In Hippocratis Aphorismos Commentarii VII

Galen

Galen, In Hippocratis Aphorismos Commentarii VII

Περὶ τὰς γενέσιας τοῦ πύου, οἱ πόνοι καὶ οἱ πυρετοὶ ξυμβαίνουσι μᾶλλον ἢ γενομένου.

Τὸ πῦον ἐξ αἵματος γίνεται, μεταβάλλοντος εἰς ἡμιμόχθηρον, ὡς ἂν εἴπῃ τις μεταβολήν. ἡ μὲν γὰρ ἁπλῶς 

551
μοχθηρὰ μετὰ σηπεδόνος ἀποτελεῖται δυσώδους, ὥσπερ καὶ ἡ ἁπλῶς χρηστὴ θρέψις ἐστὶ τῶν τοῦ ζώου μορίων· ἡ δὲ τὸ πῦον ἐργαζομένη μεταξὺ τούτων ἐστὶν, οὔθ’ ὑπὸ τῆς παρὰ φύσιν μόνης οὔθ’ ὑπὸ τῆς ἐμφύτου θερμασίας γινομένη. μικτὴ γάρ πως ἐξ ἀμφοῖν ἐστιν ἡ τῆς φλεγμονῆς. πόνος μὲν γίνεται τεινομένου τε ἅμα καὶ θερμαινομένου παρὰ φύσιν τοῦ φλεγμαίνοντος μορίου. πυρετοὶ δ’ ἕπονται καὶ ἀρχῆς συνεκθερμανθείσης καὶ ταῦτ’ ἄμφω συμβαίνει, κατὰ τὴν οἷον ζέσιν τε καὶ καῦσιν τοῦ αἵματος. ἐπειδὰν δὲ τελέως καυθῇ τὸ λείψανον αὐτοῦ, πῦον γίνεται, καθάπερ ἐπὶ τῶν καυθέντων ξύλων ἡ τέφρα. καὶ διὰ τοῦτο κατ’ ἐκεῖνον τὸν χρόνον οἵ τε πόνοι καὶ οἱ πυρετοὶ λωφῶσι καὶ μάλισθ’ ὅταν ἐκκριθῇ τὸ πῦον, ὡς ἂν ἤδη δεδαπανημένης μὲν τῆς ὕλης, ἐσβεσμένης δὲ τῆς φλογώδους θερμασίας.

552
Ἐν πάσῃ κινήσει τοῦ σώματος, ὅταν ἄρχηται πονέειν, τὸ διαναπαύειν εὐθὺς ἄκοπον.

Τὸ πονεῖν σημαίνει μὲν καὶ τὸ ἀλγεῖν, σημαίνει δὲ καὶ τὸ κάμνειν καὶ καθ’ ἑκάτερόν γε ὁ λόγος αὐτῶν ἀληθής ἐστιν. ἐάν τε γὰρ ἀλγῶσιν ἤδη τὰ μόρια διὰ τὰς πλείονας κινήσεις, ἐάν τε καὶ κάμνωσιν, ὡς ἐνεργεῖν ἔτι μόγις δύνασθαι, τὸ διαναπαύειν εὐθύς ἐστιν ἄκοπον.

Οἱ εἰθισμένοι τοὺς συνήθεας πόνους φέρειν, κἂν ὦσιν ἀσθενέες ἢ γέροντες, τῶν ἀσυνήθων ἰσχυρῶν τε καὶ νέων ῥᾷον φέρουσι.

Ἄλλος ἄλλῳ συνήθης πόνος ἐστὶ, τῷ μὲν δρόμος, ἤ τις ἑτέρα κίνησις διὰ τῶν σκελῶν, τῷ δὲ τὸ χειρονομεῖν, ἤ τις ἄλλη διὰ τῶν χειρῶν ἐνέργειαν, τοῖς δὲ τὸ σκάπτειν ἢ ἐρέσσειν

553
ἢ ἀροῦν ἡ ἁπλῶς ὁτιοῦν ἄλλο. διαφορὰ δ’ ἐν ἅπασι τοῖς τοιούτοις ἐστὶ πόνοις, παρά τε τὸ πλείοσιν ἢ ἐλάσσοσιν ἐνερεῖν μορίοις καὶ παρὰ τὸ αὐτοῖς ἢ μᾶλλον ἢ ἧττον. ἀλλὰ τό γε κοινὸν ἐπὶ πᾶσιν, εὐτονώτερα τῶν ἄλλων γίνεσθαι τὰ γυμναζόμενα μόρια, καὶ διὰ τοῦτο ῥᾷον ὑπομένει τοὺς συνήθεις πόνους.

Τὰ ἐκ πολλοῦ χρόνου συνήθεα, κἂν ᾖ χείρω τῶν ἀσυνήθων, ἧσσον ἐνοχλεῖν εἴωθε. δεῖ οὖν καὶ εἰς τὰ ἀσυνήθεα μεταβάλλειν.

Οὐ περὶ τῶν γυμνασιῶν ἐστι μόνον ὡς ὁ πρόσθεν, ἀλλὰ περὶ πάντων ἁπλῶς ἀποφαίνεται τῶν συνήθων ὁ ἀφορισμὸς οὗτος, ἐδεσμάτων, πομάτων, λουτρῶν, ἀλουσίας, ἀγρυπνίας, ὕπνου, θάλψεως, ψύξεως, φροντίδων. ἧττον γὰρ ἕκαστον αὐτῶν βλάπτει σύνηθες γινόμενον τοῦ

554
φύσει μὲν ἀβλαβεστέρου, μηδέποτε δὲ εἰς ἔθος ἀφιγμένον. τὸ μὲν οὖν ἐπὶ τῶν γυμνασιῶν οὕτως ἔχειν εἰς τὴν εὐρωστίαν τῶν ἐνεργούντων μορίων ἀναφέρεται, καθ’ ὅ τι προείρηται, τὸ δ’ ἐπὶ τῶν ἄλλων ὅπως γίνεται νῦν ἐροῦμεν. ἐδέσματα μὲν καὶ πόματα φύσιν ἐπίκτητον ἐργάζεται, μάλιστα μὲν ἐν τῆ γαστρὶ, σὺν ἐκείνῃ δέ πως ἤδη καὶ κατὰ τἄλλα μόρια. καὶ γὰρ εἰ καὶ ὅτι μάλιστα κρατοῖτο καὶ μεταβάλλοιτο πρὸς τοῦ σώματος, ἀλλά τοι καὶ αὐτὰ διατίθησί πως αὐτὸ, κατὰ τὴν ἑαυτῶν φύσιν, ὥστ’ ἐν τῷ χρόνῳ πολλὴν γενέσθαι τὴν ἐναλλαγὴν καὶ τὴν ὁμοίωσιν τοῖς τρεφομένοις συστῆναι πρὸς τὰ τρέφοντα. ἐπιδέδεικται γὰρ τοῦτο ἡμῖν ἐν τῷ περὶ ἐθῶν βιβλίῳ. δέδεικται δὲ καὶ ὅτι πρὸς τῶν ὁμοίων ἕκαστον θᾶττον ἀλλοιοῦται. διὰ τοῦτ’ οὖν, ὅταν ὁμοιότερον γένηται τῷ μεταβαλλομένῳ τὸ μεταβάλλον, ἀλλοιοῖ θᾶττον αὐτό. καὶ μὲν δὴ καὶ πρὸς τῶν ἄλλων ἁπάντων, οἷς ὁμιλεῖ τὸ σῶμα, διατίθεταί πως οἷον ἐν ἀέρι ψυχρῷ καὶ θερμῷ, πυκνούμενον μὲν ὑπὸ τοῦ ψυχροῦ, ἀραιούμενον δ’ ὑπὸ τοῦ θερμοῦ, καὶ διὰ τοῦτο ἀνέχονται
555
μὲν τῶν συνήθων μᾶλλον, ἐνοχλεῖται δ’ ὑπὸ τῶν ἀήθων. εἰ γὰρ ἀραιῷ σώματι διὰ τὴν πρὸς τὸ θερμὸν ὁμιλίαν ἐξαίφνης προσπέσοι τὸ ψυχρὸν, εἴς τε τὸ βάθος αὐτοῦ διαδύεται παραχρῆμα καὶ βλάπτει μεγάλως. ἡ μὲν οὖν αἰτία καθ’ ἕκαστον τῶν συνήθων ἐν τῷ περὶ ἔθους λέγεται γράμματι. τὸ δ’ ἐκ τῆς πείρας ἐγνωσμένον ἤδη γινώσκομεν, ὃ μόνον ἔγραψεν ὁ Ἱπποκράτης, οὐκ ἀξιώσας προσγράψαι τὴν αἰτίαν. ἀλλ’ ἡμεῖς καὶ πρὸς τὴν αὐτῆς εὕρεσιν ἀφορμάς τινας δεδώκαμεν. ταῦτα μὲν οὖν ἱκανὰ πρός γε τὸ πρότερον μέρος τοῦ κατὰ τὸν ἀφορισμὸν λόγου. τὸ δ’ ἐπὶ τῇ τελευτῇ γεγραμμένον, ἐν ᾧ συμβουλεύει μεταβάλλειν πως εἰς τὰ μὴ συνήθη, χάριν ἀσφαλείας ὑγιεινῆς εἴρηται. σφαλερὸν γάρ ἐστι πᾶν ἔθος μονοειδὲς, ἀδοκήτοις τύχαις πραγμάτων ὑποπεπτωκοτῶν ἁπάντων ἀνθρώπων. ἵν’ οὖν μή ποτ’ ἐξαίφνης περιπέσοντες ἀήθεσι πράγμασι μεγάλως βλαβῶμεν, ἄμεινον εἶναί φησιν ἁπάντων πεπειράσθαι. γένοιτο δ’ ἂν τοῦτο, μὴ μενόντων ἡμῶν 
556
ἐπὶ τοῖς συνήθεσι διὰ παντὸς, ἀλλὰ ποτὲ μὲν καὶ τῶν ἐναντίων ἀποπωρωμένων.

Τὸ κατὰ πολὺ καὶ ἐξαπίνης κενοῦν ἢ πληροῦν ἢ θερμαίνειν ἢ ψύχειν ἢ ἄλλως ὁκωσοῦν τὸ σῶμα κινεῖν σφαλερόν. καὶ γὰρ πᾶν τὸ πολὺ τῇ φύσει πολέμιον. τὸ δὲ κατ’ ὀλίγον ἀσφαλὲς καὶ ἄλλως ἢν καί τις ἐξ ἑτέρου μεταβαίνῃ ἐφ’ ἕτερον.

Διὰ τί τὸ κατὰ πολὺ καὶ ἐξαπίνης πληροῦν ἢ κενοῦν ἢ θερμαίνειν ἢ ψύχειν ἢ ἄλλως ὁπωσοῦν κινεῖν τὸ σῶμα σφαλερόν ἐστιν αὐτὸς ἐδήλωσεν εἰπὼν ἅπαν εἶναι τὸ πολὺ τῇ φύσει πολέμιον. ἔστι γὰρ ἡ φύσις ἐν συμμετρίᾳ τῶν στοιχείων ἔχουσα τὴν οὐσίαν. εἰκότως οὖν τὸ πολὺ πᾶν, ὡς ἂν φθεῖρον, τὴν συμμετρίαν διαλυτικόν ἐστι τῆς τοῦ ζώου συστάσεως. τὸ δὲ κατὰ μικρὸν, φησὶ, πληροῦν ἢ κενοῦν

557
δηλονότι καὶ τἄλλα ὅσα τούτοις ἑξῆς εἶπεν ἀσφαλὲς ἄλλοτε γινόμενον καὶ μάλισθ’ ὅταν ἐξ ἑτέρου τινὸς τῶν ἐν ἔθει τὴν μεταβολὴν εἰς ἕτερον ποιώμεθα. συνεβούλευσε γὰρ ἐν τῷ πρὸ τούτου ἀφορισμῷ καὶ ἐς τὰ ἀσυνήθη μεταβαίνειν. ἐν ταῖς τοιαύταις οὖν μεταβάσεσι τὸ μὲν κατὰ πολὺ καὶ ἐξαπίνης σφαλερὸν ἱκανῶς ἐστι, τὸ δὲ κατὰ μικρὸν ἀσφαλές.

Πάντα κατὰ λόγον ποιέοντι, μὴ γινομένων τῶν κατὰ λόγον, μὴ μεταβαίνειν ἐφ’ ἕτερον, μένοντος τοῦ δόξαντος ἔξ ἀρχῆς.

Οὐ σμικρᾶς ἐπιστήμης ἔργον ἐστὶ τὸ μὴ μεταβαίνειν ἀπὸ τῶν ὀρθῶς δοξάντων, εἰ καὶ μηδέπω φαίνηται σαφὴς ἡ ὠφέλεια, τοῖς οὕτω γινομένοις ἑπομένη. καθάπερ γὰρ ἐπὶ τοῦ πλήττοντος τὴν ὑποκειμένην πέτραν σταλαγμοῦ

558
παμπόλλῳ χρόνῳ μόγις αἰσθητὸν γίνεται τὸ τοῦ λίθου πάθος, οὕτω συμβαίνει κἀπὶ τῶν δυσπέπτων διαθέσεων, ἐφ’ ὧν ὁ κατὰ λόγον ὀρθὸν εὑρηκὼς τὸ συμφέρον οὐκ ἀφίσταται τοῦ δόξαντος ἐξ ἀρχῆς, οὐδ’ ἄν μηδὲν φαίνηται σαφὲς ἐπὶ τῇ χρήσει γεγενημένον.

Ὁκόσοι τὰς κοιλίας ὑγρὰς ἔχουσι, νέοι μὲν ὄντες βέλτιον ἀπαλλάσσουσι τῶν τὰς ξηρὰς ἐχόντων, ἐς δὲ καὶ τὸ γῆρας χεῖρον ἀπαλλάσσουσι. ξηραίνονται γὰρ ὡς ἐπὶ τὸ πολὺ τοῖσιν ἀπογηράσκουσιν.

Καὶ σαφής ἐστιν ὁ ἀφορισμὸς καὶ ὅσα χρὴ λεχθῆναι περὶ αὐτοῦ, πρόσθεν εἴρηται κατ’ ἐκεῖνον τὸν ἀφορισμὸν οὖ ἡ ἀρχὴ, ὁκόσοισι νέοισιν ἐοῦσιν αἱ κοιλίαι ὑγραί εἰσι, τουτέοισιν ἀπογηράσκουσι ξηραίνονται.

559
Μεγέθει δὲ σώματος ἐννεάσαι μὲν ἐλευθέριον καὶ οὐκ ἀηδές ἐστιν. ἐγγηράσαι δὲ εἶ δύσχρηστον καὶ χεῖρον τῶν ἐλασσόνων.

Μέγεθος σώματος κυρίως μὲν ὀνομάζεται τὸ κατὰ μῆκος καὶ βάθος καὶ πλάτος ὑπὲρ τὸ σύμμετρον ηὐξημένον, ἤδη δὲ καὶ τὸ κατὰ μῆκος μόνον ἐπὶ πλέον ηὐξημένων σῶμα προσαγορεύομεν ἐνίοτε μέγα, καίτοι τό γε κύριον ὄνομα τούτου τὸ μακρόν ἐστιν. ὀνομάζουσι γὰρ ἐνίοτε καὶ τὸ κατὰ πλάτος τε καὶ βάθος, ὑπὲρ τὴν ἀναλογίαν ηὐξημένον σῶμα μέγα, καίτοι καὶ τοῦτο παχὺ λέγεται κυρίως ὀνομαζόμενον. εἰ μὲν οὖν μέγεθος σώματος εἴρηκεν ὁ Ἱπποκράτης τὸ κυρίως λεγόμενον, οὐδὲν μᾶλλον τοῦ μικροτέρου χεῖρον ἐν γήρᾳ, εἰ δὲ τὸ μακρὸν ἢ παχὺ δηλοῖ, χείρω καὶ δυσχρηστότερα ταῦτα γερόντων γίνεται. ἀλλὰ τῷ γε πάγει οὐδ’ ἐννεάσαι καλὸν οὐδ’ ἐλευθέριον. ἐπὶ τοίνυν

560
μόνου τοῦ μακροῦ τὸ ἐννεάσαι μὲν ἐλευθέριον, ἐγγηράσαι δὲ δύσχρηστον ἀληθῶς λέγοιτο· κυφοῦται γὰρ τούτων γηρώντων καὶ μόγις δύνανται βαστάζειν, ὅπερ εἶπεν ὁ Ἱπποκράτης δύσφορον.

561

Προοίμιον Γαληνοῦ. Ἐν τῷ τρίτῳ τῶν εἰς τοὺς ἀφορισμοὺς ὑπομνημάτων τῷδε περὶ τῶν κατὰ τὰς ὥρας τε καὶ ἡλικίας Ἱπποκράτει γεγραμμένων ἐξηγησόμεθα. μάλιστα μὲν οὖν ὅσον ἐν αὐτοῖς ἀσαφές ἐστι σαφηνίζοντες, ἔργον γὰρ τοῦτο ἴδιον ἐξηγήσεως, οὐ μὴν ἀλλὰ καὶ τὴν ἀπόδειξιν ἑκάστου τῶν ὀρθῶς εἰρημένων προστιθέντες, ἐπειδὴ καὶ τοῦτ’ ἔστιν ἔθος ἐν τοῖς ὑπομνήμασιν

562
γίνεσθαι. θαυμάζω δὲ κἀνταῦθα τὴν ἀνωμαλίαν τοῦ Λύκου γράφοντος μὲν, ὥς φησιν, ἐξηγήσεις Κοΐντου τοῦ διδασκάλου, μηδενὶ δὲ τῶν κατὰ τὰς ὥρας καὶ ἡλικίας εἰρημένων προσθέντος πίστιν ἀποδεικτικὴν, ἀλλ’ εἰς ἐμπειρίαν καὶ τήρησιν ἀναπέμψαντος ἅπαντα, καίτοι γ’ ἄλλους πολλοὺς ἀφορισμοὺς ἐξηγούμενος αὐτὸς ἐπισκέπτεται λογικῶς ὑπὲρ τῆς ἐν αὐτοῖς ἀληθείας, οὐκ ἀρκούμενος μόνῃ τῇ πείρᾳ. ὅτι δ’ οὐ δυνατὸν ἐστι μόνῃ τῇ πείρᾳ τοιαύτην ἀθροῖσαι θεωρίαν Ἱπποκράτης τε αὐτὸς ἐνδείκνυται τοῦτο καὶ προδόντος ἐπιδειχθήσεται τοῦ λόγου.

Αἱ μεταβολαὶ τῶν ὡρέων μάλιστα τίκτουσι νοσήματα καὶ ἐν τῇσιν ὥρῃσιν αἱ μεγάλαι μεταβολαὶ ἢ ψύξιος ἢ θάλψιος καὶ τἄλλα κατὰ λόγον οὕτως.
563

Μεταβολὰς ὡρῶν ἔνιοι νομίζουσι λέγεσθαι καθ’ ἃς εἰς ἀλλήλας μεταβάλλουσιν, ὡς εἰ καὶ διαδοχὰς τὰς μεταβολὰς εἰρήκει. χειμῶνος μὲν γὰρ εἰς ἔαρ μεταβάλλοντος ἡ γένεσίς ἐστι τῶν εἰρημένων νοσημάτων, ὑπὲρ ὧν αὐτὸς ἐφεξῆς ἐρεῖ. τοῦ μὲν γὰρ ἦρος τὰ πανικὰ καὶ τὰ μελαγχολικὰ καὶ τὰ ἐπιληπτικά. τοῦ δ’ ἦρος πάλιν εἰς θέρος μεταβάλλοντος, ὅπερ ἐστὶν ἀρχομένου θέρους, πυρετοὶ συνεχεῖς, φησὶ, καὶ τριταῖοι καὶ καῦσοι καί τἄλλα ὅσα τούτοις ἐφεξῆς κατέλεξε. καὶ περὶ φθινοπώρου δὲ καὶ χειμῶνος ὁμοίως ἔγραψεν, ὥς φασιν οἱ τὰς μεταβολὰς ἐν ἴσῳ τῷ διαδοχὰς ἡγούμενοι λέγεσθαι. ἀλλὰ τὸ μάλιστα προκείμενον ἐν τῇ λέξει τοῦ ἀφορισμοῦ τὴν ἐξήγησιν ταύτην οὐ προσίεται. μεταβαλλουσῶν γὰρ ἐνίοτε εἰς ἀλλήλας τῶν ὡρῶν, ὥσπερ ἔνια συνίσταται νοσήματα, κατὰ τὸν αὐτὸν τρόπον καὶ λύεται. καὶ τοῦτο αὐτὸς εἴρηκεν ὁ Ἱπποκράτης· ὥστε οὐδὲν μᾶλλον αἱ διαδοχαὶ τῶν ὡρῶν τίκτουσι νοσήματα, ἀλλὰ καὶ τὸ μάλιστα προσέθηκεν. ἄμεινον τοίνυν ἐστὶ διὰ τὴν προσθήκην

564
τήν τε μεταβολὰς ἀκούειν τὰς κατὰ τὴν κρᾶσιν αὐτῶν ἀλλοιώσεις. αὗται γάρ εἰσιν αἱ μάλιστα τίκτουσαι νόσους, ὅταν ἐφεξῆς ἀλλοιώσεις ὦσι πλείους, ὡς ἐν ταῖς ἐπιδημίαις ἔγραψε καὶ νῦν δ’ ὀλίγον ὕστερον ἐρεῖ. ἡ δὲ μιᾶς ὥρας ἀλλοίωσις μόνης ἐργάζεται μὲν νόσους τινὰς, ἀλλ’ οὐ μάλιστα. πότ’ οὖν μάλιστα νόσοι γίνονται κατὰ μίαν ὥραν ἀλλοιωθεῖσαν; ὅταν συμβῇ μεγάλην ἔσεσθαι τὴν μεταβολήν καὶ διὰ τοῦτ’ αὐτὸς εἶπεν ὁ Ἱπποκράτης· καὶ ἐν τῇσιν ὥρῃσιν αἱ μεγάλαι μεταβολαὶ ἢ ψύξιος ἢ θάλψιος ἤ τινος τῶν ἄλλων, οἶον ὑγρότητος ἢ ξηρότητος ἢ πνευμάτων ἢ ἀπνοιῶν. αὕτη μὲν οὖν ἡ ἐξήγησις ὀρθῶς εἴρηται τῆς προκειμένης γραφῆς. ἔστι δέ τις καὶ ἄλλη γραφὴ τοιάδε· αἱ μεταβολαὶ τῶν ὡρέων τίκτουσι νοσήματα μέγιστα. μάλιστα δὲ καὶ ἐν τῇσιν ὥρῃσιν αἱ μεγάλαι μεταβολαί. καθ’ ἣν οὐδέν ἐστιν ἀσαφὲς καὶ μάλιστα τοῖς ἀκηκοόσιν ὦν ἄρτι πέπαυμαι λέγων. εἰσὶ δὲ καὶ ἄλλαι τινὲς
565
γραφαὶ τῆς αὐτῆς ῥήσεως, ἃς καὶ νοήσεις καὶ δοκιμάσεις, ἐξ ὧν εἶπον ὁρμώμενος.

Τῶν φυσίων αἱ μὲν πρὸς θέρος, αἱ δὲ πρὸς χειμῶνα εὖ ἢ κακῶς πεφύκασιν.

Φύσεις εἴρηκε νῦν ὁ Ἱπποκράτης κατὰ τὸ κυριώτατόν τε καὶ πρῶτον σημαινόμενον, ὃ καθ’ αὑτὴν μάλιστα τὴν οὐσίαν ἐστὶ τῆς φύσεως. ἐλέγομεν δ’ ἐν τοῖς ἔμπροσθεν αὐτὴν κρᾶσιν εἶναι τῶν τεσσάρων στοιχείων, ὑγροῦ καὶ ξηροῦ καὶ θερμοῦ καὶ ψυχροῦ. καὶ μέντοι καὶ δέδεικται πρὸς ἡμῶν ἐν τοῖς περὶ κράσεων μία μὲν κρᾶσις ἡ εὔκρατός τε καὶ ἀρίστη, δύσκρατοι δὲ καὶ μοχθηραὶ τὸν ἀριθμὸν ὀκτὼ, τέσσαρες μὲν κατὰ μίαν ἐπικρατοῦσαν ποιότητα, τέσσαρες δ’ ἄλλαι κατὰ δύο· κατὰ μίαν μὲν ἡ θερμὴ καὶ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρὰ, κατὰ δύο δὲ ἡ θερμὴ καὶ ξηρὰ

566
καὶ ὑγρὰ καὶ θερμὴ καὶ ψυχρὰ καὶ ὑγρὰ καὶ ψυχρὰ καὶ ξηρά. πρὸς μὲν δὴ τὸ θέρος αἱ ψυχραὶ καὶ ὑγραὶ φύσεις ἄριστα διάκεινται, πρὸς χειμῶνα δὲ αἱ θερμαὶ καὶ ξηραί. καθάπερ γε καὶ κακῶς αἱ μὲν θερμαὶ καὶ ξηραὶ πρὸς θέρος, αἱ δὲ ψυχραὶ καὶ ὑγραὶ πρὸς χειμῶνα. τελειότατα μὲν οὖν αἱ φύσεις αὗται πρὸς τὰς εἰρημένας ὥρας ἄριστά τε καὶ χείριστα διάκεινται, μετρίως δὲ αἱ καθ’ ὁτιοῦν ἢ ὠφελούμεναι πρὸς τὰς ὥρας ἢ βλαπτόμεναι, καθάπερ ἡ ὑγρὰ καὶ θερμὴ θέρους καὶ χειμῶνος, ἐπειδὴ κατὰ τὸ θέρος μὲν ὡς ὑγρὰ βέλτιον διατίθεται, κατὰ δὲ τὸν χειμῶνα πάλιν ὡς θερμή.

Τῶν νούσων ἄλλα πρὸς τὰς ἄλλας εὖ ἢ κακῶς πεφύκασι. καὶ ἡλικίαι τινὲς πρὸς ὥρας καὶ χώρας καὶ διαίτας.

Ἀτακτότερον ἡρμηνευκέναι μοι δοκεῖ τὸν ἀφορισμὸν τοῦτον ὁ Ἱπποκράτης. ἄμεινον γὰρ ἂν οὕτως εἴρητο, τῶν

567
νούσων καὶ τῶν ἡλικιῶν, ἄλλαι πρὸς ἄλλας ὥρας καὶ χώρας καὶ διαίτας εὖ καὶ κακῶς πεφύκασι. νόσοι μὲν οὖν εὖ πεφύκασι πρὸς ὥρας, ὡς μὲν πρὸς γένεσιν αἱ ὅμοιαι, ὡς δὲ πρὸς λύσιν αἱ ἐναντίαι. διώρισται γὰρ ἡμῖν ὑπὲρ τοῦδε πρόσθεν ἡνίκα ἐξηγούμεθα τὸν ἀφορισμὸν, οὖ ἡ ἀρχὴ, ἐν τῇσι νούσοισιν ἧσσον κινδυνεύουσιν, οἶς ἂν οἰκείη τῆς φύσεως. ἡλικίαι δὲ ὥσπερ καὶ φύσεις αἱ ψυχραὶ μὲν πρὸς θερμὰς, αἱ δὲ θερμαὶ πρὸς ψυχράς. ἡ μὲν τῶν γερόντων πρὸς θέρος, ἡ δὲ τῶν ἀκμαζόντων πρὸς χειμῶνα. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ πρὸς τὰς χώρας οὐχ αἱ νοῦσοι μόνον, ἀλλὰ καὶ αἱ ἡλικίαι διάκεινται. γεννῶνται γὰρ μᾶλλον ἐν ταῖς θερμοτέραις χώραις αἱ θερμαὶ νοῦσοι καὶ ἧσσόν εἰσι κινδυνώδεις. ὑγιαίνουσί τε μᾶλλον ἐν ταῖς ψυχροτέραις χώραις αἱ θερμότεραι τῶν ἡλικιῶν, ἐπί τε τῶν ἄλλων ἀνάλογον. οὕτω δὲ καὶ πρὸς διαίτας ἄλλαι πρὸς ἄλλας εὖ καὶ κακῶς διάκεινται νοῦσοί τε καὶ ἡλικίαι. αἱ μὲν γὰρ θερμότεραι πρὸς τὰς ψυχροτέρας, αἱ δὲ ψυχρότεραι πρὸς τὰς θερμοτέρας. καὶ αἱ μὲν ξηρότεραι πρὸς τὰς ὑγροτέρας,
568
αἱ δὲ ὑγρότεραι πρὸς τὰς ξηροτέρας εὖ διάκεινται, καὶ ἁπλῶς εἰπεῖν αἱ μὲν ἐναντίαι πρὸς τὰς ἐναντίας καλῶς, κακῶς δὲ αἱ ὅμοιαι πρὸς τὰς ὁμοίας. πλὴν εἰ ἡ σύμμετρος ἡλικία συμμέτρῳ παραβάλλοιτο διαίτῃ τε καὶ ὥρᾳ καὶ χώρᾳ. μόνον γὰρ οὕτως ὑπὸ τῶν ὁμοίων αἱ ὅμοιαι καλῶς διακείσονται. ταῖς δ’ ἀμετρότερον ἐχούσαις ἡλικίαις κατὰ τὴν κρᾶσιν αἱ ἐναντίαι χῶραι καὶ ὥραι καὶ δίαιται συμφορώτεραι. τῶν νόσων δ’ ἀμετριῶν οὐσῶν ἁπάντων ἡ γένεσις μὲν ἐν ταῖς ὁμοίαις ὥραις καὶ χώραις, ἡ λύσις δ’ ὑπὸ τῶν ἐναντίων γίνεται.

Ἐν τῇσιν ὥρῃσιν, ὅταν τῆς αὐτῆς ἡμέρας ὁτὲ μὲν θάλπος, ὁτὲ δὲ ψῦχος ποιέει, φθινοπωρινὰ τὰ νοσήματα προσδέχεσθαι χρή.

Δεόντως, οὐ γὰρ αἱ προσηγορίαι τῶν ὡρῶν αἰτίαι τῶν νοσημάτων, ἀλλ’ αἱ κράσεις εἰσίν. ὅταν οὖν αὗται μεταπέσωσιν,

569
ἀναγκαῖόν ἐστι συμμεταπίπτειν καὶ τὰ νοσήματα.

Νότοι βαρυήκοοι, ἀχλυώδεες, καρηβαρικοὶ, νωθροὶ, διαλυτικοί. ὁκόταν οὗτος δυναστεύῃ, τοιαῦτα ἐν τῇσιν ἀῤῥωστίῃσι πάσχουσι. ἢν δὲ βόρειον ᾖ, βῆχες, φάρυγγες, κοιλίαι σκληραὶ, δυσουρίαι, φρικώδεες, ὀδύναι πλευρέων, στηθέων. ὁκόταν οὗτος δυναστεύῃ, τοιαῦτα ἐν τῇσι ἀῤῥωστίῃσι προσδέχεσθαι χρή.

Τὸ μὲν οὖν γινόμενον ἐδήλωσεν εἰπὼν ὅτι νότοι βαρυήκοοι, ἀχλυώδεις, καρηβαρικοὶ, νωθροὶ, διαλυτικοί. τὴν δ’ αἰτίαν προσγράψας, ὅταν οὗτος δυναστεύῃ, τοιαῦτα ἐν τῇσιν ἀῤῥωστίῃσι πάσχουσιν. ἀεὶ γὰρ χρὴ τὸν ἰατρὸν ἀποχωρίζειν τε καὶ διακρίνειν τὸ διά τι τῶν ἔξωθεν, οὐ διὰ

570
τὰς νόσους γεγονὸς, ἵνα καὶ τὰς προγνώσεις ἀκριβέστερον ποιῆται. τὴν δ’ αἰτίαν δι’ ἣν οἱ νότοι βαρυηκοΐαν ποιοῦσι καὶ ἀχλυώδη τὴν ὄψιν, οὐ χαλεπὸν ἐκ τῆς κράσεως αὐτοῦ κατανοῆσαι, θερμοῦ καὶ ὑγροῦ τὴν φύσιν ὑπάρχοντος. πάντα γὰρ τὰ τοιαῦτα πληρωτικὰ τῆς κεφαλῆς εἰσι, διὰ τοῦτ’ οὖν τά τε τῶν αἰσθήσεων ὄργανα μετὰ πολλῆς ὑγρότητος ἀποφαίνουσι καὶ καρηβαρίας ἐργάζονται. τῆς δ’ ἀρχῆς τῶν νεύρων ὑγρασμένης, ἀναγκαῖόν ἐστι καὶ περὶ τὰς καθ’ ὁρμὴν ἐνεργείας γίνεσθαι νωθρότητα καὶ ὥσπερ διαλελυμένον ἐν ἑαυτῷ φαίνεσθαι τὸν ἄνθρωπον. ἐξ ὑπεναντίου δὲ πάλιν ἐν τοῖς βορείοις, ὡς αὐτὸς ἐρεῖ κατωτέρω, συνίσταται τὰ σώματα καὶ εὔτονα, εὐκίνητα καὶ εὐηκοώτερα γίνεται. νυνὶ δὲ οὐκ ἀντέθηκε ταῦτα τοῖς ὑπὸ τοῦ νότου περὶ τὸ σῶμα συμβαίνουσιν, ἐπειδὴ κατὰ τὸν ἀφορισμὸν τοῦτον αὐτῷ περὶ τῆς ἐξ ἑκατέρων τῶν ἀνέμων βλάβης διελθεῖν, προὔκειτο μόνον, ἵν’ εἰδότες ταῦτα ἀποχωρίζωμεν ὅσα διὰ τὰς νόσους συμβαίνει· ἐν τοῖς βορείοις οὖν, φησὶ, γίνονται βῆχες διὰ δυσκρασίαν δηλονότι τῶν
571
ἀναπνευστικῶν ὀργάνων καὶ διὰ τὴν τραχύτητα τῆς φάρυγγος, ὑπὲρ ἧς ἐνεδείξατο προσθεὶς τὸ φάρυγγες, ἵνα προσυπακούσωμεν τὸ πάσχουσι. καὶ γὰρ καὶ οὕτως εἴωθεν ἑρμηνεύειν ἐνίοτε· μετ’ ὀλίγα οὖν ἐρεῖ τοῦ μὲν φθινοπώρου καὶ θερινῶν τὰ πολλὰ, πυρετοὶ τεταρταῖοι καὶ πλάνητες καὶ σπλῆνες. ἔνεστι δὲ καὶ συνάπτοντας ἀναγινώσκειν ἅμα τὰ δύο. φάρυγγες, κοιλίαι σκληραὶ, καθάπερ ἔνιοι τῶν ἐξηγητῶν ἠξίωσαν. αἵ τε γὰρ φάρυγγες ἐν ταῖς βορείαις καταστάσεσι γίνονται σκληραὶ διὰ τὸ ξηραίνεσθαί τε καὶ ψύχεσθαι καὶ ἡ γαστὴρ ἡ κάτω σκληρὰ διαχωρεῖ διά τε τὴν κρᾶσιν τῆς καταστάσεως ἐπὶ ξηρότερον ῥέπουσαν, ὅλου τοῦ σώματος ξηραινομένου καὶ μᾶλλον ἕλκοντος εἰς ἑαυτὸ τὰς ἐκ τῶν σιτίων ὑγρότητας. οὐ μὴν ἀλλὰ καὶ διό τε χρόνῳ πλείονι μένοντα καὶ μὴ διαχωρούμενα πάντα ἐξικμάζεται. καὶ αἱ δυσουρίαι δὲ γίνονται τῆς κύστεως βλαπτομένης ἐν τῷ βοῤῥᾷ διὰ τὴν ψύξιν· ἄναιμός τε γάρ ἐστι ψυχρὰ καὶ διὰ ταῦτα πλέον ἢ τἄλλα μόρια τοῖς ψυχροῖς αἰτίοις εὐάλωτα. ἡ αὐτὴ δὲ τοῦ βοῤῥᾶ ψυχρότης καὶ τὰς
572
τοῦ θώρακος ὀδύνας ἐργάζεται τῇ κοινῇ πρὸς τἄλλα μόρια βλάβῃ καὶ τὴν ἐκ τῆς ἀναπνοῆς αὐτοῦ προσειληφότος, ἥτις οὐχ ὁμοίως ἅπτεται πνεύμονός τε καὶ καρδίας, διὰ τὸ πλῆθος τῆς ἐν αὐτοῖς θερμασίας. τὸ δὲ φρικώδεις γίνεσθαι τοὺς ἀνθρώπους ἐν ταῖς βορείαις καταστάσεσι, πρόδηλον ὡς διὰ τὴν τοῦ περιέχοντος ἀκόλουθον κρᾶσιν.

Ὁκόταν θέρος γένηται ἦρι ὅμοιον, ἐν τοῖσι πυρετοῖσιν ἱδρῶτας πολλοὺς προσδέχεσθαι χρή.

Ὥσπερ ὀλίγοι ἔμπροσθεν ἔλεγεν, ὅταν τῆς αὐτῆς ἡμέρης ὁτὲ μὲν θάλπος, ὁτὲ δὲ ψῦχος ποιέῃ, φθινοπωρινὰ τὰ νοσήματα δεῖ προσδέχεσθαι, οὕτω νῦν πάλιν, ὅταν θέρος ὅμοιον γένηται ἦρι, τουτέστι σύμμετρον τῇ κράσει, προδέχεσθαί φησι χρῆναι πολλοὺς ἱδρῶτας ἐν τοῖς πυρετοῖς· εἰκότως. οὔτε γὰρ ἄνευ τοῦ θερμὸν εἶναι τὸ περιέχον ἱδρῶτες δύνανται γίνεσθαι πολλοὶ οὔτ’ ἄνευ τοῦ περιέχεσθαί

573
τινα ὑγρότητα περιττὴν ἐν τῷ σώματι. τούτων δὲ τὸ μὲν ἕτερόν ἐστιν ἐν τῷ θέρει, τὸ δ’ ἕτερον ἐν τῷ χειμῶνι. κατὰ δὲ τὸ φθινόπωρον οὐδέτερον, ἄμφω δ’ ἐν τῷ ἦρι. δεόντως οὖν τὸ μὲν αὐχμηρὸν ἱκανῶς θέρος δαπανᾷ τε καὶ διαφορεῖ τὴν ὑγρότητα, τὸ δ’ ὅμοιον ἦρι διὰ μὲν τὴν θερμασίαν ἕλκει πρὸς τὸ δέρμα, διὰ δὲ τὴν ὑγρότητα διαφορεῖν ἀτμοειδῶς οὐ δύναται. ἀθρόως οὖν ἐν ταῖς τῶν νούσων κρίσεσι τὸ ὑγρὸν ἅπαν ἐκκρινόμενον, ἱδρῶτας πολλοὺς ἐργάζεται.

Ἐν τοῖσιν αὐχμοῖσι πυρετοὶ ὀξέες γίνονται, καὶ ἢν μὲν ἐπὶ πλέον ᾖ τὸ ἔτος τοιοῦτον ἐὸν, ὁκοίην καὶ τὴν κατάστασιν ἐποίησεν, ὡς ἐπὶ τὸ πολὺ καὶ τὰ νοσήματα τοιαῦτα δεῖ προσδέχεσθαι.

Οὐ πολλοὺς πυρετοὺς ἐν τοῖς αὐχμοῖς γίνεσθαί φησιν, ἀλλ’ ὀξεῖς, ἐπεί τοί γε μετ’ ὀλίγον ἐρεῖ· τῶν δὲ καταστάσεων

574
τοῦ ἐνιαυτοῦ τὸ μὲν ὅλον οἱ αὐχμοὶ τῶν ἐπομβρίων μᾶλλόν εἰσιν ὑγιεινότεροι καὶ ἧσσον θανατώδεες καὶ τοῦτο ἐφεξῆς συνάπτων πάλιν ἐρεῖ· νοσήματα δὲ ἐν μὲν τῇσιν ἐπομβρίῃσιν ὡς τὰ πολλὰ γίνονται, πυρετοί τε μακροὶ δεόντως. ἡ μὲν γὰρ ὑγρότης τοῦ περιέχοντος τούς τε φλεγματώδεις ἀθροίζει χυμοὺς καὶ τῶν ὑδατωδῶν περιττωμάτων οὐκ ὀλίγα, ἡ δὲ ξηρότης ἐνδεεστέρους μὲν τῷ πλήθει τοὺς χυμοὺς ἐργάζεται, χολωδεστέρους δὲ τῇ ποιότητι καὶ διὰ τοῦτο οἱ πυρετοὶ τὸν ἀριθμὸν μέν εἰσιν ἐλάττους τῶν ἐν ταῖς ἐπομβρίαις, ὀξύτεροι δὲ γίνονται. τὰ δ’ ἑξῆς τούτων εἰρημένα κατὰ τὸν ἀφορισμὸν εὔδηλα.

Ἐν τοῖσι καθεστεῶσι καιροῖσι, ἢν ὡραίως τὰ ὡραῖα ἀποδίδωσιν, εὐσταθέες καὶ εὐκρινέστατοι γίνονται αἱ νοῦσοι. ἐν δὲ τοῖσιν ἀκαταστάτοισιν ἀκατάστατοι καὶ δύσκριτοι.
575

Καθεστῶτας καλεῖται καιροὺς τὰς ὥρας τὰς ἐν τάξει τὴν οἰκείαν κράσιν ἀπειληφυίας. τίνα δὲ καθεστῶτα καλεῖ τῶν ἐτῶν ἔνεστί σοι μαθεῖν παρ’ αὐτοῦ λέγοντος ἐν τοῖς περὶ ὑδάτων καὶ τόπων καὶ ἀέρων ὧδε· ἢν μὲν κατὰ λόγον γένηται τὰ σημεῖα ταῦτ’ ἐπὶ τοῖσι ἄστροις δύνουσί τε καὶ ἐπιτέλλουσι, ἔν τε τῷ μετοπώρῳ, ἢν ὕδατα γένηται καὶ ὁ χειμὼν μέτριος καὶ μήτε λίαν εὔδιος, μήτε ὑπερβάλλων τὸν καιρὸν τῷ ψύχει, ἔν τε τῷ ἦρι γένηται ὕδατα ὡραῖα καὶ ἐν τῷ θέρει, οὕτω τὸ ἔτος ὑγιεινότατον εἰκὸς ὑπάρχειν. ὁπότ’ οὖν ἤδη μεμάθηκας ὁποῖόν τι τὸ καθεστὸς ἔτος εἶναι βούλεται, ῥᾷστόν σοι νοῆσαι τὸ ἀκατάστατον. ἅπαντα γὰρ ὅσα μὴ φυλάττῃ κατά τι τὴν τοῦ καθεστῶτος ἔτους ἀγωγὴν, αὐτά τε καλεῖ νῦν καὶ Ἱπποκράτης ἀκατάστατα καὶ τὰς ἐν αὐτοῖς νόσους ὁμοίως προσαγορεύει. φησὶ δ’ αὐτὰς καὶ δυσκρίτους εἶναι, τουτέστι κακοκρίτους. ἢ γὰρ μετὰ κινδυνωδῶν συμπτωμάτων αἱ κρίσεις γίνονται τοῖς τοιούτοις νοσήμασιν ἢ αὐτίκα ὀλέθριοι ἢ πάντως ὑποτροπιάζουσιν.

576
Ἐν φθινοπώρῳ ὀξύταται αἱ νοῦσοι καὶ θανατωδέστατοι ὡς ἐπίπαν. ἦρ δὲ ὑγιεινότατον καὶ ἥκιστα θανατῶδες.

Ὁπόταν αἱ ὧραι τὴν προσήκουσαν ἅπασαν φυλάττωσι κρᾶσιν, ὑγιεινότατον μὲν ἐν αὐταῖς ἔσται τὸ ἔαρ, ὡς ἂν εὔκρατον ὄν. ὀξυτάτας δὲ νόσους καὶ θανατώδεις, ὡς ἐν ὥραις, οἴσει τὸ φθινόπωρον, ἐπειδὴ τὸ μὲν ἔαρ εὔκρατόν ἐστι, τὸ δὲ φθινοπώρῳ πρῶτον μὲν ὑπάρχει, τὸ τῆς αὐτῆς ἡμέρας, ὁτὲ μὲν θάλπος, ὁτὲ δὲ ψῦχος ἴσχει. εἶτα διαδέχεται τὴν θερινὴν ὥραν, ἐν ᾗ πολλοῖς μὲν οἱ χυμοὶ κατωπτήθησαν, ἐνίοις δὲ καὶ ἡ δύναμις ἔκαμεν. οὐ μόνον δὲ κατὰ τοῦτο μοχθηρόν ἐστι τὸ φθινόπωρον, ἀλλὰ καὶ ὅτι πρῶτον μὲν οἱ χυμοὶ τὴν ὑπὸ τὸ δέρμα κίνησιν ἐκινοῦντο καὶ διεπνέοντο. κατὰ δὲ τὸ φθινόπωρον εἰς τὸ βάθος, ὑπὸ τῆς τοῦ περιέχοντος ψύξεως, ὠθοῦνταί τε καὶ συνελαύνονται. ταῦτα μὲν οὖν ἅπασιν ἀνθρώποις κοινὰ, τοῖς δ’ οὐκ ὀρθῶς διαιτωμένοις ἐξ ἐπιμέτρου προσέρχεται τὸ κατὰ

577
τὰς ὁπώρας, ὧν ἀφθόνως ἐμπιπλάμενοι κακοχυμίας πληροῦνται.

Τὸ φθινόπωρον τοῖσι φθίνουσι κακόν.

Ἐμέμφετο μὲν καὶ ἄλλως τὸ φθινόπωρον ἐν τῷ πρόσθεν ἀφορισμῷ, νυνὶ δ’ ὡς ἐξαιρέτως αὐτοὺς βλάπτον τοὺς φθίνοντας αὖθις μέμφεται. πότερον δὲ τοὺς φθόην νοσοῦντας μόνους ὀνομάζει φθίνοντας, οἷς ἥλκωται δηλονότι ὁ πνεύμων, ἢ πάντας τοὺς ὁπωσοῦν συντηκομένους, οὐχ οἷόν τε ἀμφιβάλλειν. ὅτι δ’ ἀμφοτέροις κακὸν τὸ φθινόπωρον εὔδηλον, ἐπειδὴ ξηρόν τέ ἐστι ἅμα καὶ ψυχρὸν καὶ ἀνώμαλον.

Περὶ δὲ τῶν ὡρέων, ἢν μὲν ὁ χειμὼν αὐχμηρὸς καὶ βόρειος γένηται, τὸ δὲ ἔαρ ἔπομβρον καὶ νότιον, ἀνάγκη τοῦ
578
θέρεος πυρετοὺς ὀξέας καὶ ὀφθαλμίας καὶ δυσεντερίας γίνεσθαι, μάλιστα δὲ τῇσι γυναιξὶ καὶ ἀνδράσι τοῖσιν ὑγρὰς ἔχουσι τὰς φύσιας.

Περὶ τῆς ἐν ταῖς ὥραις ἀλλοιώσεως ἐν τούτοις διδάσκει, τὴν ἀρχὴν ἀπὸ χειμῶνος αὐχμηροῦ καὶ βορείου ποιησάμενος, ἦρος δ’ ἐπόμβρου καὶ νοτίου. μικραὶ μὲν οὖν αἱ τοιαῦται μεταβολαὶ, παρὰ φύσιν δ’ ὅμως εἰσί· διὸ καὶ εἰς τὸ θέρος ἔσεσθαί φησι νοσήματα, πυρετοὺς ὀξεῖς καὶ ὀφθαλμίας καὶ δυσεντερίας. τὴν δ’ αἰτίαν τοῦ πλεονάζειν ἐπὶ τῇ προειρημένῃ καταστάσει τοιαῦτα νοσήματα διῆλθεν αὐτὸς ἐν τῷ περὶ ὑδάτων τόπων καὶ ἀέρων. ἔχει δ’ ἡ ῥῆσις ὧδε· ἢν δὲ ὁ μὲν χειμὼν αὐχμηρὸς καὶ βόρειος γένηται, τὸ δ’ ἔαρ ἔπομβρον καὶ νότιον, ἀνάγκη τὸ θέρος πυρετῶδες εἶναι καὶ ὀφθαλμίας ἐγγίνεσθαι. ὅταν γὰρ τοῦ θέρους ἐπιγίνεται, πνῖγος ἐξαίφνης τῆς τε γῆς ὑγρᾶς οὔσης ὑπὸ τῶν ὀμβρίων τῶν ἠρινῶν καὶ ὑπὸ τοῦ νότου, ἀνάγκη διπλοῦν τὸ καῦμα εἶναι, ἀπό τε τῆς γῆς διαβρόχου οὔσης

579
καὶ θερμῆς καὶ ὑπὸ τοῦ ἡλίου καίοντος, τῶν τε κοιλιῶν μὴ συνεστηκυιῶν τοῖς ἀνθρώποις, μήτε τοῦ ἐγκεφάλου ἀνεξηραμμένου. οὐ γὰρ οἷόν τε τοῦ ἦρος τοιούτου ἐόντος μὴ συντήκεσθαι τὸ σῶμα καὶ τὴν σάρκα, ὥστε τοὺς πυρετοὺς συνεμπίπτειν ὀξυτάτους τοῖσιν ἅπασι, μάλιστα δὲ τοῖσι φλεγματίαισι. τὰς δὲ δυσεντερίας εἰκὸς γενέσθαι τῇσι γυναιξὶ καὶ τοῖσιν ἀνδράσι τοῖσιν ὑγροτέροισιν. ταῦτα μὲν οὖν ὁ Ἱπποκράτης εἴρηκεν ἐν τῷ περὶ ὑδάτων καὶ τόπων καὶ ἀέρων. ἡμεῖς δὲ ἐπὶ πλέον ἐξειργασάμεθα τὸν λόγον αὐτοῦ καὶ πρῶτόν γε διὰ τί μήτ’ ἐν αὐτῷ τῷ χειμῶνι μήτ’ ἐν τῷ ἦρι κατὰ τὴν τοιαύτην κατάστασιν ἐπιδημεῖν φησι νοσήματα. καίτοι γε ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν κατ’ αὐτὴν τὴν βεβλαμμένην ὥραν, ἐν Κρανῶνι λέγων γενέσθαι τοὺς ἄνθρακας. ἔχει δ’ ἡ ῥῆσις οὕτως· ἄνθρακες ἐν Κρανῶνι θερινοὶ, ὗεν ἐν καύμασιν ὕδατι λάβρῳ δι’ ὅλου. ἐγίνοντο δὲ μᾶλλον νότῳ. δῆλον τοίνυν ἐξ ὧν εἶπε καὶ ἡ αἰτία τοῦ κατὰ τὸ θέρος ἐν Κρανῶνι γενέσθαι τοὺς ἄνθρακας· οὐ γὰρ ἐπὶ βραχὺ μετέστη τῆς κατὰ φύσιν κράσεως,
580
ἀλλ’ εἰς τοιαύτην κατάστασιν ἧκον, ἐν ᾗ σήπεται ῥᾳδίως, ὅσα σήπεσθαι φύσιν ἔχει· ἱκαναὶ μὲν γὰρ ὑγρότητες ἄμετροι γενηθεῖσαι σήπειν, ὥσπερ αὐτὸς ἐρεῖ. νοσήματα δὲ ἐν μὲν ταῖς ἐπομβρίαις ὡς τὰ πολλὰ γίνεται πυρετοί γε μακροὶ καὶ κοιλίης ῥύσιες καὶ σηπεδόνες, ἔτι δὲ μᾶλλον αὐτῶν αἱ θερμότητες. ἐς ταυτὸν δ’ ἀμφοῖν ἀφικομένων οὕτως ἰσχυρῶν τε καὶ ἀμέτρων ὡς ἐν Κρανῶνι. δευτέραν ὥραν οὐκ ἀναμένει τὸ σῶμα, φθάνον ἐν αὐτῇ τῇ πρώτῃ μέγιστα βλάπτεσθαι. κατὰ δὲ τὸν αὐχμηρὸν καί βόρειον χειμῶνα λυπηθείη μὲν ἄν τι τὰ σώματα τοιοῦτον, οἷον αὐτὸς εἶπε· ἢν δὲ βόρειον ᾖ, βῆχες, φάρυγγες, κοιλίαι σκληραὶ, δυσουρίαι φρικώδεες, ὀδύναι πλευρῶν, στηθέων· οὐ μὴν ἀξιόλογόν γε τὸ νόσημα συστήσεται. πρὸς γὰρ τοῖς ἄλλοις καὶ αἱ ξηρότεραι τῶν καταστάσεων ὑγιεινότεραι. τὸ γὰρ ὅλον, φησὶν, οἱ αὐχμοὶ τῶν ἐπομβρίων εἰσὶν ὑγιεινότεροι καὶ ἧττον θανατώδεες. ὁ δὲ χειμὼν ὁ βόρειος καὶ αὐχμηρὸς λυπήσει μὲν ὀρθοστάδην τοὺς ἀνθρώπους εἰς βῆχάς
581
τε καὶ γαστρὸς ἐποχὴν καὶ δυσουρίαν καὶ τὰς ὀδύνας τῶν κατὰ τὸν θώρακα χωρίων· οὐ μὴν πυρετοὺς ἢ δυσεντερίας ἢ τοιοῦτόν τι ἐργάσεται. τί δή ποτ’ οὖν οὐδὲ κατὰ τὸ ἔαρ ἔπομβρόν τε καὶ νότιον γενόμενον ἐπιδημήσει νοσήματα; ὅτι προϋπῆρχεν ὁ χειμὼν ἱκανῶς ψυχρός τε καὶ ξηρός. εἰρήκει δ’ αὐτὸς, οὐχ ἁπλῶς χρὴ σκοπεῖσθαι τὰς ἐνεστώσας καταστάσεις, ἀλλὰ καὶ τὸ ἐξ οἵων εἰς οἷά εἰσιν αἱ μεταβολαὶ προσεπισκοπεῖσθαι. προεξηρασμένον οὖν τὸ σῶμα κατὰ τὸν χειμῶνα γινόμενον αὐχμηρὸν καὶ βόρειον, οὐ μόνον οὐδὲν πείσεται τοῖς ὄμβροις τοῖς ἠρινοῖς, ἀλλά τι καὶ προσωφεληθήσεται μέχρι τινὸς εἰς κατὰ φύσιν ἐπανερχόμενον συμμετρίαν· εἰ δ’ ὅλον τὸ ἔαρ ὑγρὸν γενηθῇ, πρὸς τὴν ἐναντίαν ἀχθήσεται τὸ σῶμα κατάστασιν τῆς ἔμπροσθεν ὑπαρχούσης αὐτῷ τῆς ξηρᾶς, ὑπερβαῖνον τὴν ἐν τῷ μέσῳ συμμετρίαν, ὥσθ’ ἕτοιμον αὐτὸ πρὸς βλάβην διαδέξεται τὸ θέρος, ἔτι τῆς γῆς ὑγρᾶς οὔσης, καὶ διὰ τοῦτο πνῖγος ἐργαζομένης, ἄτε μήτε τῶν ἐτησίων ἤδη πνεῖν δυναμένων. ὕστερον γὰρ ἐκεῖνοι καὶ μετὰ κύνα πεφύκασιν
582
ἄρχεσθαι, ὥστε ὁ μεταξὺ χρόνος ἅπας ἕξει τούς τε πυρετοὺς ὀξεῖς διά τε τὴν ὑγρότητα καὶ θερμότητα σηπομένων τῶν ἐν τῷ σώματι χυμῶν καὶ τὰς ὀφθαλμίας καὶ τὰς δυσεντερίας, κατά γε τὴν ἐπιτηδειότητα τῶν δυναμένων βλάπτεσθαι μορίων. ἄλλα γὰρ ἄλλων μᾶλλον εὐπαθῆ τέ ἐστι καὶ δυσπαθῆ κατὰ τὰς κράσεις τῶν σωμάτων. αἱ μὲν γὰρ ὀφθαλμίαι σχεδὸν ἅπαντας ἐνοχλοῦσι πληρουμένης τῆς κεφαλῆς, πλήν εἴ τινες ἰσχυροὶ πάνυ τοῖς ὀφθαλμοῖς εἶεν. δυσεντερίαι δ’, ὡς αὐτὸς εἴρηκε, τοῖς ὑγρὰς ἔχουσι τὰς φύσεις καὶ ταῖς γυναιξὶν, ὑγρότεραι γάρ εἰσιν αὗται τῶν ἀνδρῶν. εἴπερ οὖν ὅλην τὴν κατάστασιν ὡς σήπουσαν ἡμῶν τὰ σώματα μεμφόμεθα, πρόδηλον ὅτι μᾶλλον ἡ σηπεδὼν ἐν τοῖς ὑγροῖς ἔσται σώμασιν. αὐτὸ γὰρ δὴ τοῦτ’ ἔστι τὸ σηπόμενον ἐν τοῖς σώμασιν ὑγρὸν, ὡς ὕλη τις ὑπὸ δυνάμεως τῆς θερμότητος. ἡ δ’ ὑγρότης ἡ τοῦ περιέχοντος ὅτι κωλύει ξηραίνεσθαι τὴν ἐν τῷ σώματι περιουσίαν τῶν ὑγρῶν, κατὰ τοῦτο συντελεῖ τῇ σηπούσῃ δυνάμει. θαυμαστὸν οὖν οὐδὲν ἐν ταῖς τοιαύταις καταστάσεσι
583
μᾶλλον βλάπτεσθαι τὰς ὑγροτέρας φύσεις. διὰ τοῦτο καὶ τοὺς πυρετοὺς ἔφη τοῖς φλεγματώδεσι μᾶλλον γίνεσθαι· καὶ γὰρ καὶ τούτους ὑγροτέρους ἀναγκαῖον εἶναι. μενούσης μὲν οὖν ἐν τῷ σώματι τῆς σηπεδόνος οἱ πυρετοὶ γίνονται, κενουμένης δὲ διὰ τῆς γαστρὸς αἱ δυσεντερίαι, καὶ ταῦτ’ ἔσται σοι δι’ ὅλου τοῦ θέρους, ἐὰν μὴ μεταβολή τις περὶ κυνὸς ἐπιτολὴν γένηται, περὶ ἧς αὐτὸς ἐν τῷ περὶ ὑδάτων καὶ τόπων καὶ ἀέρων ἐφεξῆς τῇ γεγραμμένῃ μικρὸν ἔμπροσθεν ῥήσει διῆλθεν, ἦς ἐστι τελευτή. τὰς δὲ δυσεντερίας εἰκὸς γίνεσθαι ταῖς γυναιξὶ καὶ τοῖς ἀνδράσι τοῖς ὑγροτέροις. τούτοις γὰρ συνάπτων ἐφεξῆς γράφει, καὶ ἢν μὲν ἐπιγένηται περὶ κυνὸς ἐπιτολὴν ὕδωρ καὶ χειμὼν, ἐτησίαι πνεύουσιν, ἐλπὶς παύσεσθαι καὶ τὸ μετόπωρον ὑγιεινὸν γενέσθαι· εἰ δὲ μὴ, κίνδυνος θανάτου γενέσθαι τοῖς παιδίοις καὶ ταῖς γυναιξὶν, ἥκιστα δὲ τοῖσι πρεσβυτέροισι, τοὺς δὲ παραγενομένους εἰς τεταρταῖον ἀποτελευτᾷν καὶ αὐτὸν τεταρταῖον εἰς ὕδρωπα. ἀλλὰ περὶ μὲν τούτων ὧν προσέθηκεν ἐν τῷ περὶ ἀέρων καὶ τόπων καὶ ὑδάτων, ὅταν τὰ εἰς ἐκεῖνο τὸ
584
βιβλίον ἐξηγησώμεθα, διασκεψόμεθα, περὶ δὲ τῶν κατὰ τὸν προγεγραμμένον ἀφορισμὸν αὐτάρκως εἴρηται, πλὴν μιᾶς λέξεως τῆς ἐξ ἀνάγκης, ἣν οὐ μόνον ἐν τοῖς ἀφορισμοῖς προσέθηκεν, ἀλλὰ κἀν τῷ περὶ ὑδάτων καὶ τόπων καὶ ἀέρων ἐνδεικνύμενος ὅτι τῇ φύσει τοῦ πράγματος πεπιστευκὼς, οὐ τηρήσει τινὶ γράφεν ταῦτα. ποσάκις οὖν εἰκός ἐστιν ἑωρακέναι τοιαύτην αὐτὸν κατάστασιν ἢ ἐν πόσοις χωρίοις, ἆρά γε δὶς ἢ τρὶς ἔσται ἢ τετράκις, ἀλλ’ οὐδ’ εἰ πλεονάκις εἴπῃς, δυνατόν ἐστιν ἤδη εἰπεῖν ὅτι διὰ παντὸς οὕτως ἔσται, καθάπερ οὐδ’ εἰ κεκαθαρμένους ὑπὸ φαρμάκου τινὸς ἴδῃς ἀνθρώπους στ΄ ἢ ζ΄ δυνήσῃ διατεταγμένως εἰπεῖν, ὅτι πάντες οἱ μετὰ ταῦτα ἐξ ἀνάγκης καθαρθήσονται. δῆλον οὖν ἐστιν ὅτι τῇ φύσει τοῦ πράγματος ὁ Ἱπποκράτης ἑπόμενος οὐ τηρήσει τινὶ προσέγραψεν εἰπὼν, ἀνάγκη τοῦ θέρους πυρετοὺς ὀξεῖς καὶ ὀφθαλμίας καὶ δυσεντερίας γίνεσθαι.