διαῤῥοίῃ δυσεντερίη.

Ἀπὸ κοινοῦ δηλονότι προσυπακοῦσαι χρὴ τὸ ἐπιγίνεται, ξεομένων τῶν ἐντέρων κατὰ βραχὺ, κἄπειτα διὰ βάθους

192
τούτου γινομένου καὶ οὕτως ἑλκουμένων. ἔμπροσθεν δὲ βέλτιον ἐν ἀφορισμῷ γνησίῳ γέγραπται κατὰ τόνδε τὸν τρόπον· ἐπὶ ἀκράτῳ ὑποχωρήσει δυσεντερία καὶ ἡμεῖς ἐξηγησάμεθα τὸν ἀφορισμὸν τοῦτον ἐν ἕκτῳ τῶν ὑπομνημάτων.