In Hippocratis Aphorismos Commentarii VII

Galen

Galen, In Hippocratis Aphorismos Commentarii VII

Τὸ κατὰ πολὺ καὶ ἐξαπίνης κενοῦν ἢ πληροῦν ἢ θερμαίνειν ἢ ψύχειν ἢ ἄλλως ὁκωσοῦν τὸ σῶμα κινεῖν σφαλερόν. καὶ γὰρ πᾶν τὸ πολὺ τῇ φύσει πολέμιον. τὸ δὲ κατ’ ὀλίγον ἀσφαλὲς καὶ ἄλλως ἢν καί τις ἐξ ἑτέρου μεταβαίνῃ ἐφ’ ἕτερον.

Διὰ τί τὸ κατὰ πολὺ καὶ ἐξαπίνης πληροῦν ἢ κενοῦν ἢ θερμαίνειν ἢ ψύχειν ἢ ἄλλως ὁπωσοῦν κινεῖν τὸ σῶμα σφαλερόν ἐστιν αὐτὸς ἐδήλωσεν εἰπὼν ἅπαν εἶναι τὸ πολὺ τῇ φύσει πολέμιον. ἔστι γὰρ ἡ φύσις ἐν συμμετρίᾳ τῶν στοιχείων ἔχουσα τὴν οὐσίαν. εἰκότως οὖν τὸ πολὺ πᾶν, ὡς ἂν φθεῖρον, τὴν συμμετρίαν διαλυτικόν ἐστι τῆς τοῦ ζώου συστάσεως. τὸ δὲ κατὰ μικρὸν, φησὶ, πληροῦν ἢ κενοῦν

557
δηλονότι καὶ τἄλλα ὅσα τούτοις ἑξῆς εἶπεν ἀσφαλὲς ἄλλοτε γινόμενον καὶ μάλισθ’ ὅταν ἐξ ἑτέρου τινὸς τῶν ἐν ἔθει τὴν μεταβολὴν εἰς ἕτερον ποιώμεθα. συνεβούλευσε γὰρ ἐν τῷ πρὸ τούτου ἀφορισμῷ καὶ ἐς τὰ ἀσυνήθη μεταβαίνειν. ἐν ταῖς τοιαύταις οὖν μεταβάσεσι τὸ μὲν κατὰ πολὺ καὶ ἐξαπίνης σφαλερὸν ἱκανῶς ἐστι, τὸ δὲ κατὰ μικρὸν ἀσφαλές.

Πάντα κατὰ λόγον ποιέοντι, μὴ γινομένων τῶν κατὰ λόγον, μὴ μεταβαίνειν ἐφ’ ἕτερον, μένοντος τοῦ δόξαντος ἔξ ἀρχῆς.

Οὐ σμικρᾶς ἐπιστήμης ἔργον ἐστὶ τὸ μὴ μεταβαίνειν ἀπὸ τῶν ὀρθῶς δοξάντων, εἰ καὶ μηδέπω φαίνηται σαφὴς ἡ ὠφέλεια, τοῖς οὕτω γινομένοις ἑπομένη. καθάπερ γὰρ ἐπὶ τοῦ πλήττοντος τὴν ὑποκειμένην πέτραν σταλαγμοῦ

558
παμπόλλῳ χρόνῳ μόγις αἰσθητὸν γίνεται τὸ τοῦ λίθου πάθος, οὕτω συμβαίνει κἀπὶ τῶν δυσπέπτων διαθέσεων, ἐφ’ ὧν ὁ κατὰ λόγον ὀρθὸν εὑρηκὼς τὸ συμφέρον οὐκ ἀφίσταται τοῦ δόξαντος ἐξ ἀρχῆς, οὐδ’ ἄν μηδὲν φαίνηται σαφὲς ἐπὶ τῇ χρήσει γεγενημένον.

Ὁκόσοι τὰς κοιλίας ὑγρὰς ἔχουσι, νέοι μὲν ὄντες βέλτιον ἀπαλλάσσουσι τῶν τὰς ξηρὰς ἐχόντων, ἐς δὲ καὶ τὸ γῆρας χεῖρον ἀπαλλάσσουσι. ξηραίνονται γὰρ ὡς ἐπὶ τὸ πολὺ τοῖσιν ἀπογηράσκουσιν.

Καὶ σαφής ἐστιν ὁ ἀφορισμὸς καὶ ὅσα χρὴ λεχθῆναι περὶ αὐτοῦ, πρόσθεν εἴρηται κατ’ ἐκεῖνον τὸν ἀφορισμὸν οὖ ἡ ἀρχὴ, ὁκόσοισι νέοισιν ἐοῦσιν αἱ κοιλίαι ὑγραί εἰσι, τουτέοισιν ἀπογηράσκουσι ξηραίνονται.

559
Μεγέθει δὲ σώματος ἐννεάσαι μὲν ἐλευθέριον καὶ οὐκ ἀηδές ἐστιν. ἐγγηράσαι δὲ εἶ δύσχρηστον καὶ χεῖρον τῶν ἐλασσόνων.

Μέγεθος σώματος κυρίως μὲν ὀνομάζεται τὸ κατὰ μῆκος καὶ βάθος καὶ πλάτος ὑπὲρ τὸ σύμμετρον ηὐξημένον, ἤδη δὲ καὶ τὸ κατὰ μῆκος μόνον ἐπὶ πλέον ηὐξημένων σῶμα προσαγορεύομεν ἐνίοτε μέγα, καίτοι τό γε κύριον ὄνομα τούτου τὸ μακρόν ἐστιν. ὀνομάζουσι γὰρ ἐνίοτε καὶ τὸ κατὰ πλάτος τε καὶ βάθος, ὑπὲρ τὴν ἀναλογίαν ηὐξημένον σῶμα μέγα, καίτοι καὶ τοῦτο παχὺ λέγεται κυρίως ὀνομαζόμενον. εἰ μὲν οὖν μέγεθος σώματος εἴρηκεν ὁ Ἱπποκράτης τὸ κυρίως λεγόμενον, οὐδὲν μᾶλλον τοῦ μικροτέρου χεῖρον ἐν γήρᾳ, εἰ δὲ τὸ μακρὸν ἢ παχὺ δηλοῖ, χείρω καὶ δυσχρηστότερα ταῦτα γερόντων γίνεται. ἀλλὰ τῷ γε πάγει οὐδ’ ἐννεάσαι καλὸν οὐδ’ ἐλευθέριον. ἐπὶ τοίνυν

560
μόνου τοῦ μακροῦ τὸ ἐννεάσαι μὲν ἐλευθέριον, ἐγγηράσαι δὲ δύσχρηστον ἀληθῶς λέγοιτο· κυφοῦται γὰρ τούτων γηρώντων καὶ μόγις δύνανται βαστάζειν, ὅπερ εἶπεν ὁ Ἱπποκράτης δύσφορον.

561

Προοίμιον Γαληνοῦ. Ἐν τῷ τρίτῳ τῶν εἰς τοὺς ἀφορισμοὺς ὑπομνημάτων τῷδε περὶ τῶν κατὰ τὰς ὥρας τε καὶ ἡλικίας Ἱπποκράτει γεγραμμένων ἐξηγησόμεθα. μάλιστα μὲν οὖν ὅσον ἐν αὐτοῖς ἀσαφές ἐστι σαφηνίζοντες, ἔργον γὰρ τοῦτο ἴδιον ἐξηγήσεως, οὐ μὴν ἀλλὰ καὶ τὴν ἀπόδειξιν ἑκάστου τῶν ὀρθῶς εἰρημένων προστιθέντες, ἐπειδὴ καὶ τοῦτ’ ἔστιν ἔθος ἐν τοῖς ὑπομνήμασιν

562
γίνεσθαι. θαυμάζω δὲ κἀνταῦθα τὴν ἀνωμαλίαν τοῦ Λύκου γράφοντος μὲν, ὥς φησιν, ἐξηγήσεις Κοΐντου τοῦ διδασκάλου, μηδενὶ δὲ τῶν κατὰ τὰς ὥρας καὶ ἡλικίας εἰρημένων προσθέντος πίστιν ἀποδεικτικὴν, ἀλλ’ εἰς ἐμπειρίαν καὶ τήρησιν ἀναπέμψαντος ἅπαντα, καίτοι γ’ ἄλλους πολλοὺς ἀφορισμοὺς ἐξηγούμενος αὐτὸς ἐπισκέπτεται λογικῶς ὑπὲρ τῆς ἐν αὐτοῖς ἀληθείας, οὐκ ἀρκούμενος μόνῃ τῇ πείρᾳ. ὅτι δ’ οὐ δυνατὸν ἐστι μόνῃ τῇ πείρᾳ τοιαύτην ἀθροῖσαι θεωρίαν Ἱπποκράτης τε αὐτὸς ἐνδείκνυται τοῦτο καὶ προδόντος ἐπιδειχθήσεται τοῦ λόγου.

Αἱ μεταβολαὶ τῶν ὡρέων μάλιστα τίκτουσι νοσήματα καὶ ἐν τῇσιν ὥρῃσιν αἱ μεγάλαι μεταβολαὶ ἢ ψύξιος ἢ θάλψιος καὶ τἄλλα κατὰ λόγον οὕτως.
563

Μεταβολὰς ὡρῶν ἔνιοι νομίζουσι λέγεσθαι καθ’ ἃς εἰς ἀλλήλας μεταβάλλουσιν, ὡς εἰ καὶ διαδοχὰς τὰς μεταβολὰς εἰρήκει. χειμῶνος μὲν γὰρ εἰς ἔαρ μεταβάλλοντος ἡ γένεσίς ἐστι τῶν εἰρημένων νοσημάτων, ὑπὲρ ὧν αὐτὸς ἐφεξῆς ἐρεῖ. τοῦ μὲν γὰρ ἦρος τὰ πανικὰ καὶ τὰ μελαγχολικὰ καὶ τὰ ἐπιληπτικά. τοῦ δ’ ἦρος πάλιν εἰς θέρος μεταβάλλοντος, ὅπερ ἐστὶν ἀρχομένου θέρους, πυρετοὶ συνεχεῖς, φησὶ, καὶ τριταῖοι καὶ καῦσοι καί τἄλλα ὅσα τούτοις ἐφεξῆς κατέλεξε. καὶ περὶ φθινοπώρου δὲ καὶ χειμῶνος ὁμοίως ἔγραψεν, ὥς φασιν οἱ τὰς μεταβολὰς ἐν ἴσῳ τῷ διαδοχὰς ἡγούμενοι λέγεσθαι. ἀλλὰ τὸ μάλιστα προκείμενον ἐν τῇ λέξει τοῦ ἀφορισμοῦ τὴν ἐξήγησιν ταύτην οὐ προσίεται. μεταβαλλουσῶν γὰρ ἐνίοτε εἰς ἀλλήλας τῶν ὡρῶν, ὥσπερ ἔνια συνίσταται νοσήματα, κατὰ τὸν αὐτὸν τρόπον καὶ λύεται. καὶ τοῦτο αὐτὸς εἴρηκεν ὁ Ἱπποκράτης· ὥστε οὐδὲν μᾶλλον αἱ διαδοχαὶ τῶν ὡρῶν τίκτουσι νοσήματα, ἀλλὰ καὶ τὸ μάλιστα προσέθηκεν. ἄμεινον τοίνυν ἐστὶ διὰ τὴν προσθήκην

564
τήν τε μεταβολὰς ἀκούειν τὰς κατὰ τὴν κρᾶσιν αὐτῶν ἀλλοιώσεις. αὗται γάρ εἰσιν αἱ μάλιστα τίκτουσαι νόσους, ὅταν ἐφεξῆς ἀλλοιώσεις ὦσι πλείους, ὡς ἐν ταῖς ἐπιδημίαις ἔγραψε καὶ νῦν δ’ ὀλίγον ὕστερον ἐρεῖ. ἡ δὲ μιᾶς ὥρας ἀλλοίωσις μόνης ἐργάζεται μὲν νόσους τινὰς, ἀλλ’ οὐ μάλιστα. πότ’ οὖν μάλιστα νόσοι γίνονται κατὰ μίαν ὥραν ἀλλοιωθεῖσαν; ὅταν συμβῇ μεγάλην ἔσεσθαι τὴν μεταβολήν καὶ διὰ τοῦτ’ αὐτὸς εἶπεν ὁ Ἱπποκράτης· καὶ ἐν τῇσιν ὥρῃσιν αἱ μεγάλαι μεταβολαὶ ἢ ψύξιος ἢ θάλψιος ἤ τινος τῶν ἄλλων, οἶον ὑγρότητος ἢ ξηρότητος ἢ πνευμάτων ἢ ἀπνοιῶν. αὕτη μὲν οὖν ἡ ἐξήγησις ὀρθῶς εἴρηται τῆς προκειμένης γραφῆς. ἔστι δέ τις καὶ ἄλλη γραφὴ τοιάδε· αἱ μεταβολαὶ τῶν ὡρέων τίκτουσι νοσήματα μέγιστα. μάλιστα δὲ καὶ ἐν τῇσιν ὥρῃσιν αἱ μεγάλαι μεταβολαί. καθ’ ἣν οὐδέν ἐστιν ἀσαφὲς καὶ μάλιστα τοῖς ἀκηκοόσιν ὦν ἄρτι πέπαυμαι λέγων. εἰσὶ δὲ καὶ ἄλλαι τινὲς
565
γραφαὶ τῆς αὐτῆς ῥήσεως, ἃς καὶ νοήσεις καὶ δοκιμάσεις, ἐξ ὧν εἶπον ὁρμώμενος.

Τῶν φυσίων αἱ μὲν πρὸς θέρος, αἱ δὲ πρὸς χειμῶνα εὖ ἢ κακῶς πεφύκασιν.

Φύσεις εἴρηκε νῦν ὁ Ἱπποκράτης κατὰ τὸ κυριώτατόν τε καὶ πρῶτον σημαινόμενον, ὃ καθ’ αὑτὴν μάλιστα τὴν οὐσίαν ἐστὶ τῆς φύσεως. ἐλέγομεν δ’ ἐν τοῖς ἔμπροσθεν αὐτὴν κρᾶσιν εἶναι τῶν τεσσάρων στοιχείων, ὑγροῦ καὶ ξηροῦ καὶ θερμοῦ καὶ ψυχροῦ. καὶ μέντοι καὶ δέδεικται πρὸς ἡμῶν ἐν τοῖς περὶ κράσεων μία μὲν κρᾶσις ἡ εὔκρατός τε καὶ ἀρίστη, δύσκρατοι δὲ καὶ μοχθηραὶ τὸν ἀριθμὸν ὀκτὼ, τέσσαρες μὲν κατὰ μίαν ἐπικρατοῦσαν ποιότητα, τέσσαρες δ’ ἄλλαι κατὰ δύο· κατὰ μίαν μὲν ἡ θερμὴ καὶ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρὰ, κατὰ δύο δὲ ἡ θερμὴ καὶ ξηρὰ

566
καὶ ὑγρὰ καὶ θερμὴ καὶ ψυχρὰ καὶ ὑγρὰ καὶ ψυχρὰ καὶ ξηρά. πρὸς μὲν δὴ τὸ θέρος αἱ ψυχραὶ καὶ ὑγραὶ φύσεις ἄριστα διάκεινται, πρὸς χειμῶνα δὲ αἱ θερμαὶ καὶ ξηραί. καθάπερ γε καὶ κακῶς αἱ μὲν θερμαὶ καὶ ξηραὶ πρὸς θέρος, αἱ δὲ ψυχραὶ καὶ ὑγραὶ πρὸς χειμῶνα. τελειότατα μὲν οὖν αἱ φύσεις αὗται πρὸς τὰς εἰρημένας ὥρας ἄριστά τε καὶ χείριστα διάκεινται, μετρίως δὲ αἱ καθ’ ὁτιοῦν ἢ ὠφελούμεναι πρὸς τὰς ὥρας ἢ βλαπτόμεναι, καθάπερ ἡ ὑγρὰ καὶ θερμὴ θέρους καὶ χειμῶνος, ἐπειδὴ κατὰ τὸ θέρος μὲν ὡς ὑγρὰ βέλτιον διατίθεται, κατὰ δὲ τὸν χειμῶνα πάλιν ὡς θερμή.

Τῶν νούσων ἄλλα πρὸς τὰς ἄλλας εὖ ἢ κακῶς πεφύκασι. καὶ ἡλικίαι τινὲς πρὸς ὥρας καὶ χώρας καὶ διαίτας.

Ἀτακτότερον ἡρμηνευκέναι μοι δοκεῖ τὸν ἀφορισμὸν τοῦτον ὁ Ἱπποκράτης. ἄμεινον γὰρ ἂν οὕτως εἴρητο, τῶν

567
νούσων καὶ τῶν ἡλικιῶν, ἄλλαι πρὸς ἄλλας ὥρας καὶ χώρας καὶ διαίτας εὖ καὶ κακῶς πεφύκασι. νόσοι μὲν οὖν εὖ πεφύκασι πρὸς ὥρας, ὡς μὲν πρὸς γένεσιν αἱ ὅμοιαι, ὡς δὲ πρὸς λύσιν αἱ ἐναντίαι. διώρισται γὰρ ἡμῖν ὑπὲρ τοῦδε πρόσθεν ἡνίκα ἐξηγούμεθα τὸν ἀφορισμὸν, οὖ ἡ ἀρχὴ, ἐν τῇσι νούσοισιν ἧσσον κινδυνεύουσιν, οἶς ἂν οἰκείη τῆς φύσεως. ἡλικίαι δὲ ὥσπερ καὶ φύσεις αἱ ψυχραὶ μὲν πρὸς θερμὰς, αἱ δὲ θερμαὶ πρὸς ψυχράς. ἡ μὲν τῶν γερόντων πρὸς θέρος, ἡ δὲ τῶν ἀκμαζόντων πρὸς χειμῶνα. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ πρὸς τὰς χώρας οὐχ αἱ νοῦσοι μόνον, ἀλλὰ καὶ αἱ ἡλικίαι διάκεινται. γεννῶνται γὰρ μᾶλλον ἐν ταῖς θερμοτέραις χώραις αἱ θερμαὶ νοῦσοι καὶ ἧσσόν εἰσι κινδυνώδεις. ὑγιαίνουσί τε μᾶλλον ἐν ταῖς ψυχροτέραις χώραις αἱ θερμότεραι τῶν ἡλικιῶν, ἐπί τε τῶν ἄλλων ἀνάλογον. οὕτω δὲ καὶ πρὸς διαίτας ἄλλαι πρὸς ἄλλας εὖ καὶ κακῶς διάκεινται νοῦσοί τε καὶ ἡλικίαι. αἱ μὲν γὰρ θερμότεραι πρὸς τὰς ψυχροτέρας, αἱ δὲ ψυχρότεραι πρὸς τὰς θερμοτέρας. καὶ αἱ μὲν ξηρότεραι πρὸς τὰς ὑγροτέρας,
568
αἱ δὲ ὑγρότεραι πρὸς τὰς ξηροτέρας εὖ διάκεινται, καὶ ἁπλῶς εἰπεῖν αἱ μὲν ἐναντίαι πρὸς τὰς ἐναντίας καλῶς, κακῶς δὲ αἱ ὅμοιαι πρὸς τὰς ὁμοίας. πλὴν εἰ ἡ σύμμετρος ἡλικία συμμέτρῳ παραβάλλοιτο διαίτῃ τε καὶ ὥρᾳ καὶ χώρᾳ. μόνον γὰρ οὕτως ὑπὸ τῶν ὁμοίων αἱ ὅμοιαι καλῶς διακείσονται. ταῖς δ’ ἀμετρότερον ἐχούσαις ἡλικίαις κατὰ τὴν κρᾶσιν αἱ ἐναντίαι χῶραι καὶ ὥραι καὶ δίαιται συμφορώτεραι. τῶν νόσων δ’ ἀμετριῶν οὐσῶν ἁπάντων ἡ γένεσις μὲν ἐν ταῖς ὁμοίαις ὥραις καὶ χώραις, ἡ λύσις δ’ ὑπὸ τῶν ἐναντίων γίνεται.

Ἐν τῇσιν ὥρῃσιν, ὅταν τῆς αὐτῆς ἡμέρας ὁτὲ μὲν θάλπος, ὁτὲ δὲ ψῦχος ποιέει, φθινοπωρινὰ τὰ νοσήματα προσδέχεσθαι χρή.

Δεόντως, οὐ γὰρ αἱ προσηγορίαι τῶν ὡρῶν αἰτίαι τῶν νοσημάτων, ἀλλ’ αἱ κράσεις εἰσίν. ὅταν οὖν αὗται μεταπέσωσιν,

569
ἀναγκαῖόν ἐστι συμμεταπίπτειν καὶ τὰ νοσήματα.

Νότοι βαρυήκοοι, ἀχλυώδεες, καρηβαρικοὶ, νωθροὶ, διαλυτικοί. ὁκόταν οὗτος δυναστεύῃ, τοιαῦτα ἐν τῇσιν ἀῤῥωστίῃσι πάσχουσι. ἢν δὲ βόρειον ᾖ, βῆχες, φάρυγγες, κοιλίαι σκληραὶ, δυσουρίαι, φρικώδεες, ὀδύναι πλευρέων, στηθέων. ὁκόταν οὗτος δυναστεύῃ, τοιαῦτα ἐν τῇσι ἀῤῥωστίῃσι προσδέχεσθαι χρή.

Τὸ μὲν οὖν γινόμενον ἐδήλωσεν εἰπὼν ὅτι νότοι βαρυήκοοι, ἀχλυώδεις, καρηβαρικοὶ, νωθροὶ, διαλυτικοί. τὴν δ’ αἰτίαν προσγράψας, ὅταν οὗτος δυναστεύῃ, τοιαῦτα ἐν τῇσιν ἀῤῥωστίῃσι πάσχουσιν. ἀεὶ γὰρ χρὴ τὸν ἰατρὸν ἀποχωρίζειν τε καὶ διακρίνειν τὸ διά τι τῶν ἔξωθεν, οὐ διὰ

570
τὰς νόσους γεγονὸς, ἵνα καὶ τὰς προγνώσεις ἀκριβέστερον ποιῆται. τὴν δ’ αἰτίαν δι’ ἣν οἱ νότοι βαρυηκοΐαν ποιοῦσι καὶ ἀχλυώδη τὴν ὄψιν, οὐ χαλεπὸν ἐκ τῆς κράσεως αὐτοῦ κατανοῆσαι, θερμοῦ καὶ ὑγροῦ τὴν φύσιν ὑπάρχοντος. πάντα γὰρ τὰ τοιαῦτα πληρωτικὰ τῆς κεφαλῆς εἰσι, διὰ τοῦτ’ οὖν τά τε τῶν αἰσθήσεων ὄργανα μετὰ πολλῆς ὑγρότητος ἀποφαίνουσι καὶ καρηβαρίας ἐργάζονται. τῆς δ’ ἀρχῆς τῶν νεύρων ὑγρασμένης, ἀναγκαῖόν ἐστι καὶ περὶ τὰς καθ’ ὁρμὴν ἐνεργείας γίνεσθαι νωθρότητα καὶ ὥσπερ διαλελυμένον ἐν ἑαυτῷ φαίνεσθαι τὸν ἄνθρωπον. ἐξ ὑπεναντίου δὲ πάλιν ἐν τοῖς βορείοις, ὡς αὐτὸς ἐρεῖ κατωτέρω, συνίσταται τὰ σώματα καὶ εὔτονα, εὐκίνητα καὶ εὐηκοώτερα γίνεται. νυνὶ δὲ οὐκ ἀντέθηκε ταῦτα τοῖς ὑπὸ τοῦ νότου περὶ τὸ σῶμα συμβαίνουσιν, ἐπειδὴ κατὰ τὸν ἀφορισμὸν τοῦτον αὐτῷ περὶ τῆς ἐξ ἑκατέρων τῶν ἀνέμων βλάβης διελθεῖν, προὔκειτο μόνον, ἵν’ εἰδότες ταῦτα ἀποχωρίζωμεν ὅσα διὰ τὰς νόσους συμβαίνει· ἐν τοῖς βορείοις οὖν, φησὶ, γίνονται βῆχες διὰ δυσκρασίαν δηλονότι τῶν
571
ἀναπνευστικῶν ὀργάνων καὶ διὰ τὴν τραχύτητα τῆς φάρυγγος, ὑπὲρ ἧς ἐνεδείξατο προσθεὶς τὸ φάρυγγες, ἵνα προσυπακούσωμεν τὸ πάσχουσι. καὶ γὰρ καὶ οὕτως εἴωθεν ἑρμηνεύειν ἐνίοτε· μετ’ ὀλίγα οὖν ἐρεῖ τοῦ μὲν φθινοπώρου καὶ θερινῶν τὰ πολλὰ, πυρετοὶ τεταρταῖοι καὶ πλάνητες καὶ σπλῆνες. ἔνεστι δὲ καὶ συνάπτοντας ἀναγινώσκειν ἅμα τὰ δύο. φάρυγγες, κοιλίαι σκληραὶ, καθάπερ ἔνιοι τῶν ἐξηγητῶν ἠξίωσαν. αἵ τε γὰρ φάρυγγες ἐν ταῖς βορείαις καταστάσεσι γίνονται σκληραὶ διὰ τὸ ξηραίνεσθαί τε καὶ ψύχεσθαι καὶ ἡ γαστὴρ ἡ κάτω σκληρὰ διαχωρεῖ διά τε τὴν κρᾶσιν τῆς καταστάσεως ἐπὶ ξηρότερον ῥέπουσαν, ὅλου τοῦ σώματος ξηραινομένου καὶ μᾶλλον ἕλκοντος εἰς ἑαυτὸ τὰς ἐκ τῶν σιτίων ὑγρότητας. οὐ μὴν ἀλλὰ καὶ διό τε χρόνῳ πλείονι μένοντα καὶ μὴ διαχωρούμενα πάντα ἐξικμάζεται. καὶ αἱ δυσουρίαι δὲ γίνονται τῆς κύστεως βλαπτομένης ἐν τῷ βοῤῥᾷ διὰ τὴν ψύξιν· ἄναιμός τε γάρ ἐστι ψυχρὰ καὶ διὰ ταῦτα πλέον ἢ τἄλλα μόρια τοῖς ψυχροῖς αἰτίοις εὐάλωτα. ἡ αὐτὴ δὲ τοῦ βοῤῥᾶ ψυχρότης καὶ τὰς
572
τοῦ θώρακος ὀδύνας ἐργάζεται τῇ κοινῇ πρὸς τἄλλα μόρια βλάβῃ καὶ τὴν ἐκ τῆς ἀναπνοῆς αὐτοῦ προσειληφότος, ἥτις οὐχ ὁμοίως ἅπτεται πνεύμονός τε καὶ καρδίας, διὰ τὸ πλῆθος τῆς ἐν αὐτοῖς θερμασίας. τὸ δὲ φρικώδεις γίνεσθαι τοὺς ἀνθρώπους ἐν ταῖς βορείαις καταστάσεσι, πρόδηλον ὡς διὰ τὴν τοῦ περιέχοντος ἀκόλουθον κρᾶσιν.

Ὁκόταν θέρος γένηται ἦρι ὅμοιον, ἐν τοῖσι πυρετοῖσιν ἱδρῶτας πολλοὺς προσδέχεσθαι χρή.

Ὥσπερ ὀλίγοι ἔμπροσθεν ἔλεγεν, ὅταν τῆς αὐτῆς ἡμέρης ὁτὲ μὲν θάλπος, ὁτὲ δὲ ψῦχος ποιέῃ, φθινοπωρινὰ τὰ νοσήματα δεῖ προσδέχεσθαι, οὕτω νῦν πάλιν, ὅταν θέρος ὅμοιον γένηται ἦρι, τουτέστι σύμμετρον τῇ κράσει, προδέχεσθαί φησι χρῆναι πολλοὺς ἱδρῶτας ἐν τοῖς πυρετοῖς· εἰκότως. οὔτε γὰρ ἄνευ τοῦ θερμὸν εἶναι τὸ περιέχον ἱδρῶτες δύνανται γίνεσθαι πολλοὶ οὔτ’ ἄνευ τοῦ περιέχεσθαί

573
τινα ὑγρότητα περιττὴν ἐν τῷ σώματι. τούτων δὲ τὸ μὲν ἕτερόν ἐστιν ἐν τῷ θέρει, τὸ δ’ ἕτερον ἐν τῷ χειμῶνι. κατὰ δὲ τὸ φθινόπωρον οὐδέτερον, ἄμφω δ’ ἐν τῷ ἦρι. δεόντως οὖν τὸ μὲν αὐχμηρὸν ἱκανῶς θέρος δαπανᾷ τε καὶ διαφορεῖ τὴν ὑγρότητα, τὸ δ’ ὅμοιον ἦρι διὰ μὲν τὴν θερμασίαν ἕλκει πρὸς τὸ δέρμα, διὰ δὲ τὴν ὑγρότητα διαφορεῖν ἀτμοειδῶς οὐ δύναται. ἀθρόως οὖν ἐν ταῖς τῶν νούσων κρίσεσι τὸ ὑγρὸν ἅπαν ἐκκρινόμενον, ἱδρῶτας πολλοὺς ἐργάζεται.

Ἐν τοῖσιν αὐχμοῖσι πυρετοὶ ὀξέες γίνονται, καὶ ἢν μὲν ἐπὶ πλέον ᾖ τὸ ἔτος τοιοῦτον ἐὸν, ὁκοίην καὶ τὴν κατάστασιν ἐποίησεν, ὡς ἐπὶ τὸ πολὺ καὶ τὰ νοσήματα τοιαῦτα δεῖ προσδέχεσθαι.

Οὐ πολλοὺς πυρετοὺς ἐν τοῖς αὐχμοῖς γίνεσθαί φησιν, ἀλλ’ ὀξεῖς, ἐπεί τοί γε μετ’ ὀλίγον ἐρεῖ· τῶν δὲ καταστάσεων

574
τοῦ ἐνιαυτοῦ τὸ μὲν ὅλον οἱ αὐχμοὶ τῶν ἐπομβρίων μᾶλλόν εἰσιν ὑγιεινότεροι καὶ ἧσσον θανατώδεες καὶ τοῦτο ἐφεξῆς συνάπτων πάλιν ἐρεῖ· νοσήματα δὲ ἐν μὲν τῇσιν ἐπομβρίῃσιν ὡς τὰ πολλὰ γίνονται, πυρετοί τε μακροὶ δεόντως. ἡ μὲν γὰρ ὑγρότης τοῦ περιέχοντος τούς τε φλεγματώδεις ἀθροίζει χυμοὺς καὶ τῶν ὑδατωδῶν περιττωμάτων οὐκ ὀλίγα, ἡ δὲ ξηρότης ἐνδεεστέρους μὲν τῷ πλήθει τοὺς χυμοὺς ἐργάζεται, χολωδεστέρους δὲ τῇ ποιότητι καὶ διὰ τοῦτο οἱ πυρετοὶ τὸν ἀριθμὸν μέν εἰσιν ἐλάττους τῶν ἐν ταῖς ἐπομβρίαις, ὀξύτεροι δὲ γίνονται. τὰ δ’ ἑξῆς τούτων εἰρημένα κατὰ τὸν ἀφορισμὸν εὔδηλα.