In Hippocratis Aphorismos Commentarii VII

Galen

Galen, In Hippocratis Aphorismos Commentarii VII

Ὁ βίος βραχὺς, ἡ δὲ τέχνη μακρὴ, ὁ δὲ καιρὸς ὀξὺς, ἡ δὲ πεῖρα σφαλερὴ, ἡ δὲ κρίσις χαλεπή. δεῖ δὲ οὐ μόνον ἑωυτὸν παρέχειν τὰ δέοντα ποιέοντα, ἀλλὰ καὶ τὸν νοσέοντα καὶ τοὺς παρέοντας καὶ τὰ ἔξωθεν.
346

Ὅτι μὲν οὖν οὗτος ὁ λόγος, εἴθ’ εἷς ἀφορισμός ἐστιν εἴτε δύο, προοίμιον ὑπάρχει τοῦ παντὸς συγγράμματος ὡμολόγηται σχεδὸν ἅπασι τοῖς ἐξηγησαμένοις αὐτόν. τί δὲ βουλόμενος ὁ Ἱπποκράτης ἐχρήσατο τοιούτῳ προοιμίῳ τῶν ἀπορωτάτων ἐστί. τάχα δ’ ἂν εὕροιμεν αὐτὸ, τὰ κατὰ μέρος ἅπαντα τοῦ λόγου προδιασκεψάμενοι. τὸν μὲν βίον ὅτι τῇ τέχνῃ παραβάλλων ἔφη βραχὺν ἅπασι σχεδὸν τοῖς ἐξηγησαμένοις τὸ βιβλίον πρόδηλον· τὴν τέχνην δ’ αὐτὴν διὰ τοῦτο ὑπολαμβάνω ἡγεῖσθαι μακρὰν, ὅτι τόν τε καιρὸν ὀλίγου δεῖν ἁπασῶν τῶν κατὰ μέρος ἐνεργειῶν ὀλιγοχρόνιον ἔχει καὶ κατὰ τοῦτο δύσληπτον, ὡς μακρᾶς δεῖσθαι τριβῆς, τὸν διαγνωσόμενον αὐτήν. ὀργάνοιν τε δυοῖν ὄντοιν ὑφ’ οἷν εὑρίσκεται τὰ κατὰ τὰς τέχνας τὸ μὲν ἕτερον, ἡ πεῖρα, σφαλερόν ἐστι, τὸ δ’ ἕτερον, ἡ ἐκ λόγου κρίσις, οὐκ εὐπετὲς, ἀλλ’ εἴπερ τι καὶ ἄλλο τῶν δυσκολωτάτων. ὁ μὲν οὖν καιρός ἐστιν ὀξὺς διὰ τὸ τῆς ὕλης ῥευστὸν, ἣν ἡ τέχνη μεταχειρίζεται· εὐμετάβλητον γὰρ ἡμῶν τὸ σῶμα καὶ ῥᾳδίως ἀλλοιούμενον οὐχ ὑπὸ τῶν ἔξωθεν αἰτίων μόνον,

347
ἀλλὰ καὶ ἐξ ἑαυτοῦ. σφαλερὰ δὲ ἡ πεῖρα, διὰ τὸ τῆς ὕλης ἀξίωμα, οὐ γὰρ δὴ διὰ τὸ μεταβάλλειν ἑτοίμως, ἐν γὰρ τῷ τοῦ καιροῦ βραχυχρονίῳ περιέχεται τοῦτο. τὴν κρίσιν δὲ, εἰ μὲν, ὡς ἐγώ φημι, τὸν λόγον ἀκούει τις, εὔδηλον δή που τὸ χαλεπώτατον αὐτοῦ μέχρι τήμερον ἔτ’ ἀμφισβητούμενον· εἰ δ’, ὡς ἔνιοι τῶν ἐμπειρικῶν ὑπονοοῦσι, τὴν τῶν ἀποβαινόντων ἐκ πείρας ἐπίκρισιν καὶ οὕτως εὔδηλον τὸ δυσκατόρθωτον αὐτῆς. ἀλλ’ ὅτι γε δογματικός ἐστιν ὁ γράψας τὸ βιβλίον ἐν ὅλῳ τῷ συγγράμματι δειχθήσεται. τὸ μὲν οὖν πρότερον αὐτοῦ μέρος τοῦ προοιμίου, κατὰ τουτὶ τελευτᾷ· τὸ δὲ δεύτερον οὐχ ὡς ἀποφαινόμενος, ἀλλ’ ὡς συμβουλεύων γράφει. δεῖ δ’ οὐ μόνον ἑαυτὸν παρέχειν τὰ δέοντα ποιέοντα, ἀλλὰ καὶ τὸν νοσέοντα καὶ τοὺς παρέοντας καὶ τὰ ἔξωθεν· δυνάμει τοῦτο λέγων, ὡς εἰ μέλλεις ἐξετάζειν τε καὶ βασανίζειν τῶν ἐν τῷδε τῷ βιβλίῳ γεγραμμένων τὴν ἀλήθειαν, οὐ μόνον αὐτόν σε χρὴ τὸν ἰατρὸν ἅπαντα πράττειν προσηκόντως, ἀλλ’ καὶ τὸν νοσέοντα
348
καὶ τοὺς ὑπηρετοῦντας αὐτῷ καὶ πρὸς τούτοις ἔτι, τὰ ἔξωθεν, ἀμέμπτως ἔχειν ἅπαντα. γενήσεται τοίνυν ὁ μὲν πρότερος λόγος, ἓν τόδε τὸ κεφάλαιον ἔχων, ὁ βίος βραχὺς, ἡ δὲ τέχνη μακρά. τὰ γὰρ ἑξῆς ἅπαντα τοῦ μακρὰν εἶναι τὴν τέχνην ἀποδείξειν ἔχει. μετὰ δὲ τοῦτον καὶ ὁ δεύτερος οἷον συμβουλὴν ἢ συνθήκην τινὰ πρὸς τοὺς ἀναγνωσομένους τε καὶ κρινοῦντας αὐτοῦ τὸ σύγγραμμα φέρων. τί δή ποτ’ οὖν αὐτῷ βούλεται τὸ προγράψαι ἐν ἀρχῇ τοῦ βιβλίου τὸ, βραχὺν εἶναι τὸν βίον, ὡς πρὸς τὸ τῆς τέχνης μέγεθος; ἐξ ἀρχῆς γὰρ ἡμῖν τοῦτο προὔκειτο. ἔνιοι μὲν οὖν βούλονται προτροπῆς ἕνεκεν τῶν ἀσκησόντων ἀξιολόγως τὴν τέχνην, ἔνιοι δ’ ἀποτροπῆς, ἔνιοι δ’ οἷον ἀποπείρας τινὸς καὶ διακρίσεως, τῶν τε ἀσκησόντων ἀξιολόγως τὴν τέχνην καὶ τῶν μή. ἔτι δὲ τὴν αἰτίαν ἀποδιδόναι φασὶν αὐτὸν ἐν τῷδε, τοῦ δεῖν γράφειν συγγράμματα, τινὲς δὲ τοῦ ἀφοριστικά. τινὲς δὲ οἴονται τοῦ στοχαστικοῦ τῆς τέχνης ἐν τούτῳ τῷ λόγῳ τὰς αἰτίας αὐτὸν εἰρηκέναι, ἄλλοι δὲ παρ’ ὅσας αἰτίας,
349
ἀποτυγχάνουσιν οἱ ἰατροί. οὗτοι μὲν οὖν, ἵν’ ἀπὸ τῶν ὑστάτων πρῶτον ἄρξωμαι, παντάπασί μοι δοκοῦσιν οὐδὲν πρὸς ἔπος ἀποφαίνεσθαι. τί γὰρ ἂν εἴη σοφὸν ἢ τῆς Ἱπποκράτους ἄξιον γνώμης, ἀρχόμενον εὐθὺς τοῦ συγγράμματος, ἢ ὅτι στοχαστικὴ τίς ἐστιν ἡ τέχνη διδάσκειν ἢ ὅτι γε τοῦ τέλους ἁμαρτάνομεν, ἤτοι δι’ ἡμᾶς αὐτοὺς ἢ διὰ τὸ τῆς τέχνης αὐτῆς μέγεθος; ἀλλὰ καὶ τό· δεῖ δὲ οὐ μόνον ἑωυτὸν παρέχειν τὰ δέοντα ποιέοντα, ἀλλὰ καὶ τὸν νοσέοντα καὶ τοὺς παρέοντας καὶ τὰ ἔξωθεν, τοὐναντίον ἅπαν ἐνδείκνυται. πρέπει γὰρ ταῦτα πάντα γράφειν τῷ πάντα ἐπαγγελλομένῳ, τὰ κατὰ τὸ βιβλίον ὑπάρχειν ἀληθῆ μᾶλλον ἢ ὅστις ὁμολογεῖ διὰ πολλὰς αἰτίας ἁμαρτάνειν τοῦ τέλους. οὐ γὰρ ἂν εἶπε δεῖ δέ· ἀλλὰ μετὰ τὸ γράψαι, ὁ βίος βραχὺς, ἡ δὲ τέχνη μακρὰ, ὁ δὲ καιρὸς ὀξὺς, ἡ δὲ πεῖρα σφαλερὰ, ἡ δὲ κρίσις χαλεπὴ, προσέθηκεν ἂν καὶ ὁ ἰατρὸς δὲ καὶ αὐτὸς ἁμαρτάνει καὶ οἱ ὑπηρετοῦντες αὐτοῖς. οὐ μὴν οὐδ’ ὅσοι φασὶν ἀποτρέπειν αὐτὸν, ἐξ ὧν τὸν μὲν 
350
βίον εἶπε βραχὺν, τὴν δὲ τέχνην μακρὰν, οὐδ’ οὗτοί μοι δοκοῦσι προσηκόντως λέγειν. ἐσχάτης γὰρ ἠλιθιότητος, ἅμα τε γράφειν συγγράμματα καταλείποντα τοῖς μετ’ αὐτὸν ἀνθρώποις ὡς δή τι χρήσιμον, ἅμα τε κατὰ τὴν ἀρχὴν εὐθὺς ἀποτρέπειν, οὐκ ἀπὸ τῆς τοῦδε τοῦ συγγράμματος ἀναγνώσεως ἢ μαθήσεως τῶν γεγραμμένων, ἀλλὰ καὶ τῆς ὅλης τέχνης ἣν ἐπαγγέλλεται διδάσκειν. ὅσοι δὲ προτρέπειν φασὶν αὐτὸν ἐπὶ τὸ φιλοπόνως ἀναλαμβάνειν τὴν τέχνην, μὴ γὰρ ἂν ἄλλως αὐτὴν δυνηθῆναι γνωσθῆναι πᾶσαν, ἐν βραχεῖ χρόνῳ, μακρὰν οὖσαν, εἰ καὶ ἀληθές τι λέγουσιν, ἀλλ’ οὐκ ἄξιόν γέ μοι δοκοῦσι τὸ προοίμιον ἀποφαίνειν, οὔτε τῆς γνώμης τἀνδρὸς οὔτε τῶν κατὰ βιβλίον εἰρημένων, ὥσπερ οὐδ’ οἱ πειραστικὸν εἶναι τῶν προσερχομένων τῇ τέχνῃ τὸν λόγον ὑπειληφότες. ἔστι μὲν γὰρ ἀληθὲς, ὡσπερ εἴρηται καὶ Πλάτωνι, τὸ πεῖραν οὕτω μάλιστα γίνεσθαι τῆς προαιρέσεως τῶν ἀναληψομένων ἡντιναοῦν τέχνην, εἰ μεγάλην τε καὶ χαλεπὴν αὐτοῖς εἶναι τὴν διδασκαλίαν ἐπιδεικνύοιμεν, ἀλλ’ οὔτε διὰ βιβλίου τὸ τοιοῦτον,
351
ἀλλ’ ἐν ταῖς συνουσίας γίνεται, οὔτε πρέπον μοι δοκεῖ εἶναι ἐν τῷ παρόντι συγγράμματι. χρὴ γὰρ τὸ προοίμιον οἰκεῖον εἶναι τῶν κατὰ τὸ βιβλίον εἰρησομένων, εἰ μὴ ἄρα πρώτους ἁπάντων ἀναγινώσκεσθαι βούλεται τοὺς ἀφορισμοὺς καὶ διὰ τούτου κοινὸν ὅλης τῆς τέχνης ἐν τῷ προοιμίῳ τοῦ συγγράμματος ἐποιήσατο τὸν λόγον ἐνδεικνύμενος διὰ τούτου, μὴ πάντων τῶν βουληθέντων εἶναι μάθημα τὴν ἰατρικὴν μακρὰν οὖσαν τέχνην, ἀλλὰ τῶν καὶ χρόνον ἱκανὸν ἐχόντων ἐν ᾧ μαθήσονται καὶ φύσιν ἐπιτηδείαν. εἰ δ’ ὅλως πιθανὸν εἶναι δόξειε τὸ κοινὸν ἁπάσης τῆς τέχνης αὐτὸν πεποιῆσθαι τὸ προοίμιον, οὐδ’ ἐκείνους ἄν τις μέμψοιτο τοὺς φάσκοντας αἰτίαν ἀποδίδοσθαι τοῦ συγγράφειν. ἐποιήσατο δὲ ἐν τῷ κατ’ ἰητρεῖον ἁπασῶν τῶν ἀναγνώσεων προοίμιον κοινὸν, ὡς ἐν τῇ κατ’ ἐκεῖνο τὸ βιβλίον ἐξηγήσει δείκνυται. ὅσοι τοίνυν ἢ τοῦ τρόπου τῆς διδασκαλίας ἢ ὅλως τῆς χρείας τῶν συγγραμμάτων αἰτίαν ἀποδίδοσθαι κατὰ τὸ προοίμιόν φασιν, οὗτοί μοι δοκοῦσιν ἄμεινόν τι τῶν ἄλλων γινώσκειν. τό τε γὰρ ἀφοριστικὸν εἶδος τῆς διδασκαλίας,
352
ὅπερ ἐστὶ τὸ διὰ βραχυτάτων ἅπαντα τὰ τοῦ πράγματος ἰδία περιορίζειν, χρησιμώτατον τῷ βουλομένῳ μακρὰν τέχνην διδάξαι ἐν χρόνῳ βραχεῖ· τό τε ὅλως διὰ τοῦτο συγγράφειν, ὅτι ὁ βίος βραχύς ἐστιν, ὡς πρὸς τὸ τῆς τέχνης μέγεθος εὐλογώτατον. οὐδεὶς γὰρ ἡμῶν ἱκανός ἐστι συστήσασθαί τε ἅμα καὶ τελειῶσαι τὴν τέχνην, ἀλλ’ ἀγαπητὸν εἰ πολλοῖς ἔτεσι τὰ τῶν ἔμπροσθεν οἱ μετέπειτα παραλαμβάνοντες καὶ τι προστιθέντες αὐτοὶ συντελέσαιμέν ποτε αὐτήν. ἤτοι γὰρ διὰ θάτερον τούτων ἢ δι’ ἄμφω δοκεῖ μοι τοιούτῳ τινὶ κεχρῆσθαι τῷ προοιμίῳ, ὡς εἰ καὶ οὕτως ἔγραψεν· ἐπειδὴ τὸ τῆς τέχνης μέγεθος ὑπὲρ τὸν βίον ἐστὶ τὸν ἀνθρώπειον ὡς ἀδύνατον εἶναι, κἂν πάνυ τις εἴη φιλόπονος, ἄρξασθαί τε ἅμα καὶ τοῦ τέλους τοῦ κατ’ αὐτὴν ἐφικέσθαι. διὰ τοῦτ’ ἄριστόν ἐστιν, ὅσα τις ἔγνω τοῖς μετέπειτα καταλιπεῖν ἐν συγγράμμασιν, ἀκριβῶς τε ἅμα καὶ ταχέως καὶ σαφῶς ἅπασαν τὴν τῶν διδασκομένων πραγμάτων φύσιν ἑρμηνεύοντα. τοῦ μέντοι τὴν τέχνην εἶναι μακρὰν ἀπόδειξίς ἐστι τὰ ἐπιφερόμενα ταῦτα, ὁ δὲ καιρὸς ὀξὺς, ἡ
353
δὲ πεῖρα σφαλερὴ, ἡ δὲ κρίσις χαλεπή. ὡς εἰ καὶ οὕτως ἔλεγεν, ὁ βίος βραχὺς, ἡ δὲ τέχνη μακρὰ, ὅτι ὁ καιρὸς καὶ ἡ πεῖρα σφαλερὴ καὶ ἡ κρίσις χαλεπή. διὰ τοῦτο γὰρ καὶ ἡ τέχνη μακρὰ, διότι καὶ ὁ τῶν πραττομένων καιρὸς ἐν αὐτῇ ὀξύτατός ἐστι, τουτέστι στενότατός τε καὶ ὀλιγοχρονιώτατος καὶ πρὸς τούτοις τῶν ὀργάνων τῶν εὑρισκόντων τὰ βοηθήματα δυοῖν ὄντοιν, λόγου καὶ πείρας, ἐπισφαλὴς μὲν ἡ πεῖρα, χαλεπὸς δ’ ὁ λόγος, τουτέστιν οὐ ῥᾴδιον δυνάμενος γνωσθῆναι θατέρῳ. ὅτι δ’ ἀληθές ἐστιν ἕκαστον τῶν εἰρημένων, οὐ χαλεπὸν ἐπιδεῖξαι διὰ βραχέων. ὁ μὲν γὰρ καιρὸς ὀξὺς διὰ τὴν τῆς τέχνης ὕλην, λέγω δὲ τὸ σῶμα ῥέον ἀεὶ καὶ μεταβαλλόμενον ἐν ἀκαριαίῳ χρόνῳ. ἐπισφαλὴς δὲ ἡ πεῖρα καὶ αὐτὴ διὰ τὴν ὕλην. οὐ γὰρ πλίνθοι καὶ πηλὸς καὶ ξύλα καὶ λίθοι καὶ κέραμος καὶ σκύτη, καθάπερ ἄλλων τεχνῶν ἡ ὕλη τῆς ἰατρικῆς ἐστὶν, ἐν οἷς ἄλυπον τὸ πειρᾶσθαι πολυειδῶς καὶ γυμνάζεσθαι παρὰ τὴν ὕλην ἀσκοῦντα καὶ μελετῶντα τὰ θεωρήματα, καθάπερ ἐν ξύλοις μὲν οἱ τέκτονες, ἐν δέρμασι δ’ οἱ σκυτοτόμοι. ξύλα
354
μὲν γὰρ καὶ σκῦτος διαφθεῖραι κακῶς μεταχειριζόμενον οὐδεὶς κίνδυνος· ἐπ’ ἀνθρωπείου δὲ σώματος πειρᾶσθαι τῶν ἀπειράστων οὐκ ἀσφαλὲς, εἰς ὄλεθρον ὅλου τοῦ ζώου τῆς κακῆς πείρας τελευτώσης. καὶ μὴν καὶ ἡ κρίσις, ὁ λόγος δ’ ἂν ἡ κρίσις εἴη, τῷ κρίνεσθαι παρ’ αὐτοῦ τὰ ποιητέα, χαλεπὸς καὶ δυσθήρατός ἐστιν ὅ γε ἀληθὴς, ὡς δηλοῖ καὶ τὸ πλῆθος τῶν κατὰ τὴν ἰατρικὴν τέχνην αἱρέσεων. οὐ γὰρ ἂν εἴπερ οἷόν τ’ ἦν ῥᾳδίως εὑρεθῆναι τὸ ἀληθὲς, εἰς τοσοῦτον ἧκον ἀντιλογίας ἀλλήλοις οἱ ζητήσαντες αὐτὸ, τοιοῦτοί τε καὶ τοσοῦτοι γενόμενοι. τοῖς δ’ ἐμπειρικοῖς οὐχ ὁ λόγος εἰρῆσθαι δοκεῖ κρίσις, ἀλλ’ ἡ τῶν διὰ τῆς πείρας εὑρισκομένων βοηθημάτων ἐπίκρισις. ὄντως γὰρ καὶ τοῦτο χαλεπὸν καὶ δυσθήρατον, ὅταν πολλῶν ἰαμάτων τῷ κάμνοντι γεγενημένων ἕν τι ἐξ αὐτῶν αἰτιᾶται τῆς ὠφελείας ἢ βλάβης. εἰ γὰρ οὕτως ἔτυχε κοιμηθέντος καλῶς αὐτοῦ καὶ καταιωνηθέντος ἐφεξῆς καὶ καταπλασθέντος ἐπὶ τούτῳ, κἄπειτα κλυσθέντος ἢ αὐτομάτως τῆς γαστρὸς ἐνδούσης, εἶτα καὶ τραφέντος τοιάσδε τινὰς τροφὰς, κἀπὶ 
355
τούτοις ἅπασιν ὠφεληθέντος ἢ βλαβέντος οὐ ῥᾴδιον εἰπεῖν διὰ τί τῶν γεγενημένων συνέβη τὸν ἄῤῥωστον ὠφεληθῆναι ἢ βλαβῆναι. διὰ ταῦτ’ οὖν ἅπαντα ἡ κρίσις χαλεπή. συγκεφαλαιωσόμεθα γοῦν ἤδη τὸν λόγον. ἡ μὲν τέχνη μακρὰ γίνεται, ἑνὸς ἀνθρώπου παραμετρουμένη βίῳ. χρήσιμον δὲ τὸ καταλιπεῖν συγγράμματα καὶ μάλιστα τὰ σύντομά τε καὶ ἀφοριστικά· εἴς τε γὰρ αὐτὴν τὴν πρώτην μάθησιν καὶ εἰς τὴν ὧν ἔμαθέ τις ὠφεληθῆναι μνήμην καὶ εἰς τὴν ὧν ἐπελάθετό τις μετὰ ταῦτα ἀνάμνησιν ὁ τοιοῦτος τρόπος τῆς διδασκαλίας ἐπιτήδειος. ὁμολογεῖ δὲ τούτοις καὶ τὸ ἐπιφερόμενον. ὡς γὰρ ὑπὲρ τοῦ συγγράμματος αὐτοῦ καὶ τῶν κατ’ αὐτὸ λεχθησομένων προοιμίου γεγονότος εἰκότως ἐπιφέρων ἐρεῖ· δεῖ δ’ οὐ μόνον ἑωυτὸν παρέχειν τὰ δέοντα ποιέοντα, ἀλλὰ καὶ τὸν νοσέοντα καὶ τοὺς παρέοντας καὶ τὰ ἔξωθεν. εἰ μέλλοι τις κρῖναι, φησὶ, ποτὲ τὰ κατὰ τὸ βιβλίον εἰς ὅσον ἀληθείας ἥκει, οὐ μόνον ἑαυτὸν παρεκτέον ἐστὶ, τὰ δέοντα ποιέοντα καὶ μηδὲν τῶν
356
χρησίμων τῷ νοσοῦντι παραλείποντα, ἀλλὰ καὶ αὐτὸν ἐκεῖνον εὐπειθῆ τε ἅμα καὶ μηδὲν ἰδίᾳ χαριζόμενον ἡδονῇ πεφυκέναι, καὶ μέντοι καὶ τοὺς ὑπηρετοῦντας ἐπιτηδείους καὶ δὴ καὶ τὰ ἔξωθεν ἅπαντα συμπαρεσκευασμένα. καὶ γὰρ δι’ ἐκεῖνα πολλάκις ἤτοι τὴν πρόγνωσιν ἢ τὴν θεραπείαν ἢ ἄμφω συνέβη διακοπῆναι, τὰ δ’ ἔξωθέν ἐστι, τά τε κατὰ τὰς οἰκήσεις ἐπιτηδείους οὔσας ἢ καὶ ἐνοχλουμένας ἢ οὐκ ἐνοχλουμένας, καὶ ἔτι τὰ προσαγγελλόμενα καὶ πραττόμενα θυμὸν ἢ λύπην, ἤ τι τοιοῦτον ἕτερον ἐργαζόμενα τῷ νοσοῦντι καὶ προσέτι τὰ νύκτωρ αὐτῷ τὸν ὕπνον διακόπτοντα μυρία ἐπὶ μυρίοις ὄντα. εἰ οὖν, φησὶν, ἅπαντα ταῦτα καλῶς καὶ ἀμέμπτως ἔχει τῶν κατὰ τοῦτο τὸ βιβλίον αὐτῷ γεγραμμένων, οὐδὲν εὑρεθήσεται ψεῦδος.

Ἐν τῇσι ταραχῇσι τῆς κοιλίης καὶ τοῖσιν ἐμέτοισι τοῖσιν αὐτομάτως γινομένοισιν ἢν μὲν οἶα δεῖ καθαίρεσθαι καθαίρωνται,
357
ξυμφέρει τε καὶ εὐφόρως φέρουσιν, ἢν δὲ μὴ, τοὐναντίον. οὕτω δὲ καὶ ἡ κενεαγγείη ἢν μὲν οἵην δεῖ γίγνεσθαι, γίγνηται, ξυμφέρει τε καὶ εὐφόρως φέρουσιν, ἢν δὲ μὴ τοὐναντίον. ἐπιβλέπειν οὖν δεῖ καὶ χώρην καὶ ὥρην καὶ ἡλικίην καὶ νούσους ἐν ᾗσι δεῖ ἢ οὔ.

Οὐ περὶ ποσότητος αὐτῷ τῶν κενουμένων ἐστὶν ὁ λόγος, ὥς τινες ᾠήθησαν, ἀλλὰ περὶ τῆς ποιότητος μόνης, ὡς δηλοῖ σαφῶς ἑκάτερον τῶν ὀνομάτων, τό τε οἷα καὶ τὸ οἵη. ἐπὶ μὲν γὰρ τῶν αὐτομάτως γινομένων κενώσεων προσεῖπεν ἢν μὲν οἷα δεῖ καθαίρεσθαι καθαίρωνται, ξυμφέρει τε καὶ εὐφόρως φέρουσιν· ἐπὶ δὲ τῶν ὑπὸ τοῦ ἰατροῦ, ἢν μὲν οἶα δεῖ γίγνεσθαι, γίγνηται. καίτοι δυνάμενος εἰπεῖν, ἢν μὲν ὅσα δεῖ καθαίρεσθαι καθαίρηται, καὶ πάλιν εἰ ἢν μὲν ὅσα δεῖ γίγνεσθαι γίγνηται. δηλοῦται δὲ τοῦτο καὶ διὰ τοῦ καθαίρεσθαι ῥήματος. οὐ γὰρ ἁπλῶς εἶπεν ἢν μὲν οἷα δεῖ κενοῦσθαι, ἀλλὰ ἢν μὲν οἷα δεῖ καθαίρεσθαι

358
ἔφη. καθάρσις δέ ἐστιν ἡ τῶν λυπούντων κατὰ ποιότητα κένωσις. ἔν γε δὴ τούτοις ἁμαρτάνουσιν οἱ πλεῖστοι τῶν ἐξηγητῶν, οὐ συνιέντες οὔτε τῶν φωνῶν οὔτε τῆς γνώμης τἀνδρός. ἔτι δὲ μᾶλλον ἐπειδὰν τὸ τῆς κενεαγγείας ὄνομα τινὲς μὲν ἐπὶ τῆς ἀσιτίας, τινὲς δὲ ἐπὶ τῆς φλεβοτομίας ἀκούωσιν. ὁ γὰρ Ἱπποκράτης ἅπασαν κένωσιν ὀνομάζει κενεαγγείαν ἀπὸ τοῦ συμβεβηκότος, ἐπειδὴ κενὰ τὰ ἀγγεῖα συμβαίνει γίνεσθαι κατὰ πάσας τὰς κενώσεις. ὁ μὲν δὴ λόγος αὐτῷ νῦν ἐστι περὶ ποιότητος τῶν κενουμένων. ὥσπερ δὲ παρακελεύεται διὰ παντὸς ὅσα καλῶς ὑπὸ τῆς φύσεως γίγνεται ταῦτα μιμεῖσθαι τὸν ἰατρὸν, οὕτω καὶ νῦν ἐποίησε τῶν περὶ τῶν αὐτομάτων κενώσεων προτάξας λόγον, ἐν αἷς ὅταν μὲν οἷα δεῖ κενῶνται, τουτέστι τὰ λυποῦντα ξυμφέρει τε καὶ εὐφόρως φέρουσιν. εἰ δὲ ἄλλων τινῶν ἡ κένωσις γένηται καὶ μὴ τῶν λυπούντων, τὸ ἐναντίον οὔτε συμφέρει καὶ δυσφοροῦσιν οἱ κάμνοντες. οὕτως οὖν εἰ καὶ ὑπὸ τοῦ ἰατροῦ κένωσίς τις ἐπιτηδεύοιτο, τῶν λυπούντων αὕτη γιγνέσθω, καθάπερ καὶ ἐν ἄλλοις παρακελεύεται
359
τὸν λυποῦντα συμβουλεύων κενοῦν χυμὸν καὶ μὴ ἄλλον τινὰ πρὸ αὐτοῦ. φλέγματος μὲν οὖν πλεονάζοντος τοῦτο κενωτέον ἂν εἴη παντὶ τρόπῳ. χολῆς δὲ ξανθῆς εἴτε μελαίνης ἐνοχλούσης ἀφεκτέον μὲν τοῦ φλέγματος, τὴν λυποῦσαν δὲ χολὴν κενωτέον. οὕτω δὲ κᾂν αἱματικὸν ᾖ τὸ πλεονάζον, αἵματος τὸ ποιητέον τὴν κένωσιν καὶ δὴ καὶ εἰ ὀῤῥὸς αἵματος ἐκείνου. τεκμαίρεσθαι δὲ δεῖ τὸν πλεονάζοντα χυμὸν τῇ χρόᾳ, πλὴν εἴ τινες ὑποχωρήσαιεν εἰς τὸ βάθος τοῦ σώματος. τὸ γὰρ χρῶμα τῶν χυμῶν ἐοικὸς ἀνθέων ὁκόσων μὴ ἄμπωτίς ἐστιν. ἐπὶ τούτων οὖν μάλιστα τῶν ὑπονοστησάντων καὶ μὴ κεχυμένων ὁμαλῶς εἰς ὅλον τὸ σῶμα, προσεπιβλέπειν δεῖ ὥρην καὶ χώρην καὶ ἡλικίην καὶ νούσους ἐν ᾗσι δεῖ ἢ οὔ· τουτέστιν ἐν αἷς προσῆκεν ἢ μὴ τοιοῦδέ τινος ἢ τοιοῦδε χυμοῦ ποιεῖσθαι τὴν κένωσιν. ἔχει μὲν γὰρ καὶ αὐτὸς ἕκαστος τῶν πλεοναζόντων ἐν τῷ σώματι χυμῶν ἴδια γνωρίσματα, περὶ ὧν ἐπὶ πλέον ἐν τοῖς ἑξῆς ἐροῦμεν, οὐ μὴν ἀλλὰ καὶ πρὸς τὴν τελείαν διάγνωσιν ἐπιβλέπειν χρὴ καὶ τὴν ἐνεστῶσαν ὥραν τοῦ ἔτους καὶ τὸ χωρίον 
360
ἐν ᾦ νοσοῦσιν οἱ κάμνοντες καὶ τὴν ἡλικίαν αὐτῶν καὶ τὴν ἰδέαν τῆς νόσου. ἔστω γὰρ, εἰ οὕτως ἔτυχε, χολῆς ξανθῆς ἐν τῷ σώματι πλεονεκτούσης γνωρίσματα, συνεπιβλέπειν αὐτῇ δεήσει καὶ εἰ ὥρα θερινὴ καὶ εἰ τὸ χωρίον θερμὸν καὶ εἰ ὁ κάμνων ἀκμάζων. οὕτω δὲ καὶ ἐπὶ τοῦ φλέγματος, εἰ χειμὼν εἴη, εἰ τὸ χωρίον ψυχρὸν, εἰ πρεσβύτης ὁ ἄνθρωπος· ἀλλὰ καὶ πρὸς τούτοις ἅπασιν, αὐτὸ τὸ εἶδος τῆς νόσου ἐπιβλεπτέον, οἶον ὅτι τριταῖος μὲν, εἰ οὕτως ἔτυχεν, ὑπὸ τῆς ξανθῆς χολῆς ἐπικρατούσης γίνεται, τεταρταῖος δ’ ὑπὸ τῆς μελαίνης, ἀμφημερινὸς δὲ ὑπὸ τοῦ φλέγματος, καὶ καρκίνος μὲν ὑπὸ τῆς μελαίνης χολῆς, ἐρυσίπελας δὲ ὑπὸ τῆς ξανθῆς, τῶν τ’ ἄλλων νοσημάτων ὡσαύτως ἕκαστον. ἐὰν γὰρ ταῦτα πάντα διορισώμεθα, βεβαιότερον ἐπὶ τὴν τοῦ λυποῦντος χυμοῦ κένωσιν ἀφιξόμεθα. πάντων οὖν ἀτοπώτατοι τῶν ἐξηγητῶν εἰσιν οἱ νομίζοντες τὸν λόγον αὐτῷ ὑπὲρ ἀσιτίας γίνεσθαι μόνης τῆς ἐν τοῖς πυρετοῖς. οὔτε γὰρ αὐτὸς ὠνόμασε πυρετοὺς ὅ τε λόγος ἐπὶ πάντων ἐστὶ καθόλου τῶν παρὰ φύσιν, ἐκδιδάσκων
361
ἡμῶν σκοποὺς, οἶς προσέχοντας εὑρίσκειν προσήκει τὸ ποιὸν τῆς κενώσεως, οὐ τὸ ποσόν. ὁ γὰρ ἐφεξῆς ἀφορισμὸς ὑπὲρ τοῦ ποσοῦ διαλέγεται. κατὰ τίνα δὲ καιρὸν τοῦ νοσήματος ἐπιχειρεῖν δεῖ τῇ κενώσει καὶ τίνι τρόπῳ ποιητέον αὐτὴν ἐν ἄλλοις ἀφορισμοῖς ἑξῆς ἐρεῖ. ὅθεν οὐδ’ ἐμοὶ νῦν ἀναγκαῖόν ἐστι λέγειν περὶ αὐτῶν. οὕτω γὰρ ἂν οὐδὲν μὲν εἴην σοφώτερος διδάσκων, εἰς μῆκος δὲ λόγων οὐκ ἀναγκαῖον ἐκτείνων τὰ ὑπομνήματα.

Ἐν τοῖσι γυμναστικοῖσιν αἱ ἐπ’ ἄκρον εὐεξίαι σφαλεραὶ, ἢν ἐν τῷ ἐσχάτῳ ἔωσιν. οὐ γὰρ δύνανται μένειν ἐν τῷ αὐτέῳ οὐδὲ ἀτρεμέειν. ἐπεὶ δὲ οὐκ ἀτρεμέουσιν, οὐδέ τι δύνανται ἐπὶ τὸ βέλτιον ἐπιδιδόναι, λείπεται οὖν ἐπὶ τὸ χεῖρον. τουτέων οὖν εἵνεκεν τὴν εὐεξίην λύειν ξυμφέρει μὴ βραδέως, ἵνα πάλιν ἀρχὴν ἀναθρέψιος λάβῃ τὸ σῶμα. μηδὲ τὰς ξυμπτώσιας ἐς τὸ ἔσχατον ἄγειν, σφαλερὸν
362
γὰρ, ἀλλ’ ὁκοίη ἂν ἡ φύσις ᾖ τοῦ μέλλοντος ὑπομένειν, ἐς τοῦτο ἄγειν. ὡσαύτως δὲ καὶ αἱ κενώσεις αἱ ἐς τὸ ἔσχατον ἄγουσαι σφαλεραί· καὶ πάλιν αἱ ἀναθρέψιες, αἱ ἐν τῷ ἐσχάτῳ ἐοῦσαι σφαλεραί.

Τὸν μὲν πρὸ τούτου λόγον αὐτῷ περὶ ποιότητος εἶναι ἐδείξαμεν τῶν κενουμένων. ἐν τούτῳ δὲ καὶ τοῖς ἐφεξῆς περὶ ποσότητος βούλεται διδάσκειν καὶ ἄρχεταί γε παρὰ τῆς ἀμέτρου πληρώσεώς τε καὶ κενώσεως ἐν τῷδε τῷ νῦν ἡμῖν προκειμένῳ ἀφορισμῷ, ὁμοίως τῷ πρόσθεν ὑποθέμενός τι παράδειγμα καὶ πρὸς τοῦτο κατευθύνων τὸν λόγον, ὥσπερ ἔθος αὐτῷ. τὸ παράδειγμα δὲ αὐτῷ ἐστιν ἡ γυμναστικὴ εὐεξία. γυμναστικὴν δὲ εὐεξίαν ὀνομάζει τὴν τῶν αὐτὸ τοῦτο ἔργον πεποιημένων, κατὰ τὸν βίον ἅπαντα διατριβὴν ἐν γυμνασίοις, τοῦ καταβάλλειν ἑτέρους ἕνεκα, καθάπερ οἱ ἀθληταί. ἡ μὲν γὰρ ἁπλῶς εὐεξία λεγομένη ἣν καὶ τῶν ἀγροίκων ἔχουσι πολλοὶ, σκάπτοντες καὶ θερίζοντες

363
καὶ ἄλλα ὅσα κατὰ τὸν βίον διαπονούμενοι οὐχ ἥκει μέχρι πληρώσεως ἀμέτρου. τῆς δὲ τῶν ἀθλητῶν εὐεξίας οὐ μικρὸν τοῦτό ἐστιν ἔγκλημα τὸ περιβάλλεσθαι πειρᾶσθαι μέγεθος ὄγκου κατὰ τὸ σῶμα καὶ δηλονότι καὶ πλῆθος χυμῶν. παρασκευαὶ γὰρ αὗται τῆς τοῦ παντός εἰσι σώματος θρέψεως καὶ οὐχ οἶά τε χωρὶς αὐτῶν ἑτοίμως παρεσκευασμένων εἰς ὄγκον ἀρθῆναι τοῦ δέοντος μείζονα τὰ σώματα, διὸ καὶ σφαλερὰν ἀναγκαῖον εἶναι τὴν τοιαύτην διάθεσιν. ὅταν γὰρ ὑπερπληρωθῇ τὰ ἀγγεῖα ποτῶν ἢ σιτίων, τοῦ διαῤῥαγῆναι κίνδυνος αὐτοῖς ἢ καταπνιγῆναι ἢ καὶ σβεσθῆναι τὸ ἔμφυτον αὐτὸ θερμὸν, καθάπερ καὶ ἀπώλοντό τινες ἐξαιφνίδιον ἤδη τῶν εἰς ἄκραν πλήρωσιν ἀφικομένων ἀθλητῶν. ἡ δ’ εἰς τὰ κατὰ φύσιν ἔργα χρήσιμος εὐεξία τοιοῦτον οὐδένα κίνδυνον ἐφεδρεύοντα κέκτηται, τὸ μηδ’ εἰς ἄκρον ἥκειν ποτὲ τῆς πληρώσεως, ὅθεν οὐδὲ λύειν αὐτὴν προσήκει, καθάπερ τὴν τῶν ἀθλητῶν, ὅταν εἰς ἄκρον ἥκῃ. ταύτην γὰρ χρὴ λύειν μὴ βραδέως, ἀλλὰ φθάνειν δηλονότι
364
τὸν κίνδυνον. τὴν αἰτίαν δὲ αὐτὸς τοῦ χρῆναι λύειν αὐτὴν τοιαύτην ἔγραψεν· οὐ γὰρ δύνανται μένειν ἐν τῷ αὐτέῳ οὐδ’ ἀτρεμέειν εἰπών· ἀεὶ γὰρ τῆς φύσεως τὴν πέψιν καὶ τὴν ἀνάδοσιν καὶ τὴν ἐξαιμάτωσιν καὶ τὴν πρόσθεσιν καὶ τὴν πρόσφυσιν καὶ τὴν ἐξομοίωσιν ἐργαζομένης, ὅταν μήτε προσθεῖναί τι τοῖς στερεοῖς τοῦ σώματος μορίοις ἐγχωρεῖ μήθ’ αἱ φλέβες ἔτι χώραν ἔχωσιν ὑποδέχεσθαι τὴν ἀναδιδομένην τροφὴν, ἀνάγκη κίνδυνον καταλαβεῖν ἢ ῥήξεως ἀγγείου τινὸς ἢ ἐξαιφνιδίου θανάτου. ἵνα οὖν ἔχῃ χώραν αὖθις ἀνατρέφεσθαι τὸ σῶμα, λύειν χρὴ μὴ βραδέως τὴν εὐεξίαν. ἡ λύσις δ’ αὐτῆς κένωσίς ἐστι δηλονότι καὶ χρὴ ταύτην οὐδ’ αὐτὴν ἀμέτρως ποιεῖσθαι. καὶ γὰρ καὶ τοῦτο σφαλερὸν, οὐχ ἦττον ἀμέτρου πληρώσεως. σκοπὸς δὲ τοῦ ποσοῦ τῆς κενώσεως οὐ τὸ πλεονάζον μόνον, ἀλλὰ καὶ ἡ φύσις ἂν εἴη, τουτέστιν ἡ δύναμις τοῦ κενουμένου ἀνθρώπου. ἄλλοι γὰρ ἄλλως εἰώθασι φέρειν μᾶλλον τὰς κενώσεις. ταῦτα μὲν οὖν αὐτῷ περὶ τῆς ἀθλητικῆς εὐεξίας εἴρηται καὶ αὐτὰ μὲν καθ’ ἑαυτὰ χρήσιμα τοῖς βουλομένοις τὴν ἐπιτήδευσιν 
365
ἐκείνην μετέρχεσθαι καὶ τοῖς ἰατροῖς δὲ ὡς παράδειγμα τοῦ λόγου τοῦ μέλλοντος λεχθήσεσθαι. φησὶ γὰρ, ὡσαύτως δὲ καὶ αἱ κενώσιες αἱ εἰς τὸ ἔσχατον ἄγουσαι σφαλεραὶ καὶ πάλιν αἱ ἀναλήψιες αἱ ἐν τῷ ἐσχάτῳ ἐοῦσαι σφαλεραὶ, τοιοῦτόν τι βουλόμενος ἐνδείξασθαι καθ’ ὅλον τὸν λόγον, ὡς ὅτι οὔτε κενοῦν οὔτε πληροῦν ὑπερβαλλόντως προσήκει. μάθοιμεν δ’ ἂν τοῦτο μάλιστα παρὰ τῆς ἀθλητικῆς εὐεξίας, ἧς καίτοι τἄλλα κεκτημένης οὐ μεμπτά. καὶ γὰρ καὶ εὔχυμοι καὶ ἰσχυροὶ ταῖς δυνάμεσίν εἰσιν οἱ γυμναστικοὶ, ὅμως τοῦτό γε αὐτὸ μέγιστόν ἐστιν αὐτοῖς κακὸν, τὸ εἰς ἄκρον ἥκειν πληρώσεως. διὸ καὶ λύεσθαι δεῖται συντόμως, ὥσπερ αὖ πάλιν οὐδ’ εἰς ἔσχατον ἄγειν χρὴ κενώσεως τοὺς τοιούτους· οὕτως οὐδὲ τοὺς ἄλλης δεομένους ἡστινοσοῦν κενώσεως ὑπερκενοῦν προσήκει. καθόλου γὰρ εἰπεῖν ἐν πάσῃ κενώσει στοχάζεσθαι προσήκει τῆς δυνάμεως καὶ μέχρις ἂν ἀντέχῃ καὶ μὴ κάμνῃ, πειρᾶσθαι τὸ περιττὸν ἀπάγειν, καταλυομένης δὲ, κἂν ἔτι λείπηταί τι τῶν περιττῶν, φυλάττεσθαι
366
χρὴ τὴν κένωσιν. τὸ δὲ καὶ πάλιν αἱ ἀναθρέψιες αἱ ἐν τῷ ἐσχάτῳ ἐοῦσαι σφαλεραὶ, εἰ μὲν ἀνταποδώσειν μέλλοι τις τῷ παραδείγματι τὸν λόγον, ὡς μὴ γενέσθαι κολοβὸν, ἐπὶ τῆς ἐσχάτης πληρώσεως εἰρῆσθαι δόξει, παραινοῦντος αὐτὴν φυλάττεσθαι καὶ μὴ μέχρι τοσοῦτον τὰς ἀναθρέψεις ποιεῖσθαι τῶν σωμάτων, μέχρις ἂν εἰς τὸ ἔσχατον ἀφίξωνται τῆς πληρώσεως. εἰ δὲ τῷ τῆς λέξεως σχήματι προσέχοις τὸν νοῦν, ὥσπερ ἔνιοι τῶν ἐξηγησαμένων τὸ βιβλίον περὶ τοῦ αὐτοῦ πράγματος, δὶς αὐτὸν ἐπινοήσειε λέγειν ἑτέρως καὶ ἑτέρως. ὅταν μὲν οὖν εἴπῃ, ὡσαύτως καὶ αἱ κενώσιες αἱ εἰς τὸ ἔσχατον ἄγουσαι σφαλεραὶ, κατ’ αὐτὸ τοῦτο μόνον φεύγειν κελεύοντα τὰς ἀμέτρους κενώσεις, ὅτι καὶ αἱ ἀναθρέψεις αἱ ἀπ’ αὐτῶν οὐκ ἀσφαλεῖς εἰσιν, ὡς ἂν ἀσθενοῦς γεγενημένης τῆς φύσεως καὶ μήτε πέπτειν ἱκανῶς μήτ’ ἀναδιδόναι μήτ’ ἐξομοιοῦν δυναμένης, παραλελείψεται δὴ φανερῶς, ἐὰν οὕτω τις δέξηται, θάτερον αὐτῷ μέρος τῆς διδασκαλίας, τὸ περὶ τῆς ἄκρας πληρώσεως,
367
καὶ μάτην ἔσται τῆς γυμναστικῆς εὐεξίας μεμνημένος. καὶ μὲν δὴ καὶ αὐτὸ τοῦτο τὸ προκείμενον ὄνομα κατὰ τὴν λέξιν, τὸ πάλιν, ἐνδείκνυσθαί μοι δοκεῖ τὴν εἰρημένην γνώμην, εἰπόντος αὐτοῦ καὶ πάλιν αἱ ἀναθρέψιες αἱ ἐν τῷ ἐσχάτῳ ἐοῦσαι σφαλεραί. ὥσπερ γὰρ ὑπὲρ ἄλλου πράγματος τὸν λόγον ποιούμενος οὕτως ἐμνημόνευσε τὸ καὶ πάλιν.

Αἱ λεπταὶ καὶ ἀκριβέες δίαιται καὶ ἐν τοῖσι μακροῖσιν ἀεὶ πάθεσι καὶ ἐν τοῖσιν ὀξέσιν, οὗ μὴ ἐπιδέχεται, σφαλεραί. καὶ πάλιν αἱ ἐς τὸ ἔσχατον λεπτότητος ἀφιγμέναι δίαιται χαλεπαί. καὶ γὰρ αἱ πληρώσιες αἱ ἐς τὸ ἔσχατον ἀφιγμέναι χαλεπαί.

Ἐν τῷ πρόσθεν ἀφορισμῷ περὶ πάσης καθόλου διαλεχθεὶς ἀμέτρου πληρώσεώς τε καὶ κενώσεως, ἐν τούτῳ περὶ τῆς τῶν νοσούντων διαίτης διεξέρχεται, κελεύων ἡμᾶς

368
ἐν μὲν τοῖς μακροῖς ἀεὶ πάθεσι φυλάττεσθαι τὰς λεπτὰς διαίτας, ἐν δὲ τοῖς ὀξέσιν οὐκ ἀεί. φαίνεται γὰρ τὰ πλεῖστα τούτων λεπτῆς διαίτης δεόμενα, ἔνια δὲ αὐτῶν καὶ τῆς ἐσχάτης λεπτῆς. εἴη δ’ ἂν ἐσχάτως μὲν λεπτὴ δίαιτα ἡ δι’ ἀσιτίας μόνης ἢ μελικράτου μέχρι κρίσεως προϊοῦσα. λεπτὴ δὲ δι’ ὀλίγων ἐδεσμάτων ἢ δι’ ὀλιγοτρόφων, οἷόν περ καὶ ὁ τῆς πτισάνης ἐστὶ χυλός. ὅρος δ’ αὐτῆς ἡ τῆς δυνάμεώς ἐστι καθαίρεσις, ἧσπερ ἕνεκα καὶ τρέφομεν. ἐπὶ μὲν οὖν τῶν ὑγιαινόντων ἀεὶ χρὴ τὴν ῥώμην τῆς δυνάμεως φυλάττειν ἢ παραύξειν ταῖς τροφαῖς, οὐ καθαιρεῖν. καὶ εἴη ἂν ἡ μὲν παραύξουσα τροφὴ ἁδρὰ, ἡ δὲ φυλάττουσα σύμμετρος, ἡ δὲ καθαιροῦσα λεπτή. ταύτην μὲν οὖν φεύγειν χρὴ ἀεί. τῶν δ’ ἄλλων ὁποτέρας ἂν δέηται τὰ παρόντα, χρῆσθαι ταύτῃ. ἐπὶ δὲ τῶν νοσούντων σπάνιον μὲν ἐνίοτε τὴν δύναμιν ἰσχυροτέραν ἧς παρελάβομεν ἐργάζεσθαι, σπεύδομεν δὲ ὡς τὰ πολλὰ, φυλάττειν μὲν ἐν τοῖς χρονίοις μετρίως δὲ καθαιρουμένην διασώζειν ἐν τοῖς ὀξέσιν. εἰ γὰρ ἤτοι φυλάττειν αὐτὴν οἵαν παρελάβομεν ἐν τούτοις ἢ προσαύξειν
369
ἀεὶ σπεύδομεν, αὐξήσομεν τὴν νόσον. τίνα δ’ ἐστὶν ὀξέα νοσήματα, τὰ δεόμενα τῆς ἐσχάτως λεπτοτάτης διαίτης καὶ τίνα λεπτοτάτης μὲν, οὐ μὴν ἐσχάτως, καὶ τίνα τὰ λεπτῆς, ἐπὶ πλέον μὲν ἐν τῷ περὶ διαίτης ὀξέων, ὃ καὶ περὶ πτισάνης ἐπιγράφουσί τινες, ὁ Ἱπποκράτης ἐδίδαξε· καὶ ἡμεῖς δὲ ἐν ταῖς εἰς ἐκεῖνο τὸ βιβλίον ἐξηγήσεσι τὸν ἅπαντα λόγον ἐξειργασάμεθα. νυνὶ δὲ ἀρκεῖ τό γε τοσοῦτον εἰπεῖν, ὡς ἐφ’ ὧν μὲν ἂν νοσημάτων ἡ ἀκμὴ καὶ ἡ κρίσις ἐν τῇ πρώτῃ μέλλῃ γενέσθαι τετράδι, τῆς δυνάμεως ἰσχυρᾶς ὑπαρχούσης ἐπὶ ἀσιτίας παντελοῦς τούτους φυλάξομεν, ὅπερ ἐστὶν ἐσχάτως λεπτοτάτης διαίτης. ἐφ’ ὧν δὲ μὴ ἐξώτερον τῆς πρώτης ἑβδομάδος, ἰσχυρᾶς οὔσης τῆς δυνάμεως, ἀρκέσει μελικράτῳ μόνῳ χρήσασθαι. λεπτοτάτη δ’ ἂν εἴη καὶ αὕτη μόνη δίαιτα, οὐ μὴν ἐσχάτως γε· μὴ θαῤῥοῦντες δὲ τῇ δυνάμει, πτισάνης χυλῷ χρησόμεθα, λεπτὴ δ’ ἂν εἰκότως ἡ τοιαύτη δίαιτα καλοῖτο, καθάπερ ἡ διὰ τῆς κριθώδους πτισάνης. οὐκέτι μὲν ἀκριβῶς λεπτὴ πλὴν εἰ μὴ 
370
παντελῶς ὀλίγη λαμβάνοιτο, οὐ μὴν ἤδη γε καὶ ἁδρὰ, ὥσπερ ἡ διὰ ὠῶν καὶ χόνδρου καὶ ἰχθύων καὶ ὅσα τοιαῦτα. τὸ τοίνυν οὗ μὴ ἐπιδέχεται, προσκείμενον ἐν τῷ περὶ τῶν ὀξέων λόγῳ, διὰ τὰ κατοξέα λέγεται, περὶ τούτων γὰρ αὐτὸς ἐρεῖ. ὅκου μὲν οὖν κατοξὺ τὸ νόσημα, αὐτίκα καὶ τοὺς ἐσχάτους πόνους ἔχει καὶ τῇ ἐσχάτως λεπτοτάτῃ διαίτῃ ἀναγκαῖον χρέεσθαι.

Ἐν τῇσι λεπτῇσι διαίτῃσιν ἁμαρτάνουσιν οἱ νοσέοντες, διὸ μᾶλλον βλάπτονται. πᾶν γὰρ τὸ ἁμάρτημα ὃ ἂν γίνηται μέγα γίνεται μᾶλλον ἢ ἐν τῇσιν, ἐν ᾗσι λεπτῇσι ὀλίγον ἁδροτέρῃσι διαίτῃσι, διὰ τοῦτο καὶ τοῖσιν ὑγιαίνουσιν σφαλεραὶ αἱ πάνυ λεπταὶ καὶ καθεστηκυῖαι καὶ ἀκριβέες δίαιται, ὅτι τὰ ἁμαρτανόμενα χαλεπώτερον φέρουσι. διὰ τοῦτο οὖν αἱ λεπταὶ καὶ ἀκριβέες δίαιται σφαλεραὶ ἐς τὰ πλεῖστα, τῶν σμικρῶν ἁδροτέρων.
371

Διχῶς γράφεται δὲ καὶ ἑτέρως ἡ ἀρχὴ τοῦδε τοῦ ἀφορισμοῦ κατὰ τόνδε τὸν τρόπον· ἐν τῇσι λεπτῇσι διαίτῃσι τὰ πολλὰ ἁμαρτάνουσιν οἱ νοσέοντες, διὸ μᾶλλον βλάπτονται. καί τισιν ἀρέσκει μᾶλλον ἥδε τῆς ἑτέρας ἡγουμένοις τοῦτο βούλεσθαι λέγειν τὸν Ἱπποκράτην, ὡς ἄρα ἐν ταῖς λεπταῖς διαίταις ἁμαρτάνοντες οἱ νοσέοντες, διὸ μᾶλλον βλάπτονται. τρέφεσθαι γὰρ ἀναγκάζονται λάθρα τῶν ἰατρῶν δι’ αὐτὸ τοῦτο, διότι λεπτῶς ὑπ’ αὐτῶν διαιτῶνται, κᾀντεῦθεν μειζόνως βλάπτονται ἢ εἰ μὴ διῃτῶντο λεπτῶς. ἔτι δὲ ἁμαρτάνουσι δῆλον ὅτι καὶ ἐπ’ ἀσθενεῖ τῇ δυνάμει, ὡς ἂν ἐν ταῖς ἐνδείαις προκεκμηκυίᾳ. ἀμείνων δὲ ἡ προτέρα γραφή. περιλαμβάνει γὰρ καὶ ταύτην καὶ γενικώτερον ποιεῖται τὸν λόγον, ὑπὲρ ἁπάσης ἁμαρτίας ἐκδιδάσκουσα τῆς ἀκουσίως τε καὶ ἑκουσίως συμπιπτούσης τοῖς νοσοῦσιν, ὡς εἶναι τὸν λόγον τοιοῦτον· ὅ τι ἂν ἁμάρτημα συμπέση τοῖς λεπτῶς οὕτω διαιτωμένοις, σφαλερώτερον τοῦτο καθίσταται παρόσον ἥ τε δύναμις ἄῤῥωστος ὑπὸ τῆς τοιαύτης διαίτης γέγονεν ἥ τ’ ἐπ’ αὐτὴν μετάβασις ἀήθης. μαρτυρεῖ δὲ τῇ

372
προειρημένῃ γραφῇ καὶ τὰ περὶ τῶν ὑγιαινόντων εἰρημένα. σφαλερὰς γὰρ ἐπ’ αὐτῶν ἔφη τὰς λεπτὰς διαίτας ὑπάρχειν, ὅτι τὰ ἁμαρτανόμενα χαλεπώτερον φέρουσιν, οὐχ ὅτι διὰ τὸ λεπτὸν τῆς διαίτης ἁμαρτάνειν ἀναγκάζονται. τὰ δ’ ἐφεξῆς τοῦ ἀφορισμοῦ σαφῆ.