In Hippocratis Epidemiarum I

Galen

Galen, In Hippocratis Epidemiarum I

Κεδμάτων τὰς ἐπὶ τοῖς ὠσὶν ὄπισθεν φλέβας σχάζειν.

Κέδματα λέγει τὰ εἰς τὰ σκέλη κατασκήπτοντα ῥεύματα, καὶ μάλιστά γ’ αὐτῶν τὰ εἰς τὴν πρώτην διάρθρωσιν ἥτις ἐστὶ κατ’ ἰσχίον, οὐ μὴν ἀληθῆ γε τὰ περὶ τῆς φλεβοτομίας εἶναι πειθομένης, καθάπερ οὐδὲ αὐτῶν τῶν προσιεμένων αὐτὴν οὐδεὶς ἀκριβῶς ἐπείσθη. δηλοῦσι γὰρ ἔργῳ τοῦτο, μηδέποτε ἐπὶ τῶν ἀῤῥώστων χρώμενοι. κατὰ μέντοι τὴν ῥῆσιν αὐτὴν ἡ λέξις οὐκ ἀκριβῶς ἑρμηνεύεται γράψαντος αὐτοῦ τὰς ἐπὶ τοῖς ὠσὶ φλέβας. οὐ γὰρ τὰς ἐπὶ τοῖς ὠσὶν ἐχρῆν, ἀλλὰ τὰς περὶ τὰ ὦτα λελέχθαι. φλέβες γάρ τινές εἰσιν ὄπισθεν τῶν ὤτων ἀξιόλογοι. κατ’ αὐτὰ δὲ τὰ ὦτα πάνυ σμικραὶ καὶ δυσθεώρητοι καὶ τὰ πολλὰ μηδὲ φαινόμεναι.

284
Λαγνείη τῶν ἀπὸ φλέγματος νούσων ὠφέλιμον.

Οὐ πᾶσιν, ἀλλὰ τοῖς ἰσχυροῖς τὴν δύναμιν ὠφέλιμός ἐστιν ἡ λαγνεία νοσοῦσιν ἀπὸ φλέγματος. οἱ γὰρ ἀσθενεῖς εἰς ἔσχατον ἀῤῥωστίας ὑπ’ αὐτῆς ἀφικόμενοι βλαβήσονται μεγάλως, οἱ δ’ ἰσχυρὰν ἔχοντες τὴν δύναμιν οὔτε καταλυθήσονται καὶ ὠφεληθήσονται, ξηραινούσης τῆς λαγνείας τὴν τοῦ φλέγματος περιουσίαν. μεμαθήκατε γὰρ ὅτι λαγνεία ξηραίνει, καθάπερ ἀγρυπνία, κατὰ τὸ διαφορεῖν ἐπὶ πλέον τοὺς χυμούς. ἀλλὰ καὶ θερμαίνει τὸ σῶμα τοῖς ἐῤῥωμένην ἔχουσι τὴν δύναμιν ἡ λαγνεία, τοῖς δ’ ἀσθενέσιν ἐν μὲν τῷ παραχρῆμα θερμαίνει, ψύχει δὲ μετὰ ταῦτα γενναίως.

Θερμοκοιλίοισιν ἰσχυρὰ ποτὰ καὶ βρωτὰ ταρακτικά. μελαίνης χολῆς ὡς ὅμοιον αἱμοῤῥοΐδι.
285

Οὐχ ὡς ἔμπροσθεν ἰσχυρὰν δίαιταν ἔφαμεν εἶναι τὴν τῶν πολυτρόφων σιτίων, οὕτω καὶ νῦν ἀκουστέον ἐστὶν ἰσχυρὰ ποτὰ καὶ βρωτὰ τὰ πολλὴν διδόντα τῷ σώματι τροφὴν, ἀλλὰ τὰ τὴν δύναμιν ἔχοντα, κρόμμυα δηλονότι καὶ σκόροδα καὶ σίλφιον καὶ ὀπὸν οἶνόν τε παλαιότατον, ὅσα τ’ ἄλλα τοιαῦτα τὴν φυσικὴν δυσκρασίαν αὐξάνοντα, τῇ δὲ ταύτης ἐναντία χρησιμώτατα. πολλάκις γὰρ ἤδη μεμαθήκαμεν ὡς τὰς μὲν ἀμέμπτους φύσεις ὠφελεῖ τὰ ὅμοια, τὰς δὲ δυσκράτους ὥσπερ καὶ τὰς νόσους, τὰς τῆς καθεστώσης αὐταῖς κράσεως ἐναντία. τινὲς δὲ τῶν ἐξηγησαμένων τὸ βιβλίον τῆς ἐχομένης ῥήσεως τὴν ἀρχὴν τέλος ἐποιήσαντο τῆς νῦν προκειμένης, ὡς γίνεσθαι τοιαύτην, θερμοκοιλίοισιν ἰσχυρὰ ποτὰ καὶ βρωτὰ ταρακτικὰ μελαίνης χολῆς. ὅτι μὲν οὖν ταρακτικὰ τῶν κατὰ τὴν γαστέρα μάλιστά ἐστι τοῖς θερμοκοιλίοις τὰ τοιαῦτα πρόδηλον, οὐ μὴν ὁμοίως γε τὰ καθ’ ὅλον τὸ σῶμα ταράττει πᾶσιν, ἀλλὰ καὶ τοῖς τὴν ἐν τούτοις κρᾶσιν ἤτοι θερμὴν ἢ ξηρὰν ἔχουσιν ἢ

286
κατ’ ἄμφω δύσκρατον, ὡς οὑ μόνον χολῆς μελαίνης ἐστὶ ταρακτικὰ τὰ τοιαῦτα τῶν ἐδεσμάτων, ἀλλὰ καὶ τῆς ξανθῆς. ἴσως δ’ ἐπεὶ μείζονα βλάβην ἡ μέλαινα χολὴ ταραχθεῖσα φέρει διὰ τοῦτ’ ἐπ’ αὐτῆς ἠξίωσαν ἀκούειν τοῦ λόγου κατὰ ἐξοχήν. οἱ πλεῖστοι δὲ περιγράψαντες αὐτὴν κατ’ αὐτὴν τὴν προκειμένην ῥῆσιν ἀρχὴν τῆς ἑπομένης ἐποιήσαντο.

Μελαίνης χολῆς ὡς ὅμοιον αἱμοῤῥοΐδι.

Τὸ μὲν οὖν τὰς μελαγχολίας ὑπὸ τῶν αἱμοῤῥοΐδων ὠφελεῖσθαι τῶν ἐναργῶς φαινομένων ἐστὶ καὶ πολλοὺς κατ’ ἐπιστάσεις αὐτῆς ἐθεασάμεθα μελαγχολήσαντας. ἐνίους δ’ οὐ μόνον ἅπαξ ἢ δὶς, ἀλλὰ καὶ τρὶς καὶ τετράκις εἰς μελαγχολίαν ἐμπεσόντας, ἅμα τῷ στῆναι τὴν αἱμοῤῥοΐδα, τινὰς δὲ καὶ καθ’ ἕκαστον ἔτος εἰς τὸ πάθος ἐπιφερομένους, εἰ μὴ φθάσειεν, ἤτοι δι’ αἱμοῤῥοΐδος ἢ διὰ τοῦ καθαρθῆναι μέλαιναν χολὴν ὠφεληθέντες· οἱ πλεῖστοι μὲν οὖν αὐτῶν 

287
αἷμα μέλαν ἐκκενοῦνται διὰ τῆς αἱμοῤῥοΐδος, οὐ μὴν ἅπαντές γε. γίνεται οὖν οὐ κατὰ μίαν αἰτίαν αἱμοῤῥοῒς, ἀλλ’ ἐνίοτε μὲν οὖν αὐτῆς τῆς φύσεως ἐκκαθαιρούσης τὸν μελαγχολικὸν χυμὸν, ἐνίοτε δὲ πλῆθος ἐκκενούσης, ὡς καὶ τοῖς διὰ ῥινῶν αἱμοῤῥαγοῦσιν. ἔστι δ’ ὁτὲ φλεβὸς ἀναστομωθείσης τῇ βίᾳ τοῦ κατασκήψαντος εἰς αὐτὴν, ἄνευ τοῦ τὴν φύσιν ἐργάζεσθαι τοῦτο προνοητικῶς, διὸ καὶ τὸ κενούμενον ἐνίοτε μέλαν οὐκ ἔστι καὶ μέντοι καὶ τῆς φύσεως ἕνεκα τοῦ τὸ μέλαν ἐκκενῶσαι τὴν ἀναστόμωσιν ἐργαζομένης. συμβαίνει δὲ ποτε κενωθέντι τῷ μοχθηρῷ τὸ χρηστὸν συνακολουθεῖν, ὅταν μὴ φθάσῃ μῦσαι τὸ ἀγγεῖον, ἀλλ’ ἐπὶ πλέον ἀνεστομωμένων διαμένῃ. κατὰ τὴν προκειμένην οὖν ῥῆσιν (οὐ) τοῦτο λέγειν αὐτὸν ἡγετέον, ὅτι πᾶσα τὴν χολὴν μέλαιναν αἱμοῤῥοῒς ἐκκενοῖ καὶ διὰ τοῦτο τοὺς μελαγχολικοὺς ὠφελεῖ μὲν γινομένη, βλάπτει δ’ ἐπισχεθεῖσα καὶ ὡς ἀναστομωτέον αὐτήν ἐστιν, εἰ μύσειεν.

288
Τὰς ἐπαυξέας νούσους μίξις.

Πότερον ὠφελεῖ μίξις αὐτὰς ἢ βλάπτει παραλέλειπται. πάντων δὲ τῶν ἐξηγητῶν οὐκ οἶδ’ ὅπως ὑποθεμένων αὐτὰς ὠφελεῖσθαι καὶ μίξιν ἀκουσάντων τὴν πρὸς γυναῖκα, χωρὶς Ἡρακλέος τοῦ Ἐρυθραίου. πάντων δὲ διαφερομένων ἐν τῷ κατὰ τὰς ἐπαυξέας σημαινομένῳ, ὅ μοι δοκεῖ πιθανώτατον ὡς ἐν αἰνίγμασιν εἶναι, τοῦτο μόνον ἐρῶ. νόσους τὰς ἐπαυξεῖς, τὰς αὐξανομένας ἐν τῷ χρόνῳ καὶ χείρονας ἀεὶ γινομένας, εἰ μὴ φθάσειε λυθῆναι, οἶον ἀπὸ ποδάγρας, ἀρθρίτιδας, νεφρίτιδας, ἐπιλήψιας, μελαγχολίας ἁπάσας βλαπτομένας ὑπ’ ἀφροδισίων. Σαβῖνος δ’ ἐπαυξεῖς ἀκούει νόσους τὰς τοῖς παιδίοις γενομένας καὶ συναυξανομένας ἄχρι τοῦ δύνασθαι, ὡς αὐτὸς ὀνομαστί φησι, μίγνυσθαι, ἐπιληψίαν τε εἶναι καὶ φρενίτιδας καὶ τεταρταίους πυρετοὺς καὶ κεφαλαλγίαν, οὐ μὴν φαίνεταί γε πᾶσι

289
τὰ πάθη ταῦτα γενόμενα, πλὴν τῆς ἐπιληψίας, ἢ καὶ δι’ αὐτὸ τοῦτο πρὸς τῶν παλαιῶν ὀνομασθῆναι συνέβη παιδίων πάθος. γίνεται δὲ καὶ ὁ κατὰ τὴν κύστιν λίθος παισὶν, ἀλλ’ οὐχ οὕτως πολλοῖς ὡς ἐπιληψία. ταύτην μὲν οὖν ἐν τῇ μεταβολῇ τῆς τῶν παίδων ἡλικίας, ὡς τὰ πολλὰ συμβαίνει λύεσθαι, τοῖς μὴ μεγάλα πλημμελοῦσι περὶ τὴν δίαιταν. ὁ δ’ ἐν τῇ κύστει λίθος οὐχ ὑπὸ μεταβολῆς τῆς ἡλικίας, ἀλλ’ ὑπὸ χειρουργίας μόνης θεραπεύεται. γινώσκοντες οὖν ἡμεῖς καὶ χωρὶς τῆς προκειμένης ῥήσεως, ὅτι τε τὴν ἐπιληψίαν καὶ τὰ ἄλλα ὅσα φλεγματικὰ νοσήματα μεγάλως ὀνίνησιν ἡ μεταβολὴ τῆς τῶν παίδων ἡλικίας εἰς τὴν τῶν μειρακίων, εἰ καὶ χωρὶς τῶν ἀφροδισίων χρήσεως γίνοιτο. πρὸς τούτῳ δ’ ἐπιστάμενοι καὶ ὡς οὔτε νεφρῖτις οὔτε πυρετὸς τεταρταῖος οὔτε ἀρθρῖτις παύεται δι’ ἀφροδισίων, ὑπὸ μὲν τῆς προκειμένης ῥήσεως ἀνιγματώδους οὔσης οὐδὲν διδασκόμεθα, καθάπερ οὐδ’ ὑπ’ ἄλλης οὐδεμιᾶς τῶν τοιούτων. καὶ γὰρ τὴν ὠφέλειάν ποτε τῷ ψύχειν ἐργάζεται, μόνους ἐκείνους ὀνινᾶσα τοὺς αἰθαλώδεις ἢ καπνώδεις
290
διαπνοὰς ἴσχοντας, διὰ φυσικὴν δυσκρασίαν. οὗτοι γὰρ ὅταν ἐπισχεθῶσιν αὐτὰς, βλάπτονται μεγάλως, οὗτοι καὶ πρὸς τῶν ἀφροδισίων ἐν καιρῷ καὶ μέτρῳ γινομένων ὠφελοῦνται.

Ψύξις τὰ κατὰ κοιλίην σκληρύνει.

Καὶ κατὰ ταύτην τὴν ῥῆσιν τὸ μέν τι χρήσιμόν ἐστιν ἅπασι τοῖς τὴν τέχνην μετιοῦσιν, ἄν τ’ οὖν ἐμπειρικοὶ τύχωσιν ὄντες ἄν τε δογματικοί. τὸ δέ τι μόνοις τοῖς τὰς αἰτίας ἑκάστου τῶν γινομένων ἐπίστασθαι προῃρημένοις. ἐρῶ δὲ περὶ προτέρου τοῦ χρησίμου πᾶσιν. ἐν τοίνυν τῇδε τῇ λέξει, ψύξις τὰ κατὰ κοιλίην σκληρύνει. κοινῇ μὲν ἐδέξαντο πάντες, οὓς κᾀγὼ γινώσκω περὶ τῶν διαχωρουμένων αὐτῷ τὸν λόγον εἶναι, τὸν αὐτὸν ὄντα δυνάμει τῷ κατὰ τοὺς ἀφορισμούς. ἦν δὲ βόρειον ᾖ, βῆχες, φάρυγγες, κοιλίαι

291
σκληραί. πότερον δὲ τὴν ἐκ τῶν ἐκτὸς μερῶν τοῦ σώματος λέγει ψύξιν μόνον, ἥτις κᾀν ταῖς βορείαις γίνεται καταστάσεσιν, ἢ τῶν ἔνδον, ἐν οἷς ἐστὶ καὶ τὰ κατὰ τὴν κοιλίαν, ἐπισκέψασθαι παρέλιπον οἱ ἐξηγηταὶ, καίτοι διαφορὰν ἐχούσας οὐ σμικράν. τὴν μὲν γὰρ τῶν ἔξω ψύξιν ἴσμεν οἵ γε παραφυλάττοντες τὰ συμβαίνοντα τοῖς ἀνθρώποις ἀεὶ σκληρύνουσαν τὴν γαστέρα· τὴν δὲ τῶν ἔνδον ἔμπαλιν ὑγραίνουσαν, ἥ γε καὶ τὰς καλουμένας κοιλιακὰς διαθέσεις ἐργάζεται, ἐνίοτε καθ’ ὃν καιρὸν αὐτὰ μὲν τὰ σώματα τῶν ἔνδον μορίων ἐνδέχεται γίνεσθαι σκληρότερα, διαχωρεῖσθαι δ’ ὑγρὰ, μήτε πεττομένων καλῶς τῶν σιτίων μήτ’ ἀναδιδομένων. ταῦτα μὲν οὖν ἀναγκαῖα γινώσκεσθαι τοῖς ἰατροῖς ἅπασι, τὰς δ’ αἰτίας αὐτῶν μόνοις τοῖς ἀρίστοις. οὐ γὰρ ὅπερ οἱ ἐξηγησάμενοι τὴν ῥῆσιν ταύτην ἀληθές ἐστιν εἰπεῖν, ὡς τὸ ψυχρὸν συνάγον καὶ πηγνύον οἷς ἂν ὁμιλήσῃ, σκληρότερα κατὰ τοῦτο ποιεῖ αὐτά. τοῦτο γὰρ ἐπὶ μὲν αὐτῶν τῶν ψυχομένων σωμάτων, ὅσα μὴ κατὰ βάθος ἐστὶ, ὀρθῶς ἂν λέγοιτο, τὰ δὲ κατὰ τὴν κοιλίαν 
292
ἀδύνατον εἰς τοσαύτην ψύξιν ἐλθεῖν, ὥστε βρωτὰ καὶ ποτὰ παγέντα σκληρυνθῆναι, καθάπερ τὰ ἐκτὸς ἐν χειμῶνι. τεθνήξεται γὰρ θᾶττον ὁ ἄνθρωπος, εἰ τοσαύτην ἕξει ψύξιν, ἀλλὰ μόνον ὅταν ὑπὸ τοῦ περιέχοντος ψύχηται τὰ ἔξωθεν μέλη τοῦ σώματος, ἀβλαβῶν ὄντων τῶν κατὰ τὴν γαστέρα, φαίνεται σκληρυνόμενα τὰ διαχωρήματα, θερμοτέρας γινομένης τῆς κοιλίας, ὥσπερ αὐτὸς ἔλεγεν, αἱ κοιλίαι χειμῶνος καὶ ἦρος θερμόταται φύσει. καὶ τούς γ’ ἐξηγητὰς εὕροις ἂν ἀεὶ λέγοντας ἀντιπεριΐστασθαι τὸ θερμὸν τῷ ψυχρῷ, πρὸς τὸ βάθος τοῦ σώματος ὑποχωροῦν, ὁπόταν ψυχθῇ τὰ ἐκτός. οὕτως οὖν καὶ νῦν φημὶ, τῆς μὲν γαστρὸς θερμοτέρας γινομένης, τῆς δὲ ὑποχωρήσεως ἐπεχομένης δι’ ἣν ὀλίγον ὕστερον αἰτίαν ἐρῶ, πέττεσθαί τε ἅμα κάλλιστα καὶ ἀναδίδοσθαι τὸν ἐκ τῆς τροφῆς χυλὸν ἅπαντα. τούτου δὲ συμβαίνοντος ἀκόλουθόν ἐστι ξηραίνεσθαι τὰ διαχωρήματα, τούτῳ δ’ ἕπεται τὸ σκληρύνεσθαι. δυοῖν γὰρ τούτων αἰτίων σκληρυνόντων, οἷς ἂν ὁμιλήσῃ σώμασιν, ὧν τὸ μὲν ψυχρόν ἐστι, τὸ δὲ ξηραῖνον. ἡ μὲν ἐκ τῆς ψύξεως αἰτία τοῖς
293
περιεχομένοις κατὰ τὴν κοιλίαν οὐκ ἄν ποτε συμβαίη ζῶσιν ἡμῖν. ἡ δὲ διὰ τὴν πολυχρόνιον ἔνδον μόνην, ὅταν χωρὶς τοῦ τὴν πέψιν ἢ τὴν ἀνάδοσιν βεβλάφθαι γένηται, πάντως ἀκολουθήσει. λείποι δ’ ἂν οὖν ἔτι τὸ ἀναβληθὲν ἐπιδεῖξαι, διὰ τίνα αἰτίαν, ὅταν ψυχρὸς ὁ περιέχων ἡμᾶς ἀὴρ γένηται, χρονίζει τὰ κατὰ τὴν κοιλίαν. ἔστι δὲ τὸ συμβαῖνον τοιοῦτον. φυσικὸν μὲν γὰρ ἔργον ἐστὶν ἡ τοῦ σιτίων διὰ τῶν ἐντέρων φορὰ καὶ δέδεικται κατὰ τῶν φυσικῶν δυνάμεων ὑπομνήματα γινομένῃ τῇ περιστολῇ τῶν ἐντέρων. ἐπίκεινται δὲ κατὰ τὸ κάτω πέρας οἱ κλείοντες τὴν ἕδραν μῦες, οἵτινες ἐν τῷ κρύει συνάγονταί τε καὶ σφίγγονται, τὴν ἐναντίαν λαμβάνοντες διάθεσιν ἢ ὅταν αἰονεῖ τις αὐτοὺς ὕδατι θερμῷ. χαλῶνται μὲν γὰρ τηνικαῦτα καὶ δέχονται τὰ καταφερόμενα τῇ θλίψει τε καὶ περιστολῇ τῶν ἐντέρων, ἐπὶ τὴν ἕδραν περιττώματα καὶ μάλισθ’ ὅταν προκαλεῖται τὸ θερμὸν, ὡμολόγηται γὰρ καὶ τοῦτο προκλητικὸν ἀποκρίσεως εἶναι. τῶν δὲ κατὰ τὴν ἕδραν ψυχομένων καὶ διὰ τοῦτο συναγομένων τε καὶ σφιγγομένων τοὐναντίον ἀκολουθεῖ
294
σύμπτωμα, τὸ τὴν περισταλτικὴν τῶν ἐντέρων ἐνέργειαν ἀπὸ τῶν κάτω μερῶν ἀρχομένην, ἄνω προωθεῖν τὰ περιεχόμενα, καθάπερ ἐναργῶς ὁρᾶται πολλάκις, ὅταν ἤτοι χολῆς καὶ διαχωρημάτων δακνωδῶν ἀφικομένων ἐπὶ τὴν ἕδραν ἑκόντες αὐτὰ κατασχῶμεν, ἤτοι διά τινα πρᾶξιν ἐν ἐκείνῳ τῷ χρόνῳ διαπραττομένην ἢ πόῤῥωθεν κοπρῶνος ὄντες. ἀνατρέχει γὰρ ἄνω ταχέως ὡς μηδὲ βιαζομένης αὖθις ὑπακούειν ἑτοίμως. ἡ μὲν οὖν αἰτία δι’ ἣν χρονίζει κατὰ τὴν γαστέρα τὰ σιτία καὶ τὰ ποτὰ, ψυχροῦ τοῦ πέριξ ἀέρος γινομένου καὶ δὴ λέλεκται. ταύτῃ δ’ ἐδείχθη ξηρότης αὐτῶν ἑπομένη, καθάπερ γε ἐναργῶς τῇ ξηρότητι σκληρότης. εἰ δὲ τὰ σώματα τῶν κατὰ τὴν γαστέρα μορίων ψυχθείη, τήν τε πέψιν ἀνάγκη βλάπτεσθαι καὶ δι’ αὐτὴν ὑγραίνεσθαι μᾶλλον ἢ ξηραίνεσθαι τὰ διαχωρήματα. συμπεπληρωμένου δ’ ἡμῖν ἤδη τοῦ λόγου παντὸς, ἐπὶ τῇ προτέρᾳ γραφῇ μεταβῶμεν ἐφ’ ἑτέρας ὑπογεγραμμένας.

295
Μίξις τὰ κατὰ τὴν γαστέρα σκληρύνει.

Ὅτι μὲν ἡ λαγνεία ξηραίνει τὸ σύμπαν σῶμα, τῶν ὁμολογουμένων ἐστίν. οὐ μὴν ἀεί γε τὰ κατὰ τὴν κοιλίαν περιττώματα φαίνεται ξηραίνειν, ἀλλ’ ὅταν μεγάλως ὑπ’ αὐτῶν βαρυνθῇ, διὰ τὴν κατάλυσίν τε τῆς δυνάμεως καὶ ψύξιν τῶν μορίων, ὑφ’ ὧν ἡ τροφὴ πέττεται καὶ ἀναδίδοται τὰ κατὰ τὴν κοιλίαν, μίξις τὰ κατὰ τὴν κοιλίαν ψύχει καὶ σκληρύνει. βούλονται μὲν γὰρ ὑπὸ τῆς μίξεως τὴν ψύξιν γίνεσθαι τῶν κατὰ τὴν κοιλίαν, ὑπὸ δὲ τῆς ψύξεως τὴν ξηρότητα, καίτοι μὴ γινομένην τῷ λόγῳ τῆς ψύξεως ἐδείξαμεν, ἀλλὰ τῷ τῆς σκληρότητος. ὃ δὲ ἐν τοῖς ἔμπροσθεν λόγοις οὐκ εἶπον ἴσως ἄμεινόν ἐστι νῦν προσθεῖναι. τὴν γὰρ τῶν ἐκτὸς ψύξιν ἐπιδείξαντός μου σκληρύνειν τὰ διαχωρούμενα τάχα τις οἰήσεται μόνην ταύτην αἰτίαν εἶναι τοῦ ξηραίνεσθαι τὰ κατὰ τὴν κοιλίαν. ἔστι δ’ οὐχ αὕτη μόνον, ἀλλὰ καὶ αὐτῆς τῆς περισταλτικῆς τῶν

296
ἐντέρων δυνάμεως ἀῤῥωστία καὶ προσέτι ῥώμη τῆς καθεκτικῆς καὶ καθ’ ἣν ἀναδίδοται τὰ τῆς γαστρὸς εἰς ἧπαρ, ἔτι τε πρὸς τούτοις ἡ δυσαισθησία τῶν ἐντέρων καὶ τὸ τῆς τροφῆς ἄδηκτον. εἰ δέ τις οἰήσεται παραλελεῖφθαι τὰ στύφοντα βρώματά τε καὶ πόματα κακῶς ὑπολήψεται. περιέχεται γὰρ ἐν τοῖς ῥώμην ἐργαζομένοις τῆς καθεκτικῆς δυνάμεως.

Ἐλλέβορον πιόντα θᾶσσον καθαίρειν ἢν ἐθέλῃς, λούειν ἢ φαγεῖν.

Ὁ μὲν καθόλου τε καὶ κοινὸς λόγος ἁπάσης καθάρσεως κατὰ τόνδε τὸν ἀφορισμὸν εἴρηται, τὰ σώματα ὅκου τὶς βούλεται καθαίρεσθαι εὔροα ποιέειν. ἐνταυθοῖ δ’ ἐφ’ ἑνὸς τῶν καθαιρόντων τοῦ σφοδροτάτου παρασκευῆς μιᾶς εἰς εὔροιαν ἐμνημόνευσε τῆς ἐκ λουτροῦ, χέοντος μὲν τοὺς 

297
χυμοὺς, χαλῶντος δ’ εἴ πού τι συντέταται καὶ κατεσκλήρυνται τὸ σῶμα. λούειν οὖν συμφέρει τοὺς ἑλλεβοριζομένους, οὔτε πρὸ πολλοῦ τοῦ λαβεῖν τὸν ἑλλέβορον οὔτε μετὰ πολὺν χρόνον, ἀλλὰ μάλιστα μὲν πρὶν λαμβάνειν. ἐγχωρεῖ δὲ καὶ μετὰ τὸ λαβεῖν εὐθέως. εἰ δὲ τῆς καθάρσεως ἤτοι γε ἀρχομένης ἢ ὅσον οὔπω μελλούσης ἄρχεσθαι, λούοις τὸν ἄνθρωπον, ἀντισπάσεις τὴν ἔσω ῥοπὴν τῶν ὑπὸ τοῦ καθαίροντος φαρμάκου χυμῶν ἑλκομένων. ὥσπερ οὖν ἐφ’ ὧν παχὺ τὸ αἷμα λούοντας ἡμᾶς ἐκέλευσε φλεβοτομεῖν, οὕτως ἐφ’ ὧν μέλλομεν καθαίρειν, χρῆσθαι λουτροῖς πρὸς τὸ θᾶττον ἅμα καὶ ἀλυπότερον καθαρθῆναι, αὐτὸς δ’ ἐνταῦθα μόνου τοῦ θᾶττον ἐμνημόνευσεν. ἄμεινον δὲ δὴ οὐ μόνον ἐν αὐτῇ τῇ ἡμέρα, καθ’ ἣν λαμβάνει ὁ ἄνθρωπος τὸ φάρμακον, λούειν αὐτὸν, ἀλλὰ κᾀν ταῖς ἔμπροσθεν ἡνίκα παρεσκευάζετο πρὸς τὴν κάθαρσιν. αὐτὸς γὰρ ὁ Ἱπποκράτης καὶ τοῦτο κατὰ τοὺς ἀφορισμοὺς ἐκέλευσεν, ἡνίκα ἔγραψε πρὸς τοὺς ἑλλεβόρους, τοῖς μὴ ῥᾳδίως καθαιρομένοις προϋγραίνειν χρὴ τὸ σῶμα πρότερον τροφῇ καὶ ἀναπαύσει
298
τε καὶ τροφῇ καὶ ὅλως ὑγραίνειν κελεύει, δηλονότι καὶ λουτροῖς χρῆσθαι πλείοσιν ἐν ὕδασι ποτίμοις, ὑγραίνει γὰρ καὶ ταῦτα. καὶ νῦν δὲ προσέθηκε τῇ ῥήσει τὸ φαγεῖν, ἤτοι καθ’ ὃν χρόνον τὸν ἐλλέβορον ὁ ἄνθρωπος ἢ καὶ κατὰ τὴν ἔμπροσθεν δίαιταν, ἧς καὶ ἄλλο τι κεφάλαιον ἔφαμεν εἶναι τὸ λεπτύνειν τοὺς χυμοὺς καὶ τὰς ὁδοὺς τοῖς ἐπὶ τὴν κατὰ γαστέρα καταφερομένοις χυμοῖς εὐπετεῖς παρασκευάζειν. ἐν γὰρ τῷ εὔροα ποιεῖν, ὃ κατὰ τοὺς ἀφορισμοὺς ἐκέλευσε, περιέχεται ταῦτα.