In Hippocratis Aphorismos Commentarii VII

Galen

Galen, In Hippocratis Aphorismos Commentarii VII

Ὑπὸ λυγμοῦ ἐχομένῳ πταρμοὶ ἐπιγινόμενοι λύουσι τὸν λυγμόν.

Καθάπερ αὐτὸς εἶπεν ὑπὸ πληρώσεώς τε καὶ κενώσεως γίνεσθαι τὸν σπασμὸν, οὕτω καὶ τὸν λυγμόν. ὅταν οὖν ὑπὸ πληρώσεως γένηται, τοὐπίπαν δὲ οὕτω συνίσταται, βιαίας δεῖται κενώσεως, ἵν’ ὥσπερ μοχλευθέντα τὰ κατὰ τούτων ὑγρὰ διαπνεύσῃ τε καὶ κενωθῇ. τοῦτο δὲ ὁ πταρμὸς ἐργάζεται· τοὺς δὲ ἐπὶ κενώσει λυγμοὺς σπανίως ἐπιγινομένους οὐκ ἰᾶται πταρμός. ὅτι δ’ ἐπὶ πληρώσει συνεχῶς γίνεται λυγμὸς, ὁρᾶται κἀπὶ τῶν παιδίων λυζόντων πολλάκις, ὅταν ὑπερπλησθῇ. καὶ τὸ κρύος δὲ καὶ ψύξις τῷ δυσδιάπνευστα ἐργάζεσθαι πάντα τὰ νευρώδη σώματα τὴν πλήρωσιν αὐτῶν ἀποτελεῖ καὶ διὰ τοῦτο λύζουσιν ἐπ’ αὐτῶν.

24
Ὑπὸ ὕδρωπος ἐχομένῳ τοῦ κατὰ τὰς φλέβας ἐν τὴν κοιλίην ὕδατος ῥυέντος λύσις.

Ἓν καὶ τοῦτό ἐστι παράδειγμα τῶν αὐτομάτων γινομένων ἐπ’ ὠφελείᾳ κενώσεων· αὐτομάτων δηλονότι λεγομένων οὐ τῶν χωρὶς αἰτίας, ἀλλὰ χωρὶς τῆς ἐξ ἡμῶν αἰτίας. ὅταν γὰρ δόντων ὑδραγωγὸν φάρμακον ἡ τοιαύτη κένωσις γένηται, οὐκέτ’ αὐτὴν ὀνομάζομεν αὐτόματον.

Ὑπὸ διαῤῥοίης ἐχομένῳ μακρῆς ἀπ’ αὐτομάτου ἔμετος ἐπιγινόμενος λύει τὴν διάῤῥοιαν.

Ἓν καὶ τοῦτό ἐστιν ὡσαύτως παράδειγμα τῶν καλῶν ὑπὸ τῆς φύσεως γινομένων, ὃ χρὴ μιμεῖσθαι τὸν ἰατρόν. ἡ δὲ ὠφέλεια τῷ τῆς ἀντισπάσεως λόγῳ.

25
Ὑπὸ πλευρίτιδος ἢ ὑπὸ περιπνευμονίης ἐχομένῳ διαῤῥοίη ἐπιγινομένη κακόν.

Τοῖς πάσχουσι μορίοις οὐχ ἁπλῶς ἕτερα συμπάσχειν πέφυκεν, ἀλλ’ ὅταν ἐν ἰσχυρῷ γένωνται πάθει. κατὰ τοῦτ’ οὖν καὶ τῷ ἥπατι παθόντι λυγμὸς μὲν ἐπιγίνεται, στομάχου συμπαθόντος, βὴξ δὲ καὶ δύσπνοια τῶν ἀναπνευστικῶν ὀργάνων. οὕτω γοῦν καὶ τοῖς ἀναπνευστικοῖς ὀργάνοις μεγάλως κακοπραγοῦσι τὸ ἧπαρ συμπάσχει, καὶ τοῦτό γε σαφῶς ἐνεδείξατο καὶ αὐτὸς ὁ Ἱπποκράτης οὐχ ἁπλῶς εἰπὼν ὑπὸ πλευρίτιδος ἢ περιπνευμονίας ἐκταραχθεῖσαν τὴν κοιλίαν κακὸν εἶναι σημεῖον, ἀλλὰ προσθεὶς τῷ ἐχομένῳ, ὡσεὶ κατεχομένῳ καὶ βιαζομένῳ τῷ κάμνοντι πρὸς τῶν τοιούτων παθῶν, εἰρήκει τὴν διάῤῥοιαν ἐπιγινομένην κακὸν εἶναι σημεῖον, ἐπειδὴ τοῖς οὕτως ἔχουσι διάῤῥοια γίνεται, μήθ’ ἕλκειν ἔτι καλῶς εἰς ἑαυτὸ τὴν τροφὴν δυναμένου τοῦ

26
ἥπατος μήθ’ αἱματοῦν, ἔστι δ’ ὅτε καὶ τῆς κοιλίας διαφθειρούσης αὐτήν. ἐπὶ μέντοι μετρίᾳ πλευρίτιδί τε καὶ περιπνευμονίᾳ διάῤῥοια ἐπιγινομένη δύναταί ποτε τῷ λόγῳ τῆς κενώσεως ὠφελῆσαι καὶ μᾶλλον ὅταν φαίνηται τὰ τῆς πέψεως σημεῖα τοῖς πάθεσι παρόντα καὶ οὔτε φόβος ἐστὶν, ἀλλὰ καὶ ἀκινδύνως. κοινῇ δ’ ἐπὶ τούτων καὶ τῶν ἄλλων ἁπάντων, ὅσα κατὰ τὸν αὐτὸν λέγεται τρόπον, ἐκείνου μεμνῆσθαι προσήκει, τοῦ διὰ μηδὲν ἄλλο πρόσκαιρόν τε καὶ πρόδηλον ἐπιγεγονέναι τὸ σύμπτωμα. καθάπερ γε καὶ νῦν τὴν διάῤῥοιαν ἐξ ἐδέσματός τινος ἢ πόματος, ἀλλὰ τῷ λόγῳ τοῦ νοσήματος. ὅσα γὰρ δι’ ἄλλο τι καὶ μὴ διὰ τὸ νόσημα γέγονεν, οὐ δύναται σημαίνειν αὐτοῦ τὸ ἦθος εἴ γε συνῆφθαι χρὴ κατά τι τὸ σημεῖον τῷ δηλουμένῳ πρὸ αὐτοῦ.

Ὀφθαλμιῶντα ὑπὸ διαῤῥοίης ληφθῆναι ἀγαθόν.
27

Οὐχ ὡς σημεῖον τοῦτο τῶν ὀφθαλμιώντων ἀγαθὸν, ἀλλ’ ὡς αἴτιον παρ’ αὐτοῦ εἴρηται, διὰ τὸ τὴν πλεονεξίαν τῶν χυμῶν ἐκκενοῦν τε ἅμα καὶ ἀντισπᾷν κάτω. ἔστι δ’ αὐτῷ καὶ τοῦτο παράδειγμα ἓν τῶν αὐτομάτως ἐπ’ ὠφελείᾳ κενουμένων, ἃ χρὴ τὸν ἰατρὸν μιμεῖσθαι, ἀμέλει καὶ ποιοῦσιν οὕτω πάντες ἐν ὀφθαλμίαις, τὴν γαστέρα διά τε κλυστήρων καὶ καθάρσεων ὑπάγοντες.

Κύστιν διακοπέντι ἢ ἐγκέφαλον ἢ καρδίην ἢ φρένας ἢ τῶν ἐντέρων τι τῶν λεπτῶν ἢ κοιλίην ἢ ἧπαρ θανατῶδες.

Τὸ θανατῶδες ὄνομα πολλάκις εἴρηται ἐν ἄλλοις τε καὶ κατ’ αὐτὸ τοῦτο τὸ βιβλίον, ἐπὶ τῶν ἔξ ἀνάγκης τεθνηξομένων, πολλάκις δὲ τῶν ὡς ἐπὶ τὸ πολύ. διὸ καὶ νῦν ἄδηλόν ἐστιν εἴτε πάντως ἀποφαίνεται θάνατον ἕπεσθαι ταῖς τῶν εἰρημένων μορίων διακοπαῖς, εἴτ’ ἐπί τινων ἐγχωρεῖ

28
σωθῆναι σπανίως τὸν ἄνθρωπον. ὅτι μὲν οὖν ἡ τῆς καρδίας τρῶσις ἐπιφέρει θάνατον ἐξ ἀνάγκης ἕν τι τῶν ὁμολογουμένων ἐστὶν, οὐ μὴν ἐπί γε τῶν ἄλλων ὡμολόγηται πᾶσα τρῶσις ἄφυκτον ἔχειν τὸν θάνατον, ἀλλ’ ἡ μεγάλη τε καὶ μέχρι πάθους, ὅπερ εἰκός ἐστι σημαίνεσθαι πρὸς τῆς διακοπέντι φωνῆς, ἵνα ὅ τε τῆς κύστεως χιτὼν ὅλως διακοπῇ μέχρι τῆς ἐντὸς εὐρυχωρίας, ἕκαστόν τε τῶν ἄλλων. ἐπὶ μὲν οὖν τῆς κύστεως ὡμολόγηται τὸ μὴ συμφύεσθαι τὴν τοιαύτην τρῶσιν, ὥσπερ γε καὶ τοῦ νευρώδους τῶν φρενῶν καὶ τῶν λεπτῶν ἐντέρων. ἐπὶ δὲ τῆς κοιλίας ἀμφισβητεῖται. τινὲς γὰρ σεσῶσθαί φασιν ἐπ’ αὐτῇ σπανίως τοὺς τρωθέντας. ἥπατος δὲ οὐ μόνον τρῶσιν βαθεῖαν ἐπὶ τῶν λοβῶν γινομένην θεραπεύεσθαί φασιν, ἀλλὰ καὶ λοβὸν ἀποτμηθέντα. ἴσμεν δ’ ὅτι κἀν τῷ περὶ τῶν ὀλεθρίων τραυμάτων ἔνια τῶν εἰρημένων ἐπιχειρεῖ θεραπεύειν ὁ γράψας τὸ βιβλίον. τό γε μὴν ἀκόλλητον μένειν τὴν διακοπὴν αὐτῶν, ἐπὶ μὲν τῆς καρδίας τε καὶ τοῦ διαφράγματος ἐκ τῆς διηνεκοῦς τῶν μορίων γίνεται
29
κινήσεως, ἐπὶ δὲ τῆς κύστεως ὅτι νευρώδης καὶ λεπτὴ καὶ ἄναιμος ἀμέλει καὶ τὸν τράχηλον αὐτῆς ὁρῶμεν ὁσημέραι θεραπευόμενον ἐν ταῖς λιθοτομίαις, ἐπειδὴ σαρκώδης ἐστί. τὸ δ’ ἧπαρ αἱμοῤῥαγικὰς ἔχει τὰς τρώσεις, καὶ διὰ τοῦτο ἀποθνήσκειν φθάνουσιν οἱ τρωθέντες οὕτως, πρὶν αὐτὸ κολληθῆναι. τὸ δ’ οὕτως εἶπον, ἵνα καὶ φλέψ τις διακοπῇ, διὰ τοῦτ’ οὖν οὔτε οἱ τὰς ἐπιπολῆς αὐτοῦ τρώσεις ἰᾶσθαι λέγοντες οὔτε οἱ τοὺς λοβοὺς ἀφῃρηκέναι δοκοῦσιν ἀληθεύειν. ἐγκέφαλον δὲ τρωθέντα πολλάκις εἴδομεν ἰαθέντα καὶ ἅπαξ ἐν τῇ κατὰ τὴν Ἰωνίαν Σμύρνῃ, ἔτι γε τοῦ διδασκάλου Πέλοπος ζῶντος, ἐπ’ ἀξιολόγῳ τῇ τρώσει. τουτὶ μὲν οὖν τῶν πάνυ σπανίων ἐστὶν, ἀληθὲς δὲ τὸ τὰς μεγάλας τρώσεις οἵας περ ἔοικεν ὁ Ἱπποκράτης ὀνομάζειν διακοπὰς ἐπιφέρειν θάνατον. αἵ γε μὴν ἄχρι τινὸς τῶν ἐν αὐτῷ κοιλιῶν τρώσεις ὁμολογοῦνται πᾶσι θάνατον ἐπιφέρειν. ἡ δὲ τῶν λεπτῶν ἐντέρων φύσις καὶ μᾶλλόν γε ἡ τῆς κοιλίας οὐκ ὀλίγον μετέχει τῆς σαρκώδους οὐσίας, καὶ διὰ τοῦτο ἐπιπολῆς
30
μὲν τρωθέντα κολλᾶται πολλάκις, ὅλα δὲ διακοπέντα μέχρι τῆς ἔσω κοιλίας ἐν τῷ σπανιωτάτῳ. οὐ τοῦτο δέ μοι δοκεῖ διὰ τὴν οὐσίαν αὐτῶν, ἀλλ’ ὅτι φάρμακον ἐπιθεῖναι, καθάπερ τοῖς ἔξω τραύμασιν οὐ δυνάμεθα. διὸ καὶ διὰ τῶν καταπινομένων ἐπιχειρεῖ θεραπεύειν τὴν κοιλίαν ὁ περὶ τῶν ὀλεθρίων τραυμάτων γράψας, εἴτ’ αὐτὸς ὁ Ἱπποκράτης εἴτ’ ἄλλος τις ἕτερος.

Ἐπὴν διακοπῇ ὀστέον ἢ χόνδρος ἢ νεῦρον ἢ γνάθου τὸ λεπτὸν ἢ ἀκροποσθίη, οὔτε αὔξεται οὔτε συμφύεται.

Αὔξεσθαι μὲν γὰρ λέγει τὸ γεννᾶσθαί τινα ἑτέραν οὐσίαν τοιαύτην, οἷα τοῦ διακοπέντος ἐστὶν, ὥσπερ ἐπὶ τῶν κοίλων ἑλκῶν ὁρᾶται σὰρξ βλαστάνουσα, συμφύεσθαι δὲ ὅταν τοῦ διακοπέντος σώματος τὰ χείλη κολληθῇ. τὸ μὲν οὖν μὴ γεννᾶσθαι χόνδρον ἢ ὀστοῦν ὡμολόγηται,

31
περὶ δὲ τοῦ μὴ κολλᾶσθαί τινες ἀμφισβητοῦσιν, ἐναργῶς γὰρ ὁρᾶσθαί φασι τὰ καταγνύμενα τῶν ὀστῶν κολλώμενα. πεπλάνηνται δ’ οἱ τοιοῦτοι καὶ διδάξειεν ἄν τις αὐτοὺς ἐπὶ τῶν ἀλόγων ζώων, ὅσα κατάξαντά τι μόριον ἐπωρώθη. ταῦτα γὰρ εἴτε τις ζῶντα εἴτε τεθνεῶτα βούλοιτο σκοπεῖν ἀνατεμὼν εὑρήσει σαφῶς ὑπὸ τοῦ πώρου καθάπερ ὑπὸ δεσμοῦ τινος ἐν κύκλῳ περιγραφέντος ἐσφιγμένα τὰ κεχωρισμένα μόρια τῶν ὀστέων, ἅπερ εἰ ἀποξέσειεν, ἀκόλλητον ὄψεται τὸ βάθος τοῦ κατάγματος. οὕτω δὲ καὶ περὶ τῶν εἰρημένων ἀμφισβητοῦσί τινες, οἱ μὲν αὐξάνεσθαι λέγοντες, οὐ μὴν συμφύεσθαι, τινὲς δὲ ἐν τῷ σπανίῳ καὶ συμφύεσθαι. τοῦ μὲν οὖν αὐξηθῆναι τὰ κατὰ διάβρωσιν ἡλκωμένα δεῖται, καὶ οὐδένα τεθέαμαι τῶν οὕτω παθόντων μὴ σαρκωθέντα, τοῦ κολληθῆναι δὲ τὰ διῃρημένα καὶ οὐ τὰ διακεκομμένα. διαφέρει γὰρ ἀλλήλων ταῦτα τῶν διακεκομμένων ἐς τὸ πέρας ἐχόντων διήκουσαν τὴν διαίρεσιν, ἅπερ ἔφη νῦν ὁ Ἱπποκράτης μὴ συμφύεσθαι, οὐ μόνον ὅτι νευρώδη τέ ἐστι καὶ λεπτὰ, ἀλλ’ ὅτι καὶ τοιούτων αὐτῶν
32
ὄντων, ἀφίστανται τὰ χείλη τῆς τρώσεως ἀλλήλων οὐκ ὀλίγον.

Ἢν ἐς τὴν κοιλίην αἷμα ἐκχυθῇ παρὰ φύσιν, ἀνάγκη ἐκπυηθῆναι.

Τινὲς μὲν χωρὶς ἄρθρου γράφουσιν ἢν ἐς κοιλίην αἷμα ἐκχυθῇ, βουλόμενοι πᾶσαν δηλοῦσθαι κοιλότητα. μαρτυρεῖ γ’ αὐτοῖς ἡ τοῦ παρὰ φύσιν προσθήκη, τοιοῦτόν τι δι’ αὐτῆς ἐνδεικνυμένου τοῦ Ἱπποκράτους· ἐὰν ἐκχυθῇ ποτε τῆς οἰκείας κοιλότητος τὸ αἷμα καὶ εἰς ἑτέραν κοιλότητα ἡντιναοῦν ἀφίκηται, μένειν αἵματι τούτῳ παντάπασιν ἀμήχανον. οὕτω γοῦν καὶ κατὰ τὰς φλεγμονὰς καὶ τὰς ἐκχυμώσεις ὀνομαζομένας φαίνεται γιγνόμενον ἐπὶ μὲν τῶν φλεγμονῶν κατὰ μικρὰ διασπειρομένου τοῦ αἵματος εἰς τὰς λόγῳ θεωρητὰς ἐν ταῖς μυσὶ κοιλότητας, ἐπὶ δὲ τῶν ἐκχυμώσεων εἰς τὰς περικειμένας χώρας τοῖς ἀγγείοις ἐκχεομένου.

33
τὸ δ’ ἐκπυηθῆναι κακῶς εἴρηται μιᾶς μεταβολῆς ὄνομα ὑπάρχον. διὸ καί τινες εἰς τὸ γενικώτερον αὐτὸ μεταλαμβάνουσιν εἰς τὸ φθαρῆναι, τοῦτο σημαίνεσθαι λέγοντες ὑπ’ αὐτοῦ. καὶ γὰρ οὕτω φαίνεται γιγνόμενον ὡς μὴ διαμένειν αἷμα τὸ τῆς κατὰ φύσιν χώρας ἐκπεσὸν, ἀλλὰ ποτὲ μὲν ἐκπυΐσκεσθαι, ποτὲ δὲ μελαίνασθαι, ποτὲ δὲ θρομβοῦσθαι, καὶ μάλισθ’ ὅταν εἰς μεγάλην κοιλότητα ἐκπέσῃ παρὰ φύσιν.

Τοῖσι μαινομένοισι κιρσῶν ἢ αἱμοῤῥοΐδων ἐπιγινομένων τῆς μανίης λύσις.

Ἐνταῦθα μανίαν τὴν κυρίως μελαγχολίαν καλεῖ, οὐχὶ τὴν ἀπὸ χολῆς. κιρσὸς γάρ ἐστιν ἀνεύρεσις τῶν φλεβῶν τῶν ἐν τοῖς μηροῖς καὶ σκέλεσιν ἀπὸ παχέος καὶ μελαγχολικοῦ γενόμενος αἵματος, ὥστε ὠθούσης τῆς φύσεως εἰς ἀκυρώτερα μόρια τοὺς τὴν μανίαν ἐργαζομένους χυμοὺς

34
καὶ μάλισθ’ ὅταν ὦσι μελαγχολικοὶ καὶ παχεῖς, ἥ τε τῶν εἰρημένων παθῶν ἕπεται γένεσις, ἥ τε τῆς μανίας λύσις.

Ὁκόσα ῥήγματα ἐκ τοῦ νώτου ἐς τοὺς ἀγκῶνας καταβαίνει, φλεβοτομία λύει.

Κάλλιον ἔνιοι γράφουσιν ὁκόσα ἀλγήματα. τὸ γάρ τοι ῥῆγμα μεταβαίνειν αὐτὸ τῶν ἀδυνάτων ἐστὶν, εἴ γε δὴ διασπωμένου τε καὶ ῥηγνυμένου κατὰ τὸ σαρκῶδες αὐτοῦ μορίου τοῦ μυὸς γίνεται τὸ ῥῆγμα. φαίνεται γοῦν ἐνίοτε πάνυ σαφῶς ἀθροιζόμενον ἐν τῇ τῆς ῥήξεως χώρᾳ τὸ αἷμα καὶ ἡ ἴασις ἐν τῷ διαφορῆσαι τοῦτο κεῖται. τὰ δ’ ἄλλα τὰ κατὰ τὸν νῶτον ἀλγήματα μεθιστάμενα καταῤῥέων ἐργάζεται χυμὸς, ἐνίοτε μὲν καὶ μόνος, ὡς τὰ πολλὰ δὲ καὶ μετὰ φυσώδους καὶ παχέος πνεύματος, ὃν ἐκλαμβάνειν τε χρὴ καὶ κενοῦν διὰ τῆς κατ’ ἀγκῶνα φλεβοτομίας, ὅταν ἐνταῦθα φανεῖται ῥέων· αὐτὸς γὰρ ἐκέλευσε κατὰ τὰς ῥοπὰς

35
τῶν χυμῶν τὰς κενώσεις ποιεῖσθαι. ταὐτὸ δὲ σημαίνει καὶ ἥδε ἡ λέξις, ἀκτέα γὰρ ᾗ ῥέπει, διὰ τῶν συμφερόντων χωρίων. εἰ δὲ περὶ τῶν ῥηγμάτων ὁ λόγος αὐτῷ γέγραπται τὰ κατὰ συμπάθειαν ἀλγήματα γινόμενα ἀκουστέον εἰρῆσθαι καταβαίνειν εἰς τοὺς ἀγκῶνας, οὐκ αὐτὴν τὴν διαίρεσιν τοῦ σαρκώδους μορίου. καὶ μέντοι καὶ ὠφελεῖσθαι δυνατόν ἐστιν ὑπὸ τῆς φλεβοτομίας τὰ τοιαῦτα τῷ κοινῷ λόγῳ τῆς κενώσεως.

Ἢν φόβος καὶ δυσθυμίη πολὺν χρόνον ἔχουσα διατελέει, μελαγχολικὸν τὸ τοιοῦτον.

Ἐὰν μὴ διά τινας φανερὰς αἰτίας φοβεῖταί τις ἢ δυσθυμῇ φανερῶς ἐστι μελαγχολικὰ καὶ τὰ τοιαῦτα συμπτώματα καὶ μᾶλλον εἰ τύχῃ κεχρονικότα. διὰ μέντοι φανερὰν αἰτίαν ἀρξάμενα, κἄπειτα χρονίζοντα μὴ λανθανέτω σε μελαγχολίαν ἐνδεικνύμενα. καὶ γὰρ καὶ μανία πολλοῖς ἤδη

36
φαίνεται γεγενημένη, διὰ θυμὸν ἢ ὀργὴν ἢ λύπην ἀρξαμένη, αὐτοῦ τοῦ σώματος δηλονότι πρὸς τὸ παθεῖν τὰ παθήματα ταῦτα κατὰ τὸν καιρὸν ἐκεῖνον ἐπιτηδείως ἔχοντος.

Ἐντέρων ἢν διακοπῇ τῶν λεπτῶν τι, οὐ ξυμφύεται.

Τοῦτο καὶ κατὰ τὸν ὀλίγον ἔμπροσθεν εἰρημένον ἀφορισμὸν ἐδήλωσεν, οὖ ἡ ἀρχὴ, κύστις ἢν διακοπῇ, ἢ ἐγκέφαλος. οὐκ οἶδα δ’ ὅπως νῦν μάτην γέγραπται. κατεμάθομεν δὲ αὐτὸ τοῦτο καὶ κατ’ ἄλλους τινὰς ἀφορισμοὺς, οὓς καὶ ἐξαιρεῖν ἄμεινον.