In Hippocratis Aphorismos Commentarii VII

Galen

Galen, In Hippocratis Aphorismos Commentarii VII

Τὸ ψυχρὸν πολέμιον ὀστέοισιν, ὀδοῦσι, νεύροις, ἐγκεφάλῳ, νωτιαίῳ μυελῷ· τὸ δὲ θερμὸν φίλιον.

Ὅσα φύσει ψυχρότερα μόρια, τοιαῦτα δ’ ἐστὶν ἐν τοῖς ζώοις ἅπανθ’ ὅσα τελέως ἐστὶν ἄναιμα, θᾶττόν τε καὶ μᾶλλον ὑπὸ τῆς ἀμέτρου χρήσεως τοῦ ψυχροῦ βλάπτεται. τοῖς δ’ αὐτοῖς τούτοις εἰκότως οἰκειότερόν ἐστι τὸ θερμόν.

804
Ὁκόσα κατέψυκται ἐκθερμαίνειν δεῖ, πλὴν ὁκόσα αἱμοῤῥαγέειν μέλλει.

Οὐκ ἀνατρέπεται πρὸς τοῦ νῦν εἰρημένου τὸ τὰ ἐναντία τῶν ἐναντίων ἰάματα ὑπάρχειν, περὶ οὖ θεωρήματος ἐπὶ πλέον εἴπομεν ἐν τῇ τῆς θεραπευτικῆς μεθόδου πραγματείᾳ, δεικνύντες ὡς ἕτερόν τι θεώρημά ἐστιν ἀναγκαιότερον, ἰᾶσθαι πρότερον κελεῦον ὅσα κατεπείγει μᾶλλον, τουτέστιν ὅσα φέρει τὸν κίνδυνον, ὥσπερ καὶ νῦν ἡ αἱμοῤῥαγία. πρὸς ἐκείνην οὖν πρότερον ἵστασθαι χρὴ, κἄπειθ’ οὕτως εἰς τὴν οἰκείαν εὐκρασίαν ἀνακομίζειν τὸ πεπονθός.

Ἕλκεσι τὸ μὲν ψυχρὸν δακνῶδες δέρμα περισκληρύνει, ὀδύνην ἀνεκπύητον ποιέει, μελασμοὺς, ῥίγεα πυρετώδεα, σπασμοὺς, τετάνους.
805

Κυρίως μὲν ὀνομάζοντι τὸ θερμόν ἐστι δακνῶδες· τῇ δ’ ὁμοιότητι τῆς αἰσθήσεως καὶ τὸ ψυχρὸν ὕδωρ ὀνομάζεται δακνῶδες, οὐχ ἁπλῶς τῷ δέρματι προσπῖπτον, ἀλλ’ ὁπόταν ἑλκωθῇ. διεξέρχεσθαι γὰρ χρὴ τὴν τοῦ δάκνεσθαι μέλλοντος οὐσίαν τὸ δακνῶδες αὐτῇ γενησόμενον, ὅπερ ἐπὶ μὲν τοῦ κατὰ φύσιν ἔχοντος δέρματος οὐχ οἷόν τε ποιεῖν ἐστι τὸ ψυχρὸν ὕδωρ, ἐπειδὴ πυκνότερον ἢ κατὰ τὴν οὐσίαν αὐτοῦ τὸ δέρμα ἐστίν. ἐπὶ δὲ τῶν ἡλκωμένων ὡς ἀραιοτέρων ὑπαρχόντων διεξέρχεσθαι δύναται. διὰ τῆς οὐσίας αὐτῶν ἐγκαταβαῖνον ἐν τῷ βάθει. λέλεκται δ’ ἐπὶ πλέον ὑπὲρ καὶ τῶν δακνωδῶν φύσεως ἐν τοῖς περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως. τοῖς μὲν οὖν ἡλκωμένοις δακνῶδες τὸ ψυχρὸν, τοῖς δ’ ἀνελκώτοις οὔτε δακνῶδες καὶ σκληρὸν ἐργάζεται τὸ δέρμα τῇ πιλήσει τῆς οὐσίας αὐτοῦ. καὶ μὲν δὴ καὶ τὴν ἀνεκπύητον ὀδύνην ἐργάζεται τῷ καταψύχειν τὸ ἔμφυτον θερμὸν, ὅπερ ἐκπυΐσκει τὰ ἕλκη, κωλύει τε διαπνεῖσθαι τὰ τὴν ὀδύνην ἐργαζόμενα. τὰ δ’ ἐφεξῆς εἴρηται καὶ πρόσθεν αὐτῷ μελασμοὶ καὶ ῥίγη πυρετώδη καὶ σπασμοὶ καὶ τέτανοι.

806
Ἔστι δὲ ὅκου ἐπὶ τετάνῳ ἄνευ ἕλκεος νέῳ εὐσάρκῳ θέρεος μέσου ψυχροῦ πολλοῦ κατάχυσις ἐπανάκλησιν θέρμης ποιέεται, θέρμη δὲ ταῦτα ῥύεται.

Ὅσα σπανίως ὠφελεῖ τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐφεξῆς τοῖς προειρημένοις ὁ Ἱπποκράτης διεξέρχεται, καὶ πρῶτόν γε περὶ τοῦ ψυχροῦ φησιν ὡς ἐπὶ τετάνου, δῆλον δ’ ὅτι καὶ παντὸς ἄλλου σπασμοῦ κατὰ τὴν μέσην ὥραν θερινὴν, ὅταν εὔσαρκος ὁ κάμνων ᾖ καὶ νέος, ἡ τοῦ ψυχροῦ κατάχυσις ἐπανάκλησιν θέρμης ποιησαμένη θεραπεύσῃ τὸ πάθος. ᾧ καὶ δῆλον ὡς οὐ κατὰ τὴν ἑαυτοῦ δύναμιν ἰατικὸν τοῦ νοσήματός ἐστι τὸ ψυχρὸν, ἀλλὰ κατὰ συμβεβηκὸς, ἐπειδὴ τοῖς εὐσάρκοις νέοις ἐπανάκλησιν θέρμης ποιεῖται. ἐπ’ ἄλλης γὰρ οὐκ ὠφελήσει γε ἡλικίας, διότε μηδὲ τὴν ἐπανάκλησιν ἐργάζεται. ὅπου δ’ οὐδὲ ἐπὶ ταύτης ἐν ἄλλῃ τινὶ τῶν ὡρῶν, ὅτι μὴ κατὰ μέσον τοῦ θέρους. ἡ γάρ τοι τοῦ ψυχροῦ πρόπτωσις ἤτοι νικᾷ τὴν ἔμφυτον θερμασίαν

807
ἢ ἀθροίζει. νικᾷ μὲν, ὅταν ἀσθενὴς ὑπάρχῃ, ἀθροίζει δ’, ὅταν ἰσχυρὰ τὴν διαπνοὴν αὐτῆς συνέχουσα καὶ διακωλύουσα. παραιτεῖται δὲ τοὺς ἐφ’ ἕλκεσι σπασμοὺς ὡς οὐκ ἄν ποτε τούτων ὑπὸ τοῦ ψυχροῦ θεραπευθησομένων, οὐδ’ εἰ νέος εἴη ὁ κάμνων καὶ φύσει θερμὸς καὶ κατὰ τὴν θερινὴν ὥραν καὶ χώραν, ἐπειδὴ, καθὰ προείρηκεν αὐτὸς, ἕλκεσι τὸ μὲν ψυχρὸν δακνῶδες ὀδύνην ἀνεκπύητον ποιέει. γενομένων οὖν ἐφ’ ἕλκεσι διὰ τὴν τῶν νευρωδῶν σωμάτων φλεγμονὴν ἐναντιώτατον ἔσται τὸ ψυχρὸν, οὔτε τὸ ἕλκος αὐτὸ παρηγοροῦν οὔτε τὴν τῶν νευρωδῶν σωμάτων φλεγμονὴν διαλῦον.

Τὸ θερμὸν ἐκπυητικὸν οὐκ ἐπὶ παντὶ ἕλκει, μέγιστον σημεῖον ἐς ἀσφαλείην δέρμα μαλάσσει, ἰσχναίνει, ἀνώδυνον, ῥιγέων, σπασμῶν, τετάνων παρηγορικόν. τὴν δ’ ἐν τῇ κεφαλῇ καρηβαρίην λύει. πλεῖστον δὲ διαφέρει
808
ὀστέων κατάγμασι, μάλιστα δὲ τοῖσιν ἐψιλευμένοισι, τουτέων δὲ μάλιστα τοῖσιν ἐν κεφαλῇ ἕλκεα ἔχουσι. καὶ ὁκόσα ὑπὸ ψύξεως θνήσκει ἢ ἑλκοῦται καὶ ἕρπησιν ἐσθιομένοισι, ἕδρῃ, αἰδοίῳ, ὑστέρῃ, κύστει, τουτέοισι τὸ θερμὸν φίλον καὶ κρῖνον, τὸ δὲ ψυχρὸν πολέμιον καὶ κτεῖνον.

Ὥσπερ τὸ ψυχρὸν σπασμῶν καὶ τετάνων ὑπάρχει ποιητικὸν, ὅμως θεραπεύει σπανίως ποτὲ τέτανον, οὕτω καὶ τὸ θερμὸν ἐκπυητικὸν ὂν ὅσον ἐφ’ ἑαυτῷ γίγνεται ποτ’ ἀνεκπύητον. ἐπὶ γοῦν τῶν σηπεδονωδῶν ἑλκῶν καὶ ἁπλῶς ἁπάντων τῶν ῥευματικῶν οὐκ ἐκπυΐσκει τὸ θερμὸν, ἀλλὰ καὶ βλάπτει μεγάλως αὐτά. καὶ συμβαίνει ἐς ταὐτὸν ἄμφω τό τε βλάπτον ἕλκη καὶ τὸ μὴ ἐκπυΐσκον, ὥσπερ οὖν καὶ κατὰ τοὐναντίον τό τ’ ὠφελοῦν καὶ τὸ ἐκπυΐσκον. μέγιστον γάρ ἐστι σημεῖον πρὸς ἀσφαλείαν ἕλκει τό τε πῦον καὶ τὸ τούτου ποιητικὸν φάρμακον. οὐδὲν γὰρ δύναται γενέσθαι κακὸν ἐφ’ ἕλκει πῦον γεννῶντι. τὰ γοῦν σπασμὸν ἐπιφέροντα πάντως ἀνεκπύητά ἐστι. ὁμοίως δὲ καὶ τὰ σηπεδονώδη

809
τῶν ἑλκῶν, ὅσα τε τῶν πέριξ χωρίων ἀνάβρωσιν ἔχει καὶ τὰ δυσεπούλωτα δὲ πάντ’ ἐστὶν ἀνεκπύητα καὶ ὅσα τῶν κακοήθων ἑλκῶν ἰδίοις ὀνόμασι κατ’ ἐξοχήν τινα κέκληται καρκινώδη, χειρώνεια, τηλέφια καὶ φαγεδαινικὰ, πάντ’ ἐστὶ καὶ ταῦτ’ ἀνεκπύητα. μέγιστον οὖν σημεῖον εἰς ἀσφάλειαν ἕλκει τὸ πῦόν ἐστι καὶ τοῦτό γε τεκμαίρου ἐπὶ τῆς τοῦ θερμοῦ χρήσεως. ἐφ’ ὧν γὰρ οὐχ ἁρμόττει, θεάσῃ ταῦτ’ ἀνεκπύητα μένοντα πρὸς τοῦ θερμοῦ. τὰ δ’ ἐφεξῆς ἔργα τοῦ θερμοῦ φαινόμενα συνεχῶς καταλέγει. καὶ γὰρ μαλάττει τὸ ἐσκληρυμμένον δέρμα καὶ ἰσχναίνει τὸ πεπαχυσμένον, ἀνώδυνόν τ’ ἐστὶ καὶ σπασμῶν καὶ τετάνων παρηγορικὸν, οὐχ ὥσπερ τὸ ψυχρὸν ὀδύνην ἀνεκπύητον ἐργάζεται, τῷ τῆς φύσεως ἡμῶν ἀλλότριον ὑπάρχειν, ἥτις ἐστὶ ἐστὶ τὸ ἔμφυτον θερμὸν, ἥντινα συναύξει ὅταν γε μετρίως ὁμιλῇ, τὸ δ’ ἔξωθεν θερμὸν ἐργάζεται πάνθ’ ὅσα λέλεκται, τὰ μὲν οὖν πέττον τε καὶ ἀλλοιοῦν ἐπὶ τὸ βέλτιον, ἔνια δὲ τῷ διαφορεῖν καὶ κενοῦν τὰ λυποῦντα ἐκθεραπεῦον. εἰ δὲ καὶ μὴ τελέως ἐκθεραπεύσειεν, ἀλλὰ τάς γ’ ὀδύνας
810
πραύνει. ἐπὶ δὲ τῶν ἐν τῇ κεφαλῇ διαθέσεων αὐτά τε ταῦτα δρᾷ καὶ τὰς καλουμένας καρηβαρίας, αἵτινές εἰσι βαρύτητες τῆς κεφαλῆς ἰᾶται, συμπέπτον καὶ διαφοροῦν τὰ λυποῦντα. καὶ μὲν δὴ καὶ τοῖς τῶν ὀστῶν κατάγμασιν ὠφελιμώτατόν ἐστι καὶ μᾶλλον τοῖς. ἐψιλωμένοις, ὅπερ ἐστὶ γεγυμνωμένοις τῆς σαρκός. ἔτι δὲ μᾶλλον ὅσα κατὰ τὴν ὕλην γίγνεται· βλαβερώτατον γάρ ἐστι καὶ τούτοις τὸ ψυχρὸν ὡς ἂν μὴ μόνον τοῖς ὀστοῖς, ἀλλὰ καὶ αὐτῷ τῷ ἐγκεφάλῳ πολέμιον ὑπάρχειν· καὶ μὲν δὴ καὶ ὅσα μόρια διὰ τὸ κατεψῦχθαι νεκροῦται καὶ τούτων ἴαμα ἔσται τὸ θερμόν. οὕτω δὲ καὶ ὅσα διὰ τὴν ψῦξιν ἑλκοῦται, καθάπερ ἐν χειμῶνι πτέρναι καὶ δάκτυλοι καὶ ὅλως τὰ ἄκρα, καὶ τούτων ἴαμα ἔσται τὸ θερμόν. οὕτω δὲ καὶ τῶν ἑρπήτων τοῖς ἀναβιβρωσκομένοις καίτοι ὑπὸ χολώδους καὶ θερμοῦ χυμοῦ γιγνομένοις· ἀλλὰ διὰ τὴν ἕλκωσιν ἐναντίον αὐτοῖς τὸ ψυχρὸν, ὡς δακνῶδες ἑλκῶν ὑπάρχον. οὕτω δὴ καὶ ταῖς κατὰ τὴν ἕδραν ἁπάσαις διαθέσεσιν οἰκεῖον μὲν τὸ θερμὸν, ἐναντιώτατον δὲ τὸ ψυχρὸν, ὅτι τε νευρώδης ἡ ἕδρα, πολέμιον
811
δὲ τοῖς νεύροις τὸ ψυχρὸν, καὶ ὅτι κατὰ τὴν κοινωνίαν ἥ τε ψῦξις ἐπαναβαίνει ῥᾳδίως ἐκ τῆς ἕδρας εἰς τὰ κατὰ τὴν κοιλίαν, ἥ τε θερμασία κατὰ τὸν αὐτὸν τρόπον. οὕτω δὲ καὶ ὑστέρᾳ καὶ κύστει τὸ μὲν θερμὸν φίλον καὶ κρῖνον, τὸ δὲ ψυχρὸν πολέμιον καὶ κτεῖνον. αὐτά τε γάρ ἐστι νευρώδη καὶ μεταδίδωσι τοῖς ὑπερκειμένοις ῥᾳδίως τῆς ψύξεως. ὅτι δὲ ἅπασι τοῖς εἰρημένοις κατὰ τὸν ἀφορισμὸν ἐπιπεφώνηκε κοινῇ τούτοισι τὸ θερμὸν φίλον καὶ κρῖνον, τὸ δὲ ψυχρὸν πολέμιον καὶ κτεῖνον, εὔδηλόν ἐστι, κἂν ἐγὼ μὴ λέγω.

Ἐν τουτέοισι δὲ δεῖ τῷ ψυχρῷ χρέεσθαι, ὁκόθεν αἱμοῤῥαγέει ἢ αἱμοῤῥαγέιν μέλλει, μὴ ἐπ’ αὐτὰ, ἀλλὰ περὶ αὐτὰ ὁκόθεν ἐπιῤῥεῖ καὶ ὁκόσα φλεγμοναὶ ἢ ἐπιφλογίσματα ἐς τὸ ἐρυθρὸν καὶ ὕφαιμον ῥέποντα νεαρῷ αἵματι ἐπὶ ταῦτα· ἐπεὶ τά γε παλαιὰ μελαίνει καὶ ἐρυσίπελας τὸ μὴ ἑλκούμενον ὠφελέει, ἐπεὶ τό γε ἑλκούμενον βλάπτει.
812

Τὰς ἐκ τοῦ ψυχροῦ γιγνομένας ὠφελείας τε καὶ βλάβας ἐν τῷδε διεξέρχεται, πρῶτον μὲν λέγων ἐπὶ τῶν αἱμοῤῥαγούντων ἢ μελλόντων χρήσιμον ὑπάρχειν αὐτὸ, μὴ τοῖς αἱμοῤῥαγοῦσι μέρεσιν αὐτὸ προσαγόμενον. ἕλκεσι γὰρ τὸ ψυχρὸν δακνῶδες, ἀλλὰ τοῖς πέριξ αὐτῶν καὶ μάλιστα ἐκείνοις, ὅθεν ἐπιῤῥεῖ τι τοῖς ἕλκεσι, καὶ μὲν δὴ καὶ τὰς φλεγμονὰς ἁπάσας, ὅσα τε ὡς αὐτὸς ὠνόμασεν ἐπιφλογίσματα, τουτέστιν ὥσπερ ὑπὸ φλογὸς ἐπικεκαυμένα διὰ τὴν θερμασίαν τῶν ἐργασαμένων αὐτὰ χυμῶν· καὶ γὰρ καὶ ταῦτα χαίρει τῷ ψυχρῷ. φαίνεται δέ σοι θεωμένῳ ταῦτα πάντα κατὰ τὴν χρόαν ἐρυθρὰ καὶ ὕφαιμα, νεαρῷ δηλονότι καὶ οὐ παλαιῷ τῷ αἵματι, τὸ γὰρ εὐανθὲς οὐκ ἔχει τὸ παλαιὸν αἷμα. διὸ καὶ προσαγομένου τοῦ ψυχροῦ τῷ τοιούτῳ πελιδνοῦσθαί τε καὶ μελαίνεσθαι συμβαίνει τὰ πεπονθότα μόρια. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐρυσίπελας ὠφελεῖται πρὸς τοῦ ψυχροῦ τὸ χωρὶς ἕλκους, ὡς τῷ γε ἡλκωμένῳ δακνῶδές τε καὶ ὀδυνῶδές ἐστι τὸ ψυχρὸν καὶ ταύτῃ βλάπτει τῶν ὀδυνωμένων μερῶν ἀεὶ ῥεῦμα κινούντων ἐφ’ ἑαυτά.

813
Τὰ ψυχρὰ οἷον χιὼν καὶ κρύσταλλος τῷ στήθει πολέμια, βηχέων κινητικὰ καὶ αἱμοῤῥαγικὰ καὶ καταῤῥοικά.

Μέχρι μὲν τοῦδε τὸν λόγον ὑπὲρ ὕδατος ἐποιήσατο θερμοῦ καὶ ψυχροῦ, νυνὶ δὲ καὶ περὶ χιόνος καὶ κρυστάλλου διῆλθεν, ἐνδεικνύμενος ὡς τὰς βλάβας μείζονας εἰς τοσοῦτον τῶν κατὰ τὸ ψυχρὸν ὕδωρ ἐργάζεσθαι πέφυκεν εἰς ὅσον ἐκείνου ψυχρότερά ἐστι καὶ τοῖς κατὰ θώρακα χωρίοις πολεμιώτατα ὑπάρχει βῆχάς τε κινοῦντα καὶ ῥήξεις ἀγγείων ἐργαζόμενα, πολλάκις αἱμοῤῥαγικὰ γίγνεται· καὶ μέντοι καὶ τοῖς ἀπὸ κεφαλῆς κατάῤῥοις ἀδικοῦντα θώρακά τε καὶ πνεύμονα. καὶ γὰρ καὶ τούτους ἐργάζεται χιὼν καὶ κρύσταλλος, καταψύχοντα τὸν ἐγκέφαλον.

Τὰ δὲ ἐν ἄρθροισιν οἰδήματα καὶ ἀλγήματα ἄτερ ἕλκεος καὶ ποδαγρικὰ καὶ σπάσματα, τούτων τὰ πλεῖστα
814
τὸ ψυχρὸν πολλὸν καταχεόμενον ῥηίζει τε καὶ ἰσχναίνει καὶ ὀδύνην λύει. νάρκη δὲ μετρίη ὀδύνης λυτική.

Ὅτι μὲν τὰ πλεῖστα τῶν τοιούτων ὀνίνησι τὸ ψυχρὸν ἐδήλωσε. τίνα δέ ποτ’ ἔστι ταῦτα παρέλιπεν εἰπεῖν, ὡς ἐξ ὧν προείρηκεν οὐ χαλεπὸν ἐξευρεῖν. ὁκόσαι γὰρ, φησὶ, φλεγμοναὶ ἢ ἐπιφλογίσματα εἰς τὸ ἐρυθρὸν καὶ ὕφαιμον ῥέποντα νεαρῷ αἵματι, ταῦθ’ ὑπὸ τοῦ ψυχροῦ θεραπεύεσθαι τὴν ἐπιῤῥοὴν ἀναστέλλοντος δηλονότι καὶ ταύτῃ κενοῦντος τὰ σώματα. διὸ καὶ τὴν ὀδύνην ἐν τοῖς τοιούτοις λύει καὶ τὴν αἰτίαν αὐτῆς ἐκκόπτει. καὶ ἡ ψῦξις δὲ τῶν μορίων ἐπὶ πλέον νάρκην φέρει μετρίαν, ἥτις καὶ αὐτὴ λύει τὴν ὀδύνην, ἀμβλύνουσα τὴν αἴσθησιν.

Ὕδωρ τὸ ταχέως θερμαινόμενον καὶ ταχέως ψυχόμενον κουφότατον.
815

Οὐ τῷ σταθμῷ κουφότατον εἶναι τὸ τοιοῦτον λεκτέον. οὐδὲ γὰρ ἂν οὕτω μέγα διδάσκοι πρὸς τῷ καὶ διὰ περιόδου τινὸς ἐξευρίσκειν ὃ ῥᾳδίως ἦν ἐξ ἀρχῆς ἐξευρεῖν. εἴπερ δὲ βούλεται τὸ τῷ σταθμῷ κουφότατον ὕδωρ διαγνῶναι, πρόχειρον ἐπὶ τὸ τῶν ἱσταμένων ἴδιον ἄγειν κριτήριον διὰ ζυγοῦ καὶ σταθμοῦ ποιουμένῳ αὐτῶν τὴν ἐξέτασιν. ἀλλὰ κουφότερον εἶπε νῦν τὸ μὴ βαρῦνον τὴν γαστέρα καὶ διεξερχόμενον ταχέως, ὥσπερ καὶ βαρὺ λέγομεν τὸ ἐναντίον αὐτῷ τὸ μὴ διεξερχόμενον ταχέως. εὔδηλον δὲ ὡς οὐ μόνον τοῦτο κριτήριον ὕδατός ἐστιν ἀρετῆς. ἀλλ’ ὡς τῶν μὲν ἄλλων εὐπορωτάτων ὑπαρχόντων καὶ πᾶσι γινωσκομένων, τούτου δ’ ἔχοντός τι τεχνικὸν, οὕτως ἐπὶ τὴν γραφὴν αὐτοῦ ἥκειν τὸν Ἱπποκράτην. τίνα δὲ τἄλλα ἐστί; πρῶτον μὲν εἰ μὴ θολερὸν, μήτ’ ἰλυῶδες· εἶθ’ ἑξῆς εἰ μή τι κατὰ τὴν ὀσμὴν, μήτε κατὰ τὴν γεῦσιν ἐμφαίνει τινὸς ἀλλοκότου ποιότητος. εἶθ’ οὕτως ὃ νῦν εἶπεν Ἱπποκράτης, εἰ θερμαίνεται καὶ ψύχεται ταχέως· δῆλον γὰρ ὡς εὐαλλοίωτόν ἐστι τὸ τοιοῦτον, ἀρετὴ δ’ ὥσπερ σίτου τὸ εὐαλλοίωτον,

816
οὕτω καὶ τοῦ ὕδατος. εἴ γε δὴ ῥᾷστα μεταβάλλεσθαι βουλόμεθα πᾶν τὸ μέλλον πεφθήσεσθαι καλῶς ὑπὸ τῶν πεπτικῶν ὀργάνων. ὅσοι δὲ τῇ τῶν πινόντων διαθέσει μὴ κρίνουσι τὸ ἄριστον ὕδωρ, ἀσφαλεστάτῳ μὲν χρῶνται τεκμηρίῳ· μόνον δ’ εἴπερ αὐτὸ παραλαμβάνουσιν οὐκ ὀρθῶς ποιοῦσι. χρὴ γὰρ αὐτὸ πρότερον προκεκρίσθαι τοῖς εἰρημένοις σημείοις, πρὶν ὅλως τις ἐπὶ τὴν τοιαύτην ἀφίκηται πεῖραν.

Ὁκόσοισι δὲ πίνειν ὄρεξις νύκτωρ, τοῖσι πάνυ διψώδεσιν, ἢν ἐπικοιμηθῶσιν, ἀγαθόν.

Οὔτ’ εἰ δοτέον ἐστὶ τὸ ποτὸν ἐπὶ τῶν ἐν νυκτὶ πάνυ διψησάντων ἐδήλωσεν, ἀλλὰ μόνον ὅ τι συμφέρει τούτοις ἐπικοιμηθῆναι. πεφθήσεται γὰρ δηλονότι καὶ ὑποκαταβήσεται κατὰ τὸν ὕπνον, ὅ τί περ ἂν ᾖ τὸ τῆς δίψης αἴτιον. οὐ μὴν οὐδ’ ἄδηλόν ἐστιν, ὡς τοῖς πάνυ διψῶσι δοτέον ἐστὶ

817
τὸ ποτὸν, εἴτ’ ἐξ οἴνου πόσεως ἀκρατεστέρου τοῦτ’ αὐτοῖς εἴη γεγενημένον εἴτ’ ἐξ ἐνδείας ποτοῦ. τό τε γὰρ τὴν ἔνδειαν ἰᾶσθαι προσφορᾷ τό τε τὴν ἐξ οἴνου θερμασίαν ὕδατι σβεννύναι τῶν ὑγιεινῶν ἐστι θεωρημάτων. εἰ μέντοι μετρίως εἶεν διψώδεις, οὐ πάντως ἐστὶ δοτέον αὐτοῖς τὸ ποτὸν, ἀλλ’ ἐπισκεπτέον εἴτ’ ἐνδείᾳ πάσχουσιν ὑγρότητος τὸ τοιοῦτον εἶτε δι’ οἴνου πλείονα πόσιν, ἐγχωρεῖ γὰρ τούτους κοιμηθέντας ὠφεληθῆναι.

Γυναικείων ἀγωγὸν ἡ ἐν ἀρώμασι πυρίη. πολλαχοῦ δὲ καὶ εἰς ἄλλα χρησίμη ἂν ἦν, εἰ μὴ καρηβαρίας ἐνεποίει.

Γυναικείων εἴρηκε τῶν ἐκκενουμένων δηλονότι διὰ μήτρας ταῖς γυναιξὶ κατά τε τάς ἐμμήνους καθάρσεις καὶ μετὰ τοὺς τόκους. εὔδηλον δ’ ὡς κἀνταῦθα τὰς μὲν ἤτοι διὰ φλεγμονὴν τῆς μήτρας ἢ διαστροφὴν ἤ τι τοιοῦτον μὴ καθαιρομένας καλῶς ἰασόμεθα τὸ πάθος ἐκθεραπεύοντες,

818
οὗ σύμπτωμά ἐστὶν ἡ τῶν γυναικείων ἐπίσχεσις, τὰς δ’ ἄνευ τοῦ τοιούτου παθήματος ἐνδεῶς καθαιρομένας ταῖς νῦν ὑπ’ αὐτοῦ διδασκομέναις πυρίαις ἰᾶται. ἐπὶ τούτων γὰρ ἤτοι πάχος αἵματος αἴτιόν ἐστι τῆς ἐπισχέσεως ἢ ἔμφραξις τῶν εἰς τὴν μήτραν καθηκόντων ἀγγείων ἢ μύσις τῶν αὐτῶν τούτων ἢ πύκνωσις ὅλης τῆς οὐσίας αὐτῆς. ὅ τι δ’ ἂν ᾖ τῶν εἰρημένων ἡ διὰ τῶν ἀρωμάτων πυρία θεραπεύει τὴν διάθεσιν, ἀναστομοῦν μὲν δυναμένη τὰ μεμυκότα πέρατα τῶν ἀγγείων, λεπτύνειν δὲ τὸ πάχος τῶν χυμῶν, τὰς δ’ ἐμφράξεις τῷ τέμνειν ἐκφράττουσα. πολλαχοῦ δὲ καὶ εἰς ἄλλα, φησὶν, ἦν ἂν χρήσιμος, εἰ μὴ καρηβαρίας ἐνεποίει. τὸ γὰρ ὅλον σῶμα πυριᾶσθαι διὰ τῆς μήτρας ἠδύνατο συνεχῶς ἐν ἁπάσαις ταῖς ψυχραῖς καὶ ὑγραῖς διαθέσεσιν, εἰ μὴ τὴν ἀπὸ πυρίας ἐφοβούμεθα κεφαλαλγίαν καὶ μάλιστα ἐν τοῖς πυρετοῖς. ὅτι γὰρ κεφαλαλγῆ σχεδὸν ἅπαντά ἐστι τὰ ἀρώματα δηλοῖ μὲν ἡ πεῖρα, διδάσκει δὲ καὶ ὁ λόγος. ὅσα γὰρ ἱκανῶς θερμαίνει κεφαλαλγῆ πάντ’ ἐστὶν,
819
ὡς ἂν ἄνω φύσει φερομένου τοῦ θερμοῦ. θερμὴ δὲ ἱκανῶς ἐστιν ἁπάντων τῶν ἀρωμάτων ἡ φύσις καὶ μάλιστα κασσίας καὶ κόστου καὶ κινναμώμου καὶ ἀμώμου.

Τὰς κυούσας φαρμακεύειν ἢν ὀργᾷ τετράμηνα καὶ ἄχρι ἑπτὰ μηνῶν ἧσσον. τὰ δὲ νήπια καὶ πρεσβύτερα εὐλαβέεσθαι χρή.

Οὗτος ὁ ἀφορισμὸς εἴρηται καὶ πρόσθεν ἐν τοῖς περὶ φαρμάκων λόγοις· ἀλλὰ καὶ νῦν ἐν τοῖς περὶ τῶν γυναικείων κατά γε τὰ πλεῖστα τῶν ἀντιγράφων εὑρίσκεται. τινὲς δ’ ἐξαίρουσιν αὐτὸν ὅπως μηδεὶς ᾖ γεγραμμένος, ἐξηγήσεως δὲ οὐ δεῖται νεωτέρας ἡμῖν τοῖς ἔμπροσθεν εἰρημένοις.

820
Γυναικὶ ἐν γαστρὶ ἐχούσῃ ὑπό τινος τῶν ὀξέων νοσημάτων ληφθῆναι θανάσιμον.

Εἰκότως· ἐάν τε γὰρ πυρετῶδες ᾖ τὸ νόσημα, συνεχεῖς ἀνάγκη τοὺς πυρετοὺς ἔχειν αὐτό. τοιοῦτο γάρ ἐστι τὸ ὀξὺ καὶ κίνδυνος ἐν τῷδε διττὸς, εἷς μὲν αὐτοῦ τοῦ πυρετοῦ ἀναιροῦντος τὸ ἔμβρυον, ἕτερος δ’ ὅτι διὰ μακροῦ μὲν τρέφοντες ἐνδείᾳ τροφῆς ἀναιροῦμεν τὸ ἔμβρυον. εἰ δ’ ἵνα τοῦτο διασώσωμεν, ἀφειδήσομεν τοῦ συνεχῶς τρέφειν, αὐξήσαντες τῇ τῶν τροφῶν ἀκαιρίᾳ τοὺς συνεχεῖς πυρετοὺς, ἀποκτενοῦμεν τὴν κύουσαν, οὕτω δὲ κἂν χωρὶς πυρετοῦ τῶν ἄλλων τι γένηται νοσημάτων ὀξέων, οἷον ἐπιληψία ἢ ἀποπληξία ἢ σπασμὸς ἢ τέτανος ἅμα τῷ μεγέθει καὶ τῇ συντονίᾳ τοῦ νοσήματος, ἀδύνατον ἐξαρκέσαι τὴν κάμνουσαν.

821
Γυνὴ ἐν γαστρὶ ἔχουσα φλεβοτομηθεῖσα ἐκτιτρώσκει, καὶ μᾶλλον, εἰ μεῖζον εἴη τὸ ἔμβρυον.

Ἐνδείᾳ τροφῆς φθείρεται τὸ ἔμβρυον οὐ μόνον ἐκ τῆς φλεβοτομίας, ἀλλὰ κἀν ταῖς μικροτέραις ἀσιτίαις, ἐπιδείξομεν δὲ τοῦτο μικρὸν ὕστερον καὶ δι’ ἄλλων ἀφορισμῶν. εἰκότως οὖν τὸ ἔμβρυον τὸ μεῖζον μᾶλλον φθείρεται, φλεβοτομηθείσης τῆς γυναικὸς, διὰ τὸ πλείονος δεῖσθαι τροφῆς.

Γυναικὶ αἷμα ἐμεούσῃ τῶν καταμηνίων ῥαγέντων λύσις γίνεται.

Εἰκότως· ἀντίσπασίς τε γὰρ ἅμα καὶ κένωσις ἔσται τοῦ τὴν ὁρμὴν εἰληφότος αἵματος ἄνω· τουτὶ μὲν οὖν καὶ ἡ πεῖρα διδάσκει συμφερόντως γιγνόμενον, ἐξ αὐτῆς

822
δ’ ὁρμηθέντες καὶ ἡμεῖς μιμησόμεθα τὰ καλῶς ὑπὸ τῆς φύσεως ἀποτελούμενα καὶ διὰ φλεβοτομίας κενώσομεν τὰς οὕτω πάσχουσας.

Γυναικὶ τῶν καταμηνίων ἐκλειπόντων αἷμα ἐκ τῶν ῥινῶν ῥυῆναι ἀγαθόν.

Ὅτι μὲν οὖν ἀναγκαῖόν ἐστι τὸ καλῶς ἐφ’ ἑκάστῳ μηνὶ κενούμενον αἷμα, ἐπειδὰν κατά τινα διάθεσιν ἐπισχεθῇ, βλάπτειν τὴν γυναῖκα καὶ ὅ τι δι’ ἑτέρου χωρίου κενουμένου ἰάσεται τῆς βλάβης τὸ πᾶν σῶμα πρόδηλον παντί. πολλῶν δ’ ὄντων χωρίων δι’ ὧν ἐκκενοῦσθαι δύναται, τοῖς μὲν ἄλλοις ἅπασι πρόσεστί τις μείζων ἢ ἐλάττων βλάβη. μόνη δ’ ἡ διὰ τῶν ῥινῶν κένωσις ἄλυπός ἐστιν, ἣν ἐπαινεῖ νῦν ὁ Ἱπποκράτης. οὐ μὴν οὐδ’ εἴ τις ἄλλη κένωσις ἄλυπος εὑρίσκοιτο, τούτου χάριν ὁ ἀφορισμὸς ψευδής ἐστιν. οὐ γὰρ ὅτι μόνη κένωσις ἡ διὰ τῶν ῥινῶν ἀγαθὴ τῶν καταμηνίων

823
ἐκλειπόντων εἴρηκεν, ἀλλ’ ἁπλῶς ἐπῄνεσεν αὐτὴν, μὴ προσθεὶς ὅτι μόνη. κἂν τὴν δι’ ἕδρας οὖν τὴν ἀγαθὴν εἶναι λέγῃ ταῖς οὕτως ἐχούσαις γυναιξὶν, οὐ μάχεται τῷ ἀφορισμῷ. φαίνεται γὰρ ἐνίοτε δι’ ἑνὸς ὡς παραδείγματος ὁ Ἱπποκράτης ἀποφαινόμενος ὑπὲρ τῶν ὁμοίων ἁπάντων.

Γυναικὶ ἐν γαστρὶ ἐχούσῃ ἢν ἡ κοιλίη ῥυῇ πολλάκις, κίνδυνος ἐκτρῶσαι.

Τῷ λόγῳ τῆς κενώσεως καὶ νῦν ὁ Ἱπποκράτης κίνδυνος, φησὶν, ἐκτρῶσαι, καθότι καὶ πρόσθεν ἐπὶ τῆς φλεβοτομίας ἐδείκνυμεν.

Γυναικὶ ὑπὸ ὑστερικῶν ἐνοχλουμένῃ ἢ δυστοκούσῃ πταρμὸς ἐπιγενόμενος ἀγαθόν.
824

Ἀσαφές ἐστι τὸ τὸν κατὰ ἀφορισμὸν ὄνομα τὸ ὑστερικῶν. ἔνιοι μὲν γὰρ ἀκούουσιν ἐπὶ πασῶν κατὰ τὰς ὑστέρας διαθέσεων, ἔνιοι δὲ ἐπὶ μόνων ἐκείνων αἷς ἕπεται πάθος ὃ προσαγορεύουσιν ὑστερικὴν πνίγα, καίτοι γε οὐ πνίγα κατ’ ἀλήθειαν οὖσαν, ἀλλ’ ἄπνοιαν. ἔνιοι δ’ ἐπὶ τῶν χωρίων ἀκούουσιν, ἐπειδὴ καὶ ταῦτα τὰ ὕστερα καλοῦσιν. ἀλλ’ οὗτοι μὲν ἄντικρυς ἁμαρτάνουσιν, εἰ καὶ ὅτι μάλιστα δοκοῦσιν ἀληθεύειν, ἐν τῷ καταῤῥήγνυσθαι τὰ ἐν τῇ μήτρᾳ κατεχόμενα χωρία πρὸς τῶν πταρμῶν. ἄλλος τε γὰρ ὑπὲρ τούτων ἀφορισμὸς αὐτῷ γέγραπται καὶ διαφέρει πάμπολυ καὶ κατὰ τοὔνομα τὰ ὕστερα τῶν ὑστερικῶν. ψεῦδός γε μήν ἐστι καὶ τὸ περὶ πάντων τῶν κατὰ τὰς ὑστέρας παθῶν εἰρῆσθαι τὸν λόγον. οὔτε γὰρ ἑλκώσεις οὔτε φλεγμονὰς οὔτ’ ἐρυσιπέλατα, καθάπερ οὐδ’ ἀποστήματα πταρμὸς ὀνίνησιν. ἀληθὲς δὲ τὸ καὶ κατὰ ὑστερικὰς ἀπνοίας ἐπιγινομένου πταρμοῦ ῥᾳστωνεῖν τὰς καμνούσας, οὐ μόνον ὅτι σημεῖον ἀγαθόν ἐστιν αὐτομάτως ἐπιγενόμενος ὁ πταρμὸς ταῖς οὕτως ἐχούσαις, ἀλλὰ καὶ αἴτιον ὥσπερ τι βοήθημα

825
τοῦ πάθους γινόμενος. σημεῖον μὲν οὖν ἀγαθόν ἐστι, διότι δηλοῖ τὴν φύσιν ἔμπροσθεν νεναρκωμένην, ἐπεγείρεσθαί τε καὶ ἀναζωπυρεῖσθαι καὶ τῶν οἰκείων κινήσεων ἀναμιμνήσκεσθαι, ὁπότε γε καὶ ἀποτίθεταί τινα τῶν περιττωμάτων. ἐδείχθη γὰρ ἐν τοῖς τῶν συμπτωμάτων αἰτίοις ὁ πταρμὸς οὕτω γινόμενος, αἴτιον δὲ τῆς ὠφελείας, ὅτι τῷ σφοδροτέρῳ κλόνῳ καὶ βρασμῷ τοῦτο μὲν ἐπεγείρει τὴν φύσιν, τοῦτο δ’ ἐκκρίνει τὰ δυσεκκρίτως ἐμπεπαρμένα τοῖς μορίοις τοῦ σώματος. οὕτω γὰρ καὶ τὴν λύγγα πέφυκεν ἰᾶσθαι.

Γυναικὶ καταμήνια ἄχροα καὶ μὴ κατὰ τὰ αὐτὰ ἀεὶ γινόμενα καθάρσιος δεῖσθαι σημαίνει.

Πολλὰ τῶν ἀντιγράφων βιβλία ἔστιν εὑρεῖν οὕτως ἔχοντα τὴν λέξιν· γυναικὶ καταμήνια χρόνια καὶ μὴ κατὰ τὰ αὐτὰ ἰόντα. δύναται μὲν οὖν καὶ τὰ χρόνια καταμήνια,

826
τουτέστιν ὅσα τῆς εἰθισμένης ὑστερίζει περιόδου, καθάρσεως δεῖσθαι χυμοῦ φλεγματικοῦ, διὸ καὶ δύσχροα γίγνεται οὐ μὴν ἐξ ἀνάγκης γε ταύτης μόνης· καὶ γὰρ δὴ καὶ διὰ τῆς λεπτυνούσης διαίτης ἐνίοτε τὰς τοιαύτας διαθέσεις πολλάκις ἰασόμεθα, γέγραπται δὲ περὶ τῆς διαίτης ταύτης ἓν ἰδίᾳ βιβλίον, ἅμα δ’ αὐτῇ καὶ ἡ τῶν ἀρωμάτων πυρία καὶ οἱ τὴν αὐτὴν ἐκείνῃ δύναμιν ἔχοντες πεσσοὶ πρόθετοι καὶ τὰ πινόμενα φάρμακα τμητικά τε καὶ λεπτυντικὰ πάχους τῶν χυμῶν, ὁποῖόν ἐστι καὶ τὸ διὰ τῆς καλαμίνθης, ᾧ συνήθως ἑκάστοτε χρώμεθα, ὅ καὶ τὰς ἐμμήνους καθάρσεις βραδυνούσης ἐκίνησε πολλάκις. ὁ γάρ τοι σκοπὸς τῆς ἰάσεως αὐτῶν ἐστιν ἀναστομῶσαι μὲν τὰ στόματα τῶν εἰς τὴν μήτραν καθηκόντων ἀγγείων, λεπτῦναι δὲ τὸ αἷμα. καὶ μὲν δὴ καὶ ἡ τοῦ παντὸς σώματος κάθαρσις, ὡς εἶπον, ὅτε δὴ τῶν παχέων γένηται χυμῶν, ἰᾶται τὰς τοιαύτας διαθέσεις. εἰ δ’ ἄχροα γεγραμμένον εἴη, πολὺ δὴ μᾶλλον ἡ κάθαρσις ἰάσεται τὰς οὕτως ἐχούσας. οὐδὲ γὰρ διὰ τὸν φλεγματικὸν μόνον χυμὸν, ἀλλὰ καὶ τὸν μελαγχολικὸν καὶ τὸ
827
πικρόχολον, ἄχροα γίνεται τὰ καταμήνια. πῶς μὲν οὖν χρὴ διαγινώσκειν τὸν πλεονάζοντα χυμὸν ἐν τῷ προτέρῳ τῶν γυναικείων αὐτὸς ἐδίδαξεν, νῦν δ’ ὅτι διὰ καθάρσεώς ἐστι κενωτέον αὐτὸ ἐδήλωσεν. τὸ δὲ μὴ κατὰ τὰ αὐτὰ ἰόντα τῇδε τῇ γραφῇ συμφωνεῖ μᾶλλον, ἵν’ ὁ σύμπας λόγος ᾖ τοιοῦτος· ἐὰν ἄχροα γένηται τὰ καταμήνια καὶ μὴ κατὰ τὰ αὐτὰ ἰόντα τοῖς δι’ ἔθους ἔμπροσθεν γινομένοις τῇ γυναικὶ, καθάρσεως δεῖται. συμβαίνει γὰρ ἐπὶ τῶν κακοχύμων γυναικῶν οὐ μόνον ἀχρουστέρας φαίνεσθαι τὰς ἐμμήνους καθάρσεις, ἀλλὰ καὶ τὸν χρόνον τῆς περιόδου διαφθείρειν. εἰ μὲν παχύτεροί τε καὶ δυσρούστεροι τῶν κατὰ φύσιν εἷεν οἱ χυμοὶ γεγονότες ἐπιβραδύνοντες καὶ χρονίζοντες, φθάνονται δὲ τὴν συνήθη προθεσμίαν ἐπὶ τοῖς ἐναντίοις, ὑγροτέροις τε καὶ λεπτοτέροις δηλονότι.

Γυναικὶ ἐν γαστρὶ ἐχούσῃ ἢν οἱ μασθοὶ ἐξαίφνης ἰσχνοὶ γένωνται, ἐκτιτρώσκει.
828

Καὶ οὗτος ὁ ἀφορισμὸς ἐξ ἐκείνων ἐστὶν, οὓς ἔφαμεν ἔνδειαν τῆς τροφῆς σημαίνειν τῷ ἐμβρύῳ. κοιναὶ γάρ τινές εἰσι φλέβες ὑστερῶν τε καὶ τιτθῶν, αἵτινες ὅταν ἐνδεῶς ἔχωσιν αἵματος, ἰσχνοὺς μὲν τοὺς τιτθοὺς ἀποφαίνουσι, τῇ δὲ ἀτροφίᾳ ποτὲ μὲν ἀναιροῦσι τὸ ἔμβρυον, ἔστι δ’ ὁτὲ πρὸς ἔκκρισιν παρορμῶσι διὰ τὴν αἰτίαν, ἣν αὐτὸς ἐν τῷ περὶ φύσεως παιδίου γράφει κατὰ τήνδε τὴν ῥῆσιν· ἡ τροφὴ καὶ ἡ αὔξησις τὰ ἀπὸ τῆς μήτρας κατιόντα, οὐκέτι αὐτάρκη τῷ παιδίῳ ἐστὶν, ὅταν οἱ δέκα μῆνες παρέλθωσι καὶ τὸ ἔμβρυον αὐξηθῇ. ἕλκει γὰρ ἀπὸ τοῦ αἵματος εἰς ἑωυτὸ γλυκύτατον, ἅμα δὲ καὶ ἀπὸ τοῦ γάλακτος ἐπαυρίσκεται ὀλίγον. ὅταν δ’ αὐτῷ ταῦτα σπανιώτερα γένηται καὶ ἁδρὸν ᾖ τὸ παιδίον, ζητοῦν τε πλέον τῆς ὑπαρχούσης τροφῆς, ἀσκαρίζει, καὶ τοὺς ὑμένας ῥηγνύον ἀρχὴν ἀποκυήσεως παρέχει τῇ μητρί.