In Hippocratis Aphorismos Commentarii VII
Galen
Galen, In Hippocratis Aphorismos Commentarii VII
Γυναῖκα ἢν θέλῃς εἰδέναι εἰ κύει, ἐπὴν καθεύδειν μέλλῃ, μελίκρητον δίδου πίειν, κᾒν μὲν στρόφον ἔχῃ περὶ τὴν γαστέρα, κύει, εἰ δὲ μὴ, οὐ κύει.
Ὁ στρόφος γίνεται μὲν καὶ διὰ δῆξιν, γίνεται δὲ καὶ διὰ πνεῦμα φυσῶδες οὐκ ἔχον εὐπετῆ διέξοδον, ὅντινα καὶ νῦν στρόφον ἡγητέον, ἐπὶ τῶν κυουσῶν γίγνεσθαι, διὰ τὴν ἀπὸ τῆς μήτρας στενοχωρίαν. καθεύδειν δὲ μελλούσῃ διδόναι τὸ μελίκρατον ὠμὸν δηλονότι. τοῦ γὰρ φυσώδους αὐτοῦ πρὸς τὴν διάγνωσιν χρῄζει, βουλόμενος ἡσυχάζειν τε ἅμα καὶ πεπληρῶσθαι σιτίων τὴν γυναῖκα. συντελέσει γὰρ ἄμφω ταῦτα πρὸς τὴν τοῦ στρόφου γένεσιν.
Γυνὴ ἢν μὲν ἄῤῥεν κύῃ, εὔχρους ἐστὶ, ἢν δὲ θῆλυ, δύσχρους.
Ὡς πρὸς ἑαυτὴν κρινουμένης τῆς γυναικὸς οὐ πρὸς ἑτέραν ἡ διάγνωσις ἀπό τε τῆς εὐχροίας δηλονότι καὶ τῆς δυσχροίας εἴρηται τῷ Ἱπποκράτει. ἑαυτῆς γὰρ ἀχρουστέρα φαίνεται κύουσα τὸ θῆλυ, διότι ψυχρότερόν ἐστι τὸ θῆλυ
Ἢν γυναικὶ κυούσῃ ἐρυσίπελας ἐν τῇ ὑστέρῃ γένηται, θανατῶδες.
Ἆρά γε τὸ ἐρυσίπελας ἡγεῖται μόνον ἐν τῇ μήτρᾳ συνιστάμενον ἐπὶ τῆς κυούσης θανατῶδες ὑπάρχειν, ἢ καὶ τὴν ἰδίως ὀνομαζομένην φλεγμονήν; ὅτι μὲν γὰρ ἐρυσιπέλατος γινομένου τεθνήξεται τὸ ἔμβρυον ἐξ ἀνάγκης εὔδηλον, εἴ γε καὶ ὀξεῖς πυρετοὶ πολλάκις ἀναιροῦσιν αὐτὸ χωρὶς ἐρυσιπέλατος· εἰ δὲ καὶ φλεγμηνάσης τῆς μήτρας δυνήσεταί ποτε διαζῆσαι τὸ ἔμβρυον ἄξιον σκέψεως.
Ὁκόσαι παρὰ φύσιν λεπταὶ ἐοῦσαι ἐν γαστρὶ ἔχουσιν ἐκτιτρώσκουσι δίμηνα πρὶν ἢ παχυνθῆναι.
Κατὰ τρεῖς τρόπους ἀκηκόασιν οἱ ἐξηγησάμενοι τὸ βιβλίον τῆς διανοίας τοῦ προκειμένου νῦν ἀφορισμοῦ. τινὲς μὲν γὰρ ἡγοῦνται πάντως ἐκτιτρώσκειν αὐτὰς, τινὲς δὲ, εἰ μὴ παχυνθεῖέν τε καὶ ἀνατραφεῖεν, ἀλλὰ διαμένοιεν ἄτροφοί τε καὶ ἰσχναί· τινὲς δὲ, ὅταν ἀνατρέφωνται, τότε μάλιστα ἐκτιτρώσκουσιν, ὃ καὶ δοκεῖ τῶν προειρημένων ἀπιθανώτερον
Ὁκόσαι δὲ μετρίως τὸ σῶμα ἔχουσαι ἐκτιτρώσκουσι δίμηνα καὶ τρίμηνα ἄτερ προφάσιος φανερῆς, ταύτῃσιν838αἱ κοτυληδόνες μύξης μεσταί εἰσι καὶ οὐ δύνανται γοῦν κρατέειν ὑπὸ τοῦ βάρεος τὸ ἔμβρυον, ἀλλ’ ἀποῤῥήγνυνται.
Ἄτερ φανερᾶς προφάσεως λέγει πυρετοῦ σφοδροῦ καὶ γαστρὸς ῥεύματος ἢ αἱμοῤῥαγίας ἢ ἐρυσιπέλατος ἐν αὐτῇ τῇ μήτρᾳ συστάντος ἢ πηδησάσης σφοδρότερον τῆς κυούσης ἢ κραξάσης ἢ λυπηθείσης ἢ θυμωθείσης ἢ φοβηθείσης ἢ ἐνδεῶς διαιτηθείσης ἤ τι τοιοῦτον ἕτερον διαπραξάσης ἢ παθούσης. εἰκὸς γὰρ ταῖς τοιαύταις μυξώδη τὰ στόματα τῶν εἰς τὴν μήτραν καθηκόντων ἀγγείων ὑπάρχειν, ἐξ ὦν ἤρτηται τὸ χωρίον, ἃ δὴ καὶ κοτυληδόνας ὠνόμασεν, οὐχ ὡς ἔνιοι νομίζουσι τὰς ἐπιτρεφομένας ἀδενώδεις σάρκας αὐταῖς. ἔν τε γὰρ τῷ πρώτῳ τῶν γυναικείων αὐτός φησιν, ἢν δὲ αἱ κοτυληδόνες φλέγματος περίπλεες ἔωσι, τὰ καταμήνια γίνεται ἐλάσσονα, καὶ ὁ Πραξαγόρας ἐν τῷ πρώτῳ τῶν φυσικῶν, κοτυληδόνες δέ εἰσι τὰ στόματα τῶν φλεβῶν καὶ τῶν ἀρτηριῶν τῶν εἰς τὴν μήτραν φερουσῶν.
Ὁκόσαι παρὰ φύσιν παχεῖαι ἐοῖσαι μὴ ξυλλαμβάνουσιν ἐν τῇ γαστρὶ, ταύτῃσι τὸ ἐπίπλοον τὸ στόμα τῶν ὑστερέων ἀποπιέζει καὶ πρὶν ἢ λεπτυνθῆναι οὐ κύουσιν.
Τοῦ παρὰ φύσιν διχῶς ἀκούουσι κἀνταῦθα· τινὲς μὲν τὸ ὑπερβαλλόντως δηλοῦσθαι νομίζοντες, τινὲς τὸ παρ’ αὐτὴν αὐτῆς τῆς κυούσης τὴν φύσιν. ἀληθέστερον δὲ τὸ πρότερον. ὑπὸ γάρ τοι τῆς κατὰ τὸ ἐπίπλοον πιμελῆς ἀποπιέζεται καὶ στενοχωρεῖται τὸ τῆς ὑστέρας στόμα ταῖς ὑπερβαλλόντως παχείαις γινομέναις. λέγει δὲ νῦν στόμα δηλονότι τὸ ἔνδον, ἔνθα τελευτᾷ μὲν ἡ μήτρα, ὁ δ’ αὐχὴν ἄρχεται, ὃ καὶ κυριώτερον ἂν ὑστέρας ὀνομάζοιτο στόμα. τὸ γὰρ ἕτερον πέρας τοῦ αὐχένος, τὸ συνάπτον τῷ γυναικείῳ αἰδοίῳ, οὐ τῆς μήτρας, ἀλλὰ τοῦ αὐχένος αὐτῆς εἰκότως ἄν τις ὀνομάσειε στόμα.
Ἢν ὑστέρη ἐν τῷ ἰσχίῳ ἐγκειμένη διαπυήσῃ, ἀνάγκη ἔμμοτον γενέσθαι.
Τὴν δεησομένην τῆς διὰ τῶν μοτῶν θεραπείας ἔμμοτον ὠνόμασεν. ὅτι δὲ διαπυήσασα ἡ μήτρα καὶ μάλιστα πρὸς τοὐκτὸς, ἔοικε γὰρ τοῦτο ἐνδείκνυσθαι νῦν, ἐξ ἀνάγκης δεηθήσεσθαι θεραπείας τοιαύτης οὐκ ἄδηλον.
Ἔμβρυα τὰ μὲν ἄῤῥενα ἐν τοῖσι δεξιοῖσι, τὰ δὲ θήλεα ἐν τοῖσιν ἀριστεροῖσι μᾶλλον.
ὅτι διὰ τὴν κρᾶσιν εὐθὺς ἐξ ἀρχῆς οὖσαν θερμοτέραν ἄῤῥεν γίγνεται τὸ ἔμβρυον ἐν τοῖσι περὶ σπέρματος ὑπομνήμασιν ἐπιδέδεικται. θερμοτέρα δὲ ἡ κρᾶσις γίγνεται τοῖς ἐμβρύοις οὐχ ἥκιστα καὶ διὰ τὸ χωρίον, ὅπερ ἐστὶ τὸ
Ἐς ὑστέρων ἐκπτώσιας πταρμικὸν ἐπιτιθεὶς ἐπιλαμβάνειν τοὺς μυκτῆρας καὶ τὸ στόμα.
Οὐ περισπῶντας χρὴ τὴν ὑστάτην συλλαβὴν ἀναγιγνώσκειν ὑστερῶν, ἀλλὰ βαρύνοντας ὑστέρων. οὐ γὰρ δὴ αὐτὰς
Γυναικὶ τὰ καταμήνια ἢν βούλῃ ἐπισχεῖν, σικύην ὡς μεγίστην πρὸς τοὺς τιτθοὺς πρόσβαλε.
Ὥσπερ τῶν ἐλλιπῶς ἢ μηδὲ ὅλως κενουμένων καταμηνίων ἐδίδαξεν ἰάσεις ὁ Ἱπποκράτης, οὕτω καὶ νῦν τῶν ἀμέτρως κενουμένων διδάσκει, κελεύων ἡμῖν μεγίστην σικύην προσβάλλειν τοῖς τιτθοῖς. ἄμεινον δ’ οὐκ αὐτοῖς τοῖς τιτθοῖς, ἀλλ’ ὑπ’ αὐτοὺς ἐκ τῶν κάτω μερῶν ἐρείδειν αὐτὴν, καθ’ ὃ μάλιστά εἰσίν αἱ κάτωθεν ὑπ’ αὐτοὺς ἀναφερόμεναι φλέβες. καὶ μέντοι καί γράφουσιν ἔνιοι σικύην ὡς μεγίστην ὑπὸ τοὺς τιτθοὺς πρόσβαλλε· μεγίστην δ’ ἀξιοῖ τὴν σικύην εἶναι, ἵνα σφοδροτέραν ἀπὸ τῆς μήτρας ἐργάσηται
Ὁκόσαι ἐν γαστρὶ ἔχουσαι, τουτέων συμμύει τὸ στόμα τῶν ὑστερέων.
Μέγιστον τοῦτο γνώρισμα κυούσης γυναικὸς, ἢν ἡ μαιεύτρια δυνηθῇ καθέσει δακτύλου ψαῦσαι τοῦ στόματος τῶν ὑστερῶν· ἀφ’ οὖ γὰρ ἂν τὸ πρῶτον ἐντὸς ἑαυτῶν λάβωσι τὸ σπέρμα, περιστέλλουσι μὲν ἑαυτῶν τὸ κύτος ἅπαν, κλείουσι δὲ τὸ στόμα φαίνεταί γε μὴν καὶ διὰ φλεγμονὴν καὶ σκίῤῥον μεμυκὸς τῶν ὑστερῶν τὸ στόμα καὶ διορίζεται.
Γυναικὶ ἢν ἐν γαστρὶ ἐχούσῃ γάλα ἐκ τῶν μαζῶν πολὺ ῥυῇ, ἀσθενὲς τὸ ἔμβρυον σημαίνει, ἢν δὲ στερεοὶ οἱ μασθοὶ ἔωσιν, ὑγιεινότερον τὸ ἔμβρυον σημαίνει.
Κατ’ ἐκεῖνον δηλονότι τὸν χρόνον ῥεῖ τὸ γάλα, αἷς ἂν φαίνηται ῥέον, ἡνίκα φύσιν ἔχει ταῖς κυούσαις γεννᾶσθαι. οὐ γὰρ δὴ κατά γε τοὺς πρώτους μῆνας γεννᾶται, τὸ δ’ ὅλως ῥεῖν αὐτὸ καὶ μὴ μένειν ἔνδον ἐκ τοῦ πλέον ἀθροίζεσθαι γίνεται. πλέον δ’ ἀθροίζεται πληρουμένων ἐπὶ πλέον τῶν κοινῶν ἐν τιτθοῖς πρὸς τὰς ὑστέρας φλεβῶν. πληροῦνται δ’ ἔτι μᾶλλον, ὀλίγον ἀναλίσκοντος τοῦ κυουμένου. τοῦτο δ’ αὐτὸ γίνεται διὰ τὴν ἀσθένειαν αὐτοῦ. δῆλον οὖν ὅτι τοὺς τιτθοὺς οὐκ ἰσχνοὺς φαίνεσθαι χρὴ, καθάπερ ὅτ’ ἦν ἀκύμων ἡ γυνή. τοῦτο γὰρ σημεῖον ἔνδειαν αἵματος ἐνδείκνυται, διὰ τοῦτο ἐπ’ αὐτῶν διαφθείρεται τὸ ἔμβρυον, οὐθ’ οὕτως μεστοὺς ὡς ἀποῤῥεῖν τὸ γάλα. διαιρομένους δὲ εἰς τοσοῦτον, ὡς στερεοὺς ἁπτομένους φαίνεσθαι. μέση γὰρ ἡ τοιαύτη κατάστασίς ἐστι τῶν τε ἀντιτύπων, διὰ τὸ πεπληρῶσθαι σφοδρῶς, καὶ τῶν μαλακῶν τε καὶ χαλαρῶν, διὰ τὴν ἔνδειαν τοῦ αἵματος. ὅθεν εἰκότως ἐπαινεῖ τὸ τοιοῦτο σημεῖον ὁ Ἱπποκράτης, ὡς ἂν ἐνδεικνύμενον οὔτ’ ἀσθενεῖν τὸ κυούμενον οὔτ’ ἐνδεῖν αὐτοῦ τὴν τροφήν.
Ὁκόσαι διαφθείρειν μέλλουσι τὰ ἔμβρυα, ταύτῃσιν οἱ τιτθοὶ ἰσχνοὶ γίνονται· ἢν δὲ πάλιν σκληροὶ γένωνται, ὀδύνη ἔσται ἢ ἐν τοῖσι τιτθοῖσιν ἢ ἐν τοῖσιν ἰσχίοισιν ἢ ἐν τοῖσιν ὀφθαλμοῖσιν ἢ ἐν τοῖσι γούνασι, καὶ οὐ διαφθείρουσιν.
Ἔμπροσθεν εἰρήκει, ἐν γαστρὶ ἐχούσῃ γυναικὶ ἢν ἐξαίφνης οἱ μασθοὶ ἰσχνοὶ γένωνται, ἐκτιτρώσκει. εἰρήκει δὲ καὶ, ἢν ὁ ἕτερος μασθὸς ἰσχνὸς γένηται, δίδυμα ἐχούσῃ τὸ ἕτερον τῶν ἐμβρύων ἐκτιτρώσκεσθαι· νυνὶ δὲ τὴν τάξιν τῆς ἀκολουθίας ὑπαλλάξας οὐκ ἀπὸ τῶν σημείων, ἀλλ’ ἀπ’ αὐτῶν τῶν γυναικῶν τῶν διαφθειρουσῶν ἤρξατο προηγεῖσθαι λέγων αὐταῖς ἰσχνοὺς τοὺς τιτθούς. ἔστι δ’ οὐ πάντῃ ταυτὸν ἢ τοῖς ἰσχνοῖς τιτθοῖς ἕπεσθαι διαφθορὰν εἰπεῖν ἢ τῆς διαφθορᾶς μελλούσης ἔσεσθαι τοὺς ἰσχνοὺς τιτθοὺς προηγεῖσθαι. ὁ μὲν γὰρ ἕπεσθαι λέγων τῇ τῶν τιτθῶν
Ὁκόσῃσι τὸ στόμα τῶν ὑστερέων σκληρόν ἐστι, ταύτῃσιν ἀνάγκη τὸ στόμα τῶν ὑστερέων συμμύειν.
Εἴρηται μὲν καὶ πρόσθεν ὡς τὸ συμμύειν τὸ στόμα τῶν ὑστερέων κοινόν ἐστι σημεῖον ὄγκου τέ τινος ἐν αὐτῷ παρὰ φύσιν καὶ κυήσεως τῇ γυναικὶ καὶ ὡς χρὴ διακρίνειν αὐτὸ τῇ σκληρότητι. ταῖς μὲν γὰρ κυούσαις ἁπαλόν ἐστι καὶ κατὰ φύσιν, αἷς δ’ ὄγκος παρὰ φύσιν ἢ φλεγμονώδης ἢ σκιῤῥώδης γίνεται σκληρόν. ἄμεινον οὖν ἦν τὸν ἀφορισμὸν τοῦτον ἐφεξῆς ἐκείνῳ γεγράφθαι καθ’ ὃν ἔλεγεν, ὅσαι ἐν γαστρὶ ἔχουσι, τουτέων τὸ στόμα συμμύει τῶν ὑστερέων.
Ὁκόσαι ἐν γαστρὶ ἔχουσαι ὑπὸ πυρετῶν λαμβάνονται καὶ ἰσχυρῶς ἰσχναίνονται ἄτερ προφάσιος φανερῆς, τίκτουσι χαλεπῶς καὶ ἐπικινδύνως ἢ ἐκτιτρώσκουσαι κινδυνεύουσιν.
Συμβαίνει τισὶ τῶν τικτουσῶν, ἐφ’ αἷς πρότερον ἠθροίσθησαν κακοχυμίαι πρὶν νοσεῖν, ἐνίοτε μὲν ἁλίσκεσθαι σφοδροῖς πυρετοῖς ὡς ἐκτικρώσκειν ἐξ ἀνάγκης, ἐνίοτε δὲ μετρίοις μὲν, ἀλλ’ οὐ καθαιρουμένοις ἀκριβῶς, ὑπολείπουσι δέ τι λείψανον ἐν τῷ σώματι τῆς κακοχυμίας, ἐφ’ ᾗ συνέστησαν ὡς ἂν μὴ δυναμένων τῶν ἰατρῶν διὰ τὸ κύειν τὴν γυναῖκα μήτε βοήθημα προσάγειν ἰσχυρὸν μήτ’ ἀκριβῶς διαιτᾶσθαι. διὰ τοῦτ’ οὖν αὐταῖς ὅ τε πυρετὸς ὑποτροπιάζει συνεχῶς καὶ δυσφόρως τῷ πλείστῳ τοῦ χρόνου σύνεστι. εἰκότως τοιγαροῦν ποτὲ μὲν οὐκ ἀντέχει τὸ ἔμβρυον, ἀλλ’ ἀποφθείρεται διά τε τοὺς πυρετοὺς καὶ τὴν κακοχυμίαν. ἐνίοτε δὲ ἀργεῖ μὲν ἄχρι τῆς ἀκοκυήσεως.
Ἐπὶ ῥόῳ γυναικείῳ σπασμὸς καὶ λειποθυμίη ἢν ἐπιγένηται, κακόν.
Οὐκ εὐθέως δηλονότι γεγονότος τοῦ ῥοῦ γίνεται ταῦτα, καθάπερ οὐδὲ τῶν ἄλλων οὐδὲν ὅσα κατὰ τὸν ἑξῆς λόγον ἐπιγίνεταί τισιν ἑτέροις, ἀλλ’ ἤτοι σφοδροῖς γινομένοις ἢ χρονίζουσιν. ἡ μὲν οὖν λειποθυμία κοινὸν ἁπάσης ἀμέτρου κενώσεώς ἐστι σύμπτωμα. ὁ δὲ σπασμὸς εἰ καὶ μὴ κοινὸν, ἀλλά γε ταῖς πλείσταις ἑπόμενον καὶ μᾶλλον ὅταν ᾖ τὸ πεπονθὸς μόριον νευρῶδες.
Καταμηνίων γινομένων πλειόνων νοῦσοι ξυμβαίνουσι καὶ μὴ γιγνομένων ἀπὸ τῆς ὑστέρης ξυμβαίνουσι νοῦσοι.
Ἐνίοις τῶν ἰατρῶν ἔδοξεν ἐπὶ πλήθει μὲν γίνεσθαι πολλὰ νοσήματα, δι’ ἔνδειαν δὲ μηδὲν, ἀλλ’ ὁ Ἱπποκράτης ἡγεῖται ἐνίοτε καὶ δι’ ἔνδειαν νοσεῖν οὐ γυναῖκας μόνον, ἀλλὰ καὶ τοὺς ἄνδρας. εἴ γε ἐν ταῖς ἐνδείαις ἕπεται ποτὲ μὲν ψυχρότης, ποτὲ ξηρότης, ποτὲ δὲ ἄμφω. δέδεικται δ’ ὅτι ὅσαι τῶν δυσκρασιῶν τηλικαῦται τὸ μέγεθός εἰσιν ὡς ἐνέργειαν ἤδη βλάπτειν ἐκ τούτου τῶν νοσημάτων ὑπάρχουσι γένους. ἀλλὰ κατὰ τοῦτο μὲν οὔτε ψεῦδος πρὸς Ἱπποκράτους οὔτ’ ἀσαφὲς εἴρηται. καθὸ δ’ ἐπὶ μὲν τῶν πλειόνων καταμηνίων εἶπεν ἁπλῶς γίνεσθαι νόσους, μὴ προσθεὶς τὸ ἀπὸ τῆς ὑστέρας. ἐπὶ δὲ τῶν μὴ γινομένων καὶ τοῦτο προσέθηκεν, ἄξιον ἐπισκέψασθαι πότερον ἀμφοτέροις τοῖς προειρημένοις ἐπενήνεκται κοινὴ τὸ ἀπὸ τῆς ὑστέρας ἢ μόνον ἴδιόν ἐστι τῶν μὴ γινομένων.
Ἐπὶ ἀρχῷ φλεγμαίνοντι καὶ ἐπὶ ὑστέρῃ φλεγμαινούσῃ στραγγουρίη ἐπιγίγνεται. ἐπὶ δὲ ἥπατι φλεγμαίνοντι λὺγξ ἐπιγίγνεται.
Ὅταν τις ὀλίγον ἀποκρίνῃ οὖρον συνεχῶς, στραγγουρία τὸ πάθος καλεῖται καὶ γίνεται ποτὲ μὲν ἐπ’ ἀῤῥωστίᾳ τῆς καθεκτικῆς δυνάμεως ἐν τῇ κύστει, ποτὲ δ’ ἐπὶ δριμύτητι τῶν οὔρων. ἡ μὲν οὖν ἀῤῥωστία διά τε δυσκρασίαν γίνεται καί τινα τῶν παρὰ φύσιν ὄγκων, ἡ δριμύτης δὲ ἤτοι διὰ πάθος νεφρῶν ἢ τὸ τοιοῦτον ἥκειν εἰς
Γυνὴ ἢν μὴ λαμβάνει ἐν γαστρὶ, βούλῃ δὲ εἰδέναι εἰ λήψεται, περικαλύψας ἱματίοισι θυμία κάτωθεν. κἢν μὲν πορεύεσθαί σοι δοκέῃ ἡ ὀδμὴ διὰ τοῦ σώματος ἐς τὰς ῥῖνας καὶ ἐς τὸ στόμα, γίνωσκε ὅτι αὐτὴ οὐ δι’ ἑαυτὴν ἄγονός ἐστιν.
Τὸ θυμία ῥῆμα τῆς ὕλης ἐνδεικτικόν ἐστι τῆς θυμιᾶσθαι πεφυκυίας, λιβανωτοῦ δηλονότι καὶ σμύρνης καὶ στύρακος ὅσα τ’ ἄλλα, θερμὰ μὲν τὴν κρᾶσιν, εὐώδη δ’ ἱκανῶς. βούλεται γὰρ εἰς ὅλον ἀνενεχθῆναι τὸ σῶμα τὴν ἀπ’ αὐτῶν δύναμιν, ἵνα καὶ κατὰ τὸ στόμα καὶ κατὰ τοὺς μυκτῆρας αὐτῆς γενομένης αἴσθηται σαφῶς ἡ γυνή. μόναις οὖν ἐκείναις οὐ διαδοθήσεται πρὸς ὅλον τὸ σῶμα τῶν θυμιαμάτων ἡ ποιότης, ὅσαις σκληρὸν ἢ πυκνόν ἐστι τὸ τῆς ὑστέρας σῶμα. τοιοῦτον δὲ ὂν οὐκ ἐπιτήδειον εἰς τὰς συλλήψεις ἐστὶν, ὡς καὶ αὐτὸς μικρὸν ὕστερον ἐρεῖ· ὁκόσαι ψυχρὰς καὶ πυκνὰς ἔχουσι τὰς μήτρας οὐ κυΐσκουσι. τὸ δ’ ἐπὶ τῇ τελευτῇ τοῦ ἀφορισμοῦ γεγραμμένον, ἐν ᾧ φησι, γίνωσκε
Ἢν γυναικὶ ἐν γαστρὶ ἐχούσῃ αἱ καθάρσιες πορεύωνται, ἀδύνατον τὸ ἔμβρυον ὑγιαίνειν.
Καὶ τὸ καθάρσιες πληθυντικῶς εἰρημένον καὶ τὸ πορεύωνται μετ’ αὐτοῦ λεγόμενον ἐνδείκνυται μήτε ὀλίγον εἶναι