In Hippocratis Aphorismos Commentarii VII

Galen

Galen, In Hippocratis Aphorismos Commentarii VII

Ὁκόσοισι ἡ κρίσις γίνεται, τουτέοισιν ἡ νὺξ δύσφορος ἡ πρὸ τοῦ παροξυσμοῦ, ἡ δ’ ἐπιοῦσα εὐφορωτέρη ὡς ἐπὶ τὸ πολύ.
470

Ἡ μὲν κρίσις ὀξύῤῥοπός ἐστιν ἐν νόσῳ μεταβολὴ πρὸς ὑγείαν ἢ θάνατον· γίγνεται δὲ τῆς φύσεως διακρινούσης ἀπὸ τῶν χρηστῶν τὰ μοχθηρὰ καὶ παρασκευαζούσης πρὸς τὴν ἔκκρισιν. εἰκότως οὖν ἐπὶ τῇ τοιαύτῃ ταραχῇ δυσφοροῦσι καὶ μᾶλλον κατάφωρος ἡ δυσφορία γίνεται κατὰ τὰς νύκτας, ἐν ταύταις γὰρ ἡμῖν ἔθος ἐστὶ κοιμᾶσθαι. διακοπτομένων οὖν τῶν ὕπνων ὑπὸ τῆς ταραχῆς ἐναργῶς ἡ δυσφορία διαγινώσκεται, καίτοι τῆς ἡμέρας ὁμοίαν ἐχούσης ταραχὴν, ἐπειδὰν ἡ μετ’ αὐτὴν νὺξ ἔχῃ τὴν κρίσιν. τὸ δὲ ἐπὶ τέλει τοῦ ἀφορισμοῦ γεγραμμένον, ἡ δ’ ἐπιοῦσα εὐφορωτέρη ὡς ἐπὶ τὸ πολὺ κατὰ τὰ πολλὰ τῶν ἀντιγράφων οὐ φέρεται. βούλεται δ’ ἡμᾶς διδάσκειν ὡς ἡ μετὰ τὴν κρίσιν νὺξ εὐφορωτέρα τῆς προηγησαμένης ἐστὶν ὡς ἐπὶ τὸ πολὺ, διὰ τὸ τῶν κρίσεων τὰς πλείους εἰς ἀγαθὸν τελευτᾶν. ἴσμεν γὰρ ὡς τῶν νοσούντων οἱ σωζόμενοι πλείους εἰσὶ ἀποθνησκόντων, πλὴν εἰ μή ποτε λοιμώδης ἡ κατάστασις γενηθείη.

471
Ἐν τῇσι τῆς κοιλίης ῥύσεσιν αἱ μεταβολαὶ τῶν διαχωρημάτων ὠφελέουσιν, ἢν μὴ ἐς τὰ πονηρὰ μεταβάλλῃ.

Αἱ μεταβολαὶ τῶν διαχωρημάτων πολλὰς ἰδέας ἐκκενοῦσαι χυμῶν ἀκριβέστερον ἐκκαθαίρουσι τὸ σῶμα, πλήν εἰ μὴ συντήξεως καὶ σηπεδόνος ἔχοιεν σημεῖα. περὶ ὧν ἐν τῷ προγνωστικῷ διῆλθεν αὐτὸς, ἔνθα καὶ λιπαρῶν καὶ δυσωδῶν ἐμνημόνευσε καὶ κακόσμων.

Ὅκου φάρυγξ νοσέει ἢ φύματα ἐν τῷ σώματι ἐκφύεται, σκέπτεσθαι χρὴ τὰς ἐκκρίσιας. ἢν γὰρ χολώδεες ἔωσι, τὸ σῶμα ξυννοσέει· ἢν δὲ ὅμοιαι τοῖσιν ὑγιαίνουσι γίνωνται, ἀσφαλὲς τὸ σῶμα τρέφειν.

Δύο λόγους ἀλλήλοις ἀντιτιθεὶς, ἐν ἑκατέρῳ παραλέλειπται τὸ συνεμφαινόμενον τῷ λόγῳ· ὥστε τοῦ λείποντος

472
ἑκατέρῳ προστεθέντος ἡ σύμπασα λέξις ἐστὶ τοιαύτη, ὅκου φάρυγξ νοσέει ἢ φύματα ἐν τῷ σώματι γίνεται, σκέπτεσθαι χρὴ τὰς ἐκκρίσιας. ἢν γὰρ χολώδεες ἔωσι, τὸ σῶμα συννοσέει καὶ οὐκ ἀσφαλὲς τρέφειν αὐτό. ἐξ ὧν δέ μοι δοκεῖ πείσας ἑαυτὸν ὁ Ἱπποκράτης οὕτως ἀποφήνασθαι καὶ δὴ φράσω. τῶν ζώων ἡ φύσις ἐστὶν, ὅτε τοὺς ἐν τοῖς κυρίοις μέρεσι μοχθηροὺς χυμοὺς ἐκκενοῦσα τινὰς μὲν δι’ οὔρων ἢ ἐμέτων ἢ τῆς κάτω γαστρὸς ἐκκρίνειν, τινὰς δ’ ἐξωθεῖν μὲν ὡς ἐπὶ τὸ δέρμα, κενῶσαι δ’ οὐ δυναμένη διὰ τὸ πάχος ἀποτίθεται ταύτῃ φύματά τε ἐν τῷ σώματι οὕτω γίνεται. πολλάκις δὲ ἥ τε φάρυγξ ὑποδεχομένη τοὺς ἐκ τῆς κεφαλῆς καταῤῥέοντας χυμοὺς ἐνοχλεῖται. σκεπτέον οὖν ἐστι τηνικαῦτα καὶ διοριστέον εἴτε σύμπαν ἤδη τὸ περιττὸν ἡ φύσις ἐναποτίθεται τοῖς πεπονθόσι μορίοις εἴτ’ ἐστὶν ἔτι καθ’ ὅλον τοῦ ζώου τὸ σῶμα μοχθηρῶν χυμῶν περιουσία, δῆλον δ’ ἔσται τοῦτο ταῖς ἐκκρίσεσιν. εἰ γὰρ ὅλως
473
ἡ φύσις ὥρμησεν ἐκκαθαίρειν τὸ σῶμα, χολώδεις αὗται φανοῦνται. διότι καὶ τὰ φύματα θερμανθέντος αἵματος ὑπὸ τοῦ πικροχόλου χυμοῦ γίγνεσθαι πέφυκε καὶ δηλονότι πρότερον καθᾶραι, οὐ τρέφειν χρὴ τὰ τοιαῦτα σώματα. τὰ γὰρ μὴ καθαρὰ σώματα ὁκόσῳ ἂν μᾶλλον τρέφῃς μᾶλλον βλάψεις. εἰ δ’ ὅμοιαι τοῖς τῶν ὑγιαινόντων αἱ ἐκκρίσεις εἶεν, ὑγιαῖνον ἐνδείκνυνται τὸ ὅλον σῶμα καὶ κίνδυνος οὐδείς ἐστι τρέφειν αὐτό.

Ὅκου λιμὸς, οὐ δεῖ πονέειν.

Λιμώττειν ἐκείνους φαμὲν, ὅσοι δι’ ἀπορίαν σιτίων εἰς ἄκρον ἥκουσι πείνης. οὕτως οὖν καὶ Ἱπποκράτης αὐτὸς ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν εἶπεν, ἐν Αἴνῳ ὀσπριοφαγέοντες ἐν λιμῷ, σκελέων ἀκρατέες ἐγένοντο. καὶ μέντοι καὶ πᾶσαν τὴν σφοδρὰν ἔνδειαν τῶν σιτίων, εἰ καὶ χωρὶς ἀπορίας κατὰ προαίρεσιν ἢ πρόσταγμα γένοιτο, λιμὸν ὀνομάζειν

474
εἴωθεν. ὅταν οὖν εἴπῃ, τοῖσιν ὑγρὰς ἔχουσι τὰς σάρκας, λιμὸν ἐμποιέειν, λιμὸς γὰρ τὸ σῶμα ξηραίνει. καὶ ἐπειδὰν ἐν τῷ προγνωστικῷ φησι ἐπανερέσθαι χρὴ μὴ ἠγρύπνηκεν ὁ ἄνθρωπος ἢ τὰ τῆς κοιλίας ἐξυγρασμένα εἴη ἰσχυρῶς ἢ λιμῶδές τι ἔχει αὐτὸν, ἐπὶ τῆς τῶν σιτίων ἐνδείας φέρει τοὔνομα. καὶ νῦν δὴ οὕτως εἴρηκεν, ὅκου λιμὸς οὐ δεῖ πονέειν, ὡσεὶ καὶ οὕτως εἴρηκε, τοῖς μὴ μέλλουσιν ἐσθίειν μηδὲ πόνον τινὰ προσφέρειν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. πόνον δὲ νῦν ἀκούειν χρὴ τὴν σφοδρὰν κίνησιν, ἥνπερ καὶ γυμνάσιον ὀνομάζουσιν. οὕτω γοῦν ἔλεγεν αὐτὸς, πόνοι σιτίων ἡγείσθωσαν. ἔστιν οὖν ὁ λόγος αὐτῷ κοινὸς ὑγιαινόντων τε καὶ νοσούντων. ὑγιαίνουσί τε γὰρ οὐ χρὴ προστάττειν γυμνάσια ἅμα ταῖς ἀσιτίαις, ἐπί τε τῶν νοσούντων μηδεμίαν σφοδρὰν κίνησιν ἐπάγειν τῷ σώματι σὺν ἀσιτίᾳ, μήτε φλεβοτομοῦντα μήτε καθαίροντα μήτε ἐμέτοις κενοῦντα, μήτε τρίψει χρώμενον πολλῇ μήθ’ ὅλως ἰσχυρᾷ κινήσει ἢ ἀλλοιώσει τοῦ σώματος. ἐπὶ γὰρ ταῖς τοιαύταις κινήσεσιν
475
ἁπάσαις, ὅταν ἄνευ τροφῆς γίνωνται, καταλύεσθαι πέφυκεν ἡ δύναμις, ἄν τε ὑγιαίνωσιν ἄν τε νοσῶσιν οἱ ἄνθρωποι. πεφρόντικε δ’ ἀεὶ μεγάλως ὁ Ἱπποκράτης τοῦ φυλάττειν ἐῤῥωμένην τὴν τὰ ζῶα διοικοῦσαν δύναμιν. ἐάν τε οὖν κατὰ τὸν ἑνικὸν ἀριθμὸν εἴπωμεν δύναμιν ἄν τε κατὰ τὸν πληθυντικὸν δυνάμεις οὐ διοίσει. καὶ τοῦτο κατὰ τὸ περὶ τῆς τροφῆς αὐτὸς εἶπε, δύναμις μία καὶ οὐ μία, κατὰ μὲν τὸ γένος δηλονότι ἐμφαίνων μίαν εἶναι τὴν δύναμιν, ἰδέας δὲ πλείους ἔχειν.

Ὅκου ἂν τροφὴ παρὰ φύσιν πλείων εἰσέλθῃ, τοῦτο νόσον ποιέει, δηλοῖ δὲ καὶ ἡ ἴησις.

Ὃ καθ’ ἕτερον ἀφορισμὸν ἔφη καθόλου, τοῦτο νῦν ἐφ’ ἑνὸς εἴδους διδάσκει. καθόλου μὲν γάρ ἐστιν ὁ τοιοῦτος λόγος, οὐ πλησμονὴ, οὐ λιμὸς, οὐδ’ ἄλλο οὐδὲν ἀγαθὸν ὅ τι ἂν μᾶλλον τῆς φύσεως ᾖ. ὁ δὲ νῦν ἡμῖν προκείμενος 

476
ἀφορισμὸς ὑπὲρ ἑνὸς ἀποφαίνεται πράγματος, τῆς πλησμονῆς. ἡ γὰρ πλείων τροφὴ τῆς τοῦ σώματος φύσεως ὀνομάζεται πλησμονή. πρὸς τὶ μὲν οὖν ἀεὶ τὸ πλέον, ἀλλ’ ἔν γε τοῖς ἡμετέροις σώμασι διττόν· ἓν μὲν ὡς πρὸς τὴν τῶν ἀγγείων εὐρυχωρίαν, ἕτερον δὲ ὡς πρὸς τὴν διοικοῦσαν ἡμᾶς φύσιν. ὑπὲρ οὗ νῦν διδάσκων ἡμᾶς ὁ Ἱπποκράτης ἔφη τὴν πλείονα τροφὴν εἶναι παρὰ φύσιν, ἵνα μήτε τοὺς ἐμπεπλησμένους εἰς τοσοῦτον σιτίων ὡς διατετάσθαι τὴν γαστέρα, πάντως ὑπολαμβάνομεν ἐκ τούτου βλαβήσεσθαι, μήτε τοὺς ἐνδεὲς ἔχοντας αὐτῆς τὸ κύτος, ὀλίγα δὲ προσενηνέχθαι καὶ πάντως πέψαι καλῶς αὐτά. καὶ γὰρ τοὺς προτέρους ἐγχωρεῖ πέψαι τὰ πεπληρωκότα τὴν κοιλίαν, εἰ ῥώμην αὐτὴν ἡ φύσις ἔχει καὶ τοὺς δευτέρους ἀπεπτῆσαι, δι’ ἀῤῥωστίαν καὶ μάλισθ’ ὅταν εὔπεπτα μὲν οἱ πρότεροι, δύσπεπτα δ’ οἱ δεύτεροι τὰ σιτία προσενηνεγμένοι τύχωσιν. οὕτω δὲ κἀπὶ τῆς ἀναδοθείσης τροφῆς ἡ αἱματοῦσα δύναμις ἀνάλογον τῇ πεπτούσῃ κατὰ τὴν γαστέρα ποτὲ μὲν
477
ὑπ’ ἀῤῥωστίᾳ, οὐκ ἀλλοιώσει τὸν εἰς τὰς φλέβας ἀναδοθέντα χυμὸν, κἂν εἰ σύμμετρος εἶναι δοκεῖ, ποτὲ δὲ τὸν τούτου πολλαπλάσιον ἑτοίμως αἱματώσει, διά τε τὴν ἑαυτῆς ῥώμην καὶ τὴν ἐπιτηδειότητα τοῦ χυμοῦ. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ ἡ τρίτη τροφὴ, ἥνπερ δὴ καὶ κυριώτατα λέγομεν τροφὴν, ἡ προστιθεμένη τοῖς τοῦ ζώου μορίοις, ὡς πρὸς τὴν δύναμιν, ἤτοι πλείων ἢ οὐ πλείων εἶναι λεχθήσεται, καὶ ἤτοι πεφθήσεται καλῶς καὶ θρέψει ἢ οὔ. καὶ κατὰ τοῦτο ἤτοι κρατηθήσεται πρὸς αὐτῶν ἢ μὴ κρατουμένη διαφθαρήσεται καὶ νόσον γεννήσει. μία μὲν οὖν ἐξήγησις αὕτη τὸ πλέον ὡς πρὸς τὴν διοικοῦσαν δύναμιν τὰ ζῶα ἀκουόντων ἡμῶν. ἑτέρα δὲ τὸ κατὰ ποιότητα παρὰ φύσιν ἀληθὴς καὶ αὕτη. τρέφεται γὰρ ἕκαστον μόριον ἐξ οἰκείας αὐτῷ τροφῆς, ἣν ὀρθῶς ἂν εἴποιμεν εἶναι κατὰ φύσιν ἑαυτῷ. ἐὰν οὖν ποτε εἰς αὐτὸ παραγίνηται χυμός τις, ἑτέρῳ μὲν μορίῳ κατὰ φύσιν, ἀλλότριος δὲ καὶ παρὰ φύσιν ἐκείνῳ, μοχθηρὸν μὲν τὸ τοιοῦτον, οὐ μὴν πάντως γε καὶ νόσος
478
ἀκολουθήσει, βραχείας αὐτῷ ὑπαρχούσης ποσότητος. ὅπου γὰρ οὐδὲ τὰ διαφθείρειν ἡμῶν τὸ σῶμα δυνάμενα φάρμακα, μανδραγόρας καὶ μήκων, κώνειον, ἄνευ ποσότητος οἷά τε βλάπτειν ἐστὶν, ἦ πού γε τοιοῦτος χυμὸς, ὃς πρὸς τῷ μὴ διαφθείρειν ἔτι καὶ τρέφειν ἕτερα μόρια δύνανται. τὴν ἀρχὴν γὰρ οὐκ ἂν ὠνόμασε τροφὴν αὐτὸν, εἰ μὴ τοιοῦτος ἦν. ὥσπερ οὖν εἰ πνεύματος μέν τι βραχὺ διὰ τοῦ στομάχου κατενεχθὲν εἰς τὴν γαστέρα τύχοι, τῆς δὲ πινομένης ὑγρότητος ὀλίγιστον μὲν εἰς τὸν πνεύμονα διὰ τῆς τραχείας ἀρτηρίας, οὔτ’ ἂν ἡ γαστὴρ, ὅσον ἐπὶ τούτῳ νοσήσῃ, οὔτε ὁ πνεύμων οὕτως ἔχει καὶ ἐπὶ τῆς κατὰ τὰ λοιπὰ μόρια τροφῆς. καὶ μὲν δὴ καὶ τρίτη τις ἐξήγησις εἴρηται πρός τινων ἀκούειν ἡμᾶς ἀξιούντων τὸ παρὰ φύσιν ἀντὶ τοῦ μεγάλως καὶ ὑπερβαλλόντως, ὡς εἰ καὶ οὕτως εἶπεν· ὅκου ἂν τροφὴ πλείων ὑπερβαλλόντως εἰσέλθῃ. τοῦτο νόσον ποιεῖ. τὴν γὰρ ὀλίγον ὑπερβάλλουσαν τοῦ συμμέτρου μηδέπω δύνασθαι νόσον ποιεῖν, ἀλλ’ ἔτι φυλάττειν τὸ σῶμα
479
κατά γε τῆς ὑγιείας πλάτος, ἀληθὲς μὲν οὖν καὶ τοῦτο· χρὴ γὰρ τὴν μέλλουσαν ἐργάσασθαι νόσον τροφὴν, οὐ μικρῷ τινι τῆς ἀκριβοῦς· συμμετρίας ὑπερέχειν. ἀλλ’ οὐκ ἔστιν ἔθος τούτου ἕνεκα διορίζεσθαι τὸν λόγον. εἰώθασι γὰρ αὐτὸ μόνον ἀποφαίνεσθαι τὸ γένος, ἔγκαυσιν ἢ ψύξιν ἢ κόπον, ἀπεψίαν τε καὶ φθορὰν χυμῶν, ὅσα τ’ ἄλλα τοιαῦτα νοσοποιεῖν φάσκοντες, ὡς ἡμῶν ἑκάστῳ τῶν εἰρημένων συνεπινοούντων ἀξιόλογον ποσότητα. κατὰ τὸν αὐτὸν οὖν τρόπον καὶ τὴν πλείονα τροφὴν νοσοποιεῖν λέγουσιν, ἄνευ τοῦ προσθεῖναι τὸ πολλῷ, γινωσκόντων ἡμῶν ὡς ἐὰν δραχμῆς μοῖρα ιε΄ τὸ πλεῖον ἢ τοῦ συμμέτρου νόσον οὐδέπω δύναται κατασκευάζειν, ἀλλὰ πολλαπλασιαζομένη τε καὶ αὕτη ποτε ποιήσει νόσον. ἐκ γὰρ τοῦ γένους ἐστὶ μία τῶν κατεργαζομένων αἰτίων τὰς νόσους. κατὰ ταῦτα μὲν οὖν ἡ τρίτη τῶν ἐξηγήσεων, εἰ καὶ ὅτι μάλιστα ἀληθής ἐστι, περιεργοτέρα μοι δοκεῖ τοῦ τῶν παλαιῶν ἔθους ὑπάρχειν, μετὰ καὶ τοῦ βιαίως ἐξηγήσασθαι τῆς παρὰ φύσιν φωνῆς
480
τὸ σημαινόμενον. ἡ δ’ ἐπὶ τέλει τοῦ ἀφορισμοῦ προσγεγραμμένη λέξις, ἔνθα φησὶ, δηλοῖ δὲ ἡ ἴησις, ἄμεινον ἂν εἶχε μετὰ τοῦ καί συνδέσμου γεγραμμένη κατὰ τόνδε τὸν τρόπον, δηλοῖ δὲ καὶ ἡ ἴησις. οὐ γὰρ δὴ μόνον γε ἡ ἴησις δηλοῖ τὸ τὴν τροφὴν, ἔνθα ἂν εἰσέλθῃ, πλείω νοσοποιεῖν, ἀλλὰ καὶ ἡ τοῦ πράγματος φύσις συνενδείκνυνται συνεπιμαρτυρούσης αὐτῇ καὶ τῆς ἰάσεως. ἐν ἁπάσαις γὰρ ταῖς τέχναις τοῖς καλῶς ἐπινοουμένοις καὶ ἡ ἀπὸ τῆς ἐκβάσεως μαρτυρία προσέρχεται. τίς οὖν ἐστιν αὕτη κατὰ τὸν προκείμενον λόγον; ἡ ἐπὶ ταῖς κενώσεσιν ἴασις τῶν λυπούντων χυμῶν, ἥν τινα καὶ Ἡρόφιλος ἐν τῇ τριχρόνῳ καλουμένη σημειώσει παρέλαβεν. εἰ γάρ τις ἐσθίων μὲν πλείω τῶν συνήθων, ἤτοι δ’ ἴσα τοῖς ἔμπροσθεν ἢ ἐλάσσω γυμναζόμενος, βαρυνθείη τε τὸ σῶμα καὶ σὺν ἐρεύθει καὶ ὄγκῳ τῶν φλεβῶν ἄρξηται πυρέττειν, οὐκ ἂν ἀλόγως τις αὐτὸν ὑπὸ πλήθους νοσῆσαι νομίζῃ. εἰ τοίνυν καὶ κενωθεὶς ὠφεληθείη, βεβαίωσις καὶ παραχρῆμα τῆς περὶ τοῦ πλήθους γενήσεται δόξης, θάρσος τε πρὸς τὸ πάλιν ἐπὶ 
481
τῶν αὐτῶν παραγενήσεται ὡσαύτως κενῶσαι, μὴ περιμείνοντας τὴν τῶν ἐμπειρικῶν τήρησιν, ἣν αὐτοὶ τῶν πλειστάκις ἐπὶ τοῖς αὐτοῖς ὡσαύτως ἀποβαινόντων εἶναί φασιν. ἴσως μὲν οὖν καὶ προσέκειτο κατὰ τὸν ἀφορισμὸν ὁ καί σύνδεσμος, εἶτά τίς ὡς περιττὸν ἀφεῖλεν αὐτόν. ἴσως δὲ καὶ ἐξ ἀρχῆς αὐτὸς ὁ Ἱπποκράτης ἁπλῶς ἔγραψε χωρὶς τοῦ καί συνδέσμου, δηλοῖ δὲ ἡ ἴησις, ὡς εἰ καὶ οὕτως εἰρήκει, τοῖς γὰρ προειρημένοις οὕτως ἔχουσιν ὡς εἴρηται, τουτέστι τροφῆς πλείονος παρὰ φύσιν ἐν τῷ σώματι περιεχομένης, ἐπειδὰν κενώσεως προσαχθείσης, ὁ κάμνων ὠφεληθείη, δῆλόν ἐστιν ὡς εἰς νόσον ἥκει διὰ τὸ πλῆθος τῆς τροφῆς. ὅτι δὲ κένωσιν μὲν ἁπλῶς εἴωθε λέγειν ὁ Ἱπποκράτης, ὅταν ὁμοτίμως ἅπαντες οἱ χυμοὶ κενῶνται, κάθαρσιν δὲ ὅταν οἱ μοχθηροὶ κατὰ ποιότητα, μεμνῆσθαι χρὴ, καὶ ὅτι ἡ νῦν ἴασις ὑπὸ κενώσεως, οὐ καθάρσεώς ἐστι γινομένη μαρτυρεῖ τῇ περὶ τοῦ πλήθους δόξῃ. κένωσις δ’ ὁμοτίμως ἁπάντων τῶν χυμῶν ἡ μὲν ἀκριβεστάτη διὰ φλεβοτομίας ἐστὶν
482
ἐγγὺς δ’ αὐτῆς ἥ τε ἀποσχαζομένων τῶν σφυρῶν, ὥσπερ ἡμῖν εὔθισται, καὶ ἡ διὰ γυμνασίων ἢ τρίψεων ἢ λουτρῶν καὶ προσέτι κατὰ συμβεβηκὸς ἡ διὰ ἀσιτίας. κατὰ συμβεβηκὸς δ’ εἶπον, ὅτι μὴ δι’ ἑαυτῆς ἡ ἀσιτία κενοῖ, καθάπερ ἕκαστον τῶν προειρημένων. ἀλλ’ ἡ μὲν κένωσις γίνεται τῷ φυσικῷ τρόπῳ τῆς διαπνοῆς, μηδεμιᾶς δὲ ἀντὶ τῶν κενωθέντων εἰσενεχθείσης τροφῆς, ἐναργῶς τηνικαῦτα φαίνεται ἡ πρότερον λανθάνουσα. ταυτὶ μὲν οὖν αὐτάρκη πρός γε τὴν ἐξήγησιν τοῦ ἀφορισμοῦ. ὅστις δὲ βούλεται τὸν περὶ πλήθους λόγον ἀκριβῶς ἀναλέξασθαι, βιβλίον ἔχει γεγραμμένον ὑφ’ ἡμῶν ἓν ὅλον, ὃ δὴ καὶ περὶ πλήθους ἐπιγέγραπται. νυνὶ δ’ ἀρκεῖ τό γε τοσοῦτον ἔτι προσθεῖναι τοῖς εἰρημένοις, ὡς ἄρξασθαι μὲν δύναται τὸ πρὸς τὴν δύναμιν πλῆθος, ἄνευ τοῦ διεφθάρθαι, μεῖναι δ’ οὐ δύναται χρηστόν. ἀνάγκη γὰρ πᾶσα μεταβάλλειν αὐτὸ κατὰ ποιότητα, διαφθείρεσθαι τοῦ χρόνου προϊόντος· ἀλλὰ κἂν τοῦτο γένηται, μέχρι τοσούτου πλῆθος αὐτὸ καλέσομεν, μέχρι περ
483
ἂν ἐπὶ τῇ κενώσει τοῦ περιττοῦ τὸ λοιπὸν δύνηται γίνεσθαι χρηστόν. ὁποῖον γὰρ κατὰ τοὺς ὀξυνομένους οἴνους συμβέβηκε, τοιοῦτόν τι καὶ κατὰ τὴν ἀλλοίωσιν τοῦ αἵματος. ἔστι δὲ τὸ συμβαῖνον ἐπὶ τῶν οἴνων τοιόνδε. τελέως μὲν ὀξεῖς γενηθέντες οὐκέτ’ εἰς τὴν τοῦ οἴνου φύσιν ἐπανέρχονται, βραχεῖαν δέ τινα ποιησάμενοι ῥοπὴν ὡς ὀξύνεσθαι μὲν, ὄξος δ’ οὐδέπω γεγονέναι, πολλοὶ πολλάκις ἀνεκτήσαντο τὴν πρότερον φύσιν. οὕτως ἔχει κἀπὶ τοῦ αἵματος· καὶ γὰρ καὶ τοῦτο μεγάλης μὲν τῆς διαφθορᾶς γενομένης οὐκέτ’ ἐπανέρχεται πρὸς τὸ κατὰ φύσιν, ἐπὶ βραχὺ δὲ συμβάσης, ἐπειδὰν τὸ περιττὸν ἀποκενωθῇ τὸ κατάλοιπον ἀνακτᾶται τὴν ἑαυτοῦ φύσιν, καὶ δὴ καὶ καλεῖν ἔθος ἐστὶ τὴν τοιαύτην διάθεσιν οὐ διαφθορὰν, ἀλλὰ πλῆθος, ἐκείνης, ὡς ἔφην, μόνης ὀνομαζομένης διαφθορᾶς, ἥτις ἂν οὕτως ἀξιόλογον ἔχῃ τὴν τὸ παρὰ φύσιν ἐκτροπὴν, ὡς μηκέθ’ ὑπὸ φύσεως δύνασθαι πεττομένης χρηστὸς γίνεσθαι χυμός.

484
Τῶν τρεφόντων ἀθρόως καὶ ταχέως ταχεῖαι καὶ αἱ διαχωρήσιες γίνονται.

Ταχέως μὲν τρέφειν ἀκουστέον εἰρῆσθαι πρὸς αὐτοῦ τὰ μετ’ ὀλίγον χρόνον τῆς προσφορᾶς εὐθέως τρέφοντα κατά γε τὴν ἑαυτῶν φύσιν. ἐξετάζεται δ’ αὕτη κατά γε τοὺς ἀμέμπτως ὑγιαίνοντας. ἀθρόως δὲ τὰ μετὰ τὸ ἄρξασθαι τρέφειν ἐν ὀλίγῳ χρόνῳ πᾶσαν τὴν ἐξ αὐτῶν τροφὴν δίδονται τῷ σώματι. τὰ τοιαῦτα οὖν, ὅσον ἐπὶ τοῦτο μόνον τῷ τρέφειν ἀθρόως καὶ διαχωρηθήσεται ταχέως. εἰ δ’ ἤτοι δριμύτης τις αὐτοῖς ἐρεθίζουσα πρὸς ἀπόκρισιν ἢ γλισχρότης ὑπάρχει, δι’ ἣν ἐπὶ πλέον κατέχεται, τὰ μὲν θᾶττον κατὰ τὴν διαχώρησιν ὁρμήσει, τὰ δὲ βραδύτερον. τάχιστα μὲν οὖν καὶ ἀθροώτατα οἶνος τρέφει, βραδύτατα δὲ καὶ κατὰ βραχὺ βόειον κρέας καὶ κοχλίαι καὶ σπόνδυλοι θαλάττιοι καὶ ἀκρίδες καὶ κάραβοι καὶ ἀστακοὶ, καὶ συνελόντι

485
φάναι πάντα τὰ σκληρόσαρκα τῆς αὐτῆς ἐστι τούτοις φύσεως. καὶ σκληροὶ τυροὶ καὶ τὰ τεταριχευμένα τῶν κρέων καὶ φακοὶ καὶ βολβοὶ καὶ τὰ μέχρι τοῦ σκληρωθῆναι τῶν ὠῶν ἀφεψημένα. ταυτὶ γὰρ πάντα μετὰ πολὺν χρόνον τοῦ προσαχθῆναι τρέφει κατὰ βραχύ. σημεῖον δ’ ἔστω σοι τοῦ τρέφειν ἤδη τὸ προσενηγμένον ἐν μὲν τοῖς σφυγμοῖς ἥ τε σφοδρότης καὶ τὸ μέγεθος, ἐν δὲ ταῖς καθ’ ὁρμὴν κινήσεσιν ἡ προστιθεμένη τοῖς τεθραμμένοις ῥώμη. μάλιστα δ’ ἐξετάζειν αὐτὴν προσῆκον ἐπὶ τῶν ἐκλελυμένων διὰ κένωσίν τινα αἰσθητὴν ἢ διὰ κάματον ἢ δι’ ἀσιτίαν. ἐπὶ μὲν οὖν τῶν προειρημένων ἁπάντων αἱ κατὰ τὴν γαστέρα διαχωρήσεις βραδεῖαι γίνονται, τοῦτ’ ἔστι μετὰ πολὺν τῆς προσφορᾶς χρόνον, ἐπὶ δὲ τῶν ἐναντίων ταχεῖαι, μάλιστα δ’ ἐναντίος ἁπάντων αὐτοῖς ἐστιν ὁ οἶνος ὡς εἴρηται, τάχιστα τρέφων, ἐφεξῆς δ’ αὐτῷ κατὰ στοῖχον ἄλλα περὶ ὧν ἐρῶ, πρῶτόν γε περὶ τῶν οἴνων αὐτῶν διερχόμενος. οἱ μὲν γὰρ ὑδατώδεις αὐτῶν ἐλαχίστην τροφὴν τῷ σώματι διδόασιν. εἰσὶ δὲ οὗτοι λευκοὶ μὲν τὴν χρόαν, λεπτοὶ δὲ τὴν σύστασιν, 
486
οἱ δὲ παχεῖς καὶ κιῤῥοὶ πολὺ μὲν πλείονα τὴν τροφὴν τούτων διδόασι τῷ σώματι, ἀπολείπονται δὲ τῶν μελάνων ἐς τοσοῦτον τροφῆς, ὅσον πλεονεκτοῦσιν εἰς τὸ ταχέως καὶ ἀθρόως τρέφειν. ὅσοι δὲ λευκοὶ μὲν, ἀλλὰ παχεῖς εἰσιν ἀτροφώτεροι μὲν τοσοῦτον ὑπάρχουσιν, τροφιμώτεροι δὲ τῶν λεπτῶν τε καὶ λευκῶν, ἀλλ’ οὔτε ταχέως οὔτε ἀθρόως τρέφουσιν. εἰς ὅσον δὲ ἐν τούτοις διαφέρουσιν, εἰς τοσοῦτον καὶ κατὰ τὴν διαχώρησιν. οἱ μὲν γὰρ ὑδατώδεις κατ’ οὖρα διαχωροῦσι τάχιστα, διὰ τὸ φθάνειν τάχιστα σχεδὸν ἀναλαμβάνεσθαι ὅλοι, τῶν δ’ ἄλλων πάντων ὅσον ὑπέρχεταί τι κατὰ τὴν γαστέρα σαφὲς, ἀνάλογον τῷ χρόνῳ τῆς θρέψεως ἔχει τὴν διαχώρησιν. οὕτω δὲ κἀπὶ τῶν ἄλλων ἁπάντων συμβέβηκεν. ὁ μὲν γὰρ τῆς πτισάνης χυλὸς οὐ μετὰ πολὺν χρόνον τῆς προσφορᾶς φαίνεται τρέφων, οὐ μὴν πολλὴν τροφὴν διδοὺς τῷ σώματι καὶ ταύτην ἐν ὀλίγῳ χρόνῳ παρέχων ἀθρόαν. ὁ χόνδρος δὲ οὔτ’ ὀλίγην οὔτ’ ἀθρόαν, ἀλλ’ ἐν πολλῷ τε χρόνῳ καὶ πολλὴν παρέχει τροφήν. ὡσαύτως δὲ δηλονότι προσήκει τῇ
487
συστάσει ἔχειν τὰ παραβαλλόμενα καὶ μὴ τὸ μὲν ἀκριβῶς εἶναι ὑγρὸν, τὸ δὲ ἄκρως ξηρόν. ἐπὶ μὲν οὖν τῆς πτισάνης καὶ χόνδρου καὶ πάντων τῶν τοιούτων, ὅσα σκευάζουσιν ἐκ κέγχρων ἢ κυάμων, ἤ τινων ἄλλων καρπῶν; ὁμοίως ἐχέτω τὰ παραβαλλόμενα, κατὰ τὸ ποιὸν τῆς συστάσεως. ἐπὶ δὲ τῶν κρεῶν ἰδία μὲν ἡ σύστασις ἑκάστου. παραβάλλεσθαι δὲ αὐτὰ χρὴ κατὰ τὸ ποιὸν τῆς σκευασίας ἢ ὠπτωμένων ἀμφοῖν ἢ ἑψημένων ὡσαύτως. ἀφαιρείσθωσαν δὲ κατὰ τὴν σκευασίαν καὶ οἱ δακνώδεις χυμοὶ, καθάπερ ἐπὶ κράμβης τε καὶ ὀσπρίων, εἰ μέλλεις ἀκριβῆ βάσανον αὐτῆς τῆς τρεφούσης οὐσίας λαβεῖν. ἡ δ’ ἀφαίρεσις τῶν χυμῶν ἐκ τοῦ μετατίθεσθαι κατὰ τὴν ἕψησιν εἰς ἕτερον ὕδωρ ἐξ ἑτέρου γίγνεται. ἐὰν οὖν ἅπαντα ταῦτα διορισάμενος ἐξετάσῃς ἀκριβῶς, εὑρήσεις ὅσα μὲν ὀλίγῳ χρόνῳ τρέφει, τοῦτο δέ ἐστι τὸ ἀθρόως καὶ μετ’ ὀλίγον χρόνον τῆς προσφορᾶς, τοῦτο γάρ ἐστι τὸ ταχέως, τούτων καὶ τὴν διαχώρησιν ἐν τάχει γινομένην, ὅταν γε ὡσαύτως ἔχουσιν ἀνθρώποις δίδοται.
488
καὶ γὰρ καὶ τοῦτο ἐπὶ πάντων τοιούτων χρὴ προσδιορίσασθαι. τὰ δ’ ἐναντίως ἔχοντα βραδέως ὑποχωρεῖν. τὴν δ’ αἰτίαν τῶν γινομένων μάθοις ἂν ἐκ τῶν ἀποδεδειγμένων ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν. ἡ γάρ τοι γαστὴρ ἀπολαύειν ἐνεδείκνυτο τῶν σιτίων αὐτὴ πρώτως τὸν οἰκεῖον ἐξ αὐτῶν ἕλκουσα χυμὸν, ἐναποτιθεμένη τε τοῖς ἑαυτῆς χιτῶσιν, εἶτ’ ἐπειδὰν τούτου κορεσθῇ, τηνικαῦτα ἐκπέμπειν αὐτὰ πρὸς τὴν διαχώρησιν. ἐν τούτῳ δὲ τῷ χρόνῳ καὶ τὸ ἧπαρ ἐκ τῶν σιτίων ἕλκειν ἐδείκνυτο, ἐπειδὰν ἐνδεῶς ἔχῃ τροφῆς. εἰ δὲ μὴ, χρήσεται τῇ προϋπαρχούσῃ. κατὰ δὲ τὸν αὐτὸν λόγον ἕλκειν αὖθις ἐκ τοῦ ἥπατος ὅλον τὸ σῶμα, καθ’ ὃν ἂν χρόνον καὶ τοῦτο ἀπορεῖ τροφῆς. ὅθεν ἐφ’ ὧν ὅλον τὸ σῶμα κενόν ἐστι, μάλιστα ἄν τις λάβῃ τὴν πεῖραν τῶν ἀθρόως τε καὶ ταχέως τρεφόντων, οἷσπερ, ὡς ἔφαμεν, ὑπάρχει καὶ τὸ πρὸς τὴν διαχώρησιν ἰέναι θᾶττον, ὅσον ἐπὶ τῷδε. τινὲς μέντοι τὴν ἐξ ὅλου τοῦ σώματος ἔφασαν κένωσιν εἰρῆσθαι διαχώρησιν, ἵνα ταυτὸν ᾖ τὸ νῦν διδασκόμενον τῷ λελεγμένῳ κατὰ τὸ περὶ τροφῆς
489
βιβλίον, ἔνθα φησίν· ἡ δυσαλλοίωτος δυσεξανάλωτος, ἡ εὐπρόσθετος εὐεξανάλωτος, ὅπερ ἀληθέστατον μέν ἐστιν, οὐ μὴν οἰκείως ἀκούσεσθαί τε δοκεῖ τῇ τῆς διαχωρήσεως προσηγορίᾳ. λέγεται γὰρ αὐτὴ μᾶλλον ἐπὶ τῆς κατὰ γαστέρα μόνον, δυνατόν γε μὴν κἀπὶ τῶν καθ’ ὅλον ἀκούειν αὐτὴν τὸ σῶμα. διαφέρει γὰρ ἢ ὑποχώρησιν ἢ διαχώρησιν εἰπεῖν. ἡ μὲν οὖν ὑποχώρησις ἐπὶ τῶν κατὰ τὴν γαστέρα μόνον λέγεται, κοινὸν δ’ ἀμφοῖν τὸ τῆς διαχωρήσεως ὑπάρχειν ἐγχωρεῖ ὄνομα. τὰ μὲν οὖν χοίρεια κρέα καὶ ὅσα γλίσχρους καὶ παχεῖς ἔχει τοὺς χυμοὺς, ἐν χρόνῳ ποιεῖται τὴν ἐξ ὅλου τοῦ σώματος διαπνοήν· λάχανα δὲ καὶ τῶν ἰχθύων οἱ πετραῖοι καὶ ἁπλῶς ὅσα λεπτὸν ἔχει τὸν ἀναδιδόμενον χυμὸν, ἐν μὲν τῷ τάχει τῆς ἀναδόσεως καὶ τῆς προσθέσεως πλεονεκτεῖ, μόνιμον δ’ οὐκ ἔχει τὴν φύσιν, ἀλλὰ διαπνεῖται ῥᾳδίως.

490
Τῶν ὀξέων νοσημάτων οὐ πάμπαν ἀσφαλέες αἱ προσαγορεύσιες οὔτε τοῦ θανάτου οὔτε τῆς ὑγείας.

Τὰ ὀξέα νοσήματα πρὸς τὸ κρίνεσθαι ταχέως εὐθέως καὶ μέγεθος ἔχει· τοὺς γὰρ ἐφημέρους πυρετοὺς καίτοι ταχέως παυομένους οὐ καλοῦσιν ὀξέα νοσήματα. διττὴ δέ ἐστιν ἡ τῶν ὀξέων νοσημάτων φύσις· ἢ γὰρ ἐπὶ χυμοῖς μόνοις θερμοῖς οὐδένα τόπον ἐγκατειληφόσιν, ἀλλ’ ὁμοτίμως ἐν ἅπασι τοῦ ζώου τοῖς μέρεσι γίγνεσθαι πεφυκόσιν ἢ τόπου τινὸς πεπονθότος, ὡς ἐν πλευρίτιδι καὶ περιπνευμονίᾳ καὶ κυνάγχῃ. καὶ οἵ γε πυρετοὶ τοὐπίπαν οἷον συνεχεῖς εἰσιν ἐν τοῖς ὀξέσι νοσήμασι. σπάνια γὰρ τὰ χωρὶς πυρετῶν, ὁποία ἐστὶ καὶ ἡ ἀποπληξία. τὰ δὲ χρόνια νοσήματα διὰ χυμοὺς γίνεται παχεῖς καὶ γλίσχρους καὶ ψυχροὺς, οὔτε πεφθῆναι ῥᾳδίως δυναμένους, ἐμπλαττομένους τε καὶ σφηνουμένους ἐν τοῖς πεπονθόσι μορίοις, ὥστε καὶ σκιῤῥώδεις 

491
αὐτῶν μᾶλλον ἢ φλεγμονώδεις εἶναι τὰς διαθέσεις. ὀλίγα δ’ ἐξ αὐτῶν γίγνεται τὰ κατὰ συμπάθειαν καὶ χωρὶς τόπου πεπονθότος, ἐν οἷς ὁμοτίμως ἁπασῶν τῶν φλεβῶν, ἤτοι μελαγχολικοὺς ἢ φλεγματώδεις χυμοὺς ἐχουσῶν σηπομένους. ἐπὶ μὲν τούτων ἁπάντων ἔοικεν ὁ Ἱπποκράτης θαῤῥεῖν ταῖς προγνώσεσιν, ἐπὶ δὲ τῶν ὀξέων οὐχ ἁπάντων, ἀλλ’ ἔστιν ὅτε καὶ διαμαρτάνεσθαι τὴν πρόγνωσιν ὁμολογεῖ. τοιοῦτον γάρ ἐστι τὸ οὐ πάμπαν, ἀπόφασις ὄν. τὸ γὰρ οὐ πάμπαν τῷ οὐ παντελῶς ταὐτὸν σημαίνει. καὶ ἔστι τὸ οὐ πάμπαν ἴσον τῷ οὐκ ἐπὶ πάντων, ὅπερ ὅταν ὀλίγα τῶν πάντων ἐξαιρῶσιν ὀνομάζειν εἰώθασιν. οἷον οὐ πάντες ἄνθρωποι κακοί. δηλοῖ γὰρ ὁ τοῦτ’ εἰπὼν ὀλιγοστοὺς εἶναι τοὺς ἀγαθοὺς. οὕτω γοῦν καὶ νῦν ὁ Ἱπποκράτης ἐμφαίνει λέγων, οὐ πάμπαν ἀσφαλεῖς εἶναι τὰς προσαγορεύσεις ἐπὶ τῶν ὀξέων ὡς ὀλιγάκις ποτὲ καὶ σφαλλομένου τοῦ ἀρίστου ἰατροῦ. συμβαίνει δ’ αὐτὸ τοῦτο διά τε τὴν ὀξύῤῥοπον ἐν κρίσει μεταβολὴν, ἥτις ἕπεται τῶν ἐργαζομένων
492
αὐτὰ χυμῶν τῇ φύσει καὶ διὰ τὸ μεταῤῥεῖν ἐνίοτε τὸν λυποῦντα χυμὸν ἐξ ἑτέρων εἰς ἕτερα.

Ὁκόσοισι νέοισιν ἐοῦσιν αἱ κοιλίαι ὑγραί εἰσι, τουτέοισιν ἀπογηράσκουσι ξηραίνονται. ὁκόσοισι δὲ νέοισιν ἐοῦσιν αἱ κοιλίαι ξηραὶ εἰσι, τουτέοισιν ἀπογηράσκουσιν ὑγραίνονται.

Ὅτι μὲν ὡς τὸ πολὺ τοῦτο γίνεται καὶ οὐ διὰ παντὸς ἐδήλωσεν αὐτὸς ἐν τοῖς κατωτέρω γράψας τόνδε τὸν ἀφορισμὸν, ὁκόσοι τὰς κοιλίας ὑγρὰς ἔχουσι νέοι μὲν ἐόντες βέλτιον ἀπαλλάσσουσι τῶν ξηρὰς ἐχόντων, εἰς δὲ τὸ γῆρος χεῖρον ἀπαλλάσσουσι. ξηραίνονται γὰρ ὡς ἐπὶ πολὺ τοῖσιν ἀπογηράσκουσιν. ἀκουστέον δέ ἐστι ξηρᾶς καὶ ὑγρᾶς κοιλίας οὐχ ἁπλῶς, ἀλλ’ ἐπὶ τοῖς αὐτοῖς διαιτήμασιν. εἰ γάρ

493
τις ἐν μὲν τῇ νεότητι τῇ τῶν Ἀλεξανδρέων χρῆται διαίτῃ, ταρίχη τε καὶ πράσα ἐσθίων, ἐπιπίνων τε ζυθὸν, ἐν δὲ τῷ γήρᾳ μηδὲν τούτων προσφέρηται, φακὴν δὲ ἐσθίει καὶ οἶνον αὐστηρὸν ἔτι πίνει, πῶς ἂν φαίημεν ὑπηλλάχθαι τούτῳ τὰ διαχωρήματα τῷ λόγῳ τῆς ἡλικίας; οὕτω δὲ καὶ ὁ μὲν κατὰ τὴν νεότητα φακὴν ἐσθίων καὶ μέσπιλα καὶ οἶνον αὐστηρὸν πίνων, ἐπὶ δὲ τοῦ γήρως τῇ τῶν Ἀλεξανδρέων χρώμενος διαίτῃ, συμμεταβάλλει ταῖς διαίταις τὴν κατὰ τὴν διαχώρησιν, οὐκ ὀρθῶς ποιησόμεθα κρίσιν. ἀλλ’ ὅταν ἁπάντων τῶν ἄλλων, οὐ μόνον τῶν κατὰ τὴν τροφὴν, ὁμοίως πραττομένων ὑπηλλάχθαι τὰ κατὰ τὰς διαχωρήσεις, ἡ κρίσις ὀρθὴ γενήσεται τῶν ὑφ’ Ἱπποκράτους εἰρημένων· ὑπαλλαχθήσεται δὲ τὰ κατὰ τὰς διαχωρήσεις, ὅσον ἐπὶ τῇ φύσει τῶν ἡλικιῶν κατὰ τὰς ἐν τῷ σώματι διαθέσεις ἀλλαττομένας, ὑφ’ ὧν ἡ γαστὴρ ὑγροτέρα τε καὶ ξηροτέρα γίνεται. τίνες δέ εἰσιν αὗται τῶν ἐζητημένων ἐστὶ καὶ οὕτω γε μακρὸν ἔσεσθαί μοι νομίζω τὸν λόγον, εἰ σὺν ταῖς οἰκείαις ἀποδείξεσι γράφειν αὐτὸν ἐπιχειρήσαιμι, ὥσθ’ ἑνὸς
494
ὅλου δεήσεσθαι βιβλίου. τοῦτο μὲν οὖν αὖθις ἔσται ποτὲ, νῦν δὲ διὰ βραχέων ἐρῶ τὰ κεφάλαια, συγχρησάμενος οἷς ἔν γε τοῖς τῶν φυσικῶν δυνάμεων ἀπέδειξα ὑπομνήμασι καὶ τοῖς τῶν συμπτωμάτων αἰτίοις· ὑγροτέρα τοῦ συμμέτρου γίνεται ἡ γαστὴρ, ὅταν ἡ χυλωθεῖσα τροφὴ κατ’ αὐτὴν ἐνδεέτερον ἀναδίδοται, ξηροτέρα δὲ πάλιν τῆς κατ’ αὐτὴν ὑγρότητος ἁπάσης εἰς τὸ ἧπαρ ἀναφερομένης. ἀλλὰ τὸ μὲν ἐνδεέστερον ἀναδίδοσθαι γίνεται μέν ποτε πλείονα τροφὴν λαμβανόντων ἢ ὅσης δεῖται τὸ ἧπαρ, ἔστι δ’ ὅτε θᾶττον ἐπὶ τὴν διαχώρησιν ἰούσης αὐτῆς. τῆς μὲν γὰρ πλείονος ἀπολείπεται τὸ περιττὸν, ἐπειδὰν ἑλκύσει τὸ ἧπαρ, ὅσης δεῖται. τῆς δὲ ταχέως διεξιούσης οὐ φθάνει τοσοῦτον ἕλκειν τὸ ἧπαρ ὅσου δεῖται. θᾶττον δὲ ὑπέρχεται τὰ διαχωρούμενα, ποτὲ μὲν διὰ τὸ πλῆθος τῆς καταῤῥεούσης εἰς τὴν γαστέρα χολῆς ἐρεθιζούσης αὐτὴν εἰς ἀπόκρισιν, ἐνίοτε δὲ τῆς μὲν ἐν αὐτῇ τῇ γαστρὶ καθεκτικῆς δυνάμεως, ἀῤῥωστοτέρας γινομένης, τῆς δὲ ἀποκριτικῆς ἐν ταύτῃ γε καὶ τοῖς ἐντέροις ἰσχυρᾶς ὑπαρχούσης. πλειόνων μὲν οὖν
495
ὀρεγόμεθα τοῦ στόματος τῆς γαστρὸς, ἐνταῦθα γὰρ μάλιστα ἡ ὄρεξίς ἐστι, ψυχροτέρου τὴν κρᾶσιν ὑπάρχοντος. οὕτω δὲ καὶ τὸ ἧπαρ ἧττον ἕλκει διὰ ψυχρότητα· τὴν δὲ καθεκτικὴν ἡ γαστὴρ δύναμιν ἀσθενεστέραν ἔχει δι’ ὑγρότητα, καθάπερ δὴ καὶ τὴν προωστικὴν ἰσχυροτέραν διὰ ξηρότητα. γερόντων οὖν ἐπειδὰν ψυχρότερον γένηται τὸ σῶμα, τὴν ἐν τῷ στόματι τῆς κοιλίας ὑγρότητα συμβαίνει γίνεσθαι ψυχρὰν ἐς τοσοῦτον, ὡς μεταπίπτειν εἰς ἀνορεξίαν, καὶ οὕτω ξηραίνεσθαι τὴν διαχώρησιν, ἐνδείᾳ τῶν προσφερομένων, ὡς πρὸς τὴν ἀνάδοσιν. οὕτω δὲ καὶ ὅσοι διὰ τὸ πλῆθος ἢ τὴν φύσιν τοῦ πικροχόλου χυμοῦ τὴν κοιλίαν ὑγραίνονται, πρὸς τοὐναντίον μεταπίπτουσι, μηκέτι ἐν τῷ γήρᾳ τοῦ τοιούτου χυμοῦ πολλοῦ γενομένου. τοῖς μέντοι δι’ ἀῤῥωστίαν τῆς καθεκτικῆς δυνάμεως ὑγραινομένοις τὴν κοιλίαν οὐχ ἅπασιν ἡ μετάπτωσις ἔσται, ἀλλὰ παρὰ τὸ ποσὸν τῆς συνεζευγμένης αὐτῇ θερμασίας. εἰ μὲν γὰρ εὐθὺς ἐξ ἀρχῆς εἴη ψυχροτέρα τὴν κρᾶσιν ἡ γαστὴρ, εἰς ἀμετρίαν 
496
τῆς κατὰ ψυχρότητα δυσκρασίας ἐν τῷ γήρᾳ παραγινομένη τὴν καθεκτικὴν δύναμιν ὁμοίως ἄῤῥωστον ἕξει, διὰ τὸ πᾶσαν ἄμετρον δυσκρασίαν ἐκλύειν τὰς ἐνεργείας. εἰ δ’ ἀκριβῶς εἴη θερμὴ μέχρι πλείστου τῆς ἡλικίας ἰσχυρὰν ἔξει τὴν καθεκτικὴν ἐνέργειαν, ὡς ἂν μηδ’ ἑτέραν ἔχουσα τῶν δυσκρασιῶν ἀκριβῶς, μηδὲ τὴν κατὰ ξηρότητα, φύσει γὰρ ἦν ὑγροτέρα πάντως· ἢ οὐκ ἂν ἄῤῥωστον εἶχε τὴν καθεκτικὴν δύναμιν μήτε κατὰ θερμότητα. τοῦτο γὰρ ὑπέκειτο. δῆλον οὖν ὡς ὀλίγου δεῖν ἅπασιν, οἷς ὑγρότεραι φύσεις γαστρός εἰσιν, εἰς τοὐναντίον ἡ μετάπτωσις γίνεται γηράσκουσιν. οἷς δὲ ξηρότεραι, τούτοις ὑγρότεραι γενήσονται γηρῶσι, διὰ τὰς ἐναντίας κράσεις· ἤτοι γὰρ ὅταν ἐλάττονα τροφὴν προσφέρωνται τῆς κατὰ τὸ ἧπαρ δυνάμεως ἢ δι’ ἐξίκμασιν ἢ τὸ συῤῥέειν τῆς χολῆς εἰς τὴν κοιλίαν ὀλίγον ἢ δι’ εὐρωστίαν τῆς καθεκτικῆς δυνάμεως ἡ διαχώρησις ἔσται ξηροτέρα. τούτων δὲ τὸ μὲν ἧττον ὀρέγεσθαι καὶ θᾶττον ἐμπίπλασθαι διὰ τὴν θερμότητα γίνεται τῶν ὀρεκτικῶν μορίων.
497
τὸ δ’ ἐξικμάζεσθαι τὴν τροφὴν ἤτοι συμμέτρως ἔχοντος ἐν τῇ κράσει τοῦ ἥπατος ἢ καὶ βραχεῖ τινί θερμοτέρου τὴν κράσιν ὑπάρχοντος. τὸ δ’ ὀλίγην συῤῥεῖν εἰς τὴν γαστέρα χολὴν, ὡς ἂν δηλονότι καὶ γενομένης ὀλίγης, ἐπὶ τῇ ψυχρότητι τοῦ σπλάγχνου συμβαίνει. ῥωμαλέα δ’ ἡ καθεκτικὴ δύναμις γίνεται τοῖς νέοις ἐπὶ τὸ ξηρότερον τῇ κράσει ῥέπουσιν. εἰκότως οὖν γερόντων ἁπάντων τῶν προειρημένων εἰς τἀναντία μετάπτωσις ἔσται. οἵ τε γὰρ ἀνόρεκτοι διὰ θερμότητα προηκούσης τῆς ἡλικίας ὀρεχθήσονται πλειόνων ἢ ὅσων δύναται κρατήσειν τὸ ἧπαρ. ὅσοις τε διὰ ξηρότητα σύμφυτον ἡ καθεκτικὴ δύναμις ἦν ἰσχυροτέρα, τούτοις γηρῶσιν ἀῤῥωστοτέρα γενήσεται τῇ τῆς ξηρότητος ἀμετρίᾳ. καὶ διὰ τοῦθ’ ἡ διαχώρησις ὑγρανθήσεται, τῷ ταχύνειν τὴν διέξοδον τῶν σιτίων. ὅσοις δὲ διὰ τὴν ἔνδειαν τῆς χολῆς ἡ διαχώρησις βραδύνουσα, τῷ πολυχρονίῳ τῆς διεξόδου τὸ πολὺ τῆς ὑγρότητος ἐξικμάζεται, δυνατὸν μὲν ἔτι μεῖναι αὐτὴν διάθεσιν. ἐγχωρεῖ δὲ καὶ διὰ ψύξιν ἄμετρον τοῦ ἥπατος εἰς ἀῤῥωστίαν ἱκανὴν
498
τῆς ἀναδόσεως ἀφικομένης ὑγρὰ γίνεσθαι τὰ διαχωρήματα. ταῦτ’ ἐν τῷ παρόντι περὶ τῆς αἰτίας εἰρήσθω μοι τῶν ἐν ταῖς ἡλικίαις μεταβολῶν, ὅσα ἴσχουσι διὰ ξηρότητα καὶ ὑγρότητα γαστρὸς, ἀσαφῆ διὰ βραχυλογίαν ἐσόμενα τοῖς μὴ προγεγυμνασμένοις ἐν οἶς ὑπομνήμασιν· ἀλλ’ ὕστερόν ποτε δι’ ἑνὸς ὅλου βιβλίου σαφέστερον ὑπὲρ τῶν αὐτῶν εἰρήσεται. πρὸς μέντοι τὴν ἐν τῇ τέχνῃ χρείαν ἱκανὸν καὶ τοῦτο μόνον ἐπίστασθαι, τὸ πρὸς Ἱπποκράτους εἰρημένον ἄνευ τοῦ προσκεῖσθαι τὴν αἰτίαν.

Λιμὸν θώρηξις λύει.

Θώρηξιν οἴνου πόσιν αὐτὸς εἴωθεν ὀνομάζειν. ἐν γοῦν τῷ περὶ φύσεως ἀνθρώπου καὶ διαίτης ὧδέ πως ἔγραψε· φανερὸν γὰρ δὴ ὅτι τὰ διαιτήματα ἑκάστου ἡμῶν οὐκ αἴτιά ἐστιν. ὅτι δ’ ἅπτεται πάντων ἡ νοῦσος ἑξῆς καὶ τῶν

499
νεωτέρων καὶ πρεσβυτέρων καὶ γυναικῶν καὶ ἀνδρῶν, ὁμοίως καὶ τῶν θωρησσομένων καὶ τῶν ὑδροποτεόντων. ἐκ τοῦ τοίνυν ἀντιθεῖναι τοῖς ὑδροποτέουσι τοὺς θωρησσομένους ἐδήλωσεν, ὅτι τοὺς οἰνοποτοῦντας ὀνομάζει θωρησσομένους, ὥστε καὶ θώρηξις ἡ τοῦ οἴνου πόσις ὑπ’ αὐτοῦ λέγεται, ταύτην οὖν φησι λύειν λιμὸν, οὐ μὰ Δία ἅπασαν ἔνδειαν ὀνομάζων λιμὸν, ὥς τινες ὑπολαμβάνουσιν. οὐ μὴν οὐδὲ τὴν μετ’ ὀρέξεως, ἀλλὰ τὴν ἐπ’ αὐτῶν δὴ τοῦτο πάθημα ἐχόντων ὄρεξιν σφοδρὰν καὶ ἄπαυστον σιτίων, ἣν ἔνιοι τῶν ἰατρῶν ὀνομάζουσι κυνώδη. τούτου γάρ τοι τοῦ λιμοῦ ἡ τοῦ οἴνου θώρηξις ἴαμά ἐστιν, οὐχ ὅστις ἂν ἤτοι διὰ μακρὰν ἀσιτίαν ἢ ῥύσιν γαστρὸς ἢ αἱμοῤῥαγίαν ἤ τινα ἑτέραν κένωσιν ᾖ γεγενημένος. οἱ μέντοι διά τι τῶν τοιούτων ἐνδεεῖς οὐχ ὅπως ἀγαθόν τι τῆς οἰνοποσίας ἀπολαύουσι, ἀλλὰ καὶ μέγιστα βλάπτονται, σπασμοῖς καὶ παραφροσύναις ἁλισκόμενοι διὰ ταχέων, εἰ πρὸ τοῦ σιτία προσενέγκασθαι θωρηχθεῖεν. οἶς δέ ἐστι πάθος ὁ λιμὸς, ἴαμα τούτοις ἐστὶν ἡ τοῦ οἴνου πόσις, οὐ τροφῆς πλῆθος. ἐγὼ
500
γοῦν οὕτως ἰασάμην ἐνίους τῶν ἀπαύστως λιμωττόντων, οἶνον πίνειν διδοὺς δαψιλῆ τῶν ἱκανῶς θερμαινόντων. οὐ γὰρ δὴ οἱ στρυφνοὶ τῶν οἴνων ἰῶνται τὸν τοιοῦτον λιμὸν, ὅτι μηδὲ θερμαίνουσιν. ἀλλ’ ὅσοι γε κιῤῥοὶ τὴν χρόαν ἢ ἐρυθροὶ χωρὶς τοῦ στύφειν, οὗτοι μέγιστον ἴαμα τῶν τὴν κυνώδη καλουμένην ὄρεξιν ἐχόντων εἰσί. χρὴ γὰρ αὐτοῖς ὅταν ἐπὶ τὸ ἄριστον ἀφίκωνται, πρῶτον μὲν διδόναι λιπαρὰ καὶ ὡς ἂν εἴπῃ τις ἐλαιώδη τῶν ἐδεσμάτων καὶ τἄλλα δὲ πάντα, ἃ δι’ ἐλαίου πολλοῦ σκευάζονται. μάλιστα δὲ μηδὲν αὐστηρὸν ἢ στρυφνὸν ἔστω. μετὰ δὲ ταῦτα τῶν εἰρημένων οἴνων τινὰ, κἂν μηδέπω διψῶσι, κελεύειν προσφέρεσθαι. πραΰνεται μὲν γὰρ αὐτοῖς εὐθέως ὁ λιμὸς ἐπὶ τῇ τοιαύτῃ διαίτῃ. ἐν πλείονι δὲ χρόνῳ πραττόντων οὕτω παύεται. καί μοι δοκεῖ τοῦτο μᾶλλον ὁ Ἱπποκράτης ἐνδείκνυσθαι κατὰ τὸν προκείμενον ἀφορισμόν. ἐπειδὴ γὰρ αἱ κυνώδεις ὀρέξεις ἤτοι διὰ δυσκρασίαν μόνην τὴν ἐπὶ τὸ ψυχρότερον ἢ διά τινας χυμοὺς ὀξεῖς γίνεσθαι πεφύκασιν ἐναποθέντας εἰς αὐτὸ τὸ στόμα τῆς γαστρὸς, ἄμφω δ’ ἰᾶσθαι ταῦτα 
501
πέφυκεν ὁ εἰρημένος οἶνος, εἰκότως παύει τὰς κυνώδεις ὀρέξεις. ὅσοι δ’ ἡγοῦνται τὸν καλούμενον βούλιμον εἰρῆσθαι λιμὸν νῦν ὑφ’ Ἱπποκράτους, ἀλογώτερόν μοι δοκοῦσιν ἀκούειν τοῦ λόγου, πρῶτον μὲν ἀντὶ γενικοῦ τε καὶ καθόλου ποιοῦντες εἰδικόν τε καὶ κατὰ μέρος, εἶτα καὶ ψευδόμενοι. κατάπτωσις γάρ ἐστι δυνάμεως ὑπὸ τῆς ἔξωθεν ψύξεως ὁ βούλιμος, ἀρξάμενος μὲν ἀπὸ πείνης, οὐκ ἔτι δ’ ἔχων αὐτὴν συνοῦσαν.

Ἀπὸ πλησμονῆς ὁκόσα ἂν νοσήματα γένηται, κένωσις ἰῆται καὶ ὁκόσα ἀπὸ κενώσιος πλησμονὴ καὶ τῶν ἄλλων ἡ ὑπεναντίωσις.

Οὐκ εἴ τι γινόμενον ὑπὸ πλησμονῆς οὐδὲ οὐκέτι οὔσης αὐτῆς, εἴ τι μένοι, τοῦτο ἰάσεται κένωσις. ἀλλ’ ὅσα κατὰ τὸν αὐτὸν γίνεται χρόνον ἐπιχειροῦμεν ἰᾶσθαι, κενώσεως

502
χρῄζει. ὅτι μὲν οὖν πλῆθος ἐργάζεται νόσον ἔμπροσθεν εἴρηται, ὅτι δὲ ἡ ἴασις αὐτοῦ κένωσίς ἐστιν οὐδὲ λόγου δεῖται, καθάπερ οὐδ’ ὅτι πάντων τῶν ποιούντων τὰς νόσους ἡ ἐναντίωσις. οὐδὲ γὰρ ἐπινοῆσαι δυνατὸν ἄλλο τι παρὰ τοὐναντίον τῶν ποιούντων τὰς νόσους αἰτίων, ὡς ἐπί γε τῶν νόσων αὐτῶν ἤδη γεγενημένων αὖθις ἐπισκεψόμεθα, καθάπερ γε κἀπὶ τῶν ἐξ ἀνάγκης ἑπομένων αὐτοῖς συμπτωμάτων. ἀλλὰ νῦν γε περὶ τῶν ἔτι γινομένων ὁ λόγος ἐστὶ νοσημάτων. εὔδηλον οὖν ὡς ἅμα τοῖς ποιοῦσιν αἰτίοις ἀναιρουμένοις ἀναγκαῖόν ἐστι καὶ αὐτὰ συναναιρεῖσθαι. τῶν ποιούντων δ’ αἰτίων ἡ ἀναίρεσις ἀπὸ τῶν ἐναντίων γίνεται. εἰ μὲν γὰρ τῷ ψύχειν τι νόσον ἐργάζοιτο, διὰ τοῦ θερμαίνοντος ἡ ἴασις, εἰ δὲ τῷ θερμαίνειν, διὰ τοῦ ψύχοντος. οὕτω δὲ καὶ εἰ διὰ πλησμονὴν νόσος συνίσταται, τὸ τηνικαῦτα κενῶσαι χρὴ τὴν πλησμονὴν, ὥσπερ γε καὶ εἰ ὑπὸ κενώσεως ἀνατρέφειν ὅτι τάχιστα προσήκει. καίτοι δοκεῖ τισιν ὡς οὐδέποτε ἐργάζεται κένωσις νόσον.
503
ἡγοῦνται δ’, ὡς ἔοικεν, οἱ τοιοῦτοι μόνον τὸν πυρετὸν εἶναι νόσον. ὡς εἴ γε ἔγνωσαν ὡς ἅπασα διάθεσις ἐνέργειαν βλάπτουσα νόσος ἐστὶ καὶ ὡς αἱ σφοδραὶ δυσκρασίαι τὰς ἐνεργείας βλάπτουσιν, οὐκ ἠμφισβήτουν περὶ τοῦ τὰς ἰσχυρὰς κενώσεις αἰτίας γίνεσθαι νόσων. αἷμα μὲν γὰρ ἄν τε διὰ μήτρας ἄν τε δι’ αἱμοῤῥοΐδος ἄν τ’ ἐξ ἕλκους ῥυῇ δαψιλὲς ἢ πάσας ἢ τάς γε πλείστας ἐνεργείας, οἱ οὕτω παθόντες βλάπτονται. τινὲς δ’ ἐξ αὐτῶν οὐ μόνον ταῦτα πάσχουσιν, ἀλλὰ καὶ ὑδέροις ἁλίσκονται. μακραὶ δ’ ἀσιτίαι τοῖς φύσει πυρετωδέστερον ἔχουσι τὸ θερμὸν οὐ μόνον τὰς ἄλλας βλάβας, ἀλλὰ καὶ πυτὸν ἐπιφέρουσιν. ὅσον μὲν οὖν ἀληθὲς ἅμα ἐστὶ καὶ χρήσιμον εἴρηται. προσθῶμεν δὲ αὐτῷ τι καὶ διὰ τοὺς ληροῦντας, οἵοιπερ νεώτεροί εἰσι τῶν ἰατρῶν, ὑπὲρ ὀνομάτων μὲν ἐρίζοντες, οἰόμενοι δὲ περὶ τῶν πραγμάτων αὐτῶν ποιεῖσθαι τοὺς λόγους. οὗτοι τοίνυν εἰσὶν οἱ λέγοντες οὐκ εἶναι θεραπείαν τὴν ἀναίρεσιν τῶν ποιούντων τὰς νόσους αἰτίων, ἀλλὰ καὶ προφυλακὴν, οἷς πρῶτον μὲν ἐπιδεικτέον ἐστὶν ὡς περὶ ὀνόματος ἐρίζουσιν,
504
εἶθ’ ὅτι μηδὲ περὶ τούτου καλῶς· ἔνθα μὲν γὰρ οὐκ ἔστι τὸ ποιῆσαν αἴτιον τὴν νόσον, ἐνταῦθα ἴασις μόνη τῶν γεγονότων ὑπολείπεται, ἔνθα δὲ οὐδέπω ποιεῖ τὸ ἐνυπάρχον αἴτιον τῷ σώματι, καθάπερ ἡ πληθώρα, τοῦτο προφυλακτικοῦ μέρους τῆς τέχνης ἐστὶν ἡ τῶν τοιούτων αἰτίων ἀναίρεσις. ὁπότε δ’ ἤδη ποιεῖ, μικτόν πώς ἐστι τὸ τοιοῦτον ἔκ τε προφυλακῆς καὶ θεραπείας. ὅσον γὰρ ἔμελλε ποιήσειν ἐκωλύθη γενέσθαι καὶ τοῦτό ἐστι τοῦ προφυλακτικοῦ τῆς τέχνης. ὅσον δ’ ἤδη γέγονεν τῆς νόσου, δεῖται θεραπείας ἰδίας. ὅθεν ἐπειδὴ μικτὰ τὰ τοιαῦτά ἐστιν ἔκ τε προφυλακῆς καὶ θεραπείας, ἴδιον οὐκ ἔχομεν ὄνομα καὶ διὰ τοῦτο ἄλλοτε ἄλλως αὐτὸ προσαγορεύουσιν οἱ ἰατροὶ, ποτὲ μὲν προφυλάττεσθαι λέγοντες, ὡς μὴ τελειωθῆναι τὴν ὑπηργμένην ἤδη γεννᾶσθαι νόσον, ἔστι δ’ ὅτε ἰᾶσθαι λέγοντες, ὡς ἐπὶ τῶν ὑπὸ λυττῶντος κυνὸς δεδηγμένων. ὅσα γὰρ ἐπ’ αὐτῶν προσφέρεται φάρμακα, διττῶς ὀνομάζουσι, ποτὲ μὲν ἰάματα λύττης, ὡς εἰ καὶ τῆς γεννώσης αὐτὴν διαθέσεως
505
ἐλέγοντο. ἐνίοτε δὲ οὐκ ἰάματα προσαγορεύουσιν, ἀλλὰ προφυλακτικὰ τῆς μελλούσης ἔσεσθαι λύττης.

Τὰ ὀξέα τῶν νοσημάτων κρίνεται ἐν τεσσαρεσκαίδεκα ἡμέρῃσι.

Τὰ ὀξέα νοσήματα μεγάλα τέ ἐστι καὶ πρὸς τὴν ἀκμὴν ἐπειγόμενα διὰ ταχέων. εἰκότως οὖν ἐν ὀλίγῳ χρόνῳ καὶ τὰς μεταβολὰς ποιεῖται μεγάλας, ὅπερ ταὐτόν ἐστι τῷ κρίνεσθαι. τὰς γοῦν τοιαύτας μεταβολὰς, ὅταν ἀθρόως ἐν νόσῳ γενηθῶσιν, αὐτὸς ὁ Ἱπποκράτης ὀνομάζει κρίσεις, ἐνίοτε μὲν ἀθρόως ὑγιαζομένων τῶν νοσούντων ἢ ἀποθνησκόντων, ἐνίοτε δὲ μεταβολήν τινα μεγάλην ποιησαμένων ἐπὶ σωτηρίαν ἢ ὄλεθρον, οὐ μὴν παραχρῆμά γε σωθέντων ἢ ἀποθανόντων, ὥστ’ εἶναι δ΄ τὰς ὀξυῤῥόπους ἐν αὐτοῖς 

506
μεταβολὰς, ἃς αὐτὸς ἐδίδαξεν ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν εἰπών· ἐπὶ σωτηρίην ἢ ὄλεθρον ἢ ῥοπὴν ἐπὶ τὸ ἄμεινον ἢ τὸ χεῖρον. ὅτι δ’ ἀνάγκη διὰ τὸ μέγεθος τῶν νοσημάτων καὶ τὴν σφοδρότητα τῶν συμπτωμάτων ἢ νικηθῆναι διὰ ταχέων τὴν δύναμιν, ὥστ’ ἀπολέσθαι τὸν ἄνθρωπον, ἢ πρὸς τὴν τῶν λυπούντων ἔκκρισιν ὁρμήσασαν, εἰ μὲν κρατήσειεν ὧν προὔθετο, κρίσιν ἀγαθὴν, εἰ δὲ κρατηθείη, κακὴν ἐργάσασθαι, πρόδηλον παντί. διὰ τοῦτ’ οὖν ἀδύνατον εἰς μακρὸν χρόνον ἐκπεσεῖν τὴν κρίσιν ἐν τοῖς ὀξέσι νοσήμασιν. ὅρον οὖν ἐπὶ τῶν τοιούτων ἁπάντων ὁ Ἱπποκράτης ἔθετο, τὸν τοῖν δυοῖν ἑβδομάδοιν χρόνον, ὡς ἐξώτερον μὲν οὐδενὸς προϊόντος· ἔμπροσθεν δὲ τῆς ιδ΄ πολλῶν κρίνεσθαι δυναμένων. καὶ γὰρ ἡ ια΄ καὶ ζ΄ καὶ ἡ ε΄ πολλοὺς φαίνονται κεκρικυῖαι κατὰ τὰ τῶν ἐπιδημιῶν βιβλία. κρίνει δὲ καὶ ἡ στ΄ τινὰς, ἀλλ’ οὐκ ἀγαθῶς, ὡς κἀν τοῖς περὶ κρισίμων ἡμερῶν ὑπομνήμασιν ἐπὶ πλέον ἐδείξαμεν, ἐν οἷς ἀξιοῦμεν τὸν μέλλοντα γεγυμνάσθαι παρακολουθήσειν οἷς Ἱπποκράτης διὰ βραχέων ἔγραψεν. ὅσαι δὲ τῶν κρίσεων οἷον ἡμόῤῥοποι
507
γίνονται, ταύταις τὸ τέλος ἄλλη τις τῶν ἑξῆς ἡμερῶν ἐπιτίθησιν, ἃς αὐτὸς ἐδίδαξεν, ὁποῖαί τινές εἰσιν ἐν τῷ προγνωστικῷ· διδάξει δέ τι κἀνταῦθα κατὰ τὸν ἑξῆς ἀφορισμὸν ὑπὲρ αὐτῶν. ἔστι δέ τις καὶ τούτων τῶν ἡμιῤῥόπων κρίσεων ὅρος ἄλλος ἐξώτερον, μεθ’ ὃν οὐκέτι προέρχεσθαι πέφυκεν ἡ μ΄ τῶν ἡμερῶν. ὅσα μὲν οὖν ἐν τῇ τεσσαρεσκαιδεκάτῃ ἐκρίθη τελέως, ταῦθ’ ἁπλῶς ὁ Ἱπποκράτης εἴωθε προσαγορεύειν ὀξέα, ὅσα δὲ ἡμιῤῥόπως κριθέντα τῶν ἐφεξῆς τινα κρισίμων ἡμερῶν ἄχρι τῆς μ΄ ἐφυλάχθη, ταῦτα οὐκέτι ἁπλῶς προσαγορεύειν ὀξέα εἴωθεν, ἀλλ’ ἐν συνθέτῳ προσηγορίᾳ, δι’ ὅλης τῆς λέξεως, ὀξέα τὰ ἐν μ΄ ἡμέραις κρινόμενα σαφεστέρᾳ δ’ αὐτὰ λέξει δηλοῦσιν οἱ προσαγορεύοντες ἐκ μεταπτώσεως ὀξέα. περὶ τούτων μὲν οὖν ἐν τῷ προγνωστικῷ τάδε γράφει· εὔπνοιαν δὲ χρὴ νομίζειν κάρτα μεγάλην δύναμιν ἔχειν εἰς σωτηρίην ἐν ἅπασι τοῖσιν ὀξέσι νοσήμασιν, ὁκόσα ξὺν πυρετοῖς μέν
508
εἰσιν καὶ ἐν τεσσαράκοντα ἡμέρῃσι κρίνεται. νυνὶ δὲ ἐν τοῖς ἀφορισμοῖς περὶ τῶν ἁπλῶς ὀξέων ἀποφαινόμενος ιδ΄ φησὶ κρίνεσθαι αὐτὰ ἡμέραις, οὐ μὰ Δία τοῦτο λέγων, ὥς τινες ὑπέλαβον, ὅτι ιδ΄ τὸν ἀριθμόν εἰσιν αἱ τὴν κρίσιν ἐπὶ τούτων τῶν νοσημάτων ἐργαζόμεναι. κατὰ τοῦτον γὰρ τὸν λόγον καὶ τὰ μεταπτώσεως ὀξέα τὰς κρινούσας ἡμέρας μ΄ τὸν ἀριθμὸν εἶναι φήσομεν, ὡς ἡ αὐτή γε λέξις ἐπ’ ἀμφοῖν ἐστιν, ἐνταυθοῖ μὲν εἰπόντος αὐτοῦ, ἐν ταῖς ιδ΄ ἡμέραις κρίνεσθαι τὰ ὀξέα τῶν νοσημάτων, ἐν δὲ τῷ προγνωστικῷ, ὁκόσα σὺν πυρετοῖς ἐστι καὶ ἐν ταῖς μ΄ κρίνεται ἡμέραις. ἀλλ’ οὗτοι μὲν οὐχ εὑρίσκοντες ὅπως ἀλλήλοις ἐπιδείξωσιν ὁμολογοῦντας τοὺς λόγους, τήν τε ἐν τοῖς ἀφορισμοῖς καὶ τὸν ἐν τῷ προγνωστικῷ γεγραμμένον ἀλλόκοτον ταύτην ἐπενόησαν ἐξήγησιν. οὐδὲ γὰρ εἰς τὴν ιδ΄ μέχρι τῆς μ΄ αἱ κρίσιμοι, ἀλλὰ μετὰ μὲν τῶν ἐκ μεταπτώσεως πλείους, ἄνευ δὲ ἐκείνων ἐλάττους, ὡς ἡ περὶ κρίσεως ἡμερῶν ἐδίδαξε
509
πραγματεία σαφῶς. αὐτὴ δὲ ἡ τῶν πραγμάτων φύσις μαρτυρεῖ τῷ λογισμῷ τῷ φάσκοντι τὰ ὀξέα τῶν νοσημάτων ὅρον ἔχειν τῆς κρίσεως τὴν ιδ΄ ἡμέραν. οὐδὲν γὰρ οὐδέποτ’ ὤφθη κινούμενον ἀπ’ ἀρχῆς ὀξέως ὑπερβὰν τοῦτον τὸν ὅρον, ἄνευ τοῦ δέξασθαί τινα τῶν εἰρημένων τεσσάρων κρίσεων μίαν, ὡς ἔνιά γε καὶ βληχρὰ καὶ μικρὰ κατὰ τὰς πρώτας ἡμέρας ὄντα περὶ τὴν δ΄ ἢ τὴν ε΄ ἡμέραν ἀρξάμενα τῆς ὀξύτητος εἰς τὴν ι΄ ἐτελεύτησεν. ἄλλα δὲ ἐπὶ τῆς στ΄ ἢ ζ΄ ἡμέρας ἀρξάμενα τῆς ὀξύτητος εἰς τὴν κ΄ ἐτελεύτησεν. ὥστε μηδέποτε ὀξύτητα νοσήματος συνεχοῦς πλείους ἡμέρας δύνασθαι κατασχεῖν τῶν ιδ΄. τῶν δ’ ἀνωμάλους ἐχόντων τὰς κινήσεις ἐκτείνεται πολλὰ πρός τινα τῶν ἐξωτέρων προθεσμιῶν. λέγω δ’ ἀνωμάλους ἐχόντων τὰς κινήσεις, ὅσαι τισὶν ἡμέραις σφοδρωθέντα μετὰ ταῦτα ἀσήμως ἐῤῥᾳστώνησαν, εἶτ’ αὖθις ἐξαυξηθέντα τὴν συνέχειαν ἔλαβεν. ἐὰν οὖν τις, ὡς εἴρηκα, τὴν τήρησιν ἐπὶ τῶν ἀῤῥώστων ποιεῖται, πάντα εὑρήσει τὰ δι’ ὅλων τοῖν
510
δυοῖν ἑβδομάδοιν ὀξέως κινηθέντα, μηδέπω ἐξωτέρω προερχόμενα.

Τῶν ἑπτὰ ἡ τετάρτη ἐπίδηλος, ἑτέρης ἑβδομάδος ἡ ὀγδόη ἀρχὴ, θεωρητὴ δὲ ἡ ἑνδεκάτη. αὕτη γάρ ἐστι τετάρτη τῆς δευτέρης ἑβδομάδος. θεωρητὴ δὲ πάλιν ἡ ἑπτακαιδεκάτη, αὕτη γάρ ἐστι τετάρτη μὲν ἀπὸ τῆς τεσσαρεσκαιδεκάτης, ἑβδόμη δὲ ἀπὸ τῆς ἑνδεκάτης.

Ἐπιδήλους καὶ θεωρητὰς εἴωθεν ὁ Ἱπποκράτης ὀνομάζειν ἡμέρας, ἐν αἷς τι σημεῖον φαίνεται δηλωτικὸν τῆς ἐσομένης κρίσεως ἐν ἑτέρᾳ τινὶ τῶν κρινουσῶν ἡμερῶν, ἅστινας αὐτὸς ἐν τῷ προγνωστικῷ κατὰ τετράδα ἐποιήσατο τέμνων ἑκάστην τῶν ἑβδομάδων δίχα. τὴν μὲν οὖν πρώτην τετράδα τῆς ζ΄ ἡμέρας ἐπίδηλον εἶναί φησι τὴν ἀπὸ τῆς ἀρχῆς. ἑνδεκάτην δὲ τῆς ιδ΄, ὅτι καὶ αὐτὴ δίχα τμηθεῖσα 

511
τῆς δευτέρας ἑβδομάδος ἐγένετο. κατὰ δὲ τὸν αὐτὸν λόγον ἡ ιζ΄ τῆς κ΄ ἐστὶν ἐπίδηλος ἐκ τοῦ τμηθῆναι τὴν γ΄, ἑβδομάδα δίχα γενομένην, πλὴν ὅτι ταύτην ἑβδομάδα συνάπτει τῇ β΄, καίτοι τὴν δευτέραν ἀποχωρίσας τῆς α΄, ἀρχὴν γὰρ αὐτῆς ἔφησεν εἶναι τὴν η΄ ἡμέραν, οὐ μήν γε τῆς γ΄ τὴν ιε΄, ὥς τινες τῶν μετ’ αὐτὸν ὑπέλαβον· ὅτι μηδὲ τὴν κα΄ τὸ πέρας, ἀλλ’ ἀρχὴν μὲν τῆς γ΄ ἑβδομάδος τὴν ιδ΄ ἡμέραν, τελευτὴν δὲ καὶ πέρας τὴν κ΄. διὰ τί δὲ τὰς πρώτας μὲν ἑβδομάδας κατὰ διάζευξιν ἀλλήλων ἔταξε, τὴν τρίτην δὲ τῇ δευτέρᾳ κατὰ συνέχειαν, ἐν τῇ περὶ κρισίμων ἡμερῶν πραγματείᾳ λέλεκται. κατὰ δὲ τὸ παρὸν ἀρκεῖ καὶ χωρὶς τῆς αἰτίας ἐπίστασθαι τὸ διὰ τῆς πείρας μαρτυρούμενον. καὶ αὐτὸς δὲ ὁ Ἱπποκράτης παμπόλλους ἀῤῥώστους κατὰ τὴν τοιαύτην τάξιν τῶν κρισίμων ἐν τοῖς περὶ τῶν ἐπιδημιῶν βιβλίοις ἔγραψεν κεκριμένους. λέγω δὲ τοιαύτην τάξιν, ὥστε τὰς πρώτας ἑβδομάδας τρεῖς εἰς τὴν κ΄ ἡμέραν περιάγεσθαι,
512
τὰς δ’ ἐφεξῆς αὐταῖς τρεῖς εἰς τήν μ΄. οὕτω δὲ καὶ τὴν ξ΄ καὶ τὴν π΄ ἕξομεν κρισίμους μεμαρτυρημένας καὶ αὐτὰς τῇ πείρᾳ, καθότι κἀν τοῖς περὶ κρισίμων ἀπεδείξαμεν, παραγράψαντες τοὺς ἐν τοῖς τῶν ἐπιδημιῶν κεκριμένους κατὰ τὴν εἰρημένην τάξιν τῶν ἡμερῶν. ἐκείνους μὲν οὖν τοὺς ἀῤῥώστους ἐνταῦθα περιγράφειν μακρὸν, ἀρκέσει δὲ μόνον τὴν ἐκ τοῦ προγνωστικοῦ παραγράψαι ῥῆσιν, τόνδε τὸν τρόπον ἔχουσαν. οἱ πυρετοὶ κρίνονται ἐν τῇσιν αὐτέῃσιν ἡμέρῃσι τὸν ἀριθμὸν, ἐξ ὧν τε περιγίνονται οἱ ἄνθρωποι καὶ ἐξ ὧν ἀπόλλυνται. οἵ τε γὰρ εὐηθέστατοι τῶν πυρετῶν καὶ ἐπὶ σημείων ἀσφαλεστάτων βεβῶτες, τεταρταῖοι παύονται ἢ πρόσθεν. οἵ τε κακοηθέστατοι καὶ ἐπὶ σημείων δεινοτάτοι γινόμενοι τεταρταῖοι κτείνουσιν ἢ πρόσθεν. ἡ μὲν οὖν πρώτη ἔφοδος αὐτέων οὕτω τελευτᾷ· ἡ δὲ δευτέρη εἰς τὴν ἑβδόμην περιάγεται, ἡ δὲ τρίτη εἰς τὴν ἑνδεκάτην, ἡ δὲ τετάρτη εἰς τὴν τεσσαρεσκαιδεκάτην, ἡ δὲ πέμπτη εἰς τὴν ἑπτακαιδεκάτην, ἡ δὲ ἕκτη εἰς τὴν εἰκοστήν. αὗται μὲν οὖν διὰ τεσσάρων ἐκ τῶν ὀξέων εἰς τὰς εἴκοσιν ἐκ
513
προσθέσεως τελευτῶσιν. αὕτη σαφῶς ἡ ῥῆσις ἐδίδαξεν ὅτι τὴν τρίτην ἑβδομάδα κατὰ συνάφειαν ἀριθμεῖ τῇ δευτέρᾳ καὶ ὅτι τὴν ιζ΄ ἐπίδηλον ποιεῖται τῆς κ΄.

Οἱ θερινοὶ τεταρταῖοι τὰ πολλὰ γίνονται βραχέες. οἱ δὲ φθινοπωρινοὶ μακροὶ καὶ μάλιστα οἱ πρὸς τὸν χειμῶνα συνάπτοντες.

Οὐ μόνον τεταρταῖοι βραχεῖς γίνονται τοῦ θέρους, ἀλλὰ καὶ τἄλλα νοσήματα διὰ τὸ χεῖσθαι περιττοὺς χυμοὺς καὶ πάντη τοῦ σώματος φέρεσθαι καὶ διαπνεῖσθαι. ἐφ’ ὧν μὲν οὖν ἡ δύναμις εἴη ῥωμαλέα κενωθέντων τῶν λυπούντων αἱ νοῦσοι παύονται. ἐφ’ ὧν δ’ ἀσθενὴς ἅμα τοῖς λυποῦσι χυμοῖς κενουμένοις καὶ αὕτη διαλύεται ὥστ’ εἰκότως οὐδὲν τῶν θερινῶν χρονίζει νοσημάτων. ὁ δ’ Ἱπποκράτης ἐπὶ

514
τοῦ χρονιωτάτου μόνου τὸν λόγον ἐποιήσατο, καθάπερ ἐπὶ παραδείγματος, ἐνδεικνύμενος ἐκ τούτου περὶ τῶν ἄλλων. ὥσπερ δ’ ἐν τῷ θέρει καὶ τοὺς χυμοὺς διαφορεῖσθαι καὶ τὴν δύναμιν διαλύεσθαι συμβέβηκεν, οὕτως ἐν τῷ χειμῶνι τἀναντία καὶ τοὺς χυμοὺς ἔνδον μένειν, ὥσπερ φωλεύοντας καὶ τὴν δύναμιν ἐῤῥωμένην διαμένειν. οὔτ’ οὖν λύεται τὰ νοσήματα, μενόντων τῶν ποιούντων αὐτὰ χυμῶν, οὔτ’ ἀποθνήσκουσιν οἱ κάμνοντες, ἐξαρκούσης αὐτῶν τῆς δυνάμεως.

Πυρετὸν ἐπὶ σπασμῷ βέλτιον γίνεσθαι ἢ σπασμὸν ἐπὶ πυρετῷ.

Αὐτὸς ὁ Ἱπποκράτης ἐν τοῖς ἑξῆς ἀφορισμοῖς ἐρεῖ τὸν σπασμὸν ἐπὶ πληρώσει γίνεσθαι καὶ κενώσει. ὅταν οὖν τινα τῶν ὑγιαινόντων ἐξαιφνῆς συμβῇ σπασθῆναι, τὸν τοιοῦτον σπασμὸν ἀναγκαῖον ἐπὶ πληρώσεως γεγονέναι. καὶ

515
τοίνυν πληροῦνται τὰ νεῦρα γλίσχρων καὶ ψυχρῶν χυμῶν, οἷσπερ καὶ τρέφεται, ὥστε σπασμὸν ὑπομένειν. τούτοις οὖν ὁ πυρετὸς ἐπιγενόμενος εἴωθεν ὡς τὰ πολλὰ θερμαίνειν θ’ ἅμα λεπτύνειν καὶ διαφορεῖν. εἰ δ’ ἐκ πυρετῶν διακαῶν ξηρανθῇ τὸ ὅλον σῶμα καὶ τὰ νεῦρα, κἄπειτα διὰ τὴν ξηρότητα σπασθείη, μέγιστόν τε τοῦτο κακόν ἐστι καὶ σχεδὸν ἀνίατον. ἐπειδὴ χρόνου μὲν δεῖται μακροῦ τὰ νεῦρα πρὸς τὴν ξηρότητος ἴασιν οὐκ ἀναμένει δὲ χρόνον ἡ συντονία τοῦ νοσήματος, ἀλλ’ ἐν τάχει καταλύει μὲν τὴν δύναμιν, ὀξὺν δὲ θάνατον ἐπιφέρει.