In Hippocratis Aphorismos Commentarii VII

Galen

Galen, In Hippocratis Aphorismos Commentarii VII

Ὁκόσοισιν ἐν τοῖσι πυρετοῖσιν ἑκταίοισιν ἐοῦσι ῥίγεα γίνεται δύσκριτα.

Ὅσα τοῖς πυρετοῖς καὶ μάλιστα τοῖς καυσώδεσι ἐπιγίνεται ῥίγη, κρίνειν εἴωθεν ἀγαθὴν μὲν καὶ τελέαν κρίσιν,

694
ὅταν ἐν ἡμέρᾳ κρισίμῳ γίνηται καὶ μετὰ τῶν τῆς πέψεως σημείων, οὐκ ἀγαθὴν δὲ οὐδὲ τελέαν, ὅταν ἤτοι τὰ τῆς ἡμέρας ἢ τὰ τῆς πέψεως σημεῖα ἐλλιπῶς ἔχῃ. ὅτι μὲν οὖν πεπέφθαι χρὴ τὰ μέλλοντα κρίνεσθαι καλῶς ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν ἐδίδαξε, διὰ τῆς ὀλίγον ἔμπροσθεν εἰρημένης ῥήσεως, ἧς ἡ ἀρχὴ πεπασμοὶ, ταχύτητα κρίσεως, ἀσφάλειαν ὑγιεινὴν σημαίνουσιν. ὅτι δ’ οὐδ’ ἐν ἁπάσαις ταῖς ἡμέραις, ἔν τε τῷ προγνωστικῷ διῆλθον καὶ κατὰ τουτὶ τὸ βιβλίον τῶν ἀφορισμῶν, ἔτι δὲ κατὰ τὸ πρῶτον τῶν ἐπιδημιῶν. ἠθροίσθη δ’ ὑφ’ ἡμῶν ἅπαντα ταῦτα μετὰ τῆς προσηκούσης ἐξηγήσεως. ὅσα μὲν εἴρηται περὶ τῶν κρισίμων ἡμερῶν, κατὰ τὴν περὶ κρισίμων ἡμερῶν πραγματείαν, ὅσα δὲ περὶ τῶν τῆς πέψεως σημείων, ἐν τῇ περὶ τῶν κρίσεων. εἴρηται δ’ ἐν αὐταῖς καὶ περὶ τῆς κατὰ τὴν ἕκτην ἡμέραν κρίσεως, ἧς καὶ νῦν μνημονεύων ἔφη, τὰ κατ’ αὐτὴν ῥίγη δύσκριτα γίνεσθαι, τουτέστιν ἤτοι κακὴν ἐπιφέροντα κρίσιν, ὡσεὶ καὶ κακόκριτα ἐλέλεκτο, ἢ οὐ βεβαίαν. ἀλλ’ ὥστε ῥᾳδίως ὑποτροπιάζειν ἢ εἰς μακρὸν ἐμπίπτοντα χρόνον, ὡσεὶ καὶ δύσλυτα
695
ἐλέλεκτο, καὶ μετὰ συμπτωμάτων δ’ ἔστιν ὅτε χαλεπῶν, εἰ ἑκταία γίνεται ἡ κρίσις, ὑπὲρ ὧν ἁπάντων γέγραπταί μοι τελέως ἐν ταῖς προειρημέναις πραγματείαις. ταῦτα μὲν οὖν οὕτως γίγνεσθαι καὶ πρὸς τῆς ἐμπειρίας μεμαρτύρηται. τὰς δ’ αἰτίας αὐτῶν μακρὸν ἂν εἴη νῦν διεξέρχεσθαι. περὶ μὲν γὰρ τῶν κρινουσῶν ἡμερῶν ἐν τῷ τρίτῳ τῶν περὶ κρίσεων εἴρηται, περὶ δὲ τοῦ ῥίγους ἰδίᾳ κατ’ αὐτό.

Ὁκόσοισι παροξυσμοὶ γίνονται ἣν ἂν ὥρην ἀφῇ ὁ πυρετὸς, εἰς τὴν αὔριον τὴν αὐτὴν ὥρην ἢν λάβῃ, δύσκριτα.

Ὑποθώμεθά τινα κατὰ τὴν πρώτην ἡμέραν ἀρξάμενον ὥραν τὴν τρίτην, πεπαῦσθαι δὲ καθ’ ἡντιναοῦν ὥραν ἑτέραν, εἶθ’ ὑπῆρχθαι πάλιν ἐν τῇ δευτέρᾳ τῶν ἡμερῶν κατὰ τὴν ὥραν τὴν τρίτην, εἶτα παυσάμενον αὖθις, ὅτε δή ποτε τῇ τρίτῃ τῶν ἡμερῶν πάλιν ἄρξασθαι κατὰ τὴν τρίτην ὥραν, εἶτ’ αὖθις ὡς ἔτυχε παυσάμενον ἄρξασθαι τῇ τετάρτῃ

696
τῶν ἡμερῶν κατὰ τὴν τρίτην ὥραν καὶ οὕτως ἀεὶ κατὰ τὸ ἑξῆς φυλάττεσθαι μὲν αὐτῷ τὴν τρίτην ὥραν, ἐν ᾗ τὴν ἀρχὴν ὁ παροξυσμὸς λαμβάνει, μὴ φυλάττεσθαι δὲ τὰς ἄλλας, ἐν αἷς παύεται. τὸν οὖν οὕτω νοσοῦντα μακρότερον ἀνάγκη νοσῆσαι χρόνῳ τῶν ἄτακτον ἐχόντων τὴν ὥραν τῆς ἀρχῆς τοῦ παροξυσμοῦ. τοῦτο μὲν οὖν ἡμεῖς ὑπὸ τῆς πείρας μαρτυρούμενον εἰρῆσθαί φαμεν. εἰσὶ δ’ οἳ τοιοῦτό τί φασιν εἶναι τὸ λεγόμενον. εἰ τῇ πρώτῃ τῶν ἡμερῶν παροξυνθεὶς ὁ κάμνων ὥρᾳ, φέρε εἰπεῖν, τρίτῃ παυσάμενός τε δωδεκάτην ὥραν, εἰ τύχοι, πάλιν ἄρξαιτο τῇ δευτέρᾳ τῶν ἡμερῶν, κατὰ τὴν δωδεκάτην ὥραν δύσκριτον ἔσεσθαί φασιν αὐτῷ τὸ νόσημα, μήτε λογισμόν τινα προστιθέντες, ἀλλὰ μηδ’ ἀπὸ τῆς πείρας μαρτυρούμενον ὑποδεῖξαι δυνάμενοι τὸν ἑαυτῶν λόγον. οὐ μὴν οὐδὲ τὸ δύσκριτον, οἷόν τ’ ἐστὶν ἐπινοῆσαι κατ’ ἄλλο τι σημαινόμενον εἰρῆσθαι παρὰ τὸ δύσλυτον, ὡς εἶναι τὸ λεγόμενον τοιοῦτον, ἐάν τε καθ’ ἑκάστην ἡμέραν ἐάν τε διὰ τετάρτης ὁ κάμνων παροξύνηται κατὰ τὴν αὐτὴν ὥραν, δύσλυτον ἔσται 
697
τοῦτο νόσημα, κἂν πολλαῖς κἂν ὀλίγαις ὁ παροξυσμὸς ὥραις γένηται. τοῦτο μὲν οὖν, ὡς ἔφην, ὑπὸ τῆς ἐμπειρίας μαρτυρεῖται. τὴν δ’ αἰτίαν αὐτοῦ νομιστέον εἶναι τοιαύτην, ὅταν μὲν ἀστήρικτον ᾖ τὸ τῶν παροξυσμῶν αἴτιον, οὐ φυλάττει τὴν αὐτὴν περίοδόν τε καὶ προθεσμίαν, ὅταν δ’ ἐστηριγμένον, φυλάττει καὶ διὰ τοῦτο δύσλυτον μέν ἐστι τὸ ἐστηριγμένον, εὔλυτον δὲ τὸ μὴ τοιοῦτον. μοχλείας γὰρ, ὡς ἂν εἴποι τις, ἰσχυρᾶς δεῖ τοῖς ἐστηριγμένοις, ἥτις ἐν χρόνῳ πλείονι καὶ διὰ βοηθημάτων ἰσχυροτέρων τε καὶ πλειόνων γίγνεται.

Τοῖσι κοπιώδεσιν ἐν τοῖσι πυρετοῖσιν ἐς ἄρθρα καὶ παρὰ τὰς γνάθους μάλιστα αἱ ἀποστάσιες γίνονται.

Ἐῤῥέθη ἤδη καὶ πρόσθεν ὡς τῶν κόπων ἔνιοι μὲν ἐπὶ κινήσεσι γίγνονται πολλαῖς, οἵπερ ἁπλῶς τε καὶ κυρίως ὀνομάζονται

698
κόποι. τινὲς δὲ οὔτε σφοδρὰς κινήσεις κινηθέντες εἰώθασι γίγνεσθαι κοπώδεις. τοὺς τοιούτους οὖν κόπους οὐχ ἁπλῶς κόπους, ἀλλὰ μετὰ προσθήκης ὀνομάζουσι κόπους αὐτομάτους. ἀμφοτέρων δ’ αὐτῶν κοινὸς ὁ πεπονθὼς ὑπάρχει τόπος, ἔστι δ’ οὗτος ἅπαν τὸ μυῶδες ἐν τῷ σώματι γένος. ὅσοι δ’ ἐπὶ κινήσεσι πλείοσι γίγνονται κόποι, πρόσεστιν αὐτοῖς ἴδιον ἐξαίρετον ἡ ἐν τοῖς ἄρθροις θερμότης, ὥστ’ ἐπὶ τούτων μὲν οὐδέν θαυμαστὸν εἰς τὰ ἄρθρα γίγνεσθαι τὰς ἀποστάσεις, ὡς καὶ πεπονηκότα τοῖς μυσὶν, ὁμοίως καὶ τεθερμασμένα περαιτέρω τοῦ προσήκοντος. τοῖς δ’ αὐτομάτοις κόποις ἑνὶ μόνῳ λόγῳ τὰ ῥεύματα κατασκήπτειν εἰς ἄρθρα συμβέβηκεν, ὡς καὶ τοῖς ἄλλοις σχεδὸν ἅπασι νοσήμασιν, ὅσα δι’ ἀποστάσεως κρίνεται τῆς εὐρυχωρίας αὐτῶν ἐπιτηδείως ἐχούσης ὑποδέξασθαι τὰ περιττά. σπανιώτερα μὲν οὖν ἐπ’ ἐκείνων εἰσὶν αἱ ἀποστάσεις, ἐπὶ δὲ τῶν κοπωδῶν πλείους, καὶ μάλισθ’ ὅταν αὐτόματος ὁ κόπος ᾖ καὶ τούτων αὐτῶν μάλισθ’ ὅσοι διὰ πλῆθος. ἔσται τοιγαροῦν καὶ κατὰ τὸν ἀφορισμὸν τοῦ λόγου
699
τὸ κεφάλαιον τοιοῦτον. τοῖς κοπώδεσιν ὁπωσοῦν ἐν πυρετοῖς γενομένοις, ἐς ἄρθρα καὶ μάλιστα περὶ τὰς γνάθους αἱ ἀποστάσιες γίνονται. συμβαίνει δὲ τοῦτο διὰ τὴν ἐν τοῖς πυρετοῖς θερμασίαν, ἐπὶ κεφαλὴν ἀναφερομένου τοῦ πλήθους, εἶτ’ ἐντεῦθεν τῶν περὶ τὰς γνάθους ἀδένων ὑποδεχομένων αὐτὸ, καθάπερ ὅταν εἰς βουβῶνας ἢ μασχάλας ἀφίκηταί τι τῶν ἐν ἐκείνοις τοῖς μέρεσιν.

Ὁκόσοισι δὲ ἀνισταμένοισιν ἐκ τῶν νούσων, ἤν τι πονήσῃ, ἐνταῦθα αἱ ἀποστάσιες γίνονται.

Εἴπερ ὁ πόνος τήν τε σφοδρὰν κίνησιν σημαίνει καὶ τὴν ὀδύνην καὶ τὴν βλάβην, ὡς ἔμπροσθεν ἐδείχθη, πρόδηλον δήπου ὅτι καὶ πονεῖν τὸ ἐν πλείονι κινήσει γενέσθαι δηλώσει καὶ τὸ σχεῖν τινὰ ὀδύνην ἢ βλάβην. ἀτὰρ οὖν καὶ

700
φαίνεταί τισι τῶν ἀνακομιζομένων ἐκ νόσου, μὴ πάνυ καλῶς κεκαθαρμένων τῶν ἐργασαμένων τὴν νόσον χυμῶν, ἀλλά τινα περιττὰ καταλελοιπότων, ὅταν ἤτοι κάμνωσιν ἢ ὀδυνηθῶσί τι μόριον, ἐκεῖσε κατασκήπτειν ἀποστήματα, τοῦ μὲν καμάτου λόγον αἰτίας ἔχοντος, τῆς δ’ ὀδύνης σημείου. κατὰ μὲν γὰρ τὰς σφοδροτέρας κινήσεις ἥ τε δύναμις ἀῤῥωστοτέρα γίνεται καὶ θερμασία πλείων ἀνάπτεται. τὸ δ’ ὀδυνᾶσθαι τοῦ ῥεύματος ἤδη κατασκήπτοντος ἀποτελεῖται. τοῦτο μὲν οὖν, ὡς ἔφην, γιγνομένης ἀποστάσεώς ἐστι σημεῖον. ἡ ἀῤῥωστία δὲ καὶ ἡ θερμασία ποδηγεῖ τοὺς περιττοὺς ἐπὶ τὸ πεπονθός. ἑκατέρως μὲν οὖν ὡς ἐπιδέδεικται δυνατὸν ἀκούειν τοῦ πονῆσαι. τῷ μέντοι λόγῳ παντὶ τῷ νῦν ὑφ’ Ἱπποκράτους περαινομένῳ τὸ ἕτερον τῶν σημαινομένων οἰκειότερόν ἐστιν, εἴ γε δὴ προειρήκει μὲν ὑπὲρ τῶν κοπωδῶν πυρετῶν. ἐφεξῆς δὲ πάλιν, φησὶν, ἀτὰρ καὶ ἢν προπεπονηκός τι ᾖ. φαίνεται γὰρ ὁ μὲν πρῶτος ἀφορισμὸς οὗ ἡ ἀρχὴ, ἐν τοῖσι κοπώδεσι, περὶ τῶν ἐν ταῖς νόσοις
701
κόπων διαλεγόμενος, ὁ δὲ νῦν προκείμενος ὑπὲρ τῶν ἐν ταῖς ἀναλήψεσιν, ὁ δ’ ἑξῆς ὑπὲρ τῶν προηγησαμένων τῆς νόσου.

Ἀτὰρ ἢν καὶ προπεπονηκός τι ᾖ πρὸ τοῦ νοσεῖν, ἐνταῦθα στηρίζει ἡ νοῦσος.

Εἴτε συνάπτειν τις ἐθέλει τοῖς προειρημένοις δύο λόγοις καὶ τοῦτον νῦν εἰρημένον εἰς ἑνὸς ἀφορισμοῦ συμπλήρωσιν εἴθ’ ἕκαστον ἰδίᾳ περιγράφειν οὐ διοίσει. δέδεικται γὰρ ἥ τε κοινότης αὐτῶν καὶ ἡ καθ’ ἕκαστον ἰδιότης ἐν τῷ προειρημένῳ λόγῳ. ῥηθήσεται δὲ καὶ νῦν ἔτι διὰ βραχέων. ὅταν ἐν νοσήματι κοπώδης αἴσθησις ᾖ τῷ κάμνοντι, προσδέχεσθαι χρὴ γενήσεσθαί τινα ἀπόστασιν εἰς ἄρθρα καὶ μάλιστα περὶ τὰς γνάθους. ὁμοίως δὲ καὶ ἐὰν ἀνακομιζόμενος ἐκ νόσου κάμῃ τινὶ μορίῳ τοῦ σώματος ἢ πρὶν 

702
τοῦ νοσεῖν. εἴωθε γὰρ κατὰ πολὺ κατασκήπτειν εἰς τὰ τοιαῦτα, κατ’ ἐκείνας δηλονότι τῶν νόσων, ἐφ’ ὦν ἐλπίς ἐστιν ἀπόστασιν γενέσθαι καὶ μὴ προκριθῆναι τὸ νόσημα δι’ ἐκκρίσεως. εἴρηται μὲν οὖν τινα κἀν τοῖς πρόσθεν ὑπὲρ τῆς τῶν τοιούτων νοσημάτων διαγνώσεως. ὁ δὲ σύμπας λόγος ἐν τοῖς περὶ κρίσεων ὑπομνήμασι διήρηται.

Ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ οἰδήματος μὴ ἐόντος ἐν τῇ φάρυγγι πνὶξ ἐξαίφνης ἐπιγίγνηται, θανάσιμον.

Ἔνεστι μὲν καὶ ἁπλῶς ἀκοῦσαι τῆς ἀρχῆς τοῦ ἀφορισμοῦ, καθ’ ἥν φησιν, ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ, ὡς εἰ καὶ οὕτως ἔτυχεν εἰπὼν, ἢν πυρέσσοντι ἀνθρώπῳ οἰδήματος μὴ ἐόντος ἔνεστι δὲ καὶ σὺν ἐνδείξει τινὶ πλείονι, καθάπερ εἴωθε καὶ ἐν τοῖς τῶν ἐπιδημιῶν γράφειν, οὐ τὸν ἁπλῶς ὁπωσοῦν πυρέττοντα δηλῶν, ὅταν εἴπῃ πυρετὸς εἶχεν αὐτὸν, ἀλλ’ ὅτῳ μέγας ἐστὶν ὁ πυρετὸς, οὕτως ἑρμηνεύων.

703
ἐγχωρεῖ μὲν οὖν καὶ χωρὶς μεγάλου πυρετοῦ πνίξεως ἐξαίφνης ἐπιγενομένης ἀπολέσθαι τὸν ἄνθρωπον. ἀφυκτότερος δὲ καὶ θάττων ὁ θάνατος, ὡς μηδ’ ἐκ παραδόξου ποτὲ σωθῆναι, σφοδροῦ κατέχοντος τὸν κάμνοντα πυρετοῦ. δεῖται γὰρ ὁ τοιοῦτος πυρετὸς, ὡς ἐν τοῖς περὶ δυσπνοίας δέδεικται λόγοις, εἰσπνοῆς δαψιλοῦς. γίνεται δ’ οὐχ ὅπως δαψιλὴς, ἀλλὰ καὶ παντάπασιν ὀλίγη τοῖς πνιγομένοις. οὐ γὰρ δὴ οὐδ’ ἄλλο τί ἐστιν ἡ πνὶξ παρὰ τὴν γινομένην ἀπώλειαν ἐξαιφνίδιον ἐξ ἐνδείας ἀναπνοῆς, διὰ στενοχωρίαν τῶν ἀναπνευστικῶν τινος ὀργάνων ἀποτελουμένης· ἡ γὰρ τοιαύτη στενοχωρία οὐκ αὐτῶν χωρὶς τῶν τῆς ἀναπνοῆς ἐστι, γιγνομένης καὶ ταύτης ἤτοι διὰ τὴν ἀῤῥωστίαν τῆς κινούσης τὸν θώρακα δυνάμεως ἢ διὰ ψύξιν ἰσχυρὰν τῆς ζωτικῆς ἀρχῆς. ἀλλ’ ἥ γε πνὶξ ἐπὶ στενοχωρίᾳ μὲν γίγνεται πάντως, ἡ στενοχωρία δὲ ἤτοι πεπληρωμένης τῆς μεταξὺ τοῦ θώρακός τε τῆς πνεύμονος χώρας ἢ τῶν σηράγγων τοῦ πνεύμονος ἤ τινος φλεγμονῆς περὶ τὸ σπλάγχνον ὅλον οὔσης ἢ κατὰ τὴν τραχεῖαν ἀρτηρίαν ἢ τὴν οἶον κεφαλὴν
704
αὐτὴν, ἣν ὀνομάζουσι λάρυγγα. καί ποτε κατὰ τὴν προκειμένην εὐρυχωρίαν ταύτης, ᾖ τοὔνομα φάρυγξ ἐστὶ, πνίγεσθαι πέφυκεν. οὕτως οὖν καὶ Ὅμηρος ἔφη·

  • — φάρυγος δ’ ἐξέσσυτο οἶνος,
  • ψωμοί τ’ ἀνδρόμεοι
  • τὴν προκειμένην εὐρυχωρίαν στομάχου καὶ λάρυγγος ὀνομάζων φάρυγγα. φαίνεται δὲ καὶ νῦν ὁ Ἱπποκράτης ταὐτὸ τοῦτο τὸ μόριον ὡσαύτως Ὁμήρῳ καλέσας· φησὶ γοῦν οἰδήματος μὴ ἐόντος ἐν τῇ φάρυγγι, ὡς δυνατὸν ἐπὶ πλέον ἀνοιχθέντος τοῦ στόματος, ἀκριβῶς θεάσασθαι τὸ μόριον, ὅπερ οὐχ ὑπάρχει τῷ λάρυγγι. γενήσεται γοῦν ὁ σύμπας λόγος τοιοῦτος. ἐὰν ὑπὸ πυρετοῦ ἐχομένῳ πνὶξ ἐξαίφνης ἐπιγενήσεται χωρὶς ὄγκου τοῦ κατὰ τὴν φάρυγγα, θανατῶδές ἐστιν. ὡσαύτως ὠνόμαζον οἱ παλαιοὶ τὸ οἴδημα καὶ τὸν ὄγκον. ἴσμεν δ’ ὅτι τρίτη τίς ἐστιν ἡ διαφορὰ τῶν ὄγκων. ἤτοι γὰρ μετ’ ὀδύνης εἰσὶ καὶ καλοῦσιν αὐτοὺς οἱ νεώτεροι φλεγμονὰς ἢ χωρὶς ὀδύνης καὶ σκληροὶ, καλοῦσι

    705
    δὲ καὶ τούτους σκίῤῥους ἢ χωρὶς ὀδύνης καὶ μαλακοί. προσαγορεύουσι δὲ καὶ τούτους ἰδίως οἰδήματα καὶ δι’ αὐτό γε τοῦτο τῆς παλαιᾶς χρήσεως ἀπέστησαν ὡς μηκέτι τὰς παρὰ φύσιν αὐξήσεις ἁπάσας οἰδήματα προσαγορεύειν. ὅταν οὖν ἡ φάρυγξ φαίνηται χωρὶς ὄγκου, πνὶξ δὲ ἐξαίφνης ἐπιγένηται, τοῦ λάρυγγός ἐστι μόνου τὸ τοιοῦτον πάθημα. πνίγονται μὲν γὰρ, ὡς ἔφην, καὶ δι’ ἄλλα νοσήματα τὰ μικρῷ πρόσθεν εἰρημένα. τὸ δ’ ἐξαίφνης ὑπάρχει μόνῳ τῷ λάρυγγι· περιπνευμονία γὰρ οὐκ ἐξαίφνης πνίγει τοὺς κάμνοντας ἀνθρώπους, ἀλλὰ κατὰ βραχὺ τὴν αὔξησιν ἀπὸ τῆς ἀρχῆς λαβοῦσα μέχρι τῆς ἰδίας ἀκμῆς, ἐν ᾖ τοῦτ’ ἐπάγει τὸ σύμπτωμα. καὶ εἴ τι φῦμα καὶ ἀπόστημα κατὰ πνεύμονα γίγνεται, χρόνιον καὶ τοῦτ’ ἔστι, καθάπερ γε καὶ ἡ μεταξὺ πνεύμονός τε καὶ θώρακος χώρα πληρουμένη πύου, πολλάκις ἀποπνίγει τὸν ἄνθρωπον ἀποστήματος εἰς αὐτὴν ῥαγέντος, ἐν χρόνῳ πολλῷ δηλονότι καὶ τούτου συστάντος. τῆς γε μὴν τραχείας ἀρτηρίας φλεγμονῆς δύσπνοιαν μέν τινα δύναται ποιῆσαι, πνίγα δ’ οὐ δύναται, διά τε τὸ
    706
    μέγεθος τῆς κατ’ αὐτὴν εὐρυχωρίας καὶ τὴν λεπτότητα τοῦ χιτῶνος, ἀδύνατον γάρ ἐστιν οὕτω λεπτοῦ σώματος φλεγμονὴν εὐρυχωρίαν ἀξιόλογον πληρῶσαι. λοιπὸν οὖν ὁ λάρυγξ ἐστὶν ὁ τὴν αἰφνίδιον πνίγα δυνάμενος ποιῆσαι, ἐπειδὴ στενοῦταί τε κατὰ τοῦτον ὁ τοῦ πνεύμονος πόρος οἵ τ’ ἔνδον αὐτοῦ μύες ἅμα τῷ περιέχοντι χιτῶνι φλεγμήναντες ἀποκλεῖσαι δύνανται τὴν ὁδὸν τοῦ πνεύματος. ὀνομάζουσι δ’ ἔνιοι τῶν ἰατρῶν τὴν τοιαύτην διάθεσιν οὐ διὰ τοῦ σ συνάγχην, ἀλλὰ διὰ τοῦ κ κυνάγχην, οἶς ἀρέσκει τὴν τῆς φάρυγγος φλεγμονὴν διὰ τοῦ συνάγχην. ἔνιοι δὲ καὶ παρασυνάγχην καὶ παρακυνάγχην ὀνομάζουσι. παρασυνάγχην μὲν, ὅταν τῶν ἐπικειμένων τῇ φάρυγγι μυῶν γένηται φλεγμονὴ, παρακυνάγχην δὲ, ὅταν ἔξωθεν τοῦ λάρυγγος. ἐκ γοῦν τῶν εἰρημένων εὔλογόν ἐστι τὴν τοιαύτην διάθεσιν ὀδύνην τινὰ φέρειν κατὰ τὸν λάρυγγα. καὶ φαίνεταί γε σαφῶς μεμνημένος ὁ Ἱπποκράτης αὐτῆς ἐν τῷ προῤῥητικῷ κατὰ τήνδε τὴν ῥῆσιν· φάρυγξ ἐπώδυνος ἰσχνὴ 
    707
    μετὰ δυσφορίης, πνιγώδης, ὀλέθριοι ὀξέως. ἀλλὰ νῦν γε τὸ ἐπώδυνον οὐκ εἶπεν, ὡς τοῖς προειρημένοις συνεπινοεῖσθαι δυνάμενον ἢ ὡς καὶ χωρὶς ὀδύνης, ὑπολαμβάνων ποτὲ τὴν ἐν τῷ προειρημένῳ λόγῳ συνίστασθαι πνίγα. εἴπερ ὅλως δύναται χωρὶς ὀδύνης γενέσθαι πνὶξ, ἐπ’ αἰτίαις ἔσται τοιαῖσδε. δυνατὸν μὲν καὶ πλήθους ὑγρότητος καὶ μάλιστα φλεγματώδους διαβρέξαι τὸν ἔνδοθεν τοῦ λάρυγγος χιτῶνα, γενέσθαι τὸν ὄγκον ἀνώδυνον αὐτῷ, δυνατὸν δὲ καὶ τῶν διοιγόντων αὐτῶν μυῶν παχυνθέντων στενώτερον ἀποτελεσθῆναι τὸν πόρον, ἐγχωρεῖ δὲ καὶ ἄμφω συνελθεῖν. οὐκ ἀδύνατον δὲ οὐδὲ δι’ ὑπερβάλλουσαν ξηρότητα τῶν ἔνδον τοῦ λάρυγγος. μυῶν ἐπὶ πλεῖον ταθέντων, στενωθῆναι τὸν πόρον. οἵτινες δ’ εἰσὶν οὗτοι καὶ ὅπως κλείουσι τὸν λάρυγγα τεινόμενοι δέδεικται κατὰ τὴν περὶ φωνῆς πραγματείαν.

    708
    Ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ ὁ τράχηλος ἐξαίφνης ἐπιστρέφηται καὶ μόγις καταπίνειν δύνηται, οἰδήματος μὴ ἐόντος, θανάσιμον.

    Οὐκέτι προσέθηκεν ἐνταῦθα τὸν τόπον, ἐν ᾧ φησιν, οἰδήματος μὴ ἐόντος, ὥσπερ ἐν τῷ πρόσθεν ἀφορισμῷ τῆς φάρυγγος ἐμνημόνευσεν εἰπὼν, οἰδήματος μὴ ἐόντος ἐν τῇ φάρυγγι. ἀλλ’ ἡμεῖς γε δυοῖν θάτερον ἐροῦμεν. ἤτοι ἀπὸ κοινοῦ δεῖν ἀκούειν ἐπὶ τῆς φάρυγγος ἢ ὅλως ἐπὶ πάντων τῶν κατὰ τὸν τράχηλον χωρίων. ὁπόταν γὰρ ἐν μηδενὶ τούτων φαίνηται, μήτε διοιγομένου τοῦ στόματος ἐν τῇ φάρυγγι μήτ’ ἔξωθεν οἴδημα, συμβῇ δὲ τὸν ἄνθρωπον ἀδυνατεῖν καταπίνειν, ὀλέθριον σύμπτωμά ἐστι γινόμενον ἐπὶ φλεγμονῇ ποτὲ μὲν τῶν προβεβλημένων μυῶν τῷ στομάχῳ, ποτὲ δὲ αὐτοῦ τοῦ στομάχου. κοινωνία γάρ τίς ἐστι τούτοις τοῖς μορίοις διὰ νεύρων καὶ συνδέσμων πρὸς τε τὸν νωτιαῖον μυελὸν καὶ τὰς ἀμφ’ αὐτὸν μήνιγγας, ἔτι

    709
    τε τὰ παρακείμενα τούτοις ἔξωθεν ὀστᾶ τῶν σπονδύλων. τεινομένων οὖν ἐπὶ τὰ φλεγμαίνοντα μόρια τῶν τε συνδέσμων καὶ τῶν νεύρων ἕλκεσθαι τοῖς σπονδύλοις, ἤτοι γε εἰς τὸ ἐντὸς ἢ εἰς τὰ πλάγια, ἀναγκαῖόν ἐστιν· εἰ μὲν κατὰ τὴν ἑτέραν ἀπόφυσιν τῶν νεύρων τὴν τάσιν συμβαίνῃ γενέσθαι, πρὸς τὰ πλάγια, εἰ δὲ κατ’ ἀμφοτέρας, εἰς τὸ ἐκτός. ἐπὶ πλέον δὲ περὶ τούτων ἐροῦμεν ἐξηγούμενοι τὸ περὶ τῶν ἄρθρων βιβλίον, ἔνθα τὰς διαστροφὰς τῆς ῥάχεως γίνεσθαί φησι, φυμάτων ἀπέπτων ἔνδον αὐτῆς συστάντων. ἐν ἐκείνῳ μὲν οὖν τῷ βιβλίῳ καὶ τὰς κυφώσεις ἔφη γίνεσθαι, τεινομένων ἔσω τῶν τοῦ σπονδύλου μορίων, οὐ μόνον τὰς λορδώσεις τε καὶ σκολιώσεις. ἐν μέντοι τῷ δευτέρῳ τῶν ἐπιδημιῶν καὶ νῦν προκειμένης κατὰ τὸν ἀφορισμὸν συνάγχης μνημονεύων ἔφη, ἦν δὲ τῶν συναγχικῶν τὰ παθήματα τοιάδε. οἱ σπόνδυλοι τοῦ τραχήλου εἴσω ἔῤῥεπον καὶ ἔξωθεν ἦν δῆλος κοῖλον ἔχων ὁ τράχηλος καὶ ἤλγεε ταύτῃ ψαυόμενος. ἐν τούτῳ μὲν οὖν τῷ λόγῳ μίαν ἐδήλωσε διαστροφὴν τῶν σπονδύλων τὴν ἐπὶ τὰ ἔσω. κατὰ
    710
    δὲ τὸν προκείμενον ἀφορισμὸν ὀνόματι γενικωτέρῳ κέχρηται λέγων, ἢν ὁ τράχηλος ἐπιστραφῇ. τὸ γὰρ ἐπιστραφῇ ῥῆμα τὴν ἐκτροπὴν τὴν εἰς τὸ παρὰ φύσιν ἅπασαν δηλοῖ τῆς τῶν σπονδύλων εὐθυωρίας. ἐν μὲν οὖν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν προσέθηκε τῷ λόγῳ, καὶ ἤλγεε ταύτῃ ψαυόμενος, ἐνταυθὶ δ’ οὐδὲν εἶπεν ὑπὲρ ἀλγήματος, καίτοι γε ἀναγκαῖον ἄλγημα συνεῖναι τῇ κατὰ τὸν τράχηλον φλεγμονῇ. πλὴν εἰ κἀνταῦθα τὴν δι’ ὑπερβάλλουσαν ξηρότητα γιγνομένην ὁλκὴν καὶ τάσιν καὶ διαστροφὴν τῶν μορίων ἐνδείκνυται μόνην καὶ διὰ τοῦτο αὐτὸ θανάσιμον εἶναί φησι τὸ σύμπτωμα, τοῦ ἑτέρου τοῦ κατὰ τὴν φλεγμονὴν συνισταμένου μὴ πάντως ὄντος θανασίμου, καθάπερ τὸ πρότερον ἦν, τὸ μετὰ τοῦ πνίγεσθαι καὶ τοῦ καταπίνειν μόγις. ἀλλ’ ἐὰν δι’ ὑπερβάλλουσαν ξηρότητα γεγονὸς ᾖ τὸ παραστράφθαι τὸν τράχηλον καὶ τὸ καταπίνειν μόγις, ὀλέθριον ἔσται τὸ σύμπτωμα καὶ μάλισθ’ ὅταν ὁ πυρετὸς ᾖ σφοδρὸς, ἵνα τὸ ἢν ὑπὸ τοῦ πυρετοῦ ἐχομένῳ καὶ κατὰ τοῦτο ἀκούοι τις, διὰ δὲ τὸν αὐτὸν τοῦτον πυρετὸν καὶ τὴν ἄμετρον
    711
    ἐν τοῖς μέλεσιν εἰκὸς γίγνεσθαι ξηρότητα. καὶ διττὸν ἕξει λόγον ὁ σφοδρὸς πυρετὸς ὡς πρὸς τὸν θάνατον, ὅτι τε σημεῖον ἔσται τοῦ διὰ ξηρότητα τήν τε διαστροφὴν γεγονέναι καὶ τὸ καταπίνειν μόγις, ὅτι τε συντελέσει τι καὶ αὐτὸς ὡς ἕν τι τῶν ἐπὶ θάνατον ἀγόντων αἰτίων.

    Ἱδρῶτες πυρεταίνοντι ἢν ἄρξωνται, ἀγαθοὶ τριταῖοι καὶ πεμπταῖοι καὶ ἑβδομαῖοι καὶ ἐναταῖοι καὶ ἑνδεκαταῖοι καὶ τεσσαρεσκαιδεκαταῖοι καὶ ἑπτακαιδεκαταῖοι καὶ μιῇ καὶ εἰκοστῇ καὶ ἑβδόμῃ καὶ εἰκοστῇ καὶ τριηκοστῇ πρώτῃ καὶ τριηκοστῇ τετάρτῃ· οὗτοι γὰρ οἱ ἱδρῶτες νόσους κρίνουσιν. οἱ δὲ μὴ οὕτως γινόμενοι πόνον σημαίνουσι καὶ μῆκος νούσου, ὑποτροπιασμόν.

    Οὐχ ἱδρῶτες μόνον, ἀλλὰ καὶ διαχωρήσεις γαστρὸς ἀξιόλογοι καὶ οὖρα πολλὰ καὶ ἀποστήματα παρ’ οὖς ἢ κατ’ ἄλλο τι τῶν ἄρθρων ἐν ταῖς ἡμέραις ταῖς εἰρημέναις ἐπιφαίνεται 

    712
    χρηστῶς. ὁ γάρ τοι καθόλου λόγος ἐστὶ τοιόσδε. τὰ δὲ κρίσιμα σημεῖά τε καὶ συμπτώματα ταῖς κρισίμοις ἡμέραις ἀρχέσθω. καὶ ἤρκει οὗτος ὁ λόγος ὁ εἰρημένος. ἀλλ’ ὁ Ἱπποκράτης νῦν οὐ περὶ πάντων αὐτὸν ἐποιήσατο τῶν κρισίμων, ἀλλ’ ἱδρώτων μόνων. ἀνέμνησέ τε τῶν κρισίμων ἡμᾶς ἡμερῶν, ὅσαι τῆς τεσσαρακοστῆς ἐντός εἰσι. τὰ γὰρ τούτων χρονιώτερα νοσήματα δι’ ἱδρώτων οὐ πάνυ τι κρίνεσθαι πέφυκεν, ὥσπερ οὐδὲ δι’ ἐκκρίσεως ὅλως, ἀλλ’ ἤτοι κατὰ τὴν σύμπεψιν ἢ δι’ ἀποστημάτων. ὅτι δ’ οὐ πάσης τῆς ἡμέρας ἀριθμὸς ἐπιτήδειος εἰς κρίσιν ἐναργῶς ἡ πεῖρα μαρτυρεῖ καὶ θαυμάσειεν ἄν τις τῶν φασκόντων μηδεμίαν ἐν αὐταῖς εἶναι διαφοράν. ἄμεινον μὲν γὰρ ἐκ τῶν ἐναργῶς φαινομένων διδάσκεσθαι τὴν διαφορὰν, τὴν δ’ αἰτίαν τοῦ γιγνομένου κατὰ πολλὴν ἐπισκέπτεσθαι σχολὴν, ὅπερ ἡμεῖς ἐποιήσαμεν ἐν τῇ τῶν κρισίμων ἡμερῶν πραγματείᾳ. τὸ μὲν εἰς τὴν χρείαν τῆς τέχνης διάφορον ἐν τοῖς πρώτοις ὑπομνήμασι δύο διελθόντες, τὰς δ’ αἰτίας αὐτῶν ἐν τῷ τρίτῳ πειραθέντες ζητῆσαι. διαπεφώνηνται
    713
    δ’ ἱκανῶς αἱ νῦν εἰρημέναι κατὰ τὸν ἀφορισμὸν ἡμέραι, γραφόντων αὐτὰς ἄλλων ἄλλως ὡς ἂν ἐθέλωσιν. ἀλλ’ ἡμεῖς γε κατὰ τὰ πρὸς αὐτοῦ τοῦ Ἱπποκράτους εἰρημένα διά τε τοῦ προγνωστικοῦ καὶ τῶν ἐπιδημιῶν καὶ αὐτοῦ τοῦ βιβλίου τοῦ τῶν ἀφορισμῶν τὴν ἐξαρίθμησιν αὐτῶν ἐποιησάμεθα. τὰς δὲ ῥήσεις ἐν αἷς ἔγραψε περὶ τούτων τῶν ἡμερῶν ὁ Ἱπποκράτης ἔν τε τῇ τῶν κρισίμων ἡμερῶν πραγματείᾳ καὶ τῇ τῶν κρίσεων ἁπάσας ἔχεις ἠθροισμένας. νυνὶ δ’ ἀπὸ τῆς τρίτης ἤρξατο προλαμβανούσης τὴν τετράδα κατὰ βραχὺ τὰ χρονιώτερα τῶν νοσημάτων καὶ μετὰ ταύτην ἔγραψε τὴν πέμπτην, ὑστερίζουσαν ἡμέραν μίαν τῆς τετάρτης. οὕτω γὰρ σχεδὸν ἐν ἅπασι τοῖς ἀντιγράφοις εὑρίσκεται, οὐκέτι γεγραμμένης τῆς τετάρτης ἡμέρας κατὰ τὸν ἀφορισμόν. καίτοι δοκεῖ πρώτη κρίσιμος ὑπάρχειν αὕτη, ἀλλ’ ὅμως αὐτὴν ὑπερέβη νῦν ἢ αὐτὸς ὁ Ἱπποκράτης ἢ ὁ πρῶτος τὸ βιβλίον γράψας. εἴπερ δ’ ὅλως ὁ Ἱπποκράτης αὐτὴν ὑπερέβη, δοκεῖ μοι διὰ τήνδε τὴν αἰτίαν αὐτὸ ποιεῖσθαι, τὰ πλεῖστα κατοξέων νοσημάτων, ὅσα σὺν ἱδρῶτι
    714
    κρίνεται, τῇ τρίτῃ καὶ τῇ πέμπτῃ μᾶλλον ἢ τετάρτῃ τὴν κρίσιν λαμβάνει. σπανιώτεροι γὰρ οἱ διὰ τῆς τετάρτης κρινόμενοι; καί μοι τοῦτο ἐξεύρηται πάνυ σφόδρα διὰ πείρας αὐτὸ τοῦτο ζητήσαντι, διότι παραλέλοιπε κατὰ τὸν προκείμενον ἀφορισμόν. ἔοικε δὲ συμβαίνειν οὕτως, ἐπειδὴ τὰ κατόξεα νοσήματα τόν τε πρῶτον εὐθὺς παροξυσμὸν ἔχει σφοδρότερον καὶ τὸν ἀνάλογον αὐτῷ διὰ τρίτης, ἐμάθομεν δ’ ὡς ἐν τοῖς σφοδροτέροις παροξυσμοῖς αἱ κρίσεις γίνονται. καὶ μέντοι καὶ ὅτι τὰ μὲν ἐν περισσαῖς ἡμέραις παροξυνόμενα θᾶττον κρίνεται. τὰ δ’ ἐν ἀρτίαις χρονίζει. καὶ διὰ τοῦτο κἂν ἐν ἀρχῇ τε παροξύνηται νόσημα, κατὰ τὰς περιττὰς μᾶλλον. ἐὰν δὲ μέλλῃ χρονίζειν, εἰς τὰς ἀρτίους μεταπίπτουσιν οἱ σφοδρότεροι παροξυσμοί. ταυτὶ μὲν ἔχω περὶ τῆς τετάρτης λέγειν. ἐπὶ δὲ τῇ τελευτῇ τοῦ ἀφορισμοῦ τινὲς μὲν τὴν τριακοστὴν πρώτην ἡμέραν, τινὲς δὲ τὴν τριακοστὴν τετάρτην γράφουσιν. ἴσμεν δ’ αὐτὰς ἐν
    715
    τῷ καταλόγῳ περιεχομένας τῶν κρισίμων ἡμερῶν καὶ ἴσως ἰσχυροτέραν γε τὴν τριακοστὴν τετάρτην. οὐ μὴν τῆς τεσσαρακοστῆς ἐμνημόνευσεν ἴσως, ἐπειδὴ ταύτην τινὰ ἀρχὴν τῶν χρονίων ἐνόμιζεν, ἃ δι’ ἱδρώτων οὐ πάνυ τι κρίνεται. καὶ γὰρ καὶ αὐτὴν τὴν τριακοστὴν πρώτην καὶ τριακοστὴν τετάρτην καὶ πρὸ αὐτῶν τὴν εἰκοστὴν ἑβδόμην σπανίως ἔστιν ἱδρῶσι κρινούσας εὑρεῖν.

    Οἱ ψυχροὶ ἱδρῶτες σὺν ὀξεῖ πυρετῷ γινόμενοι θάνατον σημαίνουσι, ξὺν δὲ πρηοτέρῳ μῆκος νούσου.

    Ὅτι μὲν οὖν οὕτω γίνεται πολλάκις ἡ πεῖρα διδάσκει. τίς δ’ ἡ αἰτία τοῦ γινομένου σκεπτέον. ἀπορώτατον γὰρ εἶναι δοκεῖ πυρετοῦ θερμοτάτου κατέχοντος τὸν ἄνθρωπον ἱδρῶτα ψυχρὸν γίγνεσθαι. ὅτι μὲν οὖν ἐν ἄλλοις χρὴ μέρεσι τοῦ σώματος εἶναι τὴν σφοδρὰν θερμασίαν, ἐξ ἄλλων

    716
    δὲ κενοῦσθαι τοὺς ψυχροὺς ἱδρώτας εὔδηλον. ἐθερμάνθησαν γὰρ ἂν εἴπερ ἐκ τῶν θερμοτάτων ἐφέροντο. κενοῦνται δὲ ἐκ τοῦ αὐτοῦ δέρματος οἱ ἱδρῶτες, ὅπερ ἐγχωρεῖ ψυχρὸν εἶναι, διακαιομένων τῶν ὑπ’ αὐτό. σηπομένων γάρ τινων χυμῶν ἐδείχθησαν ὀξέες γινόμενοι πυρετοί. σήπονται δ’ οὗτοι πολλάκις μὲν ἐν ὅλῳ τῷ σώματι, πολλάκις δ’ ἐν τοῖς ἀγγείοις μόνοις. ὅταν οὖν ποτε συμβῇ δύο ταῦτα, τοὺς μὲν ἐν τοῖς ἀγγείοις χυμοὺς σήπεσθαι, τὴν δὲ τὰ στερεὰ μόρια διοικοῦσαν φύσιν, ἥτις ἐστι καθ’ Ἱπποκράτην τὸ ἔμφυτον θερμὸν, ἤτοι γε ἐσβέσθαι παντάπασιν ἢ πλησίον ἥκειν σβέσεως, τὰ μὲν ἐκ τούτων κενούμενα ψυχρὰ φαίνεται. τὴν δ’ ἐπὶ τῇ σήψει θερμασίαν οὐδὲν κωλύει σφοδροτάτην εἶναι. καὶ διὰ τοῦτο ὀλέθριον τὸ σημεῖον, ἐνδεικνύμενον ἐν τῷ τοῦ ζώου σώματι πλεονεκτεῖν ὑγρῶν πλῆθος, ψυχρῶν τοσοῦτον ὡς μήθ’ ὑπὸ τῆς ἐμφύτου μήθ’ ὑπὸ τῆς πυρεκτικῆς ἐκθερμαίνεσθαι. χλιαρῶν μέντοι πυρετῶν ὑπαρχόντων ἐγχωρεῖ σωθῆναι τὸν ἄνθρωπον 
    717
    ἐν χρόνῳ πλείονι τοῦ ψυχροῦ πλήθους πεφθέντος καὶ κρατηθέντος ὑπὸ τῆς φύσεως. ὁ μὲν γὰρ ὀξὺς πυρετὸς αἴτιόν ἐστι καὶ σημεῖον δὲ ὀλεθριώτατον· αἴτιον μὲν, ἐπειδὴ πέφυκε διαλύειν τὰ σώματα, σημεῖον δὲ, ὅτι τὸ πλῆθος τῶν ὑγρῶν ἐνδείκνυται ὅτι ψυχρότατον ὑπάρχει, ὅπου γε μηδ’ ὑπὸ τῆς τοῦ πυρετοῦ μεταβάλλεται θερμότητος. ὁ δ’ οὐκ ὀξὺς, ἀλλὰ μέτριος πυρετὸς ἐπιτρέπει χρόνῳ πλείονι πρὸ τῆς φύσεως πεφθῆναι τὸ πλῆθος, ὡς ἂν μὴ φθάνων διαλύειν τὸ ζῶον. σημεῖον δ’ οὐκ ἔστιν οὕτως ὀλέθριον ὡς ὁ σφοδρός. ἐγχωρεῖ γὰρ ἐν χλιαρῷ πυρετῷ, κἂν μετρίως ψυχρὸν ᾖ τὸ πλῆθος, ἀνεκθέρμαντον μένειν.

    Καὶ ὅκου ἔνι τοῦ σώματος, ἱδρὼς ἐκεῖ φράζει τὴν νοῦσον.

    Εἴπερ γὰρ εἰς ὅλον ἡ νόσος ἐξέτατο τοῦ ζώου τὸ σῶμα καὶ τὴν κένωσιν ἂν ἐξ ἅπαντος ὁμοίως ὁμότιμον ἐποιεῖτο.

    718
    γίγνονται μὲν γὰρ οἱ ἱδρῶτες ἤτοι τῆς φύσεως ἐκκενούσης τὰ περιττὰ, ἡνίκα καὶ κρίνουσι χρηστῶς, ἢ καὶ τῷ μὴ στέγεσθαι κατὰ τὸ σῶμα, τῷ λόγῳ τοῦ νοσήματος. ὁποτέρως δ’ ἂν γένωνται, τὴν τῶν πεπονθότων μερῶν ἐκκρίνουσιν ὑγρότητα.

    Καὶ ὅκου ἔνι τοῦ σώματος ψυχρὸν ἢ θερμὸν, ἐνταῦθα ἡ νοῦσος.

    Ἐν ᾧπερ ἂν ἢ μορίῳ τοῦ σώματος ἐπίσημος ἤτοι θερμότης ἢ ψύξις, ἐν τούτῳ καὶ τὴν νόσον ἀναγκαῖον ὑπάρχειν. ἐξέστηκε γὰρ τοῦτο δηλονότι τῆς κατὰ φύσιν εὐκρασίας, ἥτις ἐστὶν ἡ ὑγίεια.

    Καὶ ὅκου ἐν ὅλῳ τῷ σώματι μεταβολαὶ καὶ ἢν τὸ σῶμα
    719
    καταψύχηται ἢ αὖθις θερμαίνηται ἢ χρῶμα ἕτερον ἐξ ἑτέρου γίνηται, μῆκος νούσου σημαίνει.

    Αἱ ποικίλαι διαθέσεις ἀεὶ χρονιώτεραι γίγνονται τῶν μονοειδῶν, ἀδυνατούσης δηλονότι τῆς φύσεως ἐν ὀλίγῳ χρόνῳ κατεργάζεσθαι τὰς πολλὰς διαθέσεις.

    Ἱδρὼς πολὺς ἐξ ὕπνου γινόμενος ἄνευ φανερῆς αἰτίας τὸ σῶμα σημαίνει, τροφῇ ὅτι πλείονι χρέεται. ἢν δὲ τροφὴν μὴ λαμβάνοντι τοῦτο γίνηται, σημαίνει ὅτι κενώσεως δεῖται.

    Ἔνιοι γράφουσιν οὕτω τὸν ἀφορισμὸν, ἱδρὼς πολὺς ἐξ ὕπνου γιγνόμενος ἄνευ φανερᾶς αἰτίας, ἔνιοι δὲ ἄνευ τινὸς αἰτίης ἑτέρης. ἀλλά γε τὰ τοιαῦτα κἂν μὴ προσγραφῇ νοῆται, μυριάκις ἐν μυρίαις ῥήσεσιν ὑπ’ αὐτοῦ παραλελειμμένα, διὰ τὸ προσυπακούειν ἡμᾶς αὐτὰ, κἂν

    720
    μὴ ῥηθῇ, μεμαθηκότας γε ἅπαξ παρ’ αὐτοῦ ὅτι διὰ τὴν ἔξωθεν αἰτίαν οὐκ ἐκ τῆς τοῦ σώματος διαθέσεως γιγνόμενα συμπτώματα πρόγνωσιν οὐδεμίαν ποιεῖται ἀσφαλῆ. τούτου μὲν οὖν ἀεὶ χρὴ μεμνῆσθαι, τὸ δὲ κατὰ τὸν προκείμενον ἀφορισμὸν διδασκόμενον ἐν τῇ τοῦ πολὺς προσθήκῃ μάλιστά ἐστιν. εἰ γὰρ μὴ πολὺς ἱδρὼς ᾖ, δύναιτ’ ἂν καὶ διὰ τὴν τῆς δυνάμεως ἀῤῥωστίαν καὶ διὰ τὴν τοῦ σώματος ἀραιότητα γίγνεσθαι. τὸ γὰρ πλῆθος ὑπ’ αὐτοῦ δυοῖν θάτερον, ἤτοι διὰ τὴν τῶν ἄρτι λαμβανομένων σιτίων ἀμετρίαν ἢ διὰ τὴν τῶν ἔμπροσθεν ὑπάρχει. εἰ μὲν διὰ τὴν τῶν ἄρτι λαμβανομένων σιτίων ἀμετρίαν, κωλυτέον πολλὰ λαμβάνειν, εἰ δὲ διὰ τὴν τῶν ἔμπροσθεν, κενωτέον.

    Ἱδρὼς πολὺς ψυχρὸς ἢ θερμὸς ἀεὶ ῥέων, ὁ ψυχρὸς μείζω, ὁ δὲ θερμὸς ἐλάσσω νοῦσον σημαίνει.
    721

    Περὶ μὲν οὖν τῶν ἐν ταῖς κρισίμοις ἡμέραις γιγνομένων ἱδρώτων ἔμπροσθεν εἴρηται· περὶ δὲ τῶν ἐν ὅλῳ χρόνῳ τοῦ νοσήματος ἐπιφαινομένων ἀκρίτως ἐν τῷδε δηλοῖ, χαλεπωτέρους μὲν εἶναι λέγων τοὺς ψυχροτέρους, ἧττον δὲ τούτων μοχθηροὺς τοὺς θερμούς. ἀμφότεροι μὲν γὰρ ἐνδείκνυται πλῆθος, ἀλλ’ οἱ μὲν ἕτεροι ψυχρὸν, οἵ γε καὶ χείρους εἰσὶν, οἱ δὲ ἕτεροι θερμὸν, ἧττον ἐκείνων ὄντες ὀλέθριοι πυρετοί.

    Οἱ πυρετοὶ ὁκόσοι μὴ διαλείποντες διὰ τρίτης ἰσχυρότεροι γίνονται μᾶλλον ἐπικίνδυνοι, ὅτῳ δ’ ἂν τρόπῳ διαλείπωσι, σημαίνει ὅτι ἀκίνδυνοι.

    Ὅτι τὸ διαλείπειν ὁ Ἱπποκράτης ἐπὶ τῶν εἰς ἀπυρεξίαν παυομένων παροξυσμῶν λέγει δῆλον ἐποίησεν ἐν τῷδε τῷ ἀφορισμῷ, τοὺς ὁπωσοῦν διαλείποντας τῶν διὰ τρίτης παροξυνομένων ἀκινδύνους ἀποφαινόμενος. μόνοι 

    722
    γὰρ οἱ εἰς ἀπυρεξίαν λήγοντες ἐξ αὐτῶν εἰσιν ἀκίνδυνοι, κἂν σφοδρότατον ποιῶνται τὸν παροξυσμὸν κἂν ἱκανῶς μακρόν. ἐὰν μὲν γὰρ οὗτος ᾖ βραχὺς, ὡς ἐν τοῖς ἀκριβέσι τριταίοις ἐστὶν ἐλάττονι ἢ τῶν δώδεκα ὡρῶν χρόνῳ περιγραφόμενος, οὐ μόνον ἀκίνδυνος ὁ τοιοῦτός ἐστι πυρετὸς, ἀλλὰ καὶ ταχυκρίσιμος· ἐὰν δὲ μακρότερος ὡς ὡρῶν, εἰ τύχοι, ἡ, ὑπάρχει ἀκίνδυνος μὲν ἔτι καὶ οὗτος, εἰς τοσοῦτον δὲ χρονιώτερος, εἰς ὅσον ὁ παροξυσμὸς αὐτοῦ μείζων ἐστὶν ἢ κατὰ τὸν ἀκριβῆ τριταῖον. εἰκότως δὲ τοὺς εἰς ἀπυρεξίαν τελευτῶντας ἀκινδύνους εἶναί φησιν, ὡς ἂν μήτε διὰ φλεγμονήν τινα γιγνομένους μήτε ἐπὶ κακοήθει σήψει χυμῶν. οὐδέτεροι γὰρ τούτων εἰς ἀπυρεξίαν ἀφικνοῦνται. ὅτῳ δ’ ἂν οὖν τρόπῳ διαλείπῃ σημαίνει ὅτι ἀκίνδυνοι, τουτέστιν, ἐάν τε σφοδροῦ τοῦ παροξυσμοῦ γεγονότος ἐάν τε μακροῦ.

    723
    Ὁκόσοισι πυρετοὶ μακροὶ, τουτέοισιν ἢ φύματα ἐς τὰ ἄρθρα ἢ πόνοι γίνονται.

    Οὐ διὰ παντὸς οὐδὲ τοῦτο καθάπερ οὐδ’ ἄλλο οὐδὲν τῶν ὁμοίων, ἀλλ’ ὡς τὸ πολὺ δηλονότι φαίνεται συμβαῖνον, ἡ δ’ αἰτία φανερά. διὰ γάρ τοι τὸ πλῆθος ἢ τὸ πάχος ἢ τὴν ψυχρότητα τῶν τοὺς πυρετοὺς ἐργαζομένων χυμῶν ἐπὶ πλεῖστον ἐκτείνεται τὰ νοσήματα, χρόνου μακροῦ δεομένων αὐτῶν εἰς τὴν πέψιν. εἰκὸς οὖν ἐστιν ἐπ’ αὐτοῖς καὶ φύματα γίγνεσθαι καὶ κατασκήπτειν εἰς ἄρθρα τὸ περιττόν. εἴτε δ’ ἀντὶ τῶν ἀλγημάτων ἀκούσομεν εἰρῆσθαι τοὺς πόνους εἴτ’ ἀντὶ τῆς βλάβης ἑκάτερον ἔχει τινὰ λόγον. ἄμφω γὰρ ἕπεται τοῖς ἀποσκήμμασιν.

    Ὁκόσοισι φύματα ἐς τὰ ἄρθρα ἢ πόνοι ἐκ πυρετῶν μακρῶν γίνονται, οὗτοι σιτίοισι πλέοσι χρέονται.
    724

    Περὶ τῶν ἀναλαμβανομένων ἐκ νόσου διδάσκει. τούτοις γὰρ ἐμπιπλαμένοις εἰκός ἐστι γίγνεσθαι πληθωρικὰ περιττώματα καὶ μάλιστα διὰ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως.

    Ἢν ῥῖγος ἐμπίπτῃ πυρετῷ μὴ διαλείποντι ἤδη ἀσθενεῖ ἐόντι, θανάσιμον.

    Οὐ ταὐτόν ἐστιν ἢν ἐπιπέσῃ φάναι καὶ ἢν ἐμπίπτῃ. τὸ μὲν γὰρ ἐπιπέσῃ μίαν καταβολὴν τοῦ ῥίγους δηλοῖ, τὸ δ’ ἐμπίπτῃ πλείονας. ἅπαξ μὲν οὖν ἐπιπεπτωκότος τοῦ ῥίγους οὔπω δῆλον εἴτ’ ὀλέθριος εἴτε χρηστὴ κρίσις ἀκολουθήσει. δύναται μὲν γὰρ καὶ διὰ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως ὀλέθριον γενέσθαι τὸ σύμπτωμα, δύναται δὲ καὶ σφαλερὰ κρίσις, ἀλλ’ ὅμως εἰς ἀγαθὸν τελευτῆσαι. τὸ δὲ πλεονάκις γενέσθαι τὸ ῥῖγος μὴ διαλείποντος τοῦ πυρετοῦ καὶ ἄλλως μὲν οὐκ ἀγαθὸν, ἐπ’ ἀσθενεῖ δὲ τῇ δυνάμει γιγνόμενον ὀλέθριον. εἰ μὲν γὰρ καὶ κένωσίς τις ἕποιτο τῷ

    725
    ῥίγει διάλειμμα μηδὲν ἐργαζομένη, κατ’ ἄμφω διαλυθῆναι τὸν ἄνθρωπον εἰκὸς, οὔτε τῆς δυνάμεως φερούσης τὸν κλόνον τοῦ ῥίγους ὑπό τε τῆς κενώσεως καταλουμένης. εἰ δὲ τὸ ῥῖγος γίγνοιτο μόνον, οὐδεμιᾶς γιγνομένης κενώσεως ἑκατέρως οὐκ ἀγαθὸν τὸ σύμπτωμα. καὶ γὰρ ὡς αἴτιον κακὸν ἅψεται τῆς δυνάμεως καὶ σημεῖον ἔσται μοχθηρὸν ἐνδεικνύμενον ἀῤῥωστίαν ἐσχάτην αὐτῆς, εὐωθυίας μὲν ἐπὶ τοῖς ῥίγεσιν ἐκκρίνειν τοὺς λυποῦντας χυμοὺς, ἀδυνατούσης δ’ αὐτὸ νῦν ποιεῖν.

    Αἱ ἀποχρέμψιες αἱ ἐν τοῖσι πυρετοῖσι τοῖσι μὴ διαλείπουσι, αἱ πελιδναὶ καὶ αἱματώδεες καὶ δυσώδεες καὶ χολώδεες πᾶσαι κακαί. ἀποχωροῦσαι δὲ καλῶς ἀγαθαὶ καὶ κατὰ τὰς διαχωρήσιας καὶ κατὰ τὰ οὖρα. ἢν δὲ μή τι τῶν συμφερόντων ἐκκρίνηται διὰ τῶν τόπων τούτων, κακόν.
    726

    Ἦν μὲν ἴσως πρέπον ἀφοριστικῇ διδασκαλίᾳ συντομώτερον εἰρῆσθαι πάσας τὰς πονηρὰς ἐκκρίσεις καλῶς ἀποχωρούσας εἰς ἀγαθὸν τελευτᾶν, ὁ δὲ Ἱπποκράτης οὐχ οὕτως ἐποίησεν, ἀλλὰ πρῶτον μὲν ἐμνημόνευσε τριῶν γενῶν ἐκκρίσεως, τῆς τε διὰ στόματος καὶ τῆς τῶν διαχωρουμένων καὶ τῆς τῶν οὔρων, εἶτα καὶ τῆς διὰ στόματος αὐτῆς λεπτομερέστερον. οὐ γὰρ ἁπλῶς εἶπε τὰς μοχθηρὰς ἀποχωρούσας καλῶς ἀγαθὰς ὑπάρχειν, ἀλλὰ καὶ κατ’ εἶδος αὐτῶν ἐμνημόνευσεν εἰπών· αἱ πελιδναὶ καὶ αἱματώδεες καὶ δυσώδεες καὶ χολώδεες. εἷς δέ τίς ἐστιν ὁ κοινὸς ἐπὶ πάντων τούτων λόγος, αἱ μοχθηραὶ κενώσεις μοχθηρῶν διαθέσεών εἰσι σημεῖα καὶ γίγνονται πολλάκις μὲν οὕτω, ὡς ἐπὶ τῶν σηπεδονωδῶν ἑλκῶν ἡμῶν οἷς ἰχῶρες ἀποῤῥέουσιν, οὐδὲν ὠφελοῦντες τὴν διάθεσιν, ἐνίοτε δὲ οὕτως, ὡς πῦον ἐξ ἀποστήματος ῥαγέντος, ἐκκαθαιρομένου καλῶς τοῦ πεπονθότος. τεκμήρια δὲ τοῦ καλῶς ἀποκρίνεσθαι μέγιστα μὲν, εἰ πέψις εἴη καὶ ἡ εὐφορία. σὺν αὐτοῖς δὲ καὶ ἡ τοῦ νοσήματος ἰδέα καὶ μετ’ αὐτῶν ὥρα καὶ χώρα 

    727
    καὶ ἡλικία καὶ ἡ τοῦ κάμνοντος φύσις. τὸ δ’ ἐπὶ τῇ τελευτῇ τοῦ ἀφορισμοῦ διχῶς εὑρίσκεται γεγραμμένον, ἐν τισὶ μὲν ὡς προγέγραπται, ἢν δὲ μή τι τῶν συμφερόντων ἐκκρίνηται, ἐν τισὶ δὲ χωρὶς τοῦ μὴ, κατὰ τόνδε τὸν τρόπον, ἢν δέ τι τῶν συμφερόντων ἐκκρίνηται· κατὰ μὲν τὴν προτέραν γραφὴν ὁ λόγος ἔσται τοιοῦτος, ἢν δὲ τι τῶν μὴ συμφερόντων ἐκκρίνεσθαι φαίνηται κενούμενον, οὐκ ἀγαθόν ἐστι· κατὰ δὲ τὴν δευτέραν, ἢν δέ τι τῶν συμφερόντων τῷ ζώῳ καὶ οἰκείων ἐκκρίνηται, οὐκ ἀγαθόν ἐστι. βελτίων οὖν ἡ προτέρα γραφή.

    Ἐν τοῖσι μὴ διαλείπουσι πυρετοῖσιν ἢν τὰ μὲν ἔξω ψυχρὰ ᾖ, τὰ δὲ ἔνδον καίηται καὶ δίψαν ἔχῃ, θανάσιμον.
    728

    Σκεπτέον εἰ δυνατὸν ἔσται τὰ εἰρημένα συμπτώματα καὶ κατὰ τὸν διαλείποντα γενέσθαι πυρετόν. ἐγὼ μὲν γὰρ οὔτ’ εἶδον οὔτ’ ἐπινοῶ. φαίνεται δὲ μόνον τοῖς ὀλεθρίοις ὑπάρχοντα καύσοις ἢ εἰ βούλοιο καλεῖν ἑτέρως, τοῖς κακοηθεστάτοις, οἷον λιπυρίαις· ἄλλος δ’ οὐδεὶς πυρετὸς διακαίει τὸ βάθος ἐψυγμένου τοῦ δέρματος. οὔτε γὰρ ὁ ἐπιεικὴς καῦσος οὔθ’ ὁ τριταῖος, οἵπερ ἁπάντων εἰσὶ πυρετῶν θερμότατοι. ἔοικεν οὖν οὐχ ἕνεκα διορισμοῦ προσκεῖσθαι τῷ κατὰ τὸν ἀφορισμὸν τὸ ἐν τοῖσι μὴ διαλείπουσι πυρετοῖσιν, ἀλλ’ ὁμοίως εἰρῆσθαι τῷ σπόνδυλοι δὲ οἱ κατὰ ῥάχιν, οὐχ ὡς καὶ ἄλλοθί που τοῦ σώματος ὄντων σπονδύλων, ἀλλ’ ὥσπερ εἰ καὶ οὕτως εἶπε, σπόνδυλοι δὲ οἷς ὑπάρχει κατὰ ῥάχιν εἶναι, καὶ νῦν οὕτως ἀκουσόμεθα τοῦ λόγου. τὸ διακαίεσθαι τὸ βάθος ἐψυγμένου τοῦ δέρματος ὀλέθριόν ἐστι. γίγνεται δὲ τοῦτο κατά τινας τῶν μὴ διαλειπόντων πυρετῶν. αἰτία δ’ αὐτοῦ τοιάδε τίς ἐστιν· ὅταν ἤτοι φλεγμονή τίς ἐστιν ἰσχυρὰ κατά τι τῶν ἐν βάθει μορίων ἢ ἐρυσίπελας συστῇ, πᾶν ἐπὶ τὸ πεπονθὸς μέρος ἐξ ὅλου τοῦ

    729
    σώματος ἕλκεται τὸ αἷμα καὶ διὰ ταῦτα μὲν διακαίεται τὸ βάθος, ἀποψύχεται δὲ τὸ δέρμα, καθάπερ ἐν ταῖς ἐπισημασίαις.