In Hippocratis Aphorismos Commentarii VII

Galen

Galen, In Hippocratis Aphorismos Commentarii VII

Πρὸς τοὺς ἐλλεβόρους τοῖσι μὴ ῥᾳδίως καθαιρομένοισι πρὸ τῆς πόσιος ὑγραίνειν τὰ σώματα πλείονι τροφῇ καὶ ἀναπαύσει.

Προπειρᾶσθαι χρὴ τῆς τοῦ μέλλοντος τὸν ἐλλέβορον λήψεσθαι φύσεως ὅπως ἔχει πρὸς τὰς ἄνω καθάρσεις, τουτέστι τὰς δι’ ἐμέτων. γιγνέσθω δ’ ἡ πεῖρά σοι διὰ τῶν ἐμετικῶν φαρμάκων ὅσα μέτρια. ἐὰν οὖν φαίνηται μὴ ῥᾳδίως καθαιρόμενος, οὐ χρὴ τὸν τοιοῦτον ἄνθρωπον ἐπὶ τὸν ἐλλέβορον ἄγειν, ἄνευ τοῦ προπαρασκευάσασθαι. γίγνοιτο δ’ ἂν τοῦτο καὶ διὰ τῶν συνεχῶν μὲν ἐμέτων ἐθισθέντος ἑτοίμως ἐμεῖν τοῦ ληψομένου τὸν ἐλλέβορον. ἀλλ’ ὡς μικρὸν τοῦτο γνώριμον ἅπασιν ὁ Ἱπποκράτης παρέλιπε. γένοιτο

673
δ’ ἂν ἄμεινον καὶ διὰ τοῦ προυγραίνειν τὰ σώματα, προνγραίνεται δὲ πλείονι τροφῇ καὶ ἀναπαύσει. τὸ μὲν οὖν τῆς ἀναπαύσεως δῆλον. ὡς γὰρ τὰ γυμνάσια ξηραίνειν πέφυκε, οὕτως καὶ ἡ ἀνάπαυσις, ὅπερ ἐστὶν ἡσυχία τε καὶ ἀγυμνασία φυλάττει τὰς ὑγρότητας. ἡ τροφὴ δ’ οὐχ ἁπλῶς ἡ πλείων ὑγραίνειν πέφυκεν, ἀλλ’ εἴ τις ἄνευ ποιότητος ἰσχυρᾶς ᾖ, τουτέστι μήτε στρυφνῆς μήτε δριμείας μήθ’ ἁλυκῆς μήτε πικρᾶς. τάχα δ’ οὐδὲ τροφὴν ἁπλῶς φατέον εἶναι τὴν τοιαύτην, ἀλλ’ οἷον φαρμακώδη τροφὴν, ὡς τῇ γε ἁπλῶς τροφῇ μόνῃ τῶν ἁπάντων ὑπάρχειν κατὰ τὴν ἑαυτῆς φύσιν, οὐ κατά τι συμβεβηκὸς ὑγραίνειν τὰ στερεὰ τοῦ ζώου μόρια τῆς ἀναπαύσεως οὐ καθ’ αὑτὴν, ἀλλὰ κατά τι συμβεβηκὸς τοῦτο ποιούσης. ὅτι γὰρ οὐ ξηραίνει τὴν ἐκ τῆς τροφῆς ὑγρότητα, διὰ τοῦτο ὑγραίνειν λέγεται. τὸ δ’ ὕδωρ οὔτε πινόμενον οὔτ’ ἔξω προσπῖπτον ὑγραίνειν πέφυκεν αὐτὰ τὰ στερεὰ τοῦ ζώου μόρια. μαθεῖν δ’ ἐστί σοι τελεώτερον ὑπὲρ τῶν τοιούτων τῇ τῶν φυσικῶν δυνάμεων ἐντυχόντι πραγματείᾳ τῇ ἡμετέρᾳ καὶ τῷ περὶ μαρασμοῦ βιβλίῳ.

674
Ἐπὴν πίῃ τις ἐλλέβορον πρὸς μὲν τὰς κινήσιας τῶν σωμάτων μᾶλλον ἄγειν, πρὸς δὲ τοὺς ὕπνους καὶ μὴ κινήσιας ἧσσον. δηλοῖ δὲ ἡ ναυτιλίη ὅτι κίνησις τὰ σώματα ταράσσει.

Ὁ αὐτὸς εἶπε τὴν αἰτίαν δι’ ἣν κινεῖσθαι κελεύει τὰ σώματα τῶν τὸν ἐλλέβορον εἰληφότων. ἡσυχία μὲν γὰρ ἐπὶ τῆς καταστάσεως φυλάττει, μεταβάλλει δὲ καὶ ἀλλοιοῖ τὸ σῶμα κίνησις, ὡς δηλοῖ καὶ ναυτιλία, κίνησις μὲν οὖσα, ταράσσουσα δὲ τὰ σώματα μέχρι τοῦ καὶ πρὸς ἔμετον ὁρμᾷν. ὁπότ’ οὖν ἡ τοιαύτη κίνησις ἱκανὴ καὶ μόνη παρασκευάσαι τὸ σῶμα πρὸς ἔμετον, εἰκὸς δήπου συνελθοῦσαν αὐτὴν ἐμετηρίῳ φαρμάκῳ μικρῷ τινι γενέσθαι δραστικωτέραν. ἔνιοι δὲ ἀντὶ τοῦ ναυτιλίη ναυτίη γράφουσιν, ὡς εἶναι τὸν λόγον τοιοῦτον· δηλοῖ δὲ καὶ ἡ ναυτίη ταῖς σφοδραῖς τοῦ σώματος κινήσεσιν ἐπιγιγνομένη ὅτι κίνησις αὐτὰ ταράσσει.

675
πρόδηλον δὲ ὡς καὶ οὗτος ὁ λόγος ὁ αὐτός ἐστι τῇ δυνάμει τῷ προειρημένῳ.

Ἐπὴν βούλει μᾶλλον ἄγειν τὸν ἐλλέβορον, κίνει τὸ σῶμα. ἐπὴν δὲ παῦσαι, ὕπνον ποίει καὶ μὴ κίνει.

Ὁ μὲν πρότερος ἀφορισμὸς ὅπως χρὴ παρασκευάσαι τὸν ἐλλέβορον εἰληφότα πρὸς τὴν κάθαρσιν ἐδίδαξεν, ὁ δὲ νῦν ὅπως χρὴ παύειν τοὺς καθαιρομένους. εὔλογον δὲ τἀναντία τοῖς ποιοῦσι τὸν ἔμετον παύειν τὴν κάθαρσιν. ὅπερ οὖν αἱ κινήσεις ποιοῦσιν, αἱ ἡσυχίαι παύουσι. καὶ πολὺ δὴ μᾶλλον ὁ ὕπνος ἠρεμίαν ἐργαζόμενος τῶν ψυχικῶν ἐνεργειῶν, ὅσαι διὰ τῶν αἰσθήσεων γίνονται καὶ προσέτι διὰ τῶν μυῶν ἐν ταῖς καθ’ ὁρμὴν κινήσεσιν.

676
Ἐλλέβορος ἐπικίνδυνος τοῖσι σάρκας ὑγιέας ἔχουσι· σπασμὸν γὰρ ἐμποιέει.

Ὅπερ ἐν τοῖς ἔμπροσθεν ἐπὶ πασῶν τῶν καθάρσεων εἶπε, τοῦτο νῦν ἐπὶ μόνης τῆς δι’ ἐλλεβόρου, ὥστε καὶ συναφθῆναι δύνασθαι τοὺς ἀφορισμοὺς τρόπῳ τοιῷδε· οἱ εὖ τὰ σώματα ἔχοντες φαρμακεύεσθαι ἐργώδεες. οὕτω γοῦν καὶ ὁ ἐλλέβορος ἐπικίνδυνος τοῖσι τὰς σάρκας ὑγιέας ἔχουσι· σπασμοὺς γὰρ ἐμποιέει· ἐξαίρετον γάρ τοι πρόσεστι τῷ ἐλλεβόρῳ τὸ τοῦ σπασμοῦ, διὰ τὸ σφοδρὸν τῆς ἐνεργείας.

Ἀπυρέτῳ ἐόντι ἀποσιτίη καὶ καρδιωγμὸς καὶ σκοτόδινος καὶ στόμα ἐκπικρούμενον, ἄνω Φαρμακείης δεῖσθαι σημαίνει.
677

Ἡ μὲν ἀσιτία τὸ αὐτὸ δηλοῖ τῇ ἀνορεξίᾳ, ὁ δὲ καρδιωγμὸς δῆξίς ἐστι καρδίας, τουτέστι τοῦ στόματος τῆς γαστρός. ὠνόμαζον γὰρ οἱ παλαιοὶ καὶ τοῦτο καρδίαν. σκοτόδινος δ’ ἐστὶν, ἐπειδὰν ἅμα περιδινεῖσθαι δοκῇ τὰ βλεπόμενα, ἥ τε διὰ τῆς ὄψεως αἴσθησις ἐξαίφνης ἀπολεῖται, δοκούντων αὐτῶν σκότος περικεχύσθαι. γίγνεται δὲ τοῦτο τοῦ στόματος τῆς κοιλίας ὑπὸ μοχθηρῶν χυμῶν δακνομένου. διὰ γὰρ τὸ μέγεθος τῶν νεύρων τῶν ἐξ ἐγκεφάλου καθηκόντων εἰς αὐτὸ βλάπτεται τὰ τῆς ψυχῆς ἔργα κακοπραγοῦντος τοῦ μορίου. τὰ μὲν τοιαῦτα συμπτώματα κοινὰ πάντων ἐστὶ τῶν δάκνειν δυναμένων χυμῶν. τὸ δ’ ἐκπικροῦσθαι τὸ στόμα μόνης τῆς ὠχρᾶς τε καὶ ξανθῆς ὀνομαζομένης χολῆς. διὸ καὶ καλῶς τοῖς εἰρημένοις συμπτώμασιν ὁ Ἱπποκράτης εἶπεν ἄνω φαρμακεύειν σημαίνειν, ὅπερ ἐξαπλωθὲν οὕτως ἑρμηνευθήσεται. τὰ εἰρημένα συμπτώματα σημαίνει τῷ ἰατρῷ τὸν ἄνθρωπον τῆς ἄνω δεῖσθαι φαρμακείης, τουτέστι τῆς δι’ ἐμέτων.

678
Τὰ ὑπὲρ τῶν φρενῶν ὀδυνήματα, ὁκόσα καθάρσεως δέονται, ἄνω φαρμακείας σημαίνει δεῖσθαι, ὁκόσα δὲ κάτω, κάτω.

Οὗτος ὁ ἀφορισμὸς ὅπερ ὁ πρόσθεν ἐφ’ ἑνὸς ἀλγήματος ἐδίδαξε, τοῦ κατὰ τὸ στόμα τῆς κοιλίας, τοῦτ’ ἐπὶ πάσας ἐκτείνει τὰς ὀδύνας. ὅσαι μὲν ἄνω τῶν φρενῶν συνίστανται καθάρσεως δεόμεναι, δηλονότι συμβουλεύει ἄνω φαρμακεύειν. ὅσαι δὲ κάτω τῶν φρενῶν εὔδηλον ὅτι καὶ ταύτας κάτω. προσέθηκε δὲ τῷ λόγῳ τὸ καθάρσεως δεόμεναι, χάριν τοῦ μὴ δόξαι τινὶ πάσας ἁπλῶς τὰς ὀδύνας τὸν Ἱπποκράτην διὰ καθάρσεως ἰᾶσθαι. νυνὶ γὰρ οὐ τοῦτ’ εἶπεν, ἀλλ’ ὅτι κατὰ τὰς ῥοπὰς τῶν λυπούντων χυμῶν χρὴ τὰς κενώσεις ποιεῖσθαι καὶ μήτε τὰς ἄνω τῶν φρενῶν ὀδύνας διὰ τῶν ὑπηλάτων ἐκκενοῦν μήτε τὰς κάτω διὰ τῶν ἐμετικῶν.

679
Ὁκόσοι ἐν τῇσι φαρμακοπωσίῃσι μὴ διψῶσι καθαιρόμενοι, οὐ παύονται πρὶν ἢ διψήσωσιν.

Τῶν καθαιρομένων τινὲς μὲν εὐθέως διψῶσι, τινὲς δ’ ὕστερον. καὶ γίνεται τοῦτο διά τε τὴν αὐτῆς τῆς κοιλίας διάθεσιν καὶ τὸ δοθὲν φάρμακον καὶ τὴν ἰδέαν τοῦ κενουμένου χυμοῦ. διὰ μὲν τὴν κοιλίαν ὑπὸ θερμότητος ἢ ξηρότητος ἢ ἀμφοῖν ἑτοίμως εἰς τὸ διψῇν ἀγομένην, ἐάν τε φύσει τοῦθ’ ὑπάρχῃ τῷ πεπωκότι τὸ φάρμακον ἐάν τε κατ’ ἐκεῖνον μόνον τὸν καιρόν. διὰ δὲ αὐτὸ τὸ φάρμακον δριμὺ καὶ θερμὸν καὶ δηκτικὸν ὑπάρχει. διὰ δὲ τὸν κενούμενον χυμὸν, ὅταν πικρόχολος ᾖ. ἐπὶ μὲν δὴ τοῖς τοιούτοις αἰτίοις διψῶσιν, ἐπὶ δὲ τοῖς ἐναντίοις ἄδιψοι μέχρι πλείστου διατελοῦσιν, ὅταν ἤτοι ψυχροτέραν καὶ ὑγροτέραν ἔχῃ ὁ καθαιρόμενος τὴν κοιλίαν, ἤτοι γε ἐξ ἀρχῆς ἢ κατὰ τὸν τῆς φαρμακοπωσίας χρόνον ἢ ὅταν αὐτὸ τὸ φάρμακον ἄδηκτον ᾖ καὶ τρίτον, ὅταν ἤτοι φλεγματικὸς

680
ὁ κενούμενος ὑπάρχῃ χυμὸς ἢ ὑδατώδης. ἀλλά τι κἀπὶ τούτων, ὅταν δαψιλῶς κενωθῶσιν, ἕπεται δίψος. ἱκανὴ μὲν γὰρ ἡ ἐπὶ τῇ κενώσει ξηρότης ἐργάζεσθαι τοῦτο. προσέτι δὲ καὶ ἡ ἀπὸ τοῦ καθαίροντος φαρμάκου δύναμις ἔχοντός τινα κᾂν εἰ μὴ φανερὰν μηδ’ αἰσθητὴν, ἀλλὰ λεληθυῖαν δριμύτητα καὶ θερμασίαν.

Ἀπυρέτοισιν ἐοῦσιν, ἢν γένηται στρόφος καὶ γονάτων βάρος καὶ ὀσφύος ἄλγημα, κάτω φαρμακίης δεῖσθαι σημαίνει.

Ὥσπερ ὀλίγον ἔμπροσθεν ἐδίδαξε τὰ σημεῖα τῶν δεομένων τῆς ἄνω φαρμακείας, οὕτω νῦν διδάσκει δι’ ὧν ἄν τις γνοίη τοὺς δεομένους τῆς κάτω. κοινὸς δ’ ἀμφοῖν ἐστιν ὁ λογισμὸς ἐπὶ διαφέρουσι συμπτώμασι. κατὰ γὰρ τὰς ῥοπὰς τῶν λυπούντων καὶ τὰς κενώσεις χρὴ ποιεῖσθαι.

681
Ὑποχωρήματα μέλανα, ὁκοῖον αἷμα μέλαν ἀπὸ ταὐτομάτου ἰόντα καὶ σὺν πυρετῷ καὶ ἄνευ πυρετοῦ κάκιστα καὶ ὁκόσῳ ἂν χρώματα πλείω πονηρότερα ᾖ μᾶλλον κακόν. ξὺν φαρμάκῳ δὲ ἄμεινον καὶ ὁκόσῳ ἂν χρώματα πλείω ᾖ, οὐ πονηρόν.

Περὶ τῶν διαχωρημάτων αὐτῷ νῦν ὁ λόγος ἐστὶν, ἅπερ ὀνομάζεται μὲν ὑπὸ τῶν παλαιῶν ἰατρῶν μέλανα. μέλαινα δ’ ἀκριβῶς οὐκ ἔστι χολὴ, τὸ γὰρ δριμὺ καὶ διαβρωτικὸν καὶ ὀξῶδες οὐκ ἔχει. πολὺ δὲ δὴ μᾶλλον οὐδὲ ζυμοῖ τὴν γῆν ἐκχεόμενα κατ’ αὐτῆς, ἀλλ’ ἔστιν ὥσπερ ἂν εἴ τις εἰκάζων εἴποι σαφῶς, οἷον ἰλύς τις αἵματος, οἷα καὶ τοῖς παχέσιν οἴνοις καθισταμένοις ὑφίστασθαι πέφυκεν, ἢν ὀνομάζουσι τρύγα. χρονιζούσης δ’ αὐτῆς ἐν τῷ σώματι καὶ μήτε ἐκκρινομένης κατά τινα τῶν αἰσθητῶν ἐκροῶν, μήτε κατὰ τὸ ἄδηλον, ἀλλὰ μεταβαλλομένης τε καὶ σηπομένης ἀκριβῶς, μέλαινα γεννᾶται χολή. πρὶν δὲ γεννηθῆναι 

682
ταύτην ὁ σπλὴν ἕλκει τὴν οἷον τρύγα τοῦ αἵματος, ἐκκαθαίρων τὸ ἧπαρ, ὡς ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασι δέδεικται. καὶ τοίνυν καὶ καταχρῆται τούτῳ μελαγχολικῷ χυμῷ πρὸς τὴν ἑαυτοῦ τροφὴν ὁ σπλὴν, ὅσον δ’ αὖ πάλιν αὐτὸς ἐργάζεται περίττωμα, τοῦτο ὠθεῖ πάλιν εἰς τὴν γαστέρα, μετὰ τῶν ἄλλων περιττωμάτων ἐκκριθησόμενον. ἐὰν οὖν ποτε μήθ’ ὁ σπλὴν ἐκκαθαίρῃ καλῶς, αὐτό τε τὸ αἷμα τὸ κατὰ τὸ ἧπαρ ἔχει πολλὴν ἰλὺν τοιαύτην ἀῤῥωστήσει τε τὸ σπλάγχνον, ὡς μὴ κατέχειν ἐν ἑαυτῷ τὰ περιττὰ δυνάμενον, τηνικαῦτα ὑποχωρεῖ τὰ καλούμενα μέλανα, περὶ ὧν ὁ λόγος ἐστὶν αὐτῷ νῦν. προσέθηκε δ’ ἐν τῷ λόγῳ τὸ οἷον αἷμα, τοιοῦτον δηλῶν ὁποῖόν τι γίγνεται τὸ αἷμα τὸ μελανθὲν ἐν τῇ διὰ τῶν ἐντέρων φορᾷ, τοιαῦτ’ ἔστι τὰ μέλανα. τελέως γὰρ ἠλίθιόν ἐστιν ὑπολαμβάνειν αἵματι τῷ κατὰ φύσιν ἔχοντι ταῦτα ἐοικέναι τὰ μέλανα. γενήσεται γὰρ ἐρυθρά τε καὶ μέλανα ταῦτα. καίτοι γε ἀδύνατον ἅμα ταὐτὸν ἐρυθρόν τε καὶ μέλανα ὑπάρχειν,
683
πάμπολλα τοιαῦτα διαχωρήματα κατὰ τὴν λοιμώδη νόσον εἴδομεν ταύτην τὴν μακρὰν, οὐ μᾶλλόν τι τοῖς ὀλεθρίως ἔχουσιν ἢ τοῖς σωθησομένοις ἐπιφανέντα, οὐ μὴν ἀρχομένων τε καὶ αὐξανομένων τῶν νοσημάτων ἑωρᾶτο. συντήξεις γὰρ ἦσαν αἱ τότε κενούμεναι ξανθαί τε καὶ πυῤῥαὶ τὸ χρῶμα. τὰ δ’ ὕστερον ἐπιφαινόμενα μέλανα, καθάπερ αἵματος τρὺξ, ἤτοι γε ὑπεροπτηθέντος αὐτοῦ τὴν γένεσιν ἔσχεν ἢ σηπεδόνα τινὰ ἀλλόκοτον, ἀνάλογον ταῖς ἐν τῇ γαστρὶ γενομέναις ἀπεψίαις, ὅταν εἰς μοχθηροὺς χυμοὺς ἡ διαφθορὰ τελευτήσει. διὸ καὶ κατ’ ἀρχὰς μὲν οὐδέποτε ἐπ’ ἀγαθῷ φαίνεται τοιαῦτα, μεγάλην κάκωσιν ἐνδεικνύμενα τοῦ σπλάγχνου, ταῖς δ’ ἀκμαῖς ἕπεται πολλάκις ἐκκαθαιρούσης τὰ περιττὰ τῆς φύσεως, οὐ μὴν προσέθηκέ γε αὐτὸ κατὰ τὸν ἀφορισμὸν ὁ Ἱπποκράτης, καίτοι γε ἄλλοθι μὲν εἰπὼν καθόλου τὰ κρίσιμα μὴ αὐτίκα ἐπιφαίνεσθαι. κατὰ δὲ τὸν ἐφεξῆς ἀφορισμὸν ἐπὶ μέρους ἐν τῷ φάναι· νοσημάτων ὁκόσων ἀρχομένων, ἢν χολὴ μέλαινα ἢ ἄνω ἢ
684
κάτω ὑπέλθῃ, θανάσιμον. μή τι τοίνυν ἔδοξεν αὐτάρκως δεδηλωκέναι τὴν ἑαυτοῦ γνώμην ἰόντα φάμενος. ἐνδείκνυται γὰρ τοῦτο τοὔνομα χρόνου μῆκος, ὡς ἤτοι δι’ ὅλου τοῦ νοσήματος ἢ κατὰ πολὺν χρόνον αὐτοῦ, ἰόντων τοιούτων ὑποχωρημάτων. εἰ γὰρ ἕνα τινὰ καιρὸν ἐβούλετο δηλῶσαι, πάντως ἂν ἢ ἐπιφανέντα ἢ ἐλθόντα εἶπεν, οὐκ ἀπὸ ταὐτομάτου ἰόντα· τουτὶ γὰρ τὸ ἰόντα τῷ ἐρχόμενα ταὐτὸν, οὐ τῷ ἐλθόντα δηλοῖ. φαρμάκου μέντοι ληφθέντος, ὑφ’ οὗ κενοῦται μέλανα, διαχωρῆσαι τὰ τοιαῦτα θαυμαστὸν οὐδέν. οὕτω δὴ καὶ τὰ πλείω τῶν διαχωρημάτων χρώματα παρὰ φύσιν αὐτόματα μὲν ἐκκενούμενα, σημεῖα πολλῶν ἐστι διαθέσεων ἐν τῷ σώματι ἐνδεικτικά. τὰ ὑπὸ φαρμάκου δ’ ἀγόμενα πεφυκότος ἐκκενοῦν ἤδη πλείονα χυμὸν οὐδὲν ἄτοπον σημαίνει.

Νοσημάτων ὁκόσων ἀρχομένων ἢν χολὴ μέλαινα ἢ ἄνω ἢ κάτω ἐπέλθῃ, θανάσιμον.
685

Διώρισταί μοι καὶ κατὰ τὸν προγεγραμμένον ἀφορισμὸν ὁ μελαγχολικὸς χυμὸς, αὐτῆς τῆς μελαίνης χολῆς, ὑπὲρ ἧς νῦν ὁ λόγος αὐτῷ, καὶ τήν γ’ αἰτίαν τοῦ κατ’ ἀρχὰς μὲν ὀλεθρίους εἶναι τοὺς τοιούτους χυμοὺς, ἐξ ὑστέρου δὲ κρισίμους ἐπιφαίνεσθαι, καὶ κατ’ ἐκεῖνον μὲν αὐτάρκως διῆλθον. ἀναλήψομαι δὲ καὶ νῦν, ἐπειδὴ καὶ περὶ τῶν ἀναγκαιοτάτων τῇ τέχνῃ διέρχεσθαι πολλάκις ἄμεινόν ἐστιν. ὅταν ἄρχηταί τι νοσήμα, τῶν ἐκκρινομένων οὐδὲν ἐκκρίνεται τηνικαῦτα τῷ λόγῳ τῆς φύσεως, ἀλλ’ ἔστιν ἅπαντα συμπτώματα τῶν ἐν τῷ σώματι παρὰ φύσιν διαθέσεων. ἐν ᾧ γὰρ χρόνῳ βαρύνεται μὲν ὑπὸ νοσωδῶν αἰτίων ἡ φύσις, ἀπεψία δ’ ἐστὶ τῶν χυμῶν, ἐν τούτῳ κενοῦσθαί τι χρηστῶς ἀδύνατον, εἴ γε προηγεῖσθαι μὲν χρὴ πέψιν, ἀκολουθῆσαι δὲ διάκρισιν, εἶθ’ ἑξῆς κένωσιν, ἵν’ ἀγαθὴ γένηται κρίσις. ἐδίδαξε γοῦν ἡμᾶς ταῦτα αὐτὸς κατὰ τὸ πρῶτον τῶν ἐπιδημιῶν εἰπών· πεπασμοὶ ταχύτητα κρίσεως, ἀσφάλειαν ὑγιεινὴν σημαίνουσιν. ὠμὰ δὲ καὶ ἄπεπτα καὶ ἐς κακὰς ἀποστάσιας τρεπόμενα, ἀκρισίας ἢ πόνους ἢ χρόνους ἢ θανάτους

686
ἢ τῶν αὐτῶν ὑποστροφάς. ὅταν οὖν ἐπὶ πέψει νοσήματος ἐκκρίσις γένηται μοχθηροῦ χυμοῦ, καθαίρεται τηνικαῦτα τὸ σῶμα πρὸς τῆς φύσεως καὶ διὰ τοῦτο καὶ μέλαινα χολή. καὶ πᾶς ἄλλος τοιοῦτος χυμὸς ἐπειδὴ πέψεως φανῇ σημεῖα προήκοντος τοῦ νοσήματος, ἀγαθὴν σημαίνει τὴν κένωσιν. εἰ δ’ ἄλλως ἐκκρίνοιτο χωρὶς τῶν τῆς πέψεως σημείων, ὀλέθριόν ἐστι τὸ σύμπτωμα. ὥστ’ ἐπειδὴ κατὰ τὴν ἀρχὴν τοῦ νοσήματος, ἀπεψίας ἐστὶν ἀεὶ σημεῖα μοχθηρὰ, διὰ παντὸς ἔσται τῶν τοιούτων χυμῶν ἡ κένωσις.

Ὁκόσοισιν ἐκ νοσημάτων ὀξέων ἢ ἐκ πολυχρονίων ἢ τρωμάτων ἢ ἄλλως πως λελεπτυσμένοισι, χολὴ μέλαινα ἢ ὁκοῖον αἷμα μέλαν ὑπέλθῃ τῇ ὑστεραίῃ ἀποθνήσκουσι.
687

Ὁ κατὰ τόνδε τὸν ἀφορισμὸν λόγος ἐστὶ δυνάμει τοιοῦτος, ἐάν τε χολὴ μέλαινα, περὶ ἧς ὁ προγεγραμμένος ἀφορισμὸς ἐδίδαξεν, ἐάν τε τὰ μέλανα τὰ τῷ αἵματι ἐοικότα, περὶ ὧν ὁ προκείμενος, λελεπτυσμένοις ἐσχάτως ἐπιφανῇ, κατὰ τὴν ὑστέραν ἀποθνήσκουσιν. ἀσθενὴς γὰρ ἐπὶ τῶν τοιούτων ἡ φύσις, ὡς μήτε πέψαι δύνασθαι μήτε διακρῖναι μήτε ἐκκρῖναι τὰ οὕτω μοχθηρά. διὰ μέγεθος οὖν τοῦ νοσήματος ἀποχεῖται μὴ στεγόμενα καὶ ταύτῃ χαλεπὸν τὸν θάνατον οὐκ ἐν ὑστέρῳ φέρει, καθάπερ ἐν ἄλλοις νοσήμασι διὰ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως. ἐδήλωσε μέντοι κατὰ τοῦτον τὸν ἀφορισμὸν ἐναργῶς ὅτι κατὰ τὸν ἔμπροσθεν ἀφορισμὸν ἡνίκα ἔλεγεν, ὑποχωρήματα μέλανα ἢ οἷον αἷμα, προσυπακοῦσαι χρὴ τὸ μέλαν, ἵνα ᾖ τὸ πλῆρες τοιοῦτον, ὑποχωρήματα οἷον αἷμα μέλαν. ἐδήλωσε δὲ καὶ ὅτι καλῶς ἡμεῖς διωρίσαμεν ἀπὸ τῶν μελάνων τὴν μέλαιναν χολήν. τὰ μὲν γὰρ αἵματι μεμελασμένῳ παραπλήσια φέρεται διαφέροντα τῷ κεχύσθαι τε καὶ μὴ πεπηγέναι καθάπερ ἐκεῖνο. μέλαινα δὲ χολὴ καὶ τῷ κεχύσθαι, χωρὶς πεπῆχθαι, καὶ τῷ

688
στίλβον ἔχειν τὸ μέλαν. ἔτι δὲ δακνῶδες εἶναι καθάπερ ὄξος, ἀναδέρειν τε καὶ ζυμοῦν τὴν γῆν, ὧν οὐδὲν ὑπάρχει τοῖς μέλασιν.

Δυσεντερίη ἢν ἀπὸ χολῆς μελαίνης ἄρξηται, θανάσιμον.

Ὑπὸ τῆς ὠχρᾶς μὲν ὑπ’ ἐνίων, ὑπ’ ἄλλων δὲ ξανθῆς ὀνομαζομένης χολῆς ἄρχεται τοὐπίπαν ἡ δυσεντερία. ξυομένων τὰ πρῶτα τῇ τῶν χυμῶν δριμύτητι τῶν ἐντέρων, ἀναβιβρωσκομένων δ’ ὕστερον, ὡς ἑλκοῦσθαι καὶ γίνεσθαι δυσεντερίαν. ταύτην μὲν οὖν τὴν δυσεντερίαν ἰώμεθα πολλάκις. ἥτις δ’ ἂν ὑπὸ τῆς μελαίνης γένηται χολῆς, ἀνίατός ἐστι πάντῃ, οὐδὲν διαφέρουσα καρκίνου τοῦ μεθ’ ἑλκώσεως. ὅπου τοίνυν ἐπιπολῆς συνιστάμενος ὁ τοιοῦτος καρκίνος ἤτοι δυσίατος ἢ παντάπασιν ἀνίατός ἐστι, καίτοι διὰ παντὸς ἐπικείμενον ἑαυτῷ φάρμακον ἔχειν

689
δυνάμενον, εἰκὸς δήπου τὸν ἐν τοῖς ἐντέροις γιγνόμενον οὐ μόνον τῷ μηδὲν ἔχειν δύνασθαι παντὸς ὁμιλοῦν φάρμακον ἑαυτῷ, ἀλλὰ καὶ τῶν τῆς τροφῆς περιττῶν ἀεὶ ψαυόντων αὐτοῦ παντάπασιν ἀνίατον μένειν.