In Hippocratis Aphorismos Commentarii VII

Galen

Galen, In Hippocratis Aphorismos Commentarii VII

Προοίμιον Γαληνοῦ. Ἐν τῷ τρίτῳ τῶν εἰς τοὺς ἀφορισμοὺς ὑπομνημάτων τῷδε περὶ τῶν κατὰ τὰς ὥρας τε καὶ ἡλικίας Ἱπποκράτει γεγραμμένων ἐξηγησόμεθα. μάλιστα μὲν οὖν ὅσον ἐν αὐτοῖς ἀσαφές ἐστι σαφηνίζοντες, ἔργον γὰρ τοῦτο ἴδιον ἐξηγήσεως, οὐ μὴν ἀλλὰ καὶ τὴν ἀπόδειξιν ἑκάστου τῶν ὀρθῶς εἰρημένων προστιθέντες, ἐπειδὴ καὶ τοῦτ’ ἔστιν ἔθος ἐν τοῖς ὑπομνήμασιν

562
γίνεσθαι. θαυμάζω δὲ κἀνταῦθα τὴν ἀνωμαλίαν τοῦ Λύκου γράφοντος μὲν, ὥς φησιν, ἐξηγήσεις Κοΐντου τοῦ διδασκάλου, μηδενὶ δὲ τῶν κατὰ τὰς ὥρας καὶ ἡλικίας εἰρημένων προσθέντος πίστιν ἀποδεικτικὴν, ἀλλ’ εἰς ἐμπειρίαν καὶ τήρησιν ἀναπέμψαντος ἅπαντα, καίτοι γ’ ἄλλους πολλοὺς ἀφορισμοὺς ἐξηγούμενος αὐτὸς ἐπισκέπτεται λογικῶς ὑπὲρ τῆς ἐν αὐτοῖς ἀληθείας, οὐκ ἀρκούμενος μόνῃ τῇ πείρᾳ. ὅτι δ’ οὐ δυνατὸν ἐστι μόνῃ τῇ πείρᾳ τοιαύτην ἀθροῖσαι θεωρίαν Ἱπποκράτης τε αὐτὸς ἐνδείκνυται τοῦτο καὶ προδόντος ἐπιδειχθήσεται τοῦ λόγου.

Αἱ μεταβολαὶ τῶν ὡρέων μάλιστα τίκτουσι νοσήματα καὶ ἐν τῇσιν ὥρῃσιν αἱ μεγάλαι μεταβολαὶ ἢ ψύξιος ἢ θάλψιος καὶ τἄλλα κατὰ λόγον οὕτως.
563

Μεταβολὰς ὡρῶν ἔνιοι νομίζουσι λέγεσθαι καθ’ ἃς εἰς ἀλλήλας μεταβάλλουσιν, ὡς εἰ καὶ διαδοχὰς τὰς μεταβολὰς εἰρήκει. χειμῶνος μὲν γὰρ εἰς ἔαρ μεταβάλλοντος ἡ γένεσίς ἐστι τῶν εἰρημένων νοσημάτων, ὑπὲρ ὧν αὐτὸς ἐφεξῆς ἐρεῖ. τοῦ μὲν γὰρ ἦρος τὰ πανικὰ καὶ τὰ μελαγχολικὰ καὶ τὰ ἐπιληπτικά. τοῦ δ’ ἦρος πάλιν εἰς θέρος μεταβάλλοντος, ὅπερ ἐστὶν ἀρχομένου θέρους, πυρετοὶ συνεχεῖς, φησὶ, καὶ τριταῖοι καὶ καῦσοι καί τἄλλα ὅσα τούτοις ἐφεξῆς κατέλεξε. καὶ περὶ φθινοπώρου δὲ καὶ χειμῶνος ὁμοίως ἔγραψεν, ὥς φασιν οἱ τὰς μεταβολὰς ἐν ἴσῳ τῷ διαδοχὰς ἡγούμενοι λέγεσθαι. ἀλλὰ τὸ μάλιστα προκείμενον ἐν τῇ λέξει τοῦ ἀφορισμοῦ τὴν ἐξήγησιν ταύτην οὐ προσίεται. μεταβαλλουσῶν γὰρ ἐνίοτε εἰς ἀλλήλας τῶν ὡρῶν, ὥσπερ ἔνια συνίσταται νοσήματα, κατὰ τὸν αὐτὸν τρόπον καὶ λύεται. καὶ τοῦτο αὐτὸς εἴρηκεν ὁ Ἱπποκράτης· ὥστε οὐδὲν μᾶλλον αἱ διαδοχαὶ τῶν ὡρῶν τίκτουσι νοσήματα, ἀλλὰ καὶ τὸ μάλιστα προσέθηκεν. ἄμεινον τοίνυν ἐστὶ διὰ τὴν προσθήκην

564
τήν τε μεταβολὰς ἀκούειν τὰς κατὰ τὴν κρᾶσιν αὐτῶν ἀλλοιώσεις. αὗται γάρ εἰσιν αἱ μάλιστα τίκτουσαι νόσους, ὅταν ἐφεξῆς ἀλλοιώσεις ὦσι πλείους, ὡς ἐν ταῖς ἐπιδημίαις ἔγραψε καὶ νῦν δ’ ὀλίγον ὕστερον ἐρεῖ. ἡ δὲ μιᾶς ὥρας ἀλλοίωσις μόνης ἐργάζεται μὲν νόσους τινὰς, ἀλλ’ οὐ μάλιστα. πότ’ οὖν μάλιστα νόσοι γίνονται κατὰ μίαν ὥραν ἀλλοιωθεῖσαν; ὅταν συμβῇ μεγάλην ἔσεσθαι τὴν μεταβολήν καὶ διὰ τοῦτ’ αὐτὸς εἶπεν ὁ Ἱπποκράτης· καὶ ἐν τῇσιν ὥρῃσιν αἱ μεγάλαι μεταβολαὶ ἢ ψύξιος ἢ θάλψιος ἤ τινος τῶν ἄλλων, οἶον ὑγρότητος ἢ ξηρότητος ἢ πνευμάτων ἢ ἀπνοιῶν. αὕτη μὲν οὖν ἡ ἐξήγησις ὀρθῶς εἴρηται τῆς προκειμένης γραφῆς. ἔστι δέ τις καὶ ἄλλη γραφὴ τοιάδε· αἱ μεταβολαὶ τῶν ὡρέων τίκτουσι νοσήματα μέγιστα. μάλιστα δὲ καὶ ἐν τῇσιν ὥρῃσιν αἱ μεγάλαι μεταβολαί. καθ’ ἣν οὐδέν ἐστιν ἀσαφὲς καὶ μάλιστα τοῖς ἀκηκοόσιν ὦν ἄρτι πέπαυμαι λέγων. εἰσὶ δὲ καὶ ἄλλαι τινὲς
565
γραφαὶ τῆς αὐτῆς ῥήσεως, ἃς καὶ νοήσεις καὶ δοκιμάσεις, ἐξ ὧν εἶπον ὁρμώμενος.

Τῶν φυσίων αἱ μὲν πρὸς θέρος, αἱ δὲ πρὸς χειμῶνα εὖ ἢ κακῶς πεφύκασιν.

Φύσεις εἴρηκε νῦν ὁ Ἱπποκράτης κατὰ τὸ κυριώτατόν τε καὶ πρῶτον σημαινόμενον, ὃ καθ’ αὑτὴν μάλιστα τὴν οὐσίαν ἐστὶ τῆς φύσεως. ἐλέγομεν δ’ ἐν τοῖς ἔμπροσθεν αὐτὴν κρᾶσιν εἶναι τῶν τεσσάρων στοιχείων, ὑγροῦ καὶ ξηροῦ καὶ θερμοῦ καὶ ψυχροῦ. καὶ μέντοι καὶ δέδεικται πρὸς ἡμῶν ἐν τοῖς περὶ κράσεων μία μὲν κρᾶσις ἡ εὔκρατός τε καὶ ἀρίστη, δύσκρατοι δὲ καὶ μοχθηραὶ τὸν ἀριθμὸν ὀκτὼ, τέσσαρες μὲν κατὰ μίαν ἐπικρατοῦσαν ποιότητα, τέσσαρες δ’ ἄλλαι κατὰ δύο· κατὰ μίαν μὲν ἡ θερμὴ καὶ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρὰ, κατὰ δύο δὲ ἡ θερμὴ καὶ ξηρὰ

566
καὶ ὑγρὰ καὶ θερμὴ καὶ ψυχρὰ καὶ ὑγρὰ καὶ ψυχρὰ καὶ ξηρά. πρὸς μὲν δὴ τὸ θέρος αἱ ψυχραὶ καὶ ὑγραὶ φύσεις ἄριστα διάκεινται, πρὸς χειμῶνα δὲ αἱ θερμαὶ καὶ ξηραί. καθάπερ γε καὶ κακῶς αἱ μὲν θερμαὶ καὶ ξηραὶ πρὸς θέρος, αἱ δὲ ψυχραὶ καὶ ὑγραὶ πρὸς χειμῶνα. τελειότατα μὲν οὖν αἱ φύσεις αὗται πρὸς τὰς εἰρημένας ὥρας ἄριστά τε καὶ χείριστα διάκεινται, μετρίως δὲ αἱ καθ’ ὁτιοῦν ἢ ὠφελούμεναι πρὸς τὰς ὥρας ἢ βλαπτόμεναι, καθάπερ ἡ ὑγρὰ καὶ θερμὴ θέρους καὶ χειμῶνος, ἐπειδὴ κατὰ τὸ θέρος μὲν ὡς ὑγρὰ βέλτιον διατίθεται, κατὰ δὲ τὸν χειμῶνα πάλιν ὡς θερμή.

Τῶν νούσων ἄλλα πρὸς τὰς ἄλλας εὖ ἢ κακῶς πεφύκασι. καὶ ἡλικίαι τινὲς πρὸς ὥρας καὶ χώρας καὶ διαίτας.

Ἀτακτότερον ἡρμηνευκέναι μοι δοκεῖ τὸν ἀφορισμὸν τοῦτον ὁ Ἱπποκράτης. ἄμεινον γὰρ ἂν οὕτως εἴρητο, τῶν

567
νούσων καὶ τῶν ἡλικιῶν, ἄλλαι πρὸς ἄλλας ὥρας καὶ χώρας καὶ διαίτας εὖ καὶ κακῶς πεφύκασι. νόσοι μὲν οὖν εὖ πεφύκασι πρὸς ὥρας, ὡς μὲν πρὸς γένεσιν αἱ ὅμοιαι, ὡς δὲ πρὸς λύσιν αἱ ἐναντίαι. διώρισται γὰρ ἡμῖν ὑπὲρ τοῦδε πρόσθεν ἡνίκα ἐξηγούμεθα τὸν ἀφορισμὸν, οὖ ἡ ἀρχὴ, ἐν τῇσι νούσοισιν ἧσσον κινδυνεύουσιν, οἶς ἂν οἰκείη τῆς φύσεως. ἡλικίαι δὲ ὥσπερ καὶ φύσεις αἱ ψυχραὶ μὲν πρὸς θερμὰς, αἱ δὲ θερμαὶ πρὸς ψυχράς. ἡ μὲν τῶν γερόντων πρὸς θέρος, ἡ δὲ τῶν ἀκμαζόντων πρὸς χειμῶνα. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ πρὸς τὰς χώρας οὐχ αἱ νοῦσοι μόνον, ἀλλὰ καὶ αἱ ἡλικίαι διάκεινται. γεννῶνται γὰρ μᾶλλον ἐν ταῖς θερμοτέραις χώραις αἱ θερμαὶ νοῦσοι καὶ ἧσσόν εἰσι κινδυνώδεις. ὑγιαίνουσί τε μᾶλλον ἐν ταῖς ψυχροτέραις χώραις αἱ θερμότεραι τῶν ἡλικιῶν, ἐπί τε τῶν ἄλλων ἀνάλογον. οὕτω δὲ καὶ πρὸς διαίτας ἄλλαι πρὸς ἄλλας εὖ καὶ κακῶς διάκεινται νοῦσοί τε καὶ ἡλικίαι. αἱ μὲν γὰρ θερμότεραι πρὸς τὰς ψυχροτέρας, αἱ δὲ ψυχρότεραι πρὸς τὰς θερμοτέρας. καὶ αἱ μὲν ξηρότεραι πρὸς τὰς ὑγροτέρας,
568
αἱ δὲ ὑγρότεραι πρὸς τὰς ξηροτέρας εὖ διάκεινται, καὶ ἁπλῶς εἰπεῖν αἱ μὲν ἐναντίαι πρὸς τὰς ἐναντίας καλῶς, κακῶς δὲ αἱ ὅμοιαι πρὸς τὰς ὁμοίας. πλὴν εἰ ἡ σύμμετρος ἡλικία συμμέτρῳ παραβάλλοιτο διαίτῃ τε καὶ ὥρᾳ καὶ χώρᾳ. μόνον γὰρ οὕτως ὑπὸ τῶν ὁμοίων αἱ ὅμοιαι καλῶς διακείσονται. ταῖς δ’ ἀμετρότερον ἐχούσαις ἡλικίαις κατὰ τὴν κρᾶσιν αἱ ἐναντίαι χῶραι καὶ ὥραι καὶ δίαιται συμφορώτεραι. τῶν νόσων δ’ ἀμετριῶν οὐσῶν ἁπάντων ἡ γένεσις μὲν ἐν ταῖς ὁμοίαις ὥραις καὶ χώραις, ἡ λύσις δ’ ὑπὸ τῶν ἐναντίων γίνεται.

Ἐν τῇσιν ὥρῃσιν, ὅταν τῆς αὐτῆς ἡμέρας ὁτὲ μὲν θάλπος, ὁτὲ δὲ ψῦχος ποιέει, φθινοπωρινὰ τὰ νοσήματα προσδέχεσθαι χρή.

Δεόντως, οὐ γὰρ αἱ προσηγορίαι τῶν ὡρῶν αἰτίαι τῶν νοσημάτων, ἀλλ’ αἱ κράσεις εἰσίν. ὅταν οὖν αὗται μεταπέσωσιν,

569
ἀναγκαῖόν ἐστι συμμεταπίπτειν καὶ τὰ νοσήματα.

Νότοι βαρυήκοοι, ἀχλυώδεες, καρηβαρικοὶ, νωθροὶ, διαλυτικοί. ὁκόταν οὗτος δυναστεύῃ, τοιαῦτα ἐν τῇσιν ἀῤῥωστίῃσι πάσχουσι. ἢν δὲ βόρειον ᾖ, βῆχες, φάρυγγες, κοιλίαι σκληραὶ, δυσουρίαι, φρικώδεες, ὀδύναι πλευρέων, στηθέων. ὁκόταν οὗτος δυναστεύῃ, τοιαῦτα ἐν τῇσι ἀῤῥωστίῃσι προσδέχεσθαι χρή.

Τὸ μὲν οὖν γινόμενον ἐδήλωσεν εἰπὼν ὅτι νότοι βαρυήκοοι, ἀχλυώδεις, καρηβαρικοὶ, νωθροὶ, διαλυτικοί. τὴν δ’ αἰτίαν προσγράψας, ὅταν οὗτος δυναστεύῃ, τοιαῦτα ἐν τῇσιν ἀῤῥωστίῃσι πάσχουσιν. ἀεὶ γὰρ χρὴ τὸν ἰατρὸν ἀποχωρίζειν τε καὶ διακρίνειν τὸ διά τι τῶν ἔξωθεν, οὐ διὰ

570
τὰς νόσους γεγονὸς, ἵνα καὶ τὰς προγνώσεις ἀκριβέστερον ποιῆται. τὴν δ’ αἰτίαν δι’ ἣν οἱ νότοι βαρυηκοΐαν ποιοῦσι καὶ ἀχλυώδη τὴν ὄψιν, οὐ χαλεπὸν ἐκ τῆς κράσεως αὐτοῦ κατανοῆσαι, θερμοῦ καὶ ὑγροῦ τὴν φύσιν ὑπάρχοντος. πάντα γὰρ τὰ τοιαῦτα πληρωτικὰ τῆς κεφαλῆς εἰσι, διὰ τοῦτ’ οὖν τά τε τῶν αἰσθήσεων ὄργανα μετὰ πολλῆς ὑγρότητος ἀποφαίνουσι καὶ καρηβαρίας ἐργάζονται. τῆς δ’ ἀρχῆς τῶν νεύρων ὑγρασμένης, ἀναγκαῖόν ἐστι καὶ περὶ τὰς καθ’ ὁρμὴν ἐνεργείας γίνεσθαι νωθρότητα καὶ ὥσπερ διαλελυμένον ἐν ἑαυτῷ φαίνεσθαι τὸν ἄνθρωπον. ἐξ ὑπεναντίου δὲ πάλιν ἐν τοῖς βορείοις, ὡς αὐτὸς ἐρεῖ κατωτέρω, συνίσταται τὰ σώματα καὶ εὔτονα, εὐκίνητα καὶ εὐηκοώτερα γίνεται. νυνὶ δὲ οὐκ ἀντέθηκε ταῦτα τοῖς ὑπὸ τοῦ νότου περὶ τὸ σῶμα συμβαίνουσιν, ἐπειδὴ κατὰ τὸν ἀφορισμὸν τοῦτον αὐτῷ περὶ τῆς ἐξ ἑκατέρων τῶν ἀνέμων βλάβης διελθεῖν, προὔκειτο μόνον, ἵν’ εἰδότες ταῦτα ἀποχωρίζωμεν ὅσα διὰ τὰς νόσους συμβαίνει· ἐν τοῖς βορείοις οὖν, φησὶ, γίνονται βῆχες διὰ δυσκρασίαν δηλονότι τῶν
571
ἀναπνευστικῶν ὀργάνων καὶ διὰ τὴν τραχύτητα τῆς φάρυγγος, ὑπὲρ ἧς ἐνεδείξατο προσθεὶς τὸ φάρυγγες, ἵνα προσυπακούσωμεν τὸ πάσχουσι. καὶ γὰρ καὶ οὕτως εἴωθεν ἑρμηνεύειν ἐνίοτε· μετ’ ὀλίγα οὖν ἐρεῖ τοῦ μὲν φθινοπώρου καὶ θερινῶν τὰ πολλὰ, πυρετοὶ τεταρταῖοι καὶ πλάνητες καὶ σπλῆνες. ἔνεστι δὲ καὶ συνάπτοντας ἀναγινώσκειν ἅμα τὰ δύο. φάρυγγες, κοιλίαι σκληραὶ, καθάπερ ἔνιοι τῶν ἐξηγητῶν ἠξίωσαν. αἵ τε γὰρ φάρυγγες ἐν ταῖς βορείαις καταστάσεσι γίνονται σκληραὶ διὰ τὸ ξηραίνεσθαί τε καὶ ψύχεσθαι καὶ ἡ γαστὴρ ἡ κάτω σκληρὰ διαχωρεῖ διά τε τὴν κρᾶσιν τῆς καταστάσεως ἐπὶ ξηρότερον ῥέπουσαν, ὅλου τοῦ σώματος ξηραινομένου καὶ μᾶλλον ἕλκοντος εἰς ἑαυτὸ τὰς ἐκ τῶν σιτίων ὑγρότητας. οὐ μὴν ἀλλὰ καὶ διό τε χρόνῳ πλείονι μένοντα καὶ μὴ διαχωρούμενα πάντα ἐξικμάζεται. καὶ αἱ δυσουρίαι δὲ γίνονται τῆς κύστεως βλαπτομένης ἐν τῷ βοῤῥᾷ διὰ τὴν ψύξιν· ἄναιμός τε γάρ ἐστι ψυχρὰ καὶ διὰ ταῦτα πλέον ἢ τἄλλα μόρια τοῖς ψυχροῖς αἰτίοις εὐάλωτα. ἡ αὐτὴ δὲ τοῦ βοῤῥᾶ ψυχρότης καὶ τὰς
572
τοῦ θώρακος ὀδύνας ἐργάζεται τῇ κοινῇ πρὸς τἄλλα μόρια βλάβῃ καὶ τὴν ἐκ τῆς ἀναπνοῆς αὐτοῦ προσειληφότος, ἥτις οὐχ ὁμοίως ἅπτεται πνεύμονός τε καὶ καρδίας, διὰ τὸ πλῆθος τῆς ἐν αὐτοῖς θερμασίας. τὸ δὲ φρικώδεις γίνεσθαι τοὺς ἀνθρώπους ἐν ταῖς βορείαις καταστάσεσι, πρόδηλον ὡς διὰ τὴν τοῦ περιέχοντος ἀκόλουθον κρᾶσιν.

Ὁκόταν θέρος γένηται ἦρι ὅμοιον, ἐν τοῖσι πυρετοῖσιν ἱδρῶτας πολλοὺς προσδέχεσθαι χρή.

Ὥσπερ ὀλίγοι ἔμπροσθεν ἔλεγεν, ὅταν τῆς αὐτῆς ἡμέρης ὁτὲ μὲν θάλπος, ὁτὲ δὲ ψῦχος ποιέῃ, φθινοπωρινὰ τὰ νοσήματα δεῖ προσδέχεσθαι, οὕτω νῦν πάλιν, ὅταν θέρος ὅμοιον γένηται ἦρι, τουτέστι σύμμετρον τῇ κράσει, προδέχεσθαί φησι χρῆναι πολλοὺς ἱδρῶτας ἐν τοῖς πυρετοῖς· εἰκότως. οὔτε γὰρ ἄνευ τοῦ θερμὸν εἶναι τὸ περιέχον ἱδρῶτες δύνανται γίνεσθαι πολλοὶ οὔτ’ ἄνευ τοῦ περιέχεσθαί

573
τινα ὑγρότητα περιττὴν ἐν τῷ σώματι. τούτων δὲ τὸ μὲν ἕτερόν ἐστιν ἐν τῷ θέρει, τὸ δ’ ἕτερον ἐν τῷ χειμῶνι. κατὰ δὲ τὸ φθινόπωρον οὐδέτερον, ἄμφω δ’ ἐν τῷ ἦρι. δεόντως οὖν τὸ μὲν αὐχμηρὸν ἱκανῶς θέρος δαπανᾷ τε καὶ διαφορεῖ τὴν ὑγρότητα, τὸ δ’ ὅμοιον ἦρι διὰ μὲν τὴν θερμασίαν ἕλκει πρὸς τὸ δέρμα, διὰ δὲ τὴν ὑγρότητα διαφορεῖν ἀτμοειδῶς οὐ δύναται. ἀθρόως οὖν ἐν ταῖς τῶν νούσων κρίσεσι τὸ ὑγρὸν ἅπαν ἐκκρινόμενον, ἱδρῶτας πολλοὺς ἐργάζεται.

Ἐν τοῖσιν αὐχμοῖσι πυρετοὶ ὀξέες γίνονται, καὶ ἢν μὲν ἐπὶ πλέον ᾖ τὸ ἔτος τοιοῦτον ἐὸν, ὁκοίην καὶ τὴν κατάστασιν ἐποίησεν, ὡς ἐπὶ τὸ πολὺ καὶ τὰ νοσήματα τοιαῦτα δεῖ προσδέχεσθαι.

Οὐ πολλοὺς πυρετοὺς ἐν τοῖς αὐχμοῖς γίνεσθαί φησιν, ἀλλ’ ὀξεῖς, ἐπεί τοί γε μετ’ ὀλίγον ἐρεῖ· τῶν δὲ καταστάσεων

574
τοῦ ἐνιαυτοῦ τὸ μὲν ὅλον οἱ αὐχμοὶ τῶν ἐπομβρίων μᾶλλόν εἰσιν ὑγιεινότεροι καὶ ἧσσον θανατώδεες καὶ τοῦτο ἐφεξῆς συνάπτων πάλιν ἐρεῖ· νοσήματα δὲ ἐν μὲν τῇσιν ἐπομβρίῃσιν ὡς τὰ πολλὰ γίνονται, πυρετοί τε μακροὶ δεόντως. ἡ μὲν γὰρ ὑγρότης τοῦ περιέχοντος τούς τε φλεγματώδεις ἀθροίζει χυμοὺς καὶ τῶν ὑδατωδῶν περιττωμάτων οὐκ ὀλίγα, ἡ δὲ ξηρότης ἐνδεεστέρους μὲν τῷ πλήθει τοὺς χυμοὺς ἐργάζεται, χολωδεστέρους δὲ τῇ ποιότητι καὶ διὰ τοῦτο οἱ πυρετοὶ τὸν ἀριθμὸν μέν εἰσιν ἐλάττους τῶν ἐν ταῖς ἐπομβρίαις, ὀξύτεροι δὲ γίνονται. τὰ δ’ ἑξῆς τούτων εἰρημένα κατὰ τὸν ἀφορισμὸν εὔδηλα.

Ἐν τοῖσι καθεστεῶσι καιροῖσι, ἢν ὡραίως τὰ ὡραῖα ἀποδίδωσιν, εὐσταθέες καὶ εὐκρινέστατοι γίνονται αἱ νοῦσοι. ἐν δὲ τοῖσιν ἀκαταστάτοισιν ἀκατάστατοι καὶ δύσκριτοι.
575

Καθεστῶτας καλεῖται καιροὺς τὰς ὥρας τὰς ἐν τάξει τὴν οἰκείαν κράσιν ἀπειληφυίας. τίνα δὲ καθεστῶτα καλεῖ τῶν ἐτῶν ἔνεστί σοι μαθεῖν παρ’ αὐτοῦ λέγοντος ἐν τοῖς περὶ ὑδάτων καὶ τόπων καὶ ἀέρων ὧδε· ἢν μὲν κατὰ λόγον γένηται τὰ σημεῖα ταῦτ’ ἐπὶ τοῖσι ἄστροις δύνουσί τε καὶ ἐπιτέλλουσι, ἔν τε τῷ μετοπώρῳ, ἢν ὕδατα γένηται καὶ ὁ χειμὼν μέτριος καὶ μήτε λίαν εὔδιος, μήτε ὑπερβάλλων τὸν καιρὸν τῷ ψύχει, ἔν τε τῷ ἦρι γένηται ὕδατα ὡραῖα καὶ ἐν τῷ θέρει, οὕτω τὸ ἔτος ὑγιεινότατον εἰκὸς ὑπάρχειν. ὁπότ’ οὖν ἤδη μεμάθηκας ὁποῖόν τι τὸ καθεστὸς ἔτος εἶναι βούλεται, ῥᾷστόν σοι νοῆσαι τὸ ἀκατάστατον. ἅπαντα γὰρ ὅσα μὴ φυλάττῃ κατά τι τὴν τοῦ καθεστῶτος ἔτους ἀγωγὴν, αὐτά τε καλεῖ νῦν καὶ Ἱπποκράτης ἀκατάστατα καὶ τὰς ἐν αὐτοῖς νόσους ὁμοίως προσαγορεύει. φησὶ δ’ αὐτὰς καὶ δυσκρίτους εἶναι, τουτέστι κακοκρίτους. ἢ γὰρ μετὰ κινδυνωδῶν συμπτωμάτων αἱ κρίσεις γίνονται τοῖς τοιούτοις νοσήμασιν ἢ αὐτίκα ὀλέθριοι ἢ πάντως ὑποτροπιάζουσιν.

576
Ἐν φθινοπώρῳ ὀξύταται αἱ νοῦσοι καὶ θανατωδέστατοι ὡς ἐπίπαν. ἦρ δὲ ὑγιεινότατον καὶ ἥκιστα θανατῶδες.

Ὁπόταν αἱ ὧραι τὴν προσήκουσαν ἅπασαν φυλάττωσι κρᾶσιν, ὑγιεινότατον μὲν ἐν αὐταῖς ἔσται τὸ ἔαρ, ὡς ἂν εὔκρατον ὄν. ὀξυτάτας δὲ νόσους καὶ θανατώδεις, ὡς ἐν ὥραις, οἴσει τὸ φθινόπωρον, ἐπειδὴ τὸ μὲν ἔαρ εὔκρατόν ἐστι, τὸ δὲ φθινοπώρῳ πρῶτον μὲν ὑπάρχει, τὸ τῆς αὐτῆς ἡμέρας, ὁτὲ μὲν θάλπος, ὁτὲ δὲ ψῦχος ἴσχει. εἶτα διαδέχεται τὴν θερινὴν ὥραν, ἐν ᾗ πολλοῖς μὲν οἱ χυμοὶ κατωπτήθησαν, ἐνίοις δὲ καὶ ἡ δύναμις ἔκαμεν. οὐ μόνον δὲ κατὰ τοῦτο μοχθηρόν ἐστι τὸ φθινόπωρον, ἀλλὰ καὶ ὅτι πρῶτον μὲν οἱ χυμοὶ τὴν ὑπὸ τὸ δέρμα κίνησιν ἐκινοῦντο καὶ διεπνέοντο. κατὰ δὲ τὸ φθινόπωρον εἰς τὸ βάθος, ὑπὸ τῆς τοῦ περιέχοντος ψύξεως, ὠθοῦνταί τε καὶ συνελαύνονται. ταῦτα μὲν οὖν ἅπασιν ἀνθρώποις κοινὰ, τοῖς δ’ οὐκ ὀρθῶς διαιτωμένοις ἐξ ἐπιμέτρου προσέρχεται τὸ κατὰ

577
τὰς ὁπώρας, ὧν ἀφθόνως ἐμπιπλάμενοι κακοχυμίας πληροῦνται.

Τὸ φθινόπωρον τοῖσι φθίνουσι κακόν.

Ἐμέμφετο μὲν καὶ ἄλλως τὸ φθινόπωρον ἐν τῷ πρόσθεν ἀφορισμῷ, νυνὶ δ’ ὡς ἐξαιρέτως αὐτοὺς βλάπτον τοὺς φθίνοντας αὖθις μέμφεται. πότερον δὲ τοὺς φθόην νοσοῦντας μόνους ὀνομάζει φθίνοντας, οἷς ἥλκωται δηλονότι ὁ πνεύμων, ἢ πάντας τοὺς ὁπωσοῦν συντηκομένους, οὐχ οἷόν τε ἀμφιβάλλειν. ὅτι δ’ ἀμφοτέροις κακὸν τὸ φθινόπωρον εὔδηλον, ἐπειδὴ ξηρόν τέ ἐστι ἅμα καὶ ψυχρὸν καὶ ἀνώμαλον.

Περὶ δὲ τῶν ὡρέων, ἢν μὲν ὁ χειμὼν αὐχμηρὸς καὶ βόρειος γένηται, τὸ δὲ ἔαρ ἔπομβρον καὶ νότιον, ἀνάγκη τοῦ
578
θέρεος πυρετοὺς ὀξέας καὶ ὀφθαλμίας καὶ δυσεντερίας γίνεσθαι, μάλιστα δὲ τῇσι γυναιξὶ καὶ ἀνδράσι τοῖσιν ὑγρὰς ἔχουσι τὰς φύσιας.

Περὶ τῆς ἐν ταῖς ὥραις ἀλλοιώσεως ἐν τούτοις διδάσκει, τὴν ἀρχὴν ἀπὸ χειμῶνος αὐχμηροῦ καὶ βορείου ποιησάμενος, ἦρος δ’ ἐπόμβρου καὶ νοτίου. μικραὶ μὲν οὖν αἱ τοιαῦται μεταβολαὶ, παρὰ φύσιν δ’ ὅμως εἰσί· διὸ καὶ εἰς τὸ θέρος ἔσεσθαί φησι νοσήματα, πυρετοὺς ὀξεῖς καὶ ὀφθαλμίας καὶ δυσεντερίας. τὴν δ’ αἰτίαν τοῦ πλεονάζειν ἐπὶ τῇ προειρημένῃ καταστάσει τοιαῦτα νοσήματα διῆλθεν αὐτὸς ἐν τῷ περὶ ὑδάτων τόπων καὶ ἀέρων. ἔχει δ’ ἡ ῥῆσις ὧδε· ἢν δὲ ὁ μὲν χειμὼν αὐχμηρὸς καὶ βόρειος γένηται, τὸ δ’ ἔαρ ἔπομβρον καὶ νότιον, ἀνάγκη τὸ θέρος πυρετῶδες εἶναι καὶ ὀφθαλμίας ἐγγίνεσθαι. ὅταν γὰρ τοῦ θέρους ἐπιγίνεται, πνῖγος ἐξαίφνης τῆς τε γῆς ὑγρᾶς οὔσης ὑπὸ τῶν ὀμβρίων τῶν ἠρινῶν καὶ ὑπὸ τοῦ νότου, ἀνάγκη διπλοῦν τὸ καῦμα εἶναι, ἀπό τε τῆς γῆς διαβρόχου οὔσης

579
καὶ θερμῆς καὶ ὑπὸ τοῦ ἡλίου καίοντος, τῶν τε κοιλιῶν μὴ συνεστηκυιῶν τοῖς ἀνθρώποις, μήτε τοῦ ἐγκεφάλου ἀνεξηραμμένου. οὐ γὰρ οἷόν τε τοῦ ἦρος τοιούτου ἐόντος μὴ συντήκεσθαι τὸ σῶμα καὶ τὴν σάρκα, ὥστε τοὺς πυρετοὺς συνεμπίπτειν ὀξυτάτους τοῖσιν ἅπασι, μάλιστα δὲ τοῖσι φλεγματίαισι. τὰς δὲ δυσεντερίας εἰκὸς γενέσθαι τῇσι γυναιξὶ καὶ τοῖσιν ἀνδράσι τοῖσιν ὑγροτέροισιν. ταῦτα μὲν οὖν ὁ Ἱπποκράτης εἴρηκεν ἐν τῷ περὶ ὑδάτων καὶ τόπων καὶ ἀέρων. ἡμεῖς δὲ ἐπὶ πλέον ἐξειργασάμεθα τὸν λόγον αὐτοῦ καὶ πρῶτόν γε διὰ τί μήτ’ ἐν αὐτῷ τῷ χειμῶνι μήτ’ ἐν τῷ ἦρι κατὰ τὴν τοιαύτην κατάστασιν ἐπιδημεῖν φησι νοσήματα. καίτοι γε ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν κατ’ αὐτὴν τὴν βεβλαμμένην ὥραν, ἐν Κρανῶνι λέγων γενέσθαι τοὺς ἄνθρακας. ἔχει δ’ ἡ ῥῆσις οὕτως· ἄνθρακες ἐν Κρανῶνι θερινοὶ, ὗεν ἐν καύμασιν ὕδατι λάβρῳ δι’ ὅλου. ἐγίνοντο δὲ μᾶλλον νότῳ. δῆλον τοίνυν ἐξ ὧν εἶπε καὶ ἡ αἰτία τοῦ κατὰ τὸ θέρος ἐν Κρανῶνι γενέσθαι τοὺς ἄνθρακας· οὐ γὰρ ἐπὶ βραχὺ μετέστη τῆς κατὰ φύσιν κράσεως,
580
ἀλλ’ εἰς τοιαύτην κατάστασιν ἧκον, ἐν ᾗ σήπεται ῥᾳδίως, ὅσα σήπεσθαι φύσιν ἔχει· ἱκαναὶ μὲν γὰρ ὑγρότητες ἄμετροι γενηθεῖσαι σήπειν, ὥσπερ αὐτὸς ἐρεῖ. νοσήματα δὲ ἐν μὲν ταῖς ἐπομβρίαις ὡς τὰ πολλὰ γίνεται πυρετοί γε μακροὶ καὶ κοιλίης ῥύσιες καὶ σηπεδόνες, ἔτι δὲ μᾶλλον αὐτῶν αἱ θερμότητες. ἐς ταυτὸν δ’ ἀμφοῖν ἀφικομένων οὕτως ἰσχυρῶν τε καὶ ἀμέτρων ὡς ἐν Κρανῶνι. δευτέραν ὥραν οὐκ ἀναμένει τὸ σῶμα, φθάνον ἐν αὐτῇ τῇ πρώτῃ μέγιστα βλάπτεσθαι. κατὰ δὲ τὸν αὐχμηρὸν καί βόρειον χειμῶνα λυπηθείη μὲν ἄν τι τὰ σώματα τοιοῦτον, οἷον αὐτὸς εἶπε· ἢν δὲ βόρειον ᾖ, βῆχες, φάρυγγες, κοιλίαι σκληραὶ, δυσουρίαι φρικώδεες, ὀδύναι πλευρῶν, στηθέων· οὐ μὴν ἀξιόλογόν γε τὸ νόσημα συστήσεται. πρὸς γὰρ τοῖς ἄλλοις καὶ αἱ ξηρότεραι τῶν καταστάσεων ὑγιεινότεραι. τὸ γὰρ ὅλον, φησὶν, οἱ αὐχμοὶ τῶν ἐπομβρίων εἰσὶν ὑγιεινότεροι καὶ ἧττον θανατώδεες. ὁ δὲ χειμὼν ὁ βόρειος καὶ αὐχμηρὸς λυπήσει μὲν ὀρθοστάδην τοὺς ἀνθρώπους εἰς βῆχάς
581
τε καὶ γαστρὸς ἐποχὴν καὶ δυσουρίαν καὶ τὰς ὀδύνας τῶν κατὰ τὸν θώρακα χωρίων· οὐ μὴν πυρετοὺς ἢ δυσεντερίας ἢ τοιοῦτόν τι ἐργάσεται. τί δή ποτ’ οὖν οὐδὲ κατὰ τὸ ἔαρ ἔπομβρόν τε καὶ νότιον γενόμενον ἐπιδημήσει νοσήματα; ὅτι προϋπῆρχεν ὁ χειμὼν ἱκανῶς ψυχρός τε καὶ ξηρός. εἰρήκει δ’ αὐτὸς, οὐχ ἁπλῶς χρὴ σκοπεῖσθαι τὰς ἐνεστώσας καταστάσεις, ἀλλὰ καὶ τὸ ἐξ οἵων εἰς οἷά εἰσιν αἱ μεταβολαὶ προσεπισκοπεῖσθαι. προεξηρασμένον οὖν τὸ σῶμα κατὰ τὸν χειμῶνα γινόμενον αὐχμηρὸν καὶ βόρειον, οὐ μόνον οὐδὲν πείσεται τοῖς ὄμβροις τοῖς ἠρινοῖς, ἀλλά τι καὶ προσωφεληθήσεται μέχρι τινὸς εἰς κατὰ φύσιν ἐπανερχόμενον συμμετρίαν· εἰ δ’ ὅλον τὸ ἔαρ ὑγρὸν γενηθῇ, πρὸς τὴν ἐναντίαν ἀχθήσεται τὸ σῶμα κατάστασιν τῆς ἔμπροσθεν ὑπαρχούσης αὐτῷ τῆς ξηρᾶς, ὑπερβαῖνον τὴν ἐν τῷ μέσῳ συμμετρίαν, ὥσθ’ ἕτοιμον αὐτὸ πρὸς βλάβην διαδέξεται τὸ θέρος, ἔτι τῆς γῆς ὑγρᾶς οὔσης, καὶ διὰ τοῦτο πνῖγος ἐργαζομένης, ἄτε μήτε τῶν ἐτησίων ἤδη πνεῖν δυναμένων. ὕστερον γὰρ ἐκεῖνοι καὶ μετὰ κύνα πεφύκασιν
582
ἄρχεσθαι, ὥστε ὁ μεταξὺ χρόνος ἅπας ἕξει τούς τε πυρετοὺς ὀξεῖς διά τε τὴν ὑγρότητα καὶ θερμότητα σηπομένων τῶν ἐν τῷ σώματι χυμῶν καὶ τὰς ὀφθαλμίας καὶ τὰς δυσεντερίας, κατά γε τὴν ἐπιτηδειότητα τῶν δυναμένων βλάπτεσθαι μορίων. ἄλλα γὰρ ἄλλων μᾶλλον εὐπαθῆ τέ ἐστι καὶ δυσπαθῆ κατὰ τὰς κράσεις τῶν σωμάτων. αἱ μὲν γὰρ ὀφθαλμίαι σχεδὸν ἅπαντας ἐνοχλοῦσι πληρουμένης τῆς κεφαλῆς, πλήν εἴ τινες ἰσχυροὶ πάνυ τοῖς ὀφθαλμοῖς εἶεν. δυσεντερίαι δ’, ὡς αὐτὸς εἴρηκε, τοῖς ὑγρὰς ἔχουσι τὰς φύσεις καὶ ταῖς γυναιξὶν, ὑγρότεραι γάρ εἰσιν αὗται τῶν ἀνδρῶν. εἴπερ οὖν ὅλην τὴν κατάστασιν ὡς σήπουσαν ἡμῶν τὰ σώματα μεμφόμεθα, πρόδηλον ὅτι μᾶλλον ἡ σηπεδὼν ἐν τοῖς ὑγροῖς ἔσται σώμασιν. αὐτὸ γὰρ δὴ τοῦτ’ ἔστι τὸ σηπόμενον ἐν τοῖς σώμασιν ὑγρὸν, ὡς ὕλη τις ὑπὸ δυνάμεως τῆς θερμότητος. ἡ δ’ ὑγρότης ἡ τοῦ περιέχοντος ὅτι κωλύει ξηραίνεσθαι τὴν ἐν τῷ σώματι περιουσίαν τῶν ὑγρῶν, κατὰ τοῦτο συντελεῖ τῇ σηπούσῃ δυνάμει. θαυμαστὸν οὖν οὐδὲν ἐν ταῖς τοιαύταις καταστάσεσι
583
μᾶλλον βλάπτεσθαι τὰς ὑγροτέρας φύσεις. διὰ τοῦτο καὶ τοὺς πυρετοὺς ἔφη τοῖς φλεγματώδεσι μᾶλλον γίνεσθαι· καὶ γὰρ καὶ τούτους ὑγροτέρους ἀναγκαῖον εἶναι. μενούσης μὲν οὖν ἐν τῷ σώματι τῆς σηπεδόνος οἱ πυρετοὶ γίνονται, κενουμένης δὲ διὰ τῆς γαστρὸς αἱ δυσεντερίαι, καὶ ταῦτ’ ἔσται σοι δι’ ὅλου τοῦ θέρους, ἐὰν μὴ μεταβολή τις περὶ κυνὸς ἐπιτολὴν γένηται, περὶ ἧς αὐτὸς ἐν τῷ περὶ ὑδάτων καὶ τόπων καὶ ἀέρων ἐφεξῆς τῇ γεγραμμένῃ μικρὸν ἔμπροσθεν ῥήσει διῆλθεν, ἦς ἐστι τελευτή. τὰς δὲ δυσεντερίας εἰκὸς γίνεσθαι ταῖς γυναιξὶ καὶ τοῖς ἀνδράσι τοῖς ὑγροτέροις. τούτοις γὰρ συνάπτων ἐφεξῆς γράφει, καὶ ἢν μὲν ἐπιγένηται περὶ κυνὸς ἐπιτολὴν ὕδωρ καὶ χειμὼν, ἐτησίαι πνεύουσιν, ἐλπὶς παύσεσθαι καὶ τὸ μετόπωρον ὑγιεινὸν γενέσθαι· εἰ δὲ μὴ, κίνδυνος θανάτου γενέσθαι τοῖς παιδίοις καὶ ταῖς γυναιξὶν, ἥκιστα δὲ τοῖσι πρεσβυτέροισι, τοὺς δὲ παραγενομένους εἰς τεταρταῖον ἀποτελευτᾷν καὶ αὐτὸν τεταρταῖον εἰς ὕδρωπα. ἀλλὰ περὶ μὲν τούτων ὧν προσέθηκεν ἐν τῷ περὶ ἀέρων καὶ τόπων καὶ ὑδάτων, ὅταν τὰ εἰς ἐκεῖνο τὸ
584
βιβλίον ἐξηγησώμεθα, διασκεψόμεθα, περὶ δὲ τῶν κατὰ τὸν προγεγραμμένον ἀφορισμὸν αὐτάρκως εἴρηται, πλὴν μιᾶς λέξεως τῆς ἐξ ἀνάγκης, ἣν οὐ μόνον ἐν τοῖς ἀφορισμοῖς προσέθηκεν, ἀλλὰ κἀν τῷ περὶ ὑδάτων καὶ τόπων καὶ ἀέρων ἐνδεικνύμενος ὅτι τῇ φύσει τοῦ πράγματος πεπιστευκὼς, οὐ τηρήσει τινὶ γράφεν ταῦτα. ποσάκις οὖν εἰκός ἐστιν ἑωρακέναι τοιαύτην αὐτὸν κατάστασιν ἢ ἐν πόσοις χωρίοις, ἆρά γε δὶς ἢ τρὶς ἔσται ἢ τετράκις, ἀλλ’ οὐδ’ εἰ πλεονάκις εἴπῃς, δυνατόν ἐστιν ἤδη εἰπεῖν ὅτι διὰ παντὸς οὕτως ἔσται, καθάπερ οὐδ’ εἰ κεκαθαρμένους ὑπὸ φαρμάκου τινὸς ἴδῃς ἀνθρώπους στ΄ ἢ ζ΄ δυνήσῃ διατεταγμένως εἰπεῖν, ὅτι πάντες οἱ μετὰ ταῦτα ἐξ ἀνάγκης καθαρθήσονται. δῆλον οὖν ἐστιν ὅτι τῇ φύσει τοῦ πράγματος ὁ Ἱπποκράτης ἑπόμενος οὐ τηρήσει τινὶ προσέγραψεν εἰπὼν, ἀνάγκη τοῦ θέρους πυρετοὺς ὀξεῖς καὶ ὀφθαλμίας καὶ δυσεντερίας γίνεσθαι.

585
Ἢν δὲ νότιος ὁ χειμὼν καὶ ἔπομβρος καὶ εὔδιος γένηται, τὸ δὲ ἔαρ αὐχμηρὸν καὶ βόρειον, αἱ μὲν γυναῖκες ᾖσιν οἱ τόκοι πρὸς τὸ ἦρ ἐκ πάσης προφάσιος ἐκτιτρώσκουσιν. αἳ δ’ ἂν τέκωσιν, ἀκρατέα καὶ νοσώδεα τὰ παιδία τίκτουσιν, ὥστε ἢ παραυτίκα ἀπόλλυσθαι ἢ λεπτὰ καὶ νοσώδεα ζῇν ἐόντα. τοῖσι δὲ ἄλλοισι δυσεντερίαι καὶ ὀφθαλμίαι ξηραὶ γίνονται, τοῖσι δὲ πρεσβυτέροισι κατάῤῥοι συντόμως ἀπολλύντες.

Ἔμπαλιν ἡ κρᾶσις ἔχει ταῖς κατὰ τὸν πρότερον ἀφορισμὸν εἰρημέναις ὥραις δύο πρὸς τὰς νῦν λεγομένας. οἶος μὲν γὰρ πρότερος ὁ χειμὼν ἐν ἐκείνῳ, τοιοῦτον νῦν ἐστι τὸ ἔαρ, ὁποῖον δὲ τὸ ἔαρ ἐν ἐκείνῳ, τοιοῦτον νῦν ἐστιν ὁ χειμών. ὅτι μὲν οὖν ἐπ’ ἐκείνων οὐκ ἦν ἀναγκαῖον ἐν τῷ ἦρι νόσους ἐπιδημῆσαι σφοδρὰς αὐτάρκως ἐδείχθη. νυνὶ δὲ ὅτι τοῦ χειμῶνος μὲν ὑγροῦ καὶ θερμοῦ γινομένου, τοῦ δ’ ἦρος ξηροῦ καὶ ψυχροῦ, νοσεῖν ἀναγκαῖόν ἐστι τοὺς ἀνθρώπους

586
ἐν αὐτῷ τῷ ἦρι δεικτέον ἐστί. αἱ μὲν οὖν γυναῖκες αἷς ἂν ὁ τόκος ᾖ πρὸς τὸ ἔαρ, ἐπὶ ταῖς τυχούσαις προφάσεσιν ἐκτιτρώκουσιν. ὑγρὰ γὰρ τὰ σώματα καὶ μαλακὰ, ἀραιὰ γεγονότα κατὰ τὸν εὔδιον χειμῶνα, ῥᾳδίως εἰς τὸ βάθος αὐτῶν διαδίδωσι τὴν ἐκ τοῦ περιέχοντος ψύξιν, ὥσθ’ ὅσα τῶν παίδων ἤδη πολυχρόνιον ἔθος ἔσχεν ἀέρος ἀλέας, ταῦτα πληττόμενα σφοδρῶς ὑπὸ τοῦ κρύους εἰκότως ἁλίσκεται τὰ μὲν ἤδη νεκρὰ, τὰ δ’ ἀποθνήσκοντα κατ’ αὐτὸν τὸν τόκον. ἃ δ’ ἂν αὐτῶν ζῶντα τεχθῇ, τὴν εἰς τοὐναντίον ἐξαιφνίδιον οὐ φέροντα μεταβολὴν, ἤτοι διὰ τάχους ἀποθνήσκει ἢ λεπτὰ καὶ νοσώδεα γινόμενα μόλις διαζῇ. τῶν δ’ ἄλλων τοῖς μέν φλεγματώδεσι καὶ ταῖς γυναιξὶ δυσεντερίας φησὶ γίνεσθαι, φλέγματος ἀπὸ τῆς κεφαλῆς εἰς τὴν γαστέρα καταῤῥέοντος. εἰκὸς γὰρ δήπου τοῦτο πολὺ γεννᾶσθαι κατὰ τὴν εἰρημένην κατάστασιν· ἐν μὲν τῷ χειμῶνι πληρωθείσης τῆς κεφαλῆς, ψυχθείσης δὲ ἀθρόως ἐν ἀρχῇ τοῦ ἦρος, ἐπειδὴ φλεγματικὰ περιττώματα πέφυκε γεννᾷν ὁ ἐγκέφαλος, ὅταν ψυχθεὶς ἀδυνατεῖ κρατεῖν τῆς
587
τροφῆς. ὑπάρχει δὲ καὶ τοῦτο τῇ τοῦ φλέγματος γενέσει, τὸ μὲν γὰρ ὑπὸ ψύξεως ἰσχυρᾶς γιγνόμενον ὀξὺ γίγνεται. τὸ δ’ ὑπὸ θερμασίας πληρούσης τὴν κεφαλὴν ἁλυκὸν, ὥσπερ γε καὶ τὸ διὰ βραχεῖαν ψύξιν ἤ τι βραχὺ γλυκύτητος ἔχει ἢ μηδεμίαν ἐναργῆ ποιότητα. τὸ τοίνυν ἐπὶ τῇ προκειμένῃ καταστάσει γενόμενον φλέγμα διὰ τὴν ἐν τῷ χειμῶνι θερμασίαν ἁλυκὸν ἔσται καὶ κατὰ τοῦτο μάλιστα γεννήσει δυσεντερίας, ὅταν ἐν χρόνῳ πλείονι δάκνον καὶ ξύον κακώσῃ τὸ ἔντερον. ἅτε γὰρ διὰ τὴν γλισχρότητα κατὰ τὴν διέξοδον ἐν τοῖς ἐντέροις ἰσχόμενόν τε καὶ βραδῦνον, ἀεί τε ῥῖπτον αὐτὸ διὰ τὴν ποιότητα τὴν δυσεντερίαν ἐργάζεται. τοῖς μέντοι φύσει θερμοῖς καὶ χολώδεσιν αὐτός φησιν ὀφθαλμίας γίνεσθαι ξηράς. οὕτω δ’ ὀνομάζει τὰς ἄνευ ῥεύματος. εἰκὸς δὲ δήπου ταῖς θερμαῖς καὶ ξηραῖς φύσεσιν ἐν ξηρᾷ καὶ ψυχρᾷ καταστάσει διαδεξαμένῃ θερμὴν καὶ ὑγρὰν τοιαύτας γίνεσθαι τὰς ὀφθαλμίας. ἡ μὲν γὰρ κεφαλὴ πεπλήρωται πρόσθεν τῇ θερμῇ καὶ ὑγρᾷ καταστάσει, τὸ δὲ κρύος ἐπιγινόμενον, ὥσπερ χείρ τις ἔξωθεν
588
λαβοῦσα καὶ θλίψασα, καθάπερ τινὰ σπόγγον τὸν ἐγκέφαλον ἐκθλίβει τὴν κατ’ αὐτὸν ὑγρότητα. φερομένη δ’ αὕτη ἄλλοτε πρὸς ἄλλον τόπον τῶν εὐπαθῶν πλείονα γεννᾷ τὰ νοσήματα. καὶ κατὰ τοῦτο καὶ ὀφθαλμίαι συμβήσονται τοῖς ἀσθενέσι φύσει τοὺς ὀφθαλμούς. ἀποῤῥήσεται δὲ οὐδὲν αὐτῶν ἐκτὸς διὰ τὴν ὑγρότητα τοῦ περιέχοντος πυκνοῦντος τὴν ἐπιφάνειαν. ὅτι δ’ αὐτὸς ὁ Ἱπποκράτης εἰς τάσδε τὰς αἰτίας ἕκαστον τῶν εἰρημένων ἀναφέρει, δῆλον ἐξ ὧν ἔγραψεν ἐν τῷ περὶ ὑδάτων καὶ τόπων καὶ ἀέρων κατὰ τήνδε τὴν ῥῆσιν. τοῖσι μὲν οὖν φλεγματικοῖσι τὰς δυσεντερίας εἰκὸς γίνεσθαι καὶ τῇσι γυναιξὶ, φλέγματος ἐπικαταῤῥέοντος ἀπὸ τοῦ ἐγκεφάλου διὰ τὴν ὑγρότητα τῆς φύσεως, τοῖσι δὲ χολώδεσιν ὀφθαλμίας ξηρὰς διὰ τὴν θερμότητα καὶ ξηρότητα τῆς σαρκός. τὸ δ’ ἐπὶ τῇ τελευτῇ τοῦ ἀφορισμοῦ γεγραμμένον· τοῖσι δὲ πρεσβυτέροισι κατάῤῥοι συντόμως ἀπολλύντες, κατὰ τήνδε τὴν λέξιν αὐτὸς ἔγραψεν ἐν τῷ περὶ ὑδάτων καὶ τόπων καὶ ἀέρων· τοῖσι δ’ ἄγαν πρεσβυτέροισι κατάῤῥους διὰ τὴν ἀραιότητα καὶ τὴν ἔκτηξιν
589
τῶν φλεβῶν, ὥστε ἐξαπίνης ἀπόλλυσθαι, τοὺς δὲ παραπλῆγας γίνεσθαι τὰ δεξιὰ ἢ τὰ ἀριστερά. διὰ τούτων ἔοικεν ὁ Ἱπποκράτης οὐ τοὺς πάνυ συνήθεις λεγομένους κατάῤῥους δηλοῦν, τοὺς ἐκ τῆς κεφαλῆς εἰς τὸν πνεύμονα διὰ τῆς τραχείας ἀρτηρίας γιγνομένους, ἀλλὰ πάντα καταφερόμενα ῥεύματα διὰ τῶν φλεβῶν ἀπὸ τῆς κεφαλῆς εἰς τὰ κάτω μόρια. διὸ καὶ τὸ συντόμως ἀπολλύντες καλῶς δοκεῖ προσκεῖσθαι, διότι ταχεῖαν τὴν κρίσιν οὗτοι ποιοῦνται τῶν ἄλλων χρονιζόντων. ἔνιοι δὲ τῶν ἐξηγητῶν κατάῤῥους ἀκούσαντες τοὺς ἀπὸ τῆς κεφαλῆς εἰς τὸν πνεύμονα γιγνομένους διὰ φάρυγγος καὶ ἀρτηρίας, μετὰ τῆς ἀποφάσεως τῆς οὐ γράφουσι τὴν λέξιν. κατάῤῥους γίγνεσθαι τοῖς πρεσβυτέροισι, οὐ συντόμως ἀπολλύντας, εἰκότως φάσκοντες. οὐ γὰρ πέττεται τὰ ψυχρὰ τῶν ῥευμάτων αὐτοῖς διὰ τὴν ἡλικίαν. ἔν τισι δὲ τῶν ἀντιγράφων γέγραπται συντόμως ἀπολλύντες, ἐπειδὴ κἀν τῷ περὶ ὑδάτων καὶ τόπων καὶ ἀέρων αὐτὸς εἶπεν, ὥστε ἐξαπίνης ἀπόλλυσθαι.

590
Ἢν δὲ τὸ θέρος αὐχμηρὸν καὶ βόρειον γένηται τὸ δὲ φθινόπωρον ἔπομβρον καὶ νότιον, κεφαλαλγίαι ἰσχυραὶ ἐς τὸν χειμῶνα γίνονται καὶ βῆχες καὶ βράγχοι καὶ κόρυζαι, ἐνίοισι δὲ καὶ φθίσιες.

Τὴν αὐτὴν κρᾶσιν ἀνατέθεικε νῦν θέρει καὶ φθινοπώρῳ, τὴν μικρὸν ἔμπροσθεν εἰρημένην περί τε χειμῶνος καὶ ἦρος ἡνίκα ἔλεγεν· ἢν μὲν ὁ χειμὼν αὐχμηρὸς καὶ βόρειος γένηται, τὸ δ’ ἔαρ ἔπομβρον καὶ νότιον. ἀλλ’ ἐκεῖ μὲν ἐπὶ ταύτῃ τῇ καταστάσει τοῦ θέρους ἔφησε τοὺς πυρετοὺς ὀξεῖς, ὀφθαλμίας καὶ δυσεντερίας γίγνεσθαι. νυνὶ δὲ ἐν τῷ χειμῶνι κεφαλαλγίας καὶ βῆχας καὶ βράγχους καὶ κορύζας· προσέγραψε δὲ οὔτε ἐκεῖ τὴν τοῦ θέρους κατάστασιν, οὔτε ἐνταῦθα τὴν τοῦ χειμῶνος ὡς ἐν τῇ κατὰ φύσιν ἀξιῶν φυλάττεσθαι κράσει τὰς ὥρας ἀμφοτέρας. ἐὰν γὰρ ἔτι καὶ κατὰ ταύτας ἑτέρα τις γένηται δυσκρασία τοῦ περιέχοντος,

591
ἔσται τι καὶ δι’ ἐκείνην ἕτερον ἐπὶ τοῖς εἰρημένοις νοσήμασι τῆς δυσκρασίας οἰκεῖον. ἀλλ’ ἐπὶ μὲν ἐκείνης τῆς καταστάσεως, ἐν ᾗ τὸν χειμῶνά φησιν αὐχμηρὸν καὶ βόρειον γενέσθαι, τὸ δ’ ἔαρ ἔπομβρον καὶ νότιον αὐτὸς ἔγραψε τὰς αἰτίας τῶν εἰρημένων νοσημάτων ἐν τῷ θέρει γενέσθαι, ἐν τῷ περὶ ἀέρων καὶ τόπων καὶ ὑδάτων βιβλίῳ. ἐπὶ δὲ τῆς νῦν προκειμένης οὐδὲν εἶπεν ἐν ἐκείνῳ. μετὰ γὰρ τὰς δύο τὰς προγεγραμμένας καταστάσεις μίαν μὲν ἐν ᾗ τὸν χειμῶνα βόρειόν τε ἅμα καὶ αὐχμηρὸν ἄξιοι γενέσθαι, τὸ δ’ ἔαρ ἔπομβρον καὶ νότιον, ἑτέραν δὲ ἐν ᾗ τοὐναντίον ἔπομβρον μὲν καὶ νότιον τὸν χειμῶνα, τὸ δ’ ἔαρ αὐχμηρὸν καὶ βόρειον. τὴν δ’ ἐφεξῆς αὐταῖς τήνδε τρίτην οὖσαν τροπὴν, ὑπὲρ ἧς ὁ ἐνεστηκὼς λόγος, οὐκέτι προσέγραψεν, ἀλλὰ ἀντὶ ταύτης ἑτέραν τοιαύτην. ἢν δὲ τὸ θέρος αὐχμηρὸν καὶ βόρειον γένηται καὶ φθινόπωρον ὡσαύτως, ἀνάγκη τὸν χειμῶνα νοσερὸν εἶναι· εἶτ’ ἐφεξῆς ἄλλας τινὰς οὐδὲ ἐκείνας ὡσαύτως τῇ νῦν προκειμένῃ. περὶ μὲν οὖν ἐκείνων, ὅταν εἰς αὐτὰ ἐξηγησώμεθα, τὸν λόγον ποιησώμεθα. νυνὶ δὲ περὶ
592
τῆς ἐν τοῖς ἀφορισμοῖς εἰρημένης ὑπ’ αὐτοῦ λέγωμεν, ἀρχὴν τῷ λόγῳ τὴν αὐτὴν θέμενοι τὴν μικρῷ πρόσθεν εἰρημένην. φυλάττειν γὰρ εἰκός ἐστιν αὐτὸν ὅμοιον τῷ κατὰ φύσιν τὸν χειμῶνα, τουτέστιν ὑγρόν τε καὶ ψυχρὸν εἰς ὅσον αὐτῶν ἑκάτερον πρέπει τοῖς εὐκράτοις τῆς οἰκουμένης χωρίοις, ὑπὲρ ὧν ποιεῖται τὸν λόγον, ὧν ὀλίγον ὕστερον ὀνομαστὶ μνημονεύσω, φυλάξαντός τε τὴν ἑαυτοῦ κρᾶσιν τοῦ χειμῶνος οὐδὲν ἐν αὐτῷ συστήσεται ἰσχυρὸν νόσημα, κεφαλαλγίαι δὲ μόνον καὶ βῆχες καὶ βράγχοι καὶ κόρυζαι, πεπληρωμένης τῆς κεφαλῆς συμπτώματα. εἰ μὲν οὖν, ὡς καὶ πρόσθεν ἔφην, ἀμφοτέραις ταῖς ὥραις, τῇ θερινῇ καὶ τῇ φθινοπωρινῇ, τοὺς νοτίους ὄμβρους γενέσθαι συνέβη, τάχα μὲν ἂν καὶ κατ’ αὐτὸ τὸ θέρος. εἰ δὲ μὴ, ἀλλὰ πάντως γε κατὰ τὸ φθινόπωρον ἐπεδήμησεν ἂν οἰκεῖα νοσήματα καταστάσεως ὑγρᾶς καὶ νοτίου. νῦν ἐπειδὴ τὸ θέρος αὐχμηρόν τε καὶ βόρειον ὑπέθετο προγεγονέναι, τὸ δὲ φθινόπωρον ὑγρόν τε καὶ νότιον, εὔλογον οὐ μόνον αὐτίκα νοσεῖν οὐκ ἄρξαρθαί τινας, ἀλλὰ καὶ τῆς ἀμετροτέρας ἐν
593
τῷ θέρει ξηρότητος ἴαμα ἔχειν οὐ σμικρὸν τὴν ἐν τῷ φθινοπώρῳ κατάστασιν ὑγρὰν γενομένην. ἐπεὶ δ’ ὅλον τὸ φθινόπωρον ἠκολούθησε τοιοῦτον, ἀναγκαῖον ἔσται τοῖς ὑγροτέραν ἔχουσι τὴν φύσιν ἱκανώτερον τοῦ μετρίου πληρωθείσης τῆς κεφαλῆς ἀπαντῆσαι κατὰ τὸν χειμῶνα τὰ προειρημένα νοσήματα, τισὶ δ’ αὐτῶν δηλονότι καὶ φθίσιν, ὅσοι πρὸς τὸ πάθος ἐπιτηδείως εἶχον, οἵ τε κατὰ τὸν θώρακα στενοὶ καὶ οἷς ἀπὸ τῆς κεφαλῆς εἰς πνεύμονα καταφέρεται ῥεῦμα. τούτοις οὖν ἔσονται φθίσεις, τοῖς δ’ ἄλλοις οὐδὲν μὲν ἰσχυρὸν νόσημα, τὰ δὲ περὶ τὰς βῆχας καὶ τοὺς βράγχους, ὅσα τ’ ἄλλα γενήσεται συμπτώματα τοιαῦτα τῆς χειμερινῆς ὥρας, πεπληρωμένας ὑπὸ τῶν νοτίων ὄμβρων κεφαλὰς διαδεξαμένης, εἶτ’ ἐπ’ ἐνίων μὲν αὐτὸ δὴ τοῦτο μόνον ἐργασαμένης, ὡς ἐν τῇ κεφαλῇ διαμένον τὸ περιττὸν, ἀλγήματος αἴτιον αὐτῇ γίνεσθαι. διαφορεῖ γὰρ οὐδὲν πλῆθος οὐδὲ καθ’ ἓν μόριον ὁ χειμών. ἐπ’ ἐνίων δὲ συναχθείσης ἐπὶ πλέον καὶ οἱονεὶ πιληθείσης τῆς κεφαλῆς, ἐκθλιβόμενον τὸ περιττὸν εἰς τὰ κάτω τῆς
594
κεφαλῆς ἰέναι χωρία. τοῦτο μὲν οὖν οἷον κάθαρσίς ἐστι καὶ κένωσις τῆς κεφαλῆς. ἐφ’ ὧν δὲ διὰ τὸ βαρυνθῆναι τῷ πλήθει προκαμοῦσα τὸ τοῦ χειμῶνος οὐκ ἤνεγκε κρύος, ἐπὶ τούτων ψυχθεῖσα κατὰ δυσκρασίαν ἤδη μειζόνων ῥευμάτων αἰτία τοῖς κάτω μέρεσιν ἑαυτῆς γίνεται.

Ἢν δὲ βόρειον ᾖ καὶ ἄνυδρον, τοῖσι μὲν ὑγροῖσιν ἐοῦσι τὰς φύσιας καὶ τῇσι γυναιξὶ ξύμφορον, τοῖσι δὲ λοιποῖσιν ὀφθαλμίαι ἔσονται ξηραὶ καὶ πυρετοὶ ὀξέες καὶ κόρυζαι χρόνιαι, ἐνίοισι δὲ καὶ μελαγχολίαι.

Οὗτος ὁ λόγος ὁ νῦν εἰρημένος εὔδηλον ὡς οὐκ ἔστι τέλειος ἀφορισμὸς, ἀλλ’ ἑνὸς ἀφορισμοῦ μέρος δεύτερον, οὗ τὸ πρότερον μέρος ἄρτι πεπαύμεθα διεξερχόμενοι. μενούσης γὰρ κοινῆς τῆς κατὰ τὸ θέρος ὑποθέσεως ἀμφοτέροις

595
τοῖς λόγοις, ὁ μὲν πρότερος ἔπομβρον καὶ νότιον ἐπ’ αὐτῇ προϋποτίθεται τὸ φθινόπωρον, ὁ δὲ δεύτερος ὁ νῦν ἐνεστὼς ἄνυδρον καὶ βόρειον. ὅτι δ’ οὐδὲν διαφέρει ξηρὸν ἢ αὐχμηρὸν ἢ ἄνυδρον εἰπεῖν πρόδηλον παντί. γενομένων οὖν ἀμφοτέρων τῶν ὡρῶν αὐχμηρῶν τε καὶ ξηρῶν, αἱ μὲν ὑγραὶ φύσεις οὐ μόνον οὐδὲν βλαβήσονται πρὸς τῆς τοιαύτης καταστάσεως, ἀλλὰ καὶ ὠφέλειά τις ἐν αὐταῖς γενήσεται. τὴν δ’ αἰτίαν αὐτὸς εἶπεν ἐν τῷ περὶ ὑδάτων καὶ τόπων καὶ ἀέρων οὕτω γράψας· τοῖσι δὲ φλεγματίῃσι ταῦτα πάντα ἀρωγά ἐστιν. ἀναξηραίνονται γὰρ καὶ εἰς τὸν χειμῶνα ἀφικνέονται οὐ πλαδῶντες, ἀλλ’ ἀνεξηραμμένοι. τοῖσι δὲ λοιποῖσιν, ὅσοι μὴ τοιοῦτοι, ξηραὶ μὲν ὀφθαλμίαι, πυρετοὶ δὲ ὀξέες ἕπονται καὶ κόρυζαι, τισὶ δ’ αὐτῶν καὶ μελαγχολίαι. τὴν δ’ αἰτίαν τῆς τούτων γενέσεως αὐτὸς εἶπεν ἐν τῷ προγεγραμμένῳ βιβλίῳ διὰ τῆσδε τῆς λέξεως· τοῖσι δὲ χολώδεσι τοῦτο πολεμιώτατον γίνεται, λίαν γὰρ ἀναξηραίνονται καὶ ὀφθαλμίαι τούτοισι ἐπιγίνονται ξηραὶ καὶ πυρετοὶ ὀξέες καὶ πολυχρόνιοι, ἐνίοισι δὲ καὶ μελαγχολίαι· εἶτα
596
ἐπιφέρων φησὶ, τῆς γὰρ χολῆς τὸ μὲν ὑγρότατον καὶ ὑδαρέστατον ἀποξηραίνεται καὶ ἀναλίσκεται, τὸ δὲ παχύτατον καὶ δριμύτατον λείπεται, καὶ τοῦ αἵματος κατὰ τὸν αὐτὸν λόγον, ἀφ’ ὦν ταῦτα τὰ νοσήματα αὐτοῖς γίνεται. ταῦτα μὲν οὖν ἡμῖν εἰς τὰς προκειμένας καταστάσεις αὐτάρκως εἰρήθη. διὰ τί δὲ μόνον τούτων τῶν καταστάσεων ἐμνημόνευσεν ὁ Ἱπποκράτης, οὐσῶν γε ἄλλων πολλῶν, οὐκ ἔχω φάναι. δηλῶσαι δὲ μᾶλλον βούλομαι τὴν μέθοδον, ᾗ τις ἂν χρώμενος, συμπλέκοι πάσας τὰς καταστάσεις, οὖσαν τοιαύτην. ἄρξασθαι μὲν οὖν ἀναγκαῖόν ἐστιν ὡς ἀπὸ στοιχείων, τῶν ἁπλῶν δυσκρασιῶν τοῦ περιέχοντος ἡμᾶς ἡμᾶς ἀέρος. διελόμενον δὲ αὐτὰς εἴς τε τὰς πάνυ μικρὰς καὶ εἰς τὰς πάνυ σφοδρὰς καὶ εἰς τὰς καὶ μετὰ ταῦτα εἰπεῖν περὶ ἑκάστης τῶν εἰρημένων δυσκρασιῶν, ἐν ἑκάστῃ τῶν ὡρῶν γενομένης, τίνα γενήσει νοσήματα καθ’ ἑκάστην φύσιν, εἶθ’ ἑξῆς συμπλέκειν ἀλλήλαις δυοῖν ὡρῶν δυσκρασίαν, ὡς νῦν Ἱπποκράτης ἐπεχείρησε. διελθόντας δὲ καὶ ταύτας ἁπάσας ἐφεξῆς τὰς τῶν τριῶν ὡρῶν δυσκρασίας συμπλέξαι
597
πάσας πάσαις, εἶθ’ ἐξῆς τὰς τῶν τεσσάρων, οὕτως γὰρ ἂν ἡ γυμνασία γένοιτο τελεία. ταυτὶ μὲν οὖν ἴσως ποτὲ καὶ ἡμεῖς, σχολῆς ἐὰν ἐπιλαβώμεθα πλείονος, ἰδίᾳ γράψομεν. ἐν τῷ παρόντι δ’ ἀρκείτω μόνον τοῦτο εἰρημένον ὡς ὀλίγας πάνυ συμπλοκὰς δυσκρασιῶν ἔγραψεν ὁ Ἱπποκράτης, ὡς παράδειγμα δοκεῖν εἶναι μᾶλλον αὐτὰς, ἤ τι μέρος ἀξιόλογον ὅλης τῆς περὶ ταῦτα διδασκαλίας. ἐροῦμεν δ’ ἐπὶ πλέον ὑπὲρ αὐτῶν, ἐπειδὰν ἐξηγησώμεθα τό τε περὶ τῶν ὑδάτων καὶ ἀέρων καὶ τόπων σύγγραμμα καὶ τὸ πρῶτον τῶν ἐπιδημιῶν ὃ δὲ ὑπεσχόμην ὀλίγον ἔμπροσθεν ἐρεῖν ἤδη προγράψας ἐπ’ αὐτῷ καταπαύσω τὸν λόγον. ἀκούειν γὰρ ἡμᾶς χρὴ τῶν καταστάσεων ἁπασῶν ὦν ἔγραψεν ὁ Ἱπποκράτης ἐν τοῖς εὐκράτοις χωρίοις τῆς οἰκουμένης γινομένων, ἐξῃρημένων τοῦ λόγου τῆς μὲν Θρᾴκης ὅσα τῆς θαλάττης ἀποκεχώρηκεν, ὑγρὰ γὰρ ταῦτα καὶ ψυχρὰ περαιτέρω τοῦ μετρίου, καθάπερ τὰ κατ’ Αἴγυπτόν τε καὶ Λιβύην θερμὰ καὶ ξηρὰ, πλὴν κἀνταῦθα τῶν ἐπὶ τῇ θαλάττῃ κειμένων. ἐν γὰρ τοῖς ψυχροῖς χωρίοις ὁποῖα τὰ
598
κατὰ τὴν Θρᾴκην ἐστὶ καὶ Πόντον, ἐπειδὴ ταπεινὰ τὰ πρὸς τῇ θαλάττῃ, διὰ τοῦτ’ ἔστι θερμότερα ταῖς κράσεσιν. ἐν δὲ τοῖς θερμοῖς ὁποῖα τὰ κατ’ Αἴγυπτόν τε καὶ Λιβύην, ἐπειδὴ τοῦ θέρους ἀναψύχεται τοῖς ἀρκτικοῖς ἀνέμοις, διὰ τοῦτ’ ἔστιν ἧττον θερμὰ τῶν ἀποκεχωρηκότων εἰς μεσόγειον. ἡ δ’ ἀκριβῶς εὔκρατός τε καὶ μέση ζώνη τῆς οἰκουμένης ἐστὶν ἡ διὰ Κνίδου καὶ Κῶ καὶ ὅσα χωρία μὴ πολὺ τούτων ἀποκεχώρηκεν, ἤτοι πρὸς ἄρκτον ἢ πρὸς νότον. ἐπινοῆσαι δέ σε χρὴ δι’ ὦν εἴρηκα χωρίων, ἐπ’ ἀνατολήν τε καὶ δύσιν εὐθεῖάν τινα τεταμένην γραμμὴν εἶναι, τὴν εὔκρατον καλουμένην ζώνην καὶ ὑπὸ τῶν περὶ τὰ τοιαῦτα δεινῶν ἀκριβῶς νοήσεις. ὀνομάζουσι δ’ ἔνιοι τῶν ἀστρολόγων οὐ ζώνας, ἀλλὰ παραλλήλους τὰς τοιαύτας ἐπὶ τῆς γῆς ὁμοιότητας τῶν οἰκήσεων ἐπ’ ἀνατολῆς ἕως δύσεως ἐκτεταμένας. ὁ μὲν οὖν λόγος τῷ Ἱπποκράτει περὶ τούτων ἐστὶ μάλιστα τῶν χωρίων, ἡ δὲ τῶν ὡρῶν τάξις, ὡς αὐτός τε πολλάκις ἐνδείκνυται διὰ τῶν ἐπιδημιῶν οἵ τ’ ἄριστοι τῶν περὶ τὰ τοιαῦτα δεινῶν ἔγραψαν, ἥδ’ ἐστίν. ἐπιτολὴ πλειάδος
599
ἀρχὴ θέρους ἐστὶ, μεθ’ ἣν κυνὸς ἐπιτολὴ τῆς καλουμένης ὁπώρας, ἣν δὴ καὶ αὐτὴν τὸ δεύτερον μέρος τοῦ θέρους τίθενται, μεθ’ ἣν ἀρκτοῦρος ἐπιτέλλων ἀρχὴν ποιεῖται φθινοπώρου, κᾄπειτα δύσις πλειάδων χειμῶνος ἀρχὴ γίνεται, εἶτα μετὰ τὸν χειμῶνα ἰσημερία τὴν ἀρχὴν ἔχει τοῦ ἦρος.

Τῶν δὲ καταστάσεων τοῦ ἐνιαυτοῦ τὸ μὲν ὅλον οἱ αὐχμοὶ τῶν ἐπομβρίων εἰσὶν ὑγιεινότεροι καὶ ἧσσον θανατώδεες.

Ὅτι βέλτιον ἦν τῶν προειρημένων ἀφορισμῶν, ἐν οἶς διδάσκει περὶ τῆς ἐν ταῖς ὥραις καταστάσεως γεγράφθαι τοῦτον πρῶτον τὸν ἀφορισμὸν, ὃν νῦν προκεχειρίσμεθα, δι’ αὐτῶν τῶν πραγμάτων ἐμάθομεν. ἐπειδὴ πρότερόν ἐστι καὶ τῇ φύσει καὶ τῇ διδασκαλίᾳ τὸ ἁπλοῦν τοῦ συνθέτου·

600
μετ’ ἐκεῖνον οὖν τὸν ἀφορισμὸν οὖ ἡ ἀρχὴ, νότοι βαρυήκοοι, ἀχλυώδεες, καρηβαρικοί. πρότερον μὲν τάξομεν οὖ ἡ ἀρχὴ, αἱ δὲ καθ’ ἡμέρην καταστάσιες αἱ μὲν βόρειοι τά τε σώματα συνιστῶσι. δεύτερον δὲ τόν γε νῦν ἡμῖν προκείμενον, ἐν ᾧ τῶν ὅλων τοῦ ἐνιαυτοῦ καταστάσεων προκρίνει τοὺς αὐχμοὺς τῶν ἐπομβρίων, εἰκότως. ἐν μὲν γὰρ τοῖς αὐχμοῖς διαφορεῖται τὰ περιττὰ ὑγρὰ, κατὰ δὲ τὰς ἐπομβρίας ἔνδον τοῦ σώματος ἀθροιζόμενα σήπεται πλὴν εἴ τις αὐτὰ καθ’ ἑκάστην ἡμέραν ἀθροιζόμενα ἐκκαθαίρει τοῖς γυμνασίοις. οὐ μεγάλη γὰρ ἡ διὰ τῶν βαλανείων κένωσις καὶ μόνος σχεδόν τι τῶν κατὰ τὸ δέρμα. τὰ δ’ ἐν τῷ βάθει κατεσπαρμένα τῇ τε σαρκὶ καὶ τοῖς στερεωτέροις ὀργάνοις οὐκ αὐτάρκως ἐκκενοῦται διὰ τῶν βαλανείων, οὐ μὴν οὐδὲ διὰ τῶν καθαρτικῶν φαρμάκων ἡ κένωσίς γε τῶν περιττῶν ἐπιτήδειος. μεγάλως τε γὰρ δεομένοις χρήσιμος καὶ διὰ χρόνων μακρῶν, αἱ δὲ τῶν ὁσημέραι γενομένων ἐν τῷ σώματι περιττωμάτων κενώσεις ἐλάττους εἰσὶν
601
ἢ κατὰ φαρμάκου καθαίροντος ἐνέργειαν. εἰ δὲ καὶ βουληθείη τις αὐταῖς χρῆσθαι δὶς τοῦ μηνὸς ἢ πάντως γε ἅπαξ εὐλαβούμενος ἀθροισθῆναι πολλὰ τῶν περιττωμάτων, κακώσει τὸ σῶμα, μετὰ καὶ τοῦ μοχθηρῷ περιβάλλειν ἔθει. τῆς γάρ τοι τροφῆς τὸ μὲν οἷον ὀῤῥῶδές ἐστι καὶ ὑγρὸν, ὃ χάριν τῆς ἀναδόσεως αὐτῇ μέμικται, τὸ δὲ οἷον λιγνυῶδες περίττωμα κατὰ πλεῖστά γε τῶν σιτίων ὅσα μοχθηρότερα καὶ διαφεύγει τὴν ἐργασίαν τῆς φύσεως, ὡς μήθ’ ὁμοιωθῆναι τῷ τρεφομένῳ σώματι μήτε προσφῦναι. ταῦτα οὖν πάντα κενοῦσθαι μὲν ἐφ’ ἡμέρᾳ δεῖται, κενοῦται δὲ μᾶλλον ἐν ταῖς ξηραῖς καταστάσεσιν ἤπερ ἐν ταῖς ὑγραῖς καὶ διὰ τοῦτο ταύτας ὑγιεινοτέρας εἶπεν.

Νοσήματα δὲ ἐν μὲν τῇσιν ἐπομβρίῃσιν ὡς τὰ πολλὰ γίνεται πυρετοί τε μακροὶ καὶ κοιλίης ῥύσιες καὶ σηπεδόνες
602
καὶ ἐπίληπτοι καὶ ἀπόπληκτοι καὶ κυνάγχαι. ἐν δὲ τοῖσιν αὐχμοῖσι φθινώδεες, ὀφθαλμίαι, ἀρθρίτιδες, στραγγουρίαι καὶ δυσεντερίαι.

Τὸ μὲν τοὺς μακροὺς πυρετοὺς ὑγρότητος ἕπεσθαι πλήθει θαυμαστὸν οὐδὲν, εἴ γε δέονται μὲν τῆς πέψεως οἱ κάμνοντες εἰς λύσιν τῶν νοσημάτων, τὰς πλείονας δὲ ὑγρότητας εἰκὸς ἐν πλείονι χρόνῳ πέττεσθαι. προσέτι δὲ καὶ τὸ ψυχροτέρους καὶ φλεγματικωτέρους ἐν ταῖς ἐπομβρίαις γίνεσθαι τοὺς χυμοὺς, ὥσπερ αὖ πάλιν ἐν τοῖς αὐχμοῖς χολωδεστέρους, ὥστε καὶ κατὰ τοῦτο χρονιοῦσι μὲν ἐν ταῖς ἐπομβρίαις, ὀξύτεροι δὲ ἐν τοῖς αὐχμοῖς πυρετοὶ γενήσονται, τὸ δὲ καὶ τὰς ῥύσεις τῆς κοιλίας εἰκότως ἐν ταῖς ἐπομβρίαις γίνεσθαι, τῆς ἐν τοῖς χυμοῖς περιουσίας ἐκκαθαιρομένης διὰ τῆς γαστρὸς οὐκ ἄδηλον, ὥσπερ γε οὐδὲ τὰς σηπεδόνας· ἀσηπτότερα γὰρ ἐναργῶς ὁρᾶται τὰ ξηρὰ τῶν ὑγρῶν. εἰσὶ δὲ δήπου καὶ αἱ ἀποπληξίαι καὶ αἱ ἐπιληψίαι φλεγματικὰ νοσήματα. κυνάγχη δὲ γίνεται μὲν ἔστιν ὅτε

603
καὶ αὐτοῦ τοῦ πλήθους τῶν περιττωμάτων ἐνεχθέντος εἰς φάρυγγα. γίνεται δὲ ὡς τὰ πολλὰ καὶ τῶν ἐκ τῆς κεφαλῆς ῥευμάτων ἐν φάρυγγι στηριχθέντων. ὅτι δὲ ἐν ταῖς ἐπομβρίαις τά τε ἄλλα ῥεύματα καὶ μάλιστα τὰ ἐκ τῆς κεφαλῆς ὁρμώμενα πλεονάζει, πρόδηλόν ἐστι καὶ λέλεκται πολλάκις. ἐν δὲ τοῖς αὐχμοῖς τάς τε φθινώδεις νόσους φησὶ πλεονάζειν καὶ τὰς ὀφθαλμίας, ἀρθρίτιδάς τε καὶ στραγγουρίας καὶ δυσεντερίας, ἀδιοριστότερον ὡς ἐμοὶ δοκεῖ, τὴν περὶ τούτων ἀπόφασιν ποιησάμενος. αἱ γὰρ φθινώδεις νόσοι δύο ταύταις ἕπονται καταστάσεσι, τῇ τε ἄκρως ψυχρᾷ, καθ’ ἣν καὶ ῥήγνυνταί τι τῶν ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις ἀγγείων τινὰ, καὶ τῇ μεθ’ ὑγρότητος θερμῇ, καθ’ ἣν ἡ κεφαλὴ πληρουμένη καταπέμπει τῷ πνεύμονι ῥεύματα. τῇ δὲ ξηρᾷ μὲν, ὅσον ἐπὶ τῇ θερμότητι καὶ ψυχρότητι κατὰ φύσιν ἐχούσῃ, πάντα μᾶλλον ἢ φθινώδεες ἀκολουθήσουσι νόσοι. διό μοι δοκοῦσί τινες ἀναγκασθῆναι τὸ περὶ τῶν ὀφθαλμῶν ἀκοῦσαι τὸ φθινῶδες, ἵνα ὁ λόγος ᾖ τοιοῦτος. ἐν δὲ τοῖς ἀμέτροις αὐχμοῖς αἵ τ’ ὀφθαλμίαι φθινώδεις
604
γίνονται, τουτέστιν εἰς φθίσιν ὀφθαλμῶν τελευτῶσι, καθ’ ἣν ἀτροφώτεροί τε καὶ ξηρότεροι τῶν κατὰ φύσιν ἀποτελοῦνται μετὰ τοῦ καὶ τὴν κόρην αὐτῶν στενὴν γίνεσθαι, ξηραινομένων δηλονότι τῶν ὑγρῶν, ὑφ’ ὧν διατεινομένη μετρίως μὲν ἐν τῇ κατὰ φύσιν ἐφυλάττετο συμμετρίᾳ, μειζόνως δὲ ἢ προσῆκεν εἰς πλάτος ἐξετείνετο μοχθηρόν. εἰ δ’ αὐτὰς ταθ’ ἑαυτὰς ἀκούομεν εἰρῆσθαι τὰς ὀφθαλμίας, προσθήσομεν αὐταῖς τὰς ξηράς. εἴρηται δ’ ὀλίγον ἔμπροσθεν ἡ αἰτία τοῦ ξηρὰς ὀφθαλμίας ἐν τοῖς ἀμέτροις αὐχμοῖς γίνεσθαι. καὶ μὲν δὴ καὶ τὰ ἀρθριτικὰ νοσήματα τὰ μὲν ἐπὶ ῥεύμασιν, οὐδὲ ὅλως ἔσται κατὰ τὰς ἀμέτρους ξηρότητας, τὰ δ’ ὑπὸ δριμύτητός τινος, ἐὰν καὶ θερμότης ἄμετρος προσγένηται, τηνικαῦτα μόνον ἔσται. τίνας οὖν εἴρηκεν ἀρθρίτιδας ἐν τοῖς αὐχμοῖς γίνεσθαι ζητητέον. εἰ γὰρ ἄμετροι γεννηθέντες δαπανήσειαν ἐκ τῶν ἄρθρων τὴν ὑγρότητα, δυσκινησίαν μέν τινα κατὰ ξηρότητα ποιήσουσιν, ἴσως δ’ ἄν ποτε καὶ ἄλγημα. τὴν μέντοι καλουμένην ἀρθρῖτιν οὐκ ἂν ἐργάσαιντο, πλὴν εἰ πᾶν ἄρθρων ἄλγημα καλεῖν
605
τὸ τοιοῦτόν τις ἐθέλῃ. καίτοι αὐτὸς ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν φησιν, ἐν Αἴνῳ ἐν λιμῷ ὀσπριοφαγέοντες, σκελέων ἀκρατέες ἐγένοντο· ἀτὰρ καὶ ὀροβοφαγέοντες γονυαλγέες, οὐκ ἀρθριτικοὺς, ἀλλὰ γονυαλγεῖς ὠνόμασεν αὐτούς. ἴσως δ’ ἄν τις λέγοι μὴ τὸν ἑνὸς ἄρθρου πόνον, ἀλλὰ τῶν πολλῶν ἀρθρῖτιν ὀνομάζεσθαι, καὶ κατὰ τοῦτο μηδέπω τοὺς γονυαλγεῖς ἀρθριτικοὺς προσαγορεύεσθαι. περὶ μὲν οὖν τῆς ἀρθρίτιδος ἀρκείτω διηπορῆσθαι μέχρι τοσούτου· περὶ δὲ τῶν στραγγουριῶν ἐφεξῆς εἴπωμεν. οὐδὲ γὰρ οὐδ’ αὗται τοῖς αὐχμοῖς ἁπλῶς ἕπονται, χωρὶς τοῦ διορίσασθαι τοὺς τρεῖς διορισμοὺς, ἕνα μὲν τὴν ἀμετρίαν τῆς ξηρότητος, ἕτερον δὲ τὴν μετὰ θερμότητος, καὶ τρίτον τὴν μετὰ ψυχρότητος, ὧν οὐκ ἐμνημόνευσεν ὁ Ἱπποκράτης. ἀλλ’ ἐάν τις, ὡς ἔφην, ἐθελήσῃ πασῶν τῶν ἐν ταῖς ὥραις καταστάσεων ἐρευνήσασθαι τὴν φύσιν, οὕτως αὐτῷ ποιητέον. ἔσται δ’ ὁ λόγος σαφὴς ἐπὶ παραδείγματος αὐτοῦ τοῦ νῦν προκειμένου σκέμματος. αὐχμὸς μὲν γὰρ ἄμετρος ἐν μὲν ταῖς εὐκράτοις φύσεσιν ἑτέραν ἐργάζεται κατὰ τὸ σῶμα
606
διάθεσιν, ἑτέραν δ’ ἐν ταῖς ξηραῖς, ὥσπερ γε κὰν ταῖς ὑγραῖς ἑτέραν. οὕτω δὲ καὶ κατὰ τὴν θερμήν τε καὶ ψυχρὰν ἄλλην ἐν ἑκατέρᾳ διάθεσιν ἐργάζεται. καὶ κατὰ τὰς συζυγίας δὲ τῶν ἁπλῶν δυσκρασιῶν ἄλλην μὲν ἐν τῇ θερμῇ τε καὶ ξηρᾷ, διαφέρουσαν δ’ αὐτῆς ἐν τῇ ψυχρᾷ τε καὶ ξηρᾷ, κἀπὶ τῶν ὑπολοίπων δυοῖν ὡσαύτως. ὥσπερ δ’ ἁπλῆν φυλάξαντες ἄρτι τὴν τοῦ περιέχοντος δυσκρασίαν καθ’ ἑκάστην φύσιν ἔφαμέν τινα ἰδίαν ἐργάζεσθαι διάθεσιν, οὕτω σύνθετον ὑποθέμενοι καθ’ ἑκάστην αὖ πάλιν φύσιν ἐπισκεψόμεθα τὰς ἐσομένας διαθέσεις. ἔσται δὲ σύνθετος ἡ ξηρὰ τοῦ περιέχοντος κατάστασις, ὅταν ἤτοι μετὰ ψυχρότητος ἢ θερμότητος μιχθῇ. καίτοι γε ἁπλῆ δόξειεν ἂν εἶναί πως σύνθετος, ἐμίγνυτο γὰρ εὐκράτῳ καταστάσει μέσῃ τῶν ἀμετριῶν ἑκατέρων, τῆς τε κατὰ θερμότητα καὶ τῆς κατὰ ψυχρότητα. συγκεχωρημένου δ’ ἐν ταῖς διδασκαλίαις ἁπλᾶς μὲν δυσκρασίας γίγνεσθαι τὰς κατὰ μίαν ποιότητα τοῦ κατὰ φύσιν ἐξισταμένας, οὐχ ἁπλᾶς δὲ τὰς κατὰ πλείους· εἰκότως. ὅταν ἐν μὲν τῇ κατὰ τὸ ξηρόν
607
τε καὶ ὑγρὸν ἀντιθέσει δύσκρατον ᾖ τὸ περιέχον, ἐν δὲ τῇ κατὰ τὸ θερμόν τε καὶ ψυχρὸν εὔκρατον, ἁπλῆν ἐροῦμεν εἶναι τὴν δυσκρασίαν. ἐφ’ ἁπάντων οὕτω σκοποῦσιν ἡμῖν εὔδηλον εἰς ὅσον ἐκταθήσεται μῆκος ὅ τ’ ἄλλος τῶν καταστάσεων λόγος, ὅ τε νῦν εἰρημένος ἐπὶ τῆς κύστεως. αἱ γάρ τοι στραγγουρίαι γίγνονται διά τε τὴν δριμύτητα τῶν οὔρων καὶ ἀῤῥωστίαν τῆς ἐν τῇ κύστει καθεκτικῆς δυνάμεως, ἥτις πάλιν ἀῤῥωστία γίνεται δι’ ἄμετρόν τινα δυσκρασίαν. οὐσῶν δ’ ὀκτὼ τῶν ἀμετριῶν, καθ’ ἑκάστην αὐτῶν ἄῤῥωστός τε ἡ κύστις ἔσται καὶ διὰ τοῦτο ἀκολουθήσουσιν αὐτῇ στραγγουρίαι. καὶ μὲν δὴ καὶ αἱ δριμύτητες τῶν οὔρων ὑπὸ δυσκρασιῶν γίγνονταί τινων καὶ μᾶλλον ἐπὶ τῆς κατὰ τὸ θερμὸν, ἐφεξῆς δ’ ἐπὶ τῆς κατὰ τὰ θερμότητά τε καὶ ὑγρότητα καὶ τρίτον τῆς κατὰ ξηρότητα. γενήσεται γοῦν καὶ διὰ ταῦτα στραγγουρία τῶν αὐτῆς τῆς κύστεως παθῶν ἰδίων ἐξῃρημένων, οἷς ἀκολουθοῦσιν αἱ στραγγουρίαι λόγῳ συμπτώματος, οἷον ὅταν ἤτοι δι’ ἕλκος, ἢ ἐρυσίπελας, ἢ ἀπόστημα κατ’ αὐτὴν γενόμενον,
608
ἢ φλεγμονὴν, ἤ τι τῶν τοιούτων ἕτερον, τῇ στραγγουρίᾳ συμπέσῃ. νυνὶ γὰρ οὐ περὶ τούτων ὁ λόγος, ἀλλὰ μόνον τῶν ἐκ τῆς τοῦ περιέχοντος κράσεως γινομένων ἐστὶν, ὥσπερ γε οὐδὲ περὶ τῶν ἐκ διαίτης τινὸς πλημμελοῦς. ἃ δὲ ἐπὶ τῆς στραγγουρίας εἴρηται, ταὐτά μοι νόει κἀπὶ τῆς δυσεντερίας εἰρῆσθαι, περὶ ἧς οὐδ’ αὐτὸς συμφέρομαι τῷ Ἱπποκράτει. δυσεντερίαι γὰρ οὐχ ἁπλῶς ἀκολουθήσει ταῖς ξηρότησιν ἄνευ τοῦ διορίσασθαι, πρῶτον μὲν τὸ κατ’ αὐτὴν ἐσχάτως ἄμετρον εἶτα τὴν θερμότητα καὶ ψυχρότητα τοῦ περιέχοντος ἐξαλλαγὴν, εἶτα καὶ τὰς πασχούσας φύσεις τῶν σωμάτων. ἔστι δ’ οὐχ οὕτως ὑπὲρ Ἱπποκράτους ἀπορῆσαι δίκαιον, ὅτι τηλικαύτην θεωρίαν πρῶτος συστησάμενος οὐκ ἐξειργάσατο πᾶσαν, ὥσπερ Διοκλέους μὲν πρῶτον καὶ Μνησιθέου μετ’ αὐτὸν, εἶτα καὶ ἄλλων πολλῶν ἰατρῶν, ὅσοι ταῖς ἀληθέσιν ὁδοῖς Ἱπποκράτους χρώμενοι πολλὰ τῶν κατὰ μέρος ἐξεργάσασθαι προὔθεντο. δέον γὰρ αὐτοὺς εἴπερ τι καὶ ἄλλο, τὴν περὶ τῶν καταστάσεων θεωρίαν ὡς
609
ὑπεθέμην ἄρτι διαρθρώσασθαι καὶ πᾶσαν ἐξεργάσασθαι παντελῶς ὠλιγώρησαν. ἀλλ’ ἡμεῖς αὐτὸ πειρασόμεθα ποιῆσαι, γράψαντες ἑτέραν ἰδίαν πραγματείαν ὅλην περὶ τούτων. ταῦθ’ ἡμῖν πρότερον ὅσα μετὰ χεῖρας ἔχομεν συντελεσθῇ.

Αἱ δὲ καθ’ ἡμέρην καταστάσιες αἱ μὲν βόρειοι τά τε σώματα ξυνιστῶσι καὶ εὔτονα καὶ εὐκίνητα καὶ εὔχροα καὶ εὐηκοώτερα ποιέουσι καὶ τὰς κοιλίας ξηραίνουσι καὶ τὰ ὄμματα δάκνουσι καὶ περὶ τὸν θώρηκα ἄλγημα ἤν τι προϋπάρχῃ, πονέουσι μᾶλλον. αἱ δὲ νότειοι διαλύουσι τὰ σώματα καὶ ὑγραίνουσι καὶ καρηβαρίας καὶ βαρυηκοΐας καὶ ἰλίγγους ποιέουσιν, ἔν τε τοῖσιν ὀφθαλμοῖσι καὶ ἐν τοῖσι σώμασι δυσκινησίην καὶ τὰς κοιλίας ὑγραίνουσιν.

Ξηρὸς καὶ ψυχρὸς ἄνεμος ὑπάρχων ὁ βοῤῥᾶς, ἀναλίσκει μὲν ἅπαντα τὰ ἐκ τοῦ σώματος περιττὰ, τόνον

610
δὲ ἐντίθησι τοῖς ὀργάνοις αὐτοῖς ἐκ τοῦ σφίγγειν τε καὶ συνάγειν αὐτὰ, πιλήσει τῆς οὐσίας. διὰ τοῦτο γοῦν βελτίω πάντα γίγνεται, φησὶ, κατά τε τὰς φυσικὰς καὶ τὰς ψυχικὰς ἐνεργείας. τὰς μὲν γὰρ ψυχικὰς ἐνεδείξατο διὰ τοῦ φάναι εὐκίνητά τε καὶ εὐηκοώτερα, τὰς δὲ φυσικὰς ἐνεργείας, ὅταν εὔχροα λέγῃ. κοινὸν δ’ ἀμφοῖν ἡ εὐτονία, καὶ δῆλον ὡς ἐκ μιᾶς αἰσθήσεως τῆς ἀκοῆς οἷον παραδείγματος ἐδήλωσε καὶ περὶ τῶν ἄλλων. ταυτὶ μὲν οὖν ἀγαθὰ ταῖς βορείαις ὑπάρχει καταστάσεσι καὶ μάλιστα τούτων ἀπολαύουσιν οἱ ὑγιεινῶς ἔχοντες τὰ σώματα καὶ τούτων αὐτῶν οἱ ὑγρότεροι μᾶλλον. ὑπάρχει δέ τινα καὶ κατὰ ταῖς καταστάσεσι ταύταις, ἀλλὰ μικρὰ καὶ οὐχ ὅμοια τοῖς νοτίοις. πῶς γὰρ οὐ σμικρὰ τό τε ἐπισχεθῆναι τὴν γαστέρα καὶ δηχθῆναι τοὺς ὀφθαλμοὺς καὶ παροξυνθῆναι τὰς προϋπαρχούσας ὀδύνας κατὰ τὸν θώρακα; γνώσῃ δ’ ἐναργέστερον αὐτῶν τὴν σμικρότητα παραβάλλων ταῖς νοτίαις καταστάσεσιν, ἃς διαλύειν ἔφη τὰ σώματα. μέγιστον γὰρ τοῦτο κακὸν
611
εἰς ἅπαν ἐστὶν ἔργον, ζωτικόν τε καὶ ψυχικόν. οὐ μικρὸν δ’ οὐδ’ ἡ καρηβαρία τε καὶ δυσηκοΐα. περὶ δὲ τῶν ἰλίγγων τί δεῖ καὶ λέγειν; ἐγγὺς γὰρ οὗτοί εἰσιν ἐπιληψίας τε καὶ ἀποπληξίας. ἴλιγγος γάρ ἐστιν ἡ σκοτοδινία, ἥτις γίνεται ὑγροῦ μετὰ παχέος πνεύματος κινουμένου κατὰ τὴν κεφαλὴν, διὸ καὶ προηγεῖται ἐπιληψίας καὶ ἀποπληξίας. ἀλλὰ καὶ δυσκινησίας, φησὶ, κατά τε τοὺς ὀφθαλμοὺς ἀποτελοῦσι καὶ σύμπαν τὸ σῶμα, μοχθηρὰ δὲ καὶ ταῦτα τὰ συμπτώματα. μόνον δ’ ἐν αὐτοῖς ὑπάρχει τὸ μέτριον, ὅτι τὰς γαστέρας ὑγροτέρας ἐργάζονται. δρῶσι δὲ καὶ τοῦτο καὶ τὰ ἄλλα πάντα μάλιστα μὲν διὰ τὴν ὑγρότητα, πρὸς ταῦτα δὲ καὶ διὰ τὴν θερμότητα. καὶ τό γε κατὰ τὴν ἀρχὴν τοῦ λόγου γεγραμμένον ἄμεινον ἦν ἐνηλλάχθαι τῇ τάξει, πρῶτον μὲν ἔχον ἐν ἑαυτῷ τὸ ὑγιαίνουσι, δεύτερον δὲ τὸ διαλύουσιν, εἶθ’ οὕτω τὰ ἐφεξῆς. εἰ γὰρ ὑγραίνουσι καὶ τῶν ἄλλων ἕκαστον ποιοῦσι, συντελούσης εἰς ταῦτα καὶ τῆς θερμασίας. αἱ μὲν γὰρ ἐνέργειαι γίνονται διὰ τῶν στερεῶν τοῦ ζώου μορίων, ἅπερ δὴ καὶ ὄντως ἐστὶν αὐτοῦ
612
μόρια. βαρύνεται δὲ ταῦτα καὶ διὰ τοῦτ’ ἐνεργεῖ χεῖρον ὑπὸ πλήθους τῶν ὑγρῶν.

Κατὰ δὲ τὰς ὥρας τοῦ μὲν ἦρος καὶ ἄκρου τοῦ θέρεος οἱ παῖδες καὶ οἱ τουτέων ἐχόμενοι τῇσιν ἡλικίῃσιν, ἄριστά τε διάγουσι καὶ ὑγιαίνουσι μάλιστα. τοῦ δὲ θέρεος καὶ τοῦ φθινοπώρου μέχρι μέν τινος οἱ γέροντες, τὸ δὲ λοιπὸν τοῦ φθινοπώρου καὶ τοῦ χειμῶνος οἱ μέσοι τῇσιν ἡλικίῃσι.

Οὐ μόνον ἐπὶ τῶν ἡλικιῶν, ἀλλὰ κἀπὶ τῶν ἄλλων ἁπάντων, ὅσα κατὰ κρᾶσιν ἤτοι συμμέτρως ἢ ἀμέτρως ἔχει τὸν εἰρημένον νῦν ὑπὸ Ἱπποκράτους λόγον ἐξετάζων εὑρήσεις ἀληθῆ. ταῖς μὲν γὰρ εὐκράτοις φύσεσι καὶ ἡλικίαις καὶ χώραις ἀρίστη τῶν ὡρῶν ἐστιν ἡ εὐκρατοτάτη, δεομέναις γε οὐ μεταβολῆς ἧς ἔχωσιν ἕξεως, ἀλλὰ φυλακῆς, ἐπειδὴ

613
τῶν ὄντων ἕκαστον ὑπὸ μὲν τῶν ὁμοίων φυλάττεται, μεταβάλλεται δὲ ὑπὸ τῶν ἐναντίων. ὥσθ’ ἡ τῶν παίδων ἡλικία καὶ τούτων μᾶλλον ἔτι ἡ τῶν μειρακίων, αὕτη γὰρ ἀρίστη τῶν ἡλικιῶν ἐστιν, ἐν ἦρι κάλλιστα διάγουσι, καὶ κατὰ τὸν αὐτὸν λόγον ὅσαι τῶν φύσεων ἢ τῶν χωρῶν εἰσιν εὔκρατοι. προσέθηκε δὲ τὸ ἦρι τὴν ἀρχὴν τοῦ θέρους ὁ Ἱπποκράτης, εἰς πλάτος ἐκτείνων τὴν χρείαν ἑκάστου τῶν θεωρημάτων. ἀκριβέστερον δ’ ἦν εἰπεῖν τὰ μὲν μειράκια τοῦ ἦρος, τοὺς δὲ παῖδας ἐν ἀρχῇ τοῦ θέρους ἄριστα διάγειν. ἐπὶ δὲ τῶν γερόντων διὰ τὴν ψυχρότητα τῆς κράσεως ὠφέλιμόν ἐστι τὸ θέρος, ὥσπερ γε καὶ τοῖς ἀκμάζουσιν ὁ χειμὼν ὠφελιμώτατός ἐστιν. ἐναντίος γάρ ἐστι καὶ οὗτος τῇ κατὰ τούτους δυσκρασίᾳ χολώδει οὔσῃ· οὕτω καὶ τῶν φύσεων αἱ μὲν χολωδέστεραι χειμῶνος ἄριστα διάγουσιν, αἱ δὲ φλεγματικώτεραι θέρους, αἱ δ’ εὔκρατοι τοῦ ἦρος. ὁμοίως δὲ καὶ τῶν χωρῶν αἱ μὲν εὔκρατοι κάλλιστον ἔχουσι τὸ ἔαρ, αἱ δ’ ἄλλαι θέρους μὲν αἱ ψυχραὶ, χειμῶνος δ’ αἱ θερμαί. καὶ μὲν δὴ καὶ τὰς χειρίστας ὥρας ἑκάστη τῶν ἡλικιῶν καὶ τῶν φύσεων καὶ τῶν χωρῶν
614
ἐκ τῶν εἰρημένων ἔνεστιν εὑρεῖν. ἐναντιώταται γάρ εἰσι ταῖς ἀρίσταις αἱ κάκισται. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τάς μέσας τῶν ἀρίστων τε καὶ χειρίστων εὑρήσεις. ἔτι δὲ κἀκείνῳ χρὴ προσέχειν ἀκριβῶς τὸν νοῦν ὡς τὸ μὲν ἔαρ ἄριστον εἴρηται εἶναι τοῖς μειρακίοις, ἅπασι δὲ τοῖς ἄλλοις ἐστὶ μέσον. οὔτε γὰρ ἄριστον ὑπάρχει οὔτε χείριστον. οὕτω δὴ καὶ πρὸς τὰς φύσεις ἔχει καὶ τὰς χώρας. τό γε μὴν φθινόπωρον ἁπάσαις καὶ ἡλικίαις κακὸν καὶ φύσεσι καὶ χώραις. ἧττον δ’ ἐν αὐταῖς τῶν ἄλλων αἱ ὑγραὶ καὶ θερμαὶ βλάπτονται κατὰ τὸ φθινόπωρον.

Νοσήματα δὲ πάντα μὲν ἐν πάσῃσι τῇσιν ὥρῃσι γίνονται, μᾶλλον δ’ ἔνια κατ’ ἐνίας αὐτέων καὶ γίνεται καὶ παροξύνεται.
615

Εἰ μὲν ἡ τοῦ περιέχοντος ἡμᾶς ἀέρος κρᾶσις ἦν αἰτία μόνη τῶν νοσημάτων, ἅπαντες ἂν ἐνοσοῦμεν ἐν ἑκάστῃ τῶν ὡρῶν, ἐκείνας τὰς νόσους ὅσαι τῶν ὡρῶν εἰσιν οἰκεῖαι. νυνὶ δὲ ἐπειδὴ καὶ διὰ τὰς ἐν τῷ βίῳ πλημμελείας αἱ νόσοι γίνονται, πᾶσαι μὲν ἐν ἁπάσαις ἔσονται ταῖς ὥραις, πλείους δὲ καθ’ ἑκάστην αὐτῶν αἱ οἰκεῖαι. συμβάλλεται μὲν οὐ μικρὸν εἰς τοῦτο καὶ ἡ τῶν φύσεων διαφορά. οὐ γὰρ ὁμοίως ὑπὸ τῆς αὐτῆς αἰτίας ὁ θερμὸς τῷ ψυχρῷ βλάπτεσθαι πέφυκεν ἢ ὁ ὑγρὸς τῷ ξηρῷ. καθάπερ οὐδὲ ὁ εὔκρατος ἑκάστῳ τούτων, οὔτε τοῖς κατὰ συζυγίαν τινὰ δυσκράτοις, ὡς ἔμπροσθεν εἴρηται.