In Hippocratis Aphorismos Commentarii VII

Galen

Galen, In Hippocratis Aphorismos Commentarii VII

Ὕπνος, ἀγρυπνίη, ἀμφότερα μᾶλλον τοῦ μετρίου γινόμενα κακόν.
457

Ἐνίοις τῶν ἰατρῶν ἔδοξεν ἡ μὲν ἀγρυπνία μᾶλλον τοῦ μετρίου γιγνομένη κακὸν εἶναι καὶ σημεῖον καὶ αἴτιον, οὐ μήν γε ὕπνος. ἀεὶ γὰρ τοῦτον ἀγαθὸν εἶναι καὶ μηδὲ γίνεσθαί ποτε μᾶλλον τοῦ μετρίου, τοὺς πολλοὺς δ’ ἐξηπατῆσθαι, τὰς κωματώδεις διαθέσεις ἀρχομένας, νομίζοντας εἶναι ὕπνον μακρόν. ἀλλὰ μαθόντες οὗτοι παρ’ ἡμῶν ὡς πρὸ τοῦ τὸ δυσδιέγερτον ἔχειν, οὔπω κῶμα προσαγορεύεσθαι συγχωρείτωσαν ὕπνον ὀρθῶς ὀνομάζεσθαι μακρὸν, ὅταν τῷ χρόνῳ μόνῳ ὑπερβάλλῃ τὴν κατὰ φύσιν συμμετρίαν, οὐδέπω τὸ δυσδιέγερτον ἔχων. γίγνεται δὲ ὁ τοιοῦτος ὕπνος ἐπὶ ψύξει τοῦ πρώτου αἰσθητικοῦ, τουτέστι τοῦ ἐγκεφάλου, ἥτις ψύξις, ὅταν ἰσχυρὰ γενηθῇ, μετὰ μὲν ὑγρότητος μιχθεῖσα τὰ ληθαργικὰ πάθη ποιεῖ, μετὰ δὲ ξηρότητος τὰς καλουμένας καταλήψεις. οὕτω δὲ καὶ ἀγρυπνίαι γίνονται μὲν διὰ θερμασίαν τοῦ πρώτου μορίου τῶν αἰσθητικῶν, ἀλλ’ ἤτοι κατὰ δυσκρασίαν μόνην ἢ καὶ χυμοῦ χολώδους πλεονάσαντος. αἱ δ’ ἀποδείξεις ἁπάντων τῶν τοιούτων ἐν ταῖς ἡμετέραις εἴρηνται πραγματείαις.

458
νυνὶ δὲ ἀρκεῖ μόνα αὐτῶν λελέχθαι τὰ κεφάλαια. καθάπερ δὲ μόνον τὸν ὕπνον διὰ παντὸς οἴονται ἔνιοι σύμμετρον γίγνεσθαι καὶ μηδέποθ’ ὑπάρχειν ὕπνον ἄμετρον, οὕτως ἔνιοι πάλιν φασὶν ἀγρυπνίαν μηδέποτε γίγνεσθαι μετρίαν, ἀλλ’ εἶναι τοὔνομα μόνης ἀμετρίας δηλωτικὸν, ἐπιλελησμένοι τῆς τοῦ βίου συνηθείας, ὅτι καὶ κατὰ μέτρια λέγομεν, ἐνίοτε τοῖς μεγάλοις ἀντιθέντες. οὕτω γοῦν καὶ ἀγρυπνίαν ἀκούειν χρὴ μετρίαν ἐν ἴσῳ τῷ μικράν.

Οὐ πλησμονὴ, οὐ λιμὸς, οὐδ’ ἄλλο οὐδὲν ἀγαθὸν ὅ τι ἂν μᾶλλον τῆς φύσεως ᾖ.

Πάλιν οὗτος ὁ λόγος, ὥσπερ ὁ προγεγραμμένος ἀφορισμὸς, ἐπὶ μιᾶς ὕλης ὁ αὐτὸς καὶ ἐπὶ πασῶν ἀποφαίνεται. τῆς γὰρ ὑγείας συμμετρίας οὔσης ἀνάγκη πάσας τὰς ἀμετρίας, ὅσαι μὲν ἐπὶ πλεῖστον ἀποκεχωρήκασι τῆς συμμετρίας,

459
ἤδη νοσήματα ὑπάρχειν, ὅσαι δ’ οὐδέπω τὸ μέχρι πλείστου κέκτηνται νοσημάτων ἐνδείκνυσθαι γένεσιν.

Κόποι αὐτόματοι φράζουσι νούσους.

Οὐ τῆς ἐκ τῶν κινήσεων ἀμετρίας ὄνομά ἐστιν ὁ κόπος, ἀλλὰ τῆς ἐγγινομένης διαθέσεως ἐν τοῖς τῶν ζώων σώμασιν· οὐ γινομένων γὰρ μνημονεύει κόπων, ἀλλὰ τῶν αὐτομάτων· ὅταν οὖν ἄνευ κινήσεως τοιαύτη γένηται διάθεσις, οὐ κόπος ἁπλῶς, ἀλλὰ κόπος αὐτόματος ὀνομάζεται. τριῶν οὖν ὄντων κόπων, ὡς ἐν τοῖς ὑγιεινοῖς ἐδείξαμεν, ἑλκώδους, τονώδους καὶ φλεγμονώδους τοῦ ἐκ τούτων συντιθεμένου, ὁ μὲν πρῶτος αὐτῶν ἀπὸ κακοχυμίας, ὁ δὲ δεύτερος ὑπὸ πλησμονῆς, ὁ δὲ τρίτος ὑπ’ ἀμφοτέρων ἅμα συνελθόντων πέφυκε γίνεσθαι. ἐδείχθη γὰρ οὕτω καὶ περὶ τούτων ἐν τῇ τῶν ὑγιεινῶν πραγματείᾳ. εἰκότως οὖν οἱ αὐτόματοι κόποι νόσους ἀπαγγέλλουσιν.

460
Ὁκόσοι πονέοντές τι τοῦ σώματος τὰ πολλὰ τῶν πόνων μὴ αἰσθάνονται, τουτέοισι ἡ γνώμη νοσέει.

Πόνους εἴωθεν ὀνομάζειν ἐνίοτε τὰς διαθέσεις αὐτὰς, ἐν αἷς ὀδυνώμεθα. κατὰ τοῦτο γοῦν ἔλεγεν ἐν ταῖς ἐπιδημίαις, ἐν Κρανῶνι αἱ μὲν παλαιαὶ ὀδύναι ψυχραὶ, αἱ δέ νεαραὶ θερμαί· οὐκ αὐτὰς δήπου τὰς ὀδύνας θερμὰς καὶ ψυχρὰς ὀνομάζων, ἀλλὰ τὰς διαθέσεις ἐφ’ αἷς γίνονται. καὶ νῦν οὖν ὡσαύτως εἴρηκε πόνους αὐτὰς τὰς διαθέσεις, ὅσαι μετ’ ὀδύνης γίνεσθαι πεφύκασιν, ἐρυσίπελας δηλονότι καὶ φλεγμονὴν καὶ τραῦμα καὶ θλάσμα καὶ ῥῆγμα καὶ σπάσμα καὶ πᾶν εἴ τι τοιοῦτον. ὦν ἐάν τινος ὑπάρχοντος ὁ κάμνων ἀναίσθητος ᾖ, τὴν γνώμην νοσέει, γνωμὴν δὲ λέγειν ἢ διάνοιαν οὐδὲ εἰς τὰ παρόντα διοίσει.

461
Τὰ ἐν πολλῷ χρόνῳ λεπτυνόμενα σώματα νωθρῶς ἐπανατρέφειν δεῖ, τὰ δ’ ἐν ὀλίγῳ ὀλίγως.

Τὰ μὲν γὰρ ἐν ὀλίγῳ χρόνῳ λεπτυνόμενα σώματα κενώσει τῶν ὑγρῶν καὶ τῶν πνευμάτων, οὐ συντήξει τῶν στερεῶν πέπονθε τοῦτο. τοῖς δ’ ἐν πλείονι χρόνῳ λεπτυνθεῖσιν ἐκτήκονται μὲν αἱ σάρκες, ἰσχνὰ δὲ γίνονται καὶ τὰ ἄλλα, δι’ ὦν ἥ τε πέψις τῶν ζώων ἐπιτελεῖται καὶ ἡ ἀνάδοσις καὶ ἡ ἐξαιμάτωσις καὶ ἡ θρέψις, ὥστε οὐ δυνήσεται τοσαύτην κατεργάσασθαι τροφὴν, ὅσης δεῖται τὸ σῶμα. διὰ τοῦτ’ οὖν ἐν χρόνῳ πλείονι χρὴ τὰ τοιαῦτα ἀνατρέφειν καὶ λεπτῶς, ὅπερ ὠνόμασε νωθρῶς. ἐφ’ ὦν δὲ μόνα ἐκενώθη τὰ ὑγρὰ καὶ τὰ πνεύματα, ἐπὶ τούτων διὰ ταχέων ἀνατρέφειν ἐγχωρεῖ καὶ ἄκρως, εὐθαῤῥοῦντας τῇ τῶν στερεῶν εὐρωστίᾳ. τὸ δ’ ἐπὶ τῇ τελευτῇ τοῦ ἀφορισμοῦ διχῶς γέγραπται καὶ σημαίνει ταυτὸν, ἄν τε ὀλίγῳ κατὰ δοτικὴν

462
πτῶσιν γεγραμμένον ᾖ, ἅν τ’ ἐπιῤῥηματικῶς, ὀλίγως μετὰ τοῦ σ΄.

Ἤν ἐκ νούσου τροφὴν λαμβάνων τις μὴ ἰσχύῃ, σημαίνει ὅτι πλείονι τροφῇ τὸ σῶμα χρέεται· ἢν δὲ τροφὴν μὴ λαμβάνοντος τοῦτο γίνηται, χρὴ εἰδέναι ὅτι κενώσεως δεῖται.

Διὰ βραχυλογίαν καὶ συνήθειάν τινα λέξεως, ὁποῖα καὶ νῦν ἔτι παρ’ ἡμῖν ἐστιν ἐν πολλαῖς τῶν κατὰ τὴν Ἀσίαν πόλεων, ἀσαφὴς ὁ ἀφορισμὸς ἐγένετο. λέγειν γὰρ ἡμῖν ἔθος ἐστὶ μὴ λαμβάνειν μὲν τροφὴν τοὺς ἀνορέκτους, λαμβάνειν δὲ τοὺς ὀρεγομένους τε καὶ τρεφομένους ἄχρι κόρου. ὅσοι μὲν οὖν ὀρεγόμενοι καὶ τροφὴν δαψιλῆ προσφερόμενοι τὴν ὑγιεινὴν ἰσχὺν ἀδυνατοῦσιν ἀνακτήσασθαι, βαρύνονται

463
μᾶλλον, οὐ τρέφονται πρὸς αὐτῆς. ὅσοι δ’ οὐδὲ λαμβάνειν αὐτάρκως δύνανται, μοχθηροὺς ἔχουσι χυμοὺς, οὓς εἰ μὴ κενωθεῖεν, ἀδύνατον αὐτοῖς ἐστι νῦν ὑγιεινὴν ἰσχὺν ἀναλαβεῖν. ὁ δ’ Ἱπποκράτης οὐ νῦν μόνον, ἀλλὰ κἀν τοῖς ἄλλοις αὐτοῦ συγγράμμασιν, ὅταν μὲν ἀναλόγως ἀλλήλοις αὐξηθῶσιν οἱ χυμοὶ πάντες, αἵματος ἀφαιρέσει ποιεῖται τὴν βοήθειαν· ὅταν δ’ εἷς τις ἐξ αὐτῶν πλεονάσῃ, καθαρτικὸν ἐκείνῳ δίδωσι φάρμακον. ἅτε οὖν ταῦτα γινώσκων τε καὶ πολλάκις ἐν τοῖς ἑαυτοῦ συγγράμμασιν εἰρηκὼς, ὀρθῶς ἐπάγει τοὺς ἑξῆς ἀφορισμοὺς δύο, περὶ τῆς αὐτῆς ἔτι διαθέσεως διδάσκων, περὶ ἧς καὶ κατὰ τὸν προκείμενον ἀφορισμὸν ἐδίδαξεν εἰπών· ἢν δὲ μὴ λαμβάνοντος τοῦτο γίγνηται, εἰδέναι ὅτι κενώσεως δεῖται· καὶ τήν γε τάξιν τῶν ἐφεξῆς δυοῖν ἀφορισμῶν πεπλημμελῆσθαι νομίζω κατὰ τὰ πλεῖστα τῶν ἄλλων ἀντιγράφων. καὶ κάλλιον ἐν ἐκείνοις γέγραπται, καθ’ ἃ ὁ πρότερος ἀφορισμὸς ἐξ αὐτῶν γέγραπται οὕτω. τὰ μὴ καθαρὰ σώματα ὁκόσῳ ἂν θρέψῃς, μᾶλλον βλάψεις, ἵν’ οὖν ὁ πᾶς λόγος ᾖ τοιοῦτος,
464
ἢν δὲ μὴ λαμβάνοντος τοῦτο γίνηται, σημαίνει ὅτι κενώσεως δεῖται. τὰ γὰρ μὴ καθαρὰ σώματα, ὁκόσῳ ἂν θρέψῃς, μᾶλλον βλάψεις. ἀλλ’ ἡμεῖς τῇ κατὰ τὰ πλεῖστα τῶν ἀντιγράφων ἑπόμενοι τάξει τὴν ἐξήγησιν αὐτῶν οὕτω ποιησόμεθα.

Τὰ σώματα χρὴ ὅκου ἄν τις βούληται καθαίρειν, εὔροα ποιέειν.

Οἱ μὲν οὖν πολλοὶ βούλονται εὔροα γίγνεσθαι τὰ σώματα τῶν μὲν ἐμετηρίων φαρμάκων μελλόντων κενοῦσθαι διὰ τοῦ τῶν ἐμετηρίων ἐρεθισμοῦ, τῶν δ’ ὑπηλάτων διὰ τοῦ συνεχῶς ὑπάγεσθαι τὴν γαστέρα. καὶ διὰ τοῦτο τὴν διάθεσιν πᾶσαν ἑκατέροις τοῖς μὲν εἰς ὑπαγωγὴν γαστρὸς ἐπιτήδειον παρασκευάζουσι, τοῖς δὲ εἰς ἐμέτους. ἐγὼ δ’ ἡγοῦμαι τὸν Ἱπποκράτην διδάσκειν ἡμᾶς νῦν οὐ

465
τουτὶ τὸ σμικρὸν, ἀλλά τι μεῖζον ἕτερον, ὃ διὰ μακρᾶς πείρας ἡμεῖς ἐδιδάξαμεν οὕτως ἔχον. εἰ γάρ τις λεπτύνοι καὶ τέμνοι τοῦτο, παχεῖς καὶ γλίσχρους χυμοὺς ἐν τῷ σώματι καὶ τοὺς πόρους, δι’ ὧν οὗτοι μεταλαμβάνονταί τε καὶ ἕλκονται πρὸς τῶν καθαρτικῶν φαρμάκων, ἀναστομώσειεν, ἡ κάθαρσις ἀρίστη γίνεται κατὰ πάντα. τοῖς δὲ τούτων μὲν ἀμελήσασιν, ἐμέτων δὲ καὶ γαστρὸς ὑπαγωγῆς προνοήσασιν αἱ καθάρσεις δυσχερῶς ἀπαντῶσι μετὰ στρόφων ἐνίοτε καί τινων ἰλίγγων, ἄσης τέ τινος πολλῆς καὶ κακοσφυξίας, ἐκλύσεώς τε καὶ δυσκολίας. ἀλλ’ ἡμεῖς γε τῆ λεπτυνούσῃ χρώμεθα ἀγωγῇ, περὶ ἧς ὅλον ἕν ἐστιν ὑπόμνημα γεγραμμένον ἡμῖν καὶ οὐδὲν οὔτε τούτων εἴωθε συμβαίνειν αἵ τε κενώσεις ἁπάντων τῶν παρὰ φύσιν ἀλυπόταται καὶ τάχισται γίνονται. διὰ τοῦτο τὸν Ἱπποκράτην φαμὲν τῷ λόγῳ προστεθεικέναι τὸ, ὅκου τις ἂν βούληται καθαίρειν, τὰ σώματα εὔροα ποιέειν, ὡσεὶ καὶ οὕτως εἶπεν, εἴτε καὶ δι’ ἐμέτων εἴτε καὶ δι’ ὑπαγωγῆς γαστρὸς ἐθέλοις καθαίρειν, εὔρουν ὅλον ἐργασάμενος τὸ σῶμα, κάλλιστα ἂν 
466
οὕτω καθάρῃς· εὔρουν δ’, ὡς εἴπομεν, ἔσται, τῶν μὲν πόρων ἁπάντων ἀναστομωθέντων, τῶν δ’ ὑγρῶν τμηθέντων καὶ λεπτυνθέντων, εἴ πού τι παχὺ καὶ γλίσχρον ὑγρὸν ᾒ κατὰ τὸ σῶμα.

Τὰ μὴ καθαρὰ τῶν σωμάτων ὁκόσον ἂν θρέψῃς, μᾶλλον βλάψεις.

Συνδιαφθείρεται γὰρ ἡ ἐπεισιοῦσα τροφὴ τῇ προϋπαρχούσῃ κατὰ τὸ σῶμα κακοχυμίᾳ, ὥστ’ αὐξάνεσθαι μὲν αὐτῆς τὴν ποσότητα, φυλάττεσθαι δὲ τὴν ποιότητα. καὶ μάλιστα γίγνεται τοῦτο, ὅταν ἡ γαστὴρ ἀναπεπλησμένη μοχθηρῶν χυμῶν ᾖ τινων, ὑφ’ ὧν καὶ τὸ μικρὸν ἔμπροσθεν εἰρημένον σύμπτωμα τοῖς ἀνακομιζομένοις ἐκ τῶν νοσημάτων συμβαίνει, τὸ μὴ δύνασθαι λαμβάνειν τροφάς.

467
Ῥᾷον πληροῦσθαι ποτοῦ ἢ σιτίου.

Ἐπειδὴ περὶ τῶν ἀνατρέψεως δεομένων ὁ λόγος αὐτῷ προείρητο, διὰ τοῦτο τὸ νῦν ἔγραψε τὰς διαφορὰς τῶν ὑλῶν, ὑφ’ ὧν ἀνατρέφονται. γέγραπται δὲ καὶ ἐν τῷ περὶ τροφῆς ὡδί· ὁκόσοι ταχίστης προσθέσεως δέονται. ὑγρὸν ἴημα εἰς ἀνάληψιν δυνάμεως ἄριστον· ὅκου δὲ ἔτι ταχυτέρης δεῖ ὀσφρήσεως. ἀκούειν δ’ οὐχ ἁπλῶς χρὴ καθ’ ἑκάτερον βιβλίον οὔτ’ ἐκεῖ τὸ ὑγρὸν οὔτ’ ἐνταῦθα τὸ ποτὸν, ἀλλ’ ἐπὶ τῶν πεφυκότων τρέφειν ὑγρῶν καὶ ποτῶν. εἰ γὰρ μὴ ὁμοίως ταῦτα τοῖς στερεωτέροις τρέφει, πλεονεκτήσει τῷ πάχει, καθάπερ οἱ παχύτεροι τῶν οἴνων. οἱ μὲν γὰρ ὑδατώδεις, ὀνομάζουσι δ’ οὕτως τοὺς λευκοὺς καὶ λεπτοὺς, ἐγγὺς ὕδατος ὥσπερ τὴν ἰδέαν εἰσὶν, οὕτω καὶ τὴν δύναμιν, ὅθεν οὔρησιν μὲν κενοῦσιν, ἥκιστα δὲ τρέφουσιν. ὅσοι δὲ παχεῖς τε ἅμα καὶ τὴν χρόαν ἐρυθροὶ, τροφιμώτατοι πάντων οἴνων

468
εἰσὶν, ὑπάρχει δὲ τούτοις καὶ τὸ τάχιστα πληροῦν τὰ κεκενωμένα σώματα καὶ διὰ τοῦτο προσθέσεως δεόμενα. ὅτι δ’ ὑγρὰ τροφὴ, καὶ μάλισθ’ ὅταν φύσει θερμὴ ᾖ, ῥᾷον ἀνατρέφει πρόδηλον τοῖς ἐγνωκόσιν ὅπως ἀνάδοσίς τε καὶ πέψις γίνεται.