In Hippocratis Epidemiarum I

Galen

Galen, In Hippocratis Epidemiarum I

Ἐν τοῖσι τρώμασι τὸ αἷμα συντρέχει, βοηθητέον ὡς τὸ κενὸν πλησθῆναι.

Αἰνιγματώδης καὶ ἥδε ἡ ῥῆσίς ἐστιν. οὔτε γὰρ τὶ τὸ συντρέχειν δηλοῖ σαφές ἐστιν οὕτε τί κενὸν πλησθῆναι. διὰ τοῦτ’ οὖν ἔνιοι μὲν τῶν ἐξηγητῶν εἰρῆσθαι τὸν λόγον φασὶ περὶ τῆς ἐπὶ τραύμασιν αἱμοῤῥαγίας, ἔνιοι δὲ περὶ τῆς ἐπιγινομένης φλεγμονῆς. ἑκάτεροι γὰρ ἀξιοῦσιν εἰς τὸ

265
τετρωμένον μέρος ἐπιῤῥεῖν αἷμα καὶ μέντοι καὶ τούτου γινομένου κενοῦσθαι τὰς ἐν ὅλῳ τῷ σώματι φλέβας, ὦν προνοητέον εἶναί φασιν, ὡς ἂν πλησθῶσιν αὖθις. εἶναι δὲ τὴν πλήρωσιν αὐτῶν διττὴν, ἀναστελλομένου μὲν ὑπὸ τῶν ψυχόντων καὶ στυφόντων φαρμάκων, καὶ σχήματος δὲ ἐπιτηδείου τοῦ συῤῥέοντος αἵματος ἐπὶ τοῦ τετρωμένου τραυματίου. τινὲς δὲ οὐκ ἐπὶ τραυμάτων μόνον, ἀλλὰ κᾀπὶ τῶν σφοδρῶς συντριβέντων ὀστῶν, μάλιστ’ ἐφ’ ὦν ἔξω τοῦ δέρματος ἀνέσχε τι μέρος αὐτῶν, ὡσαύτως δὲ κᾀπὶ τῶν τοιούτων ἐξαρθρημάτων, ἁπασῶν τε τῶν μεγάλην θλάσιν ἐν τῷ σώματι ποιουσῶν πληγῶν τὸν λόγον εἰρῆσθαί φασι. τρώματα γὰρ ὀνομάζει Ἱπποκράτης τὰς μεγάλας βλάβας ἔκ τινος τῶν ἔξωθεν γενομένας, εἰ καὶ χωρὶς τραύματος. τῇ δὲ περὶ τοῦ συντρέχειν εἰς ταῦτα τὸ αἷμα καὶ πληροῦν τὸ ἐκκενωθὲν, αὕτη καὶ τοῖς ταῦτα λέγουσιν ἐξήγησις. ὅτι μὲν οὖν ὁ Ἱπποκράτης εἴθισται τρώματα καλεῖν τὰς τοιαύτας βλάβας ἐν πολλοῖς ἤδη τῶν βιβλίων αὐτοῦ μεμαθήκαμεν. εἰ δὲ καὶ νῦν ἐκείνων μέμνηται, προπετὲς εἰπεῖν. ἔνιοι δ’
266
ἐπὶ τῶν αἱμοῤῥαγούντων τρωμάτων πληροῦν ἐνθέσει φαρμάκων τε τῶν ἐπιτηδείων καὶ μοτῶν.

Ἣν οὖς ἀλγέῃ, εἴριον περὶ τὸν δάκτυλον ἑλίξας ἐγχεῖν ἄλειφα θερμὸν, ἔπειτα ὑποθεὶς ἔσω ἐν τῷ θέναρι τὸ εἴριον ὑπὸ τὸ οὖς ἐπιθεῖναι, ὡς δοκέῃ τι οἱ ἐξιέναι, ἔπειτα ἐπὶ πῦρ ἐπιβάλλειν ἀπάτῃ.

Ταύτην τὴν ῥῆσιν ὑπώπτευσάν τινες ὡς παρεγγεγραμμένην, οὐχ ἥκιστα διὰ τὸ προσκείμενον ἐπὶ τῷ τέλει λεξίδιον, τὴν ἀπάτην. ὁ μὲν γὰρ πρὸ αὐτῆς λόγος τοιοῦτός τίς ἐστιν ἐὰν οὖς ἀλγῇ τις, εἴριον περὶ τὸν δάκτυλον ἑλίξας δηλονότι τὸν λιχανόν· ἐγχωρεῖ δὲ καὶ περὶ τὸν ἀντίχειρα, βρέχων ἄλειφα, τουτέστιν ἤτοι ἐλαίῳ ἢ πιμελῇ τετηκυίᾳ τὸ εἴριον ἐνστάζειν εἰς τὸ οὖς, ὡς καὶ νῦν εἰώθαμεν ποιεῖν διὰ τῆς ἠμφιεσμένης εἰρίῳ μηλωτίδος, οὐ μόνον ἄλειφα, καθάπερ αὐτὸς ὠνόμασεν, ἀλλὰ καὶ πᾶν ἄλλο φάρμακον 

267
ὑγρὸν ἐγχέοντες. ἔστω δὲ δηλονότι τὸ φάρμακον ἐν ᾧ τέγγουσι, θερμαινόμενον ἐπὶ πολυχνιαίας φλογὸς ἢ ἐπὶ τοῦ καλουμένου κηρίωνος. ἐγχεῖν δ’ οὐχ ἅπαξ ἢ δὶς, ἀλλὰ πολλάκις ὡς ἀποῤῥεῖν τι πρὸς τὴν ἐκτὸς χώραν τοῦ πόρου τοῦ ἀκουστικοῦ. τὸ δ’ ἀποῤῥέον τοῦτο μὲν ἡμεῖς ἁπλῶς εἴριον ὑποτιθέντες δεχόμεθα. κελεύει δ’ ὁ Ἱπποκράτης ἐπὶ τῷ θέναρι τῆς χειρὸς ἡμῶν ἐπικεῖσθαι τοῦτο, τῆς ἀριστερᾶς χειρὸς δηλονότι τὸ ἀποῤῥέον ἐκ τοῦ ὠτὸς ὑγρὸν ἀποδεχόμενον, ᾧ καὶ δῆλον ὡς οὐχ ἅπαξ ἢ δὶς, ἀλλὰ καὶ πλεονάκις ἐγχεῖν κελεύει· τούτοις δ’ ἐφεξῆς, εἰ μὲν ἁπλῶς ἦν γεγραμμένον, ἔπειτα ἐπὶ πῦρ ἐπιβάλλειν, εὐλόγως ἂν ἔφαμεν ἐξηγεῖσθαι τοὺς εἰπόντας ἕνεκα τούτου κατὰ τοῦ πυρὸς ἐπιβάλλειν ἀξιοῦν αὐτὸν, ὡς δοκιμάσαι διὰ τῆς ὀδμῆς ὁποῖόν ἐστιν. αὐτὸς γὰρ οὕτω καὶ τὸ μετὰ βηχὸς ἀναπτυόμενον ἐκ πνεύμονος ἐδοκίμασεν. ἐπεὶ δὲ πρόσκειται κατὰ τὸν λόγον, ὡς δοκέῃ τι οἱ ἐξιέναι, καὶ φαίνεται τὸ δοκέῃ συμφωνεῖν τῷ κατὰ τὸ τέλος εἰρημένῳ τῆς ῥήσεως ὅλης τῷ, ἀπάτῃ, διὰ τοῦτο ἀποστάντες οἱ δοκιμώτεροι
268
τῶν ἐξηγητῶν ἐπὶ τῇ τοῦ κάμνοντος ἀπάτῃ πρὸς τὴν τοιαύτην ἐνέργειαν ἀφῖχθαί φασι τὸν Ἱπποκράτην· παρηγορεῖσθαι γὰρ ἐνίοτε κᾀκ τῶν τοιούτων τοὺς κάμνοντας, ἡγεῖσθαί τε θεραπείαν ἑαυτῶν ἐπιμελεστέραν γίνεσθαι καὶ μέντοι καὶ μείζονα τῶν ὄντων τὰ πάθη φαίνεσθαι τοῖς κάμνουσι χρήσιμόν εἶναί φασιν εἰς τὸ μὴ μέμφεσθαι τοῖς προνοουμένοις, ὡς οὐ ταχέως ἰωμένοις καὶ πρὸς τὸ πείθεσθαι τῇ κατὰ τὴν δίαιταν ἀκριβείᾳ. τινὲς δὲ προστιθέασιν ὅτι καὶ μισθοὺς μείζονας καὶ δῶρα θεραπευθέντες δώσουσι τοῖς ἰατροῖς οἱ μεγάλων παθῶν ἀπηλλάχθαι νομίζοντες. ὅπερ αὖ πάλιν ἐνίοις οὐ κατὰ τὴν Ἱπποκράτους προαίρεσιν εἶναι φαίνεται καὶ διὰ τοῦτο τὴν ῥῆσιν ὅλην ὑποπτεύουσιν ὡς παρεγγεγραμμένην. οὐδὲ τοῦτό ἐστιν εἰπεῖν περὶ τῆς προκειμένης ῥήσεως, ὅπερ ἔνιοι πιθανῶς ἔδοξαν εὑρηκέναι, τὴν παρηγορίαν τῆς ὀδύνης ἀπάτην εἰρῆσθαι νομίζοντες, ὡς οὐ ταὐτὸν ὂν ἰάσασθαί τε τὴν νοσώδη διάθεσιν, ἐκκόπταντας τὴν οἶον ῥίζαν αὐτῆς, ὀδύνην τε πραΰνειν
269
παρηγορήσαντας. ἐνίοτε γοῦν αὐτὸ τοῦτο χείρονα τὴν ὅλην διάθεσιν ἐργάζεται, καθάπερ ἐπὶ τῶν κωλικῶν, αἱ δι’ ὀπίου καὶ ὑοσκυάμου καὶ μανδραγόρας καὶ στύρακος συντιθέμεναι ἀντίδοτοι. περιψύχουσαι γὰρ αὗται τὰ μόρια καὶ πρὸς τὸ δεύτερον ἐκ τῶν αὐτῶν αἰτιῶν παθεῖν ἑτοιμότερα παρασκευάζουσιν, ἀλλ’ οὐδὲ διὰ τὸ πραΰνειν τὴν ὀδύνην, ὡς ἔφην, οἷόν τ’ ἐστὶ δέξασθαι προσγεγράφθαι τὴν ἀπάτην. ἐναντιοῦται γὰρ τῷ, ὡς δοκέῃ τι οἱ ἐξιέναι, τοῦ γράψαντος οὕτως ἐνδεικνυμένου τῶν καμνόντων ἀπάτης ἕνεκεν, ἐπὶ τὴν τοιαύτην χειρουργίαν ἀφικνεῖσθαι τοὺς ἰατρούς. ἄμεινον οὖν ὑπολαμβάνειν οὐδ’ ὅλως εἶναι τὴν ῥῆσιν Ἱπποκράτους.

Γλῶσσα οὖρον σημαίνει, γλῶσσαι χλωραὶ, χολώδεες. τὸ δὲ χολώδεες ἀπὸ πίονος, ἐρυθραί δὲ ἀφ’ αἵματος, μέλαιναι δὲ ἀπὸ μελαίνης χολῆς. αὖαι δὲ ἀπὸ λιγνυώδεος ἐγκαύσιος καὶ μητρῴου μορίου, λευκαὶ δὲ ἀπὸ φλέγματος.
270

Τὴν γλῶττάν φησι σημαίνειν ὁποῖόν ἐστι τὸ οὖρον, ἤτοι τὸ κυρίως οὕτως ὀνομαζόμενον, ὃ καθ’ ἑκάστην ἡμέραν ἀποκρίνομεν, ἢ τὸν τῶν χυμῶν ὀῤῥόν. ἑκάτερος δ’ ἂν ὁ λόγος ἐπὶ τὴν τοιαύτην ἥκει διάνοιαν. ἡ γάρ τοι γλῶττα τῆς ἐν τοῖς χυμοῖς διαθέσεώς ἐστι δηλωτικὴ, καθάπερ καὶ τὰ οὖρα, καὶ τό τε χρήσιμον ἐκ τῆς ῥήσεως ἔχοντες, ἐκ περισσοῦ ζητήσομεν ὅ τι ποτὲ σημαίνει τὸ οὖρον. ἔστι δὲ τὸ χρήσιμον, ὃ καθ’ ὅλην τὴν ῥῆσιν διδάσκει, τὰς μέν τινας γλώττας χολῆς πλεονεξίαν ἐνδείκνυσθαι, τὰς δ’ αἵματος ἤ τινος ἄλλου τοιούτου, περὶ ὧν ἐφεξῆς ἁπάντων ἐπισκεπτέον. ἐν γὰρ τοῖς χρησίμοις εἰς τὰ τῆς τέχνης ἔργα διατρίβειν ἀξιῶ, παρατρέχοντας ὅσα σοφιστικῶς ἐζήτηται. χλωρὰς οὖν γλώττας εἴρηκεν, ὡς ἐν τῷ βίῳ συνήθως ὀνομάζουσιν ἄνθρωποι, χλωρούς τινας ἑωρακέναι φάσκοντες, οἷς ἂν ἐπὶ τὸ χολωδέστερον ἡ χρόα μεταβάλῃ, τῆς ὠχρᾶς δηλονότι χολῆς. ταύτην γὰρ ἁπλῶς ὀνομάζουσιν, οὐχ ὥσπερ τὰς ἄλλας μετὰ προσθήκης, ἤτοι μέλαιναν ἢ ἰώδη καλοῦντες ἢ ἐρυθρὰν ἢ ξανθὴν ἢ λεκιθώδη. ἐγγυτάτω μὲν οὖν

271
ἐστι καὶ τοῦ αὐτοῦ σχεδόν τι γένους ἡ ξανθὴ χολὴ τῇ ὠχρᾷ. λέγουσι δὲ τοὐπίπαν ἄνευ τοῦ προσθεῖναι τὴν ὠχρὰν ἁπλῶς οὕτως χολὴν ἐμεμηκέναι τὸν ἄνθρωπον. ἐπὶ δὲ τῆς ξανθῆς σπανίως ἔστιν εὑρεῖν ἁπλῶς τινα λέγοντα. προστιθέασι γὰρ εὐθέως αὐτῇ τὸ τοῦ χρώματος ὄνομα, ξανθὴν χολὴν ἐμεμηκέναι τόνδε τινὰ λέγοντες ἢ ἄκρατον χολήν. ἰώδη δὲ καὶ μέλαιναν χολὴν οὔτ’ ἰατρός τις οὔτ’ ἰδιώτης ὠνόμαζεν ἄνευ προσθήκης, ὥσπερ οὐδὲ ἰσατώδη καὶ πρασοειδῆ καὶ λεκιθώδη. καὶ γὰρ ταῦτα χολῶν ὀνόματά ἐστιν ὑπό τινων ἰατρῶν εἰρημένα, παρωνύμως ταῖς χρόαις, ἃς ἔχουσιν. οὕτως δὲ καὶ τὴν ἐρυθρὰν χολὴν ὀνομάζουσιν, αἵματος οὖσαν ὀῤῥόν. ἡ δὲ λεκιθώδης τῆς ξανθῆς παχυνθείσης γίνεται χολῆς, καθάπερ ἡ ὠχρὰ, προσλαβούσης ὑδατώδη τινὰ οὐσίαν. αἱ τοίνυν χλωραὶ γλῶτται νῦν εἴρηνται σαφῶς ἀντὶ τῶν ὠχρῶν, ὑπὸ τῆς ὠχρᾶς χολῆς βαπτόμεναι. μεγάλας τε γὰρ ἔχουσα φλέβας ἡ γλῶττα καὶ κατὰ τὴν οὐσίαν οὖσα χαύνη τε καὶ σπογγοειδὴς, ἑτοιμοτέρα τῶν ἄλλων ἐστὶ μορίων, ὅσα σκληρὰ καὶ πυκνὰ, δέξασθαί τε τοὺς 
272
ὀῤῥώδεις χυμοὺς εἰς αὐτὴν, βαφῆναί τε πρὸς αὐτῶν ὥσπερ τὰ ἔρια. παρέγκειται δὲ τῷ λόγῳ τὸ χολῶδες, ἀπὸ πίονος ἐνδεικνυμένου τἀνδρὸς τὴν γένεσιν τῷ χολώδει πλείστην ἐκ τοῦ πίονος ἐν τῇ τροφῇ γίνεσθαι. πίονα δὲ ἀκουστέον οὐ μόνον τὸ λιπαρὸν, ἀλλὰ καὶ τὸ γλυκὺ καὶ ὅλως τὸ ἐν τοῖς κατὰ φύσιν ἔχουσιν ἡδύ. μόνοι γὰρ οἱ παρὰ φύσιν διακείμενοι, πικροῖς καὶ στρυφνοῖς καὶ ὀξώδεσιν ἐδέσμασι χαίρουσιν. οἱ δὲ κατὰ φύσιν ἔχοντες καί ἀπεριττότατοι τά τε λιπαρὰ καὶ τὰ γλυκέα καὶ τά γε μηδεμίαν ἔχοντα ἰσχυρὰν ποιότητα, μεθ’ ἡδονῆς προσφέρονται. πάντ’ οὖν τὰ τοιαῦτα τὸ πῖόν ἐστιν ἐν τροφῇ καὶ διὰ τοῦτο καὶ πίονα ἄρουραν καὶ λιπαρὰν χώραν εἰρήκασι πολλοὶ τῶν παλαιῶν, εὔφορον ἐνδεικνύμενοι διὰ τῶν προσηγοριῶν τούτων ὑπάρχειν αὐτὴν, τῶν ὑγιαίνουσιν ἡμῖν ἀμέμπτως ἐσθιομένων καρπῶν. ὅτι δ’ ἔκ τε μέλιτος καὶ ὅλως τῶν γλυκέων, ὅταν ἐπὶ πλέον θερμανθῶσιν, ὁ πικρόχολος γεννᾶται χυμὸς, ἐν τῷ περὶ τῶν ἁπλῶν φαρμάκων δυνάμεως ἐπιδέδεικται κατὰ
273
τὸ τέταρτον ὑπόμνημα, μετὰ τοῦ καὶ φαίνεσθαι σαφῶς ὅταν ἐν τῇ γαστρὶ πλείονι χρόνῳ τὰ τοιαῦτα μείνῃ, μήτ’ ἀναδοθῆναι φθάσαντα μήτε πεφθῆναι τὴν ὠχρὰν ἐξ αὐτῶν γεννωμένην χολήν. ὅσοι γοῦν ἤμεσαν τηνικαῦτα, τὴν τοιαύτην ἤμεσαν. περὶ μὲν οὖν τῆς ὠχρᾶς γλώττης ἱκανὰ καὶ ταῦτα. τὰς δ’ ἐρυθρὰς ἀφ’ αἵματος γίνεσθαί φησιν. οὐδὲ γὰρ οὐδ’ ἐπινοῆσαι δυνατὸν ἀφ’ ἑτέρου χυμοῦ πλεονεκτοῦντος, ἐρυθρὰν γενέσθαι χρόαν ἔν τινι μορίῳ. τὸ γὰρ χρῶμα τῶν χυμῶν ἐστὶ τῶν ἐπικρατούντων δηλονότι καὶ πλεονεκτούντων, οὐ τῶν ἐλλειπόντων. οὕτως δὲ καὶ τὰς μελαίνας γλώττας ἀπὸ μελαίνης χολῆς γίνεσθαί φησιν, ὁ γὰρ αὐτὸς λόγος κἀνταῦθα. τὰς δὲ αὔας, ὅπερ ἐστὶ ξηρὰς, ἱκανῶς ἐκ πυρετοῦ διακαοῦς, ὃς οἷον πῦρ κατακαίων τὸ αἷμα λιγνύει μᾶλλον ἤπερ ἀτμῷ παραπλήσιον ἀναθυμίασιν ἐργάζεται· διὸ καὶ μέλαιναι πολλάκις αἱ τοιαῦται φαίνονται γλῶτται. γίνονται δὲ τοιαῦται γλῶτται καὶ ἀπὸ μητρῴου μορίου, τῆς ὑστέρας δηλονότι. καὶ γὰρ καὶ ταύτῃ φλεγμαινούσῃ πυρετοὶ θερμότατοι συνεδρεύουσιν. ὥσπερ δὲ ὠχραὶ μὲν ἀπὸ
274
τῆς ὠχρᾶς, μέλαιναι δ’ ἀπὸ τῆς μελαίνης, ἐρυθραὶ δ’ ἀπὸ τοῦ αἵματος, οὕτως ἀπὸ φλέγματος αἱ λευκαὶ γίνονται γλῶτται. τοῖς μὲν οὖν εἰρημένοις σημείοις ἀκολουθεῖ διὰ παντὸς τὰ δηλούμενα, τοῖς δὲ πράγμασιν οὐκ ἐξ ἀνάγκης τὰ σημεῖα, φλεγμαινούσης γὰρ τῆς μήτρας οὐ διὰ παντὸς οἱ πυρετοὶ διακαεῖς γίνονται, καθάπερ οὐδ’ αἵματος πλεονάζοντες ἐρυθραίνεται γλῶττα. καὶ μέντοι καὶ χολῆς μελαίνης ἐν σπληνὶ περιεχομένης ἢ κατά τινας κάτω φλεβῶν, ἡ γλῶττα τὴν χρόαν οὐ μεταβάλλει, καθάπερ οὐδ’ ἐπὶ τῆς ὠχρᾶς, οὐδ’ ἐπὶ τοῦ φλέγματος, ἀλλ’ ὅταν ἤτοι κατὰ τὴν γαστέρα περιέχηταί τι τούτων ἢ θερμασίας πολλῆς χεούσης τε καὶ πνευματούσης τοὺς χυμοὺς, ἡ φορὰ γίνεται πρὸς τὸ μετέωρον. καθόλου τοίνυν ἐστὶ ῥητέον ὡς ἕκαστον τῶν εἰρημένων ἐπὶ τῆς γλώττης σημεῖον ἐνδεικτικόν ἐστιν, ἤτοι πυρετοῦ περικαοῦς, ἅμα τῷ καθ’ ἕκαστον αὐτῶν ὑφ’ Ἱπποκράτους γεγονέναι χυμοῦ πλεονάζειν ἢ τοῦ περὶ τὴν γαστέρα περιέχεσθαι τὸν τοιοῦτον.

275
Οὖρον ὁμόχρουν βρώματι καὶ πόματι καὶ ὡς εἴωθεν ἐὸν, ὅπου τοῦ ὑγροῦ σύντηξις.

Τὸ οὖρον ποτὲ μὲν ὁμόχρουν τῷ πεπωμένῳ φαίνεται, μὴ μεταβαλλομένων μηδ’ αἱματουμένων καλῶς τῶν σιτίων, οἷς καὶ τὸ ποθὲν αὐτὸ συμμεταβάλλεται. ποτὲ δὲ συντήξεώς τινος ἐν τῷ σώματι μορίῳ γεννωμένης, ὡς ὁ Σαβῖνος ἔγραψε. ταῦτα μὲν οὖν ἀμφότερα παρὰ φύσιν διοικουμένου τοῦ σώματος γίνεται, κατὰ φύσιν δ’ ἔχοντος, ἅμα τῇ τῶν χυμῶν γενέσει τὸ ποτὸν μεταβαλλόμενόν τε καὶ χροϊζόμενον ἐργάζεται τὰς διαφορὰς τῶν οὔρων, οὔτε κατὰ τὰς τῶν πεπωμένων ποιότητας οὔτε κατὰ τὰς τῶν συντακέντων ἐν τῷ σώματι μορίων, ἀλλὰ κατὰ τὰς ἰδέας τῶν γεννηθέντων χυμῶν, ὡς ἔμπροσθεν ἤδη δέδεικται. ὁπότε μὲν οὖν διασώσει τὸ οὖρον τῶν πεπωμένων τὴν χρόαν, εἰ μὲν ὕδωρ εἴη τὸ ποθὲν, ἥ τις οἶνος λευκὸς καὶ λεπτὸς, ὑδατῶδες φαίνεται καὶ λευκόν· εἰ δὲ παχὺς καὶ μέλας εἴη ὁ οἶνος, μελάντερόν

276
τε καὶ παχύτερον, ὥσπερ γε καὶ ξανθότερον, εἰ παλαιὸς καὶ κιῤῥὸς ὁ οἶνος. τῶν δὲ συντακέντων μορίων ἐνδείκνυται τὴν χρόαν, ὅταν οἷον ὀροβοειδῆ τε καὶ κριμνοειδῆ συνεξέρχηταί τινα αὐτοῖς. ἀφ’ ἥπατος γάρ ἐστι τὰ τοιαῦτα, καθάπερ γε τὰ σαρκωδέστερα τῶν νεφρῶν, οὕτω δὲ καὶ τὰ πεταλώδη τῆς κύστεως, τὰ δὲ λιπαρὰ πιμελῆς, τὰ δὲ κριμνώδη μὲν τῷ τε μεγέθει καὶ τῇ σκληρότητι, μὴ μέντοι λευκὰ, σαρκὸς συντετηγμένης γνωρίσματα, καθάπερ γε καὶ τὰ μέλανα τῆς σπληνὸς μᾶλλον. οὐ μέντοι τά γε τοῖς τῶν ὑποζυγίων ἐοικότα συντήξεώς ἐστι σημεῖον, ὥσπερ ὁ Σαβῖνος ᾤετο. δέδεικται γὰρ ἐν τῷ εἰς τοὺς ἀφορισμοὺς ὑπομνήματι τὰ τοιαῦτα γινόμενα τοῖς τὸν καλούμενον ὠμὸν χυμὸν ἠθροικόσι πλεῖστον, ὅταν ὑπὸ θέρμης χυθῇ. τηνικαῦτα γὰρ αὐτῷ συμβαίνει πνευματουμένῳ πρὸς τὴν κεφαλὴν ἀναπέμπειν πνεῦμα φυσῶδες, ὅθεν αἱ κεφαλαλγίαι γίνονται.

277
Γλῶσσα ὁμόχρους τῇσι προστάσεσι, διόπερ ταύτῃσι γινώσκομεν τοὺς χυμούς.

Ἀσαφής ἐστιν ἐνταῦθα ἡ προστάσεσι φωνὴ, τινῶν μὲν οἰομένων προστάσεις χυμῶν εἰρῆσθαι ἐκ τῆς γαστρὸς ὁρμώντων, ἐνίους δὲ τοὺς ἐπιπηγνυμένους τῆς γλώττης τινῶν καὶ τοὺς διαβρέχοντας αὐτήν. ἄμεινον δὲ τούτους ἅπαντας ἀκούειν, ἵνα ἐπὶ τῶν ὁπωσοῦν ψαυόντων τῆς γλώττης χυμῶν ὁ λόγος ᾖ γινόμενος. ὁμόχρους γὰρ αὐτοῖς φαίνεται, κἂν ἐκ τῆς γαστρὸς ἄνω φέρωνται, κἂν διὰ τῶν φλεβῶν ἥκωσι τῶν τρεφουσῶν, κἂν ἐξ ἀτμῶν τινων ἀναφερομένων ἔξωθεν αὐτὴν ἐπιπήγνυνταί τε καὶ περιπήγνυνται χωρὶς τοῦ διαβρέχειν τὸ βάθος, διὰ τοῦτο οὖν αὐτὸ καὶ τοὺς χυμοὺς διαγινώσκομεν· ἐὰν μὲν γὰρ χλωρὰ γένηται, τοὺς πικροχόλους, ἐὰν δὲ μέλαινα, τοὺς μελαγχολικοὺς, ἀνάλογον δὲ τοῖσδε τοὺς ἄλλους ὑπέρ ὧν ὀλίγον ἔμπροσθεν εἶπον,

278
ἐξηγούμενος τὴν ῥῆσιν, ἐν ᾗ φησι γλῶσσαι χλωραὶ, χολώδεες.

Ἢν ἁλμυραὶ σάρκες γευομένῳ, περισσώσιος σημεῖον.

Οὐ μόνον ἡ χρόα τῆς γλώττης ἐνδείκνυται τοὺς πλεονάζοντας χυμοὺς, ἀλλὰ καὶ ἡ γευστικὴ κατ’ αὐτὴν δύναμις. οὕτω γοῦν ἐνίοις μὲν ἔχουσι πικρὸν χυμὸν ἐν τῇ γλώττῃ πάντα φαντάζεται πικρὰ, κἂν ᾖ γλυκύτατα, καθάπερ τοῖς ἰκτεριῶσιν, ἐνίοις δ’ ἁλμυρὰ διὰ τὸν ἁλυκὸν ὀνομαζόμενον χυμόν. ἐναργὲς δὲ τούτου τεκμήριον ἐπ’ αὐτῶν τῶν ὑγιαινόντων ἐστίν. ἐὰν γοῦν τις ἀψινθίου γευσάμενος εὐθέως ἐπ’ αὐτῷ γεύηταί τινος ἄλλου, πικρὸν αὐτὸ φανεῖται, κἂν ἅλας μασησάμενος ἄλλο τι μετ’ αὐτὸ αὐτίκα προσενέγκηται, καὶ τοῦτο φανεῖται τὸ γευσθὲν ἁλμυρόν. οὕτως οὖν κᾀν ταῖς νοσώδεσι διαθέσεσιν, ὅταν μὴ καθαρὰ καὶ ἀπέριττος

279
ᾖ κατὰ τὴν φύσιν τοῦ περιττώματος ὁ τῶν σίτων τῶν ἐν αὐτῇ πλεοναζόντων χυμὸς, ἐὰν τὸ προσφερόμενον οὗ γεύσεταί τις ἔξω πάσης ᾖ σφοδρᾶς ποιότητος. εἰ δὲ μὴ, μικτή τις. αἴσθησις ἔσται τῇ γλώττῃ δυοῖν χυμῶν, αὐτοῦ τε τοῦ κατ’ αὐτὴν πλεονάζοντος καὶ τοῦ κατὰ τὸ προσφερόμενον ἐπικρατοῦντος. ἔνια μὲν γὰρ ἱκανῶς ἐστιν ἁλμυρὰ, τινὰ δὲ πικρὰ, τινὰ δὲ δριμέα, καθάπερ ὀξέα μὲν ἄλλα, γλυκέα δ’ ἄλλα. μικτὴ τοιγαροῦν, ὡς ἔφην, εἰ τῶν τοιούτων τις γεύοιτο, γενήσεται τῶν χυμῶν αὐτῶν ἡ διάγνωσις, ἔκ τε τοῦ κατὰ τὴν γλῶτταν ὑπάρχοντος ἤδη καὶ τοῦ ψαύοντος ἔξωθεν αὐτῆς. διὰ τοῦτ’ οὖν ὁ Ἱπποκράτης ἕν τι τῶν τοιούτων ἔγραψεν εἰς ἀνάμνησιν ἑαυτῷ, καθάπερ εἴωθε ποιεῖν ἐν τούτοις τοῖς ὑπομνήμασι.

Ἢν τῶν μασθῶν αἱ θηλαὶ καὶ τὸ ἐρυθρὸν χλωρὸν εἴη, νοσῶδες τὸ ἄγγος.
280

Οὐ κατὰ τὴν Ἱπποκράτους ἑρμηνείαν ἐστὶν ἄγγος ὀνομάσαι τὴν ὑστέραν, τὸ γοῦν λεγόμενον εὔδηλόν ἐστιν. ἐὰν γάρ τι τῶν εἰρημένων σημείων περὶ τοὺς τιτθοὺς γένηται, νοσώδη διάθεσιν εἶναι κατὰ τὴν ὑστέραν δηλοῖ. πολλάκις γὰρ ἤδη μεμαθήκατε περὶ τῆς κοινωνίας τῶν τιτθῶν πρὸς τὴν μήτραν.

Ἀνθρώποισιν ὁ ἐν τοῖς ὠσὶ ῥύπος ὁ μὲν γλυκὺς θανάσιμος, ὁ δὲ πικρὸς οὔ.

Τάχ’ ἂν αὐτός τις ἕκαστος νοσῶν ὑπομείνειε γεύσασθαι τοῦ κατὰ τὸ οὖς ῥύπου. τῷ δ’ ἰατρῷ βδελυρὸν ἂν εἴη τὸ πρόσταγμα. πρόδηλον δ’ ὡς οὐκ ἐν ἄλλῳ καιρῷ δύναται γενέσθαι ὁ ῥύπος γλυκὺς ἢ καθ’ ὃν ὁ ἐγκέφαλος νοσεῖ. κατὰ φύσιν γάρ ἐστιν αὐτῷ τὸ πικρῷ φαίνεσθαι, διὸ καὶ τὸ γλυκὺ ἐγκεφάλου συντηκομένου φασὶ γίνεσθαι.

281
Γῆν μεταμείβειν σύμφορον ἐπὶ τοῖσι μακροῖσι νουσήμασιν.

Εἴτε πλέων εἴτε πεζῶν τις εἰς ἑτέραν ἀφίκοιτο γῆν, εἴτε κίνησις ἡ κατὰ τὴν ὁδοιπορίαν ἢ τὸν πλοῦν, ἥ δ’ ὑπαλλαγὴ τοῦ ἀέρος ὀνήσει καὶ μάλισθ’ ὅταν εἰς ἐναντίαν ἔχοντα κράσιν ἀέρα μεταστῇ· λέγω δ’ ἐναντίαν οὐ μόνῳ τῷ κατὰ τὴν οἰκείαν τοῦ κάμνοντος χώραν, ἀλλὰ καὶ τῇ κράσει τοῦ νοσήματος. εἰ μὲν γὰρ ὑγρὸν εἴη, ξηροτέρου τοῦ ἀέρος εἰς ὃν μεταβαίνει δεήσεται· εἰ δὲ ξηρὸν, ὑγροτέρου. κατὰ τὴν αὐτὴν δὲ καὶ ψυχροτέρου μὲν εἰ θερμὸν, θερμοτέρου δὲ εἰ ψυχρόν. κατὰ τὴν αὐτὴν δὲ ὑγροτέρου καὶ ψυχροτέρου εἰ θερμὸν εἴη καὶ ξηρόν· οὕτω δὲ καὶ κατὰ συζυγίαν. ἔτι δὲ μᾶλλον ὠφελήσει τὸν μετανιστάμενον, ἐὰν κατὰ τὰ μέτρα τῆς εἰς τὸ παρὰ φύσιν ἐκτροπῆς τοῦ νοσήματος ἡ πρὸς τὸν ἀέρα τὸν ἐναντίον γίνηται μεταβολή. τὸ μὲν γὰρ ἐπ’ ὀλίγον ἐκ τῆς κατὰ φύσιν 

282
κράσεως εἰς ψυχροτέραν μεθιστάμενον, ὀλίγῳ τοῦ συμμέτρου κατὰ τὴν κρᾶσιν ἀέρος θερμοτέρου, τὸ δ’ ἐπὶ πολὺ πολλῆς καὶ τῆς εἰς τοὐναντίον ὑπερβολῆς δεῖται. καὶ περὶ χωρίων δὲ τὸν αὐτὸν εἰρῆσθαί σοι νόμιζε λόγον. ἀκριβῶς γὰρ ἀλλήλοις ἐστὶν ἐναντία τὰ τοῦ συμμέτρου τε καὶ μέσου παραχωροῦντα τὸ ἴσον ἑκατέρωσε.

Τὰ ἀσθενέστερα σιτία ὀλιγοχρόνιον βιοτὴν ἔχει.

Σιτίον ἀσθενὲς οὐκ ἄλλο τι δυνατόν ἐστιν ἀκούειν τοῦ βραχεῖαν τροφὴν διδόντος τῷ σώματι, τοιαῦτα δ’ ἐστὶ τά τε λάχανα καὶ τῶν ἀκροδρύων τὰ πλεῖστα. ταῦτ’ οὖν, φησιν, ὀλιγοχρόνιον βιοτὴν ἔχει, τουτέστι τοὺς χρωμένους αὐτοῖς ὀλιγοχρονίους ἐργάζεσθαι πέφυκεν, ἢν αὐτὰ τὰ σιτία ταχέως ἐκ τοῦ σώματος κενοῦνται. κακόζηλον δ’ ἐστὶ τὴν ἐν τῷ σώματι μονὴν τῶν σιτίων ζωὴν ἀκούειν αὐτόν.

283
Κεδμάτων τὰς ἐπὶ τοῖς ὠσὶν ὄπισθεν φλέβας σχάζειν.

Κέδματα λέγει τὰ εἰς τὰ σκέλη κατασκήπτοντα ῥεύματα, καὶ μάλιστά γ’ αὐτῶν τὰ εἰς τὴν πρώτην διάρθρωσιν ἥτις ἐστὶ κατ’ ἰσχίον, οὐ μὴν ἀληθῆ γε τὰ περὶ τῆς φλεβοτομίας εἶναι πειθομένης, καθάπερ οὐδὲ αὐτῶν τῶν προσιεμένων αὐτὴν οὐδεὶς ἀκριβῶς ἐπείσθη. δηλοῦσι γὰρ ἔργῳ τοῦτο, μηδέποτε ἐπὶ τῶν ἀῤῥώστων χρώμενοι. κατὰ μέντοι τὴν ῥῆσιν αὐτὴν ἡ λέξις οὐκ ἀκριβῶς ἑρμηνεύεται γράψαντος αὐτοῦ τὰς ἐπὶ τοῖς ὠσὶ φλέβας. οὐ γὰρ τὰς ἐπὶ τοῖς ὠσὶν ἐχρῆν, ἀλλὰ τὰς περὶ τὰ ὦτα λελέχθαι. φλέβες γάρ τινές εἰσιν ὄπισθεν τῶν ὤτων ἀξιόλογοι. κατ’ αὐτὰ δὲ τὰ ὦτα πάνυ σμικραὶ καὶ δυσθεώρητοι καὶ τὰ πολλὰ μηδὲ φαινόμεναι.