In Hippocratis Epidemiarum I

Galen

Galen, In Hippocratis Epidemiarum I

Ἐν Αἴνῳ ὀσπριοφαγέοντες ξυνεχέως, θήλεα, ἄῤῥενα, σκελέων ἀκρατέες ἐγένοντο καὶ διετέλεον, ἀτὰρ καὶ ὀροβοφαγέοντες, γονυαλγέες.
Ἐμφανῶς ἐγρηγορὼς θερμότερος τὰ ἔξω, τὰ εἴσω δὲ ψυχρότερος, καθεύδων τἀναντία.
169

Τὸ μὲν ἐν ἀρχῇ τῆς ῥήσεως εἰρημένον ἐμφανῶς ἴσον δύναται τῷ φανερῶς καὶ ἐπιδήλως· ἃ δ’ ἐφεξῆς τούτῳ συνῆπται τῷ ἐγρηγορότι, προδήλως ἔχει, ἡγουμένου τοῦ Ἱπποκράτους τὰ ἔξω θερμότερα, τὰ δ’ ἔνδον ψυχρότερα, τἀναντία δὲ συμβεβηκέναι τῷ καθεύδοντι. καὶ γὰρ καὶ φαίνεται τοῦτο μὲν ἐπιβλημάτων πλειόνων δεόμενος, τοῦτο δὲ καὶ σκεπάσματος ἐπὶ τῆς κεφαλῆς, ὅταν ᾖ τὸ περιέχον ψυχρὸν ὡς ἐν χειμῶνι, καίτοι διὰ τῆς ἡμέρας οὐ δεόμενοι τούτων. ἀλλὰ καὶ τὸ μεῖζον ἀναπνεῖν ἐνδεικτικόν ἐστι τοῦ πλείονα θερμασίαν ἠθροῖσθαι κατὰ τὸ βάθος τοῦ σώματος. ὡσαύτως δὲ καὶ τὸ τὰς πέψεις τοῖς κοιμηθεῖσι γίνεσθαι μᾶλλον τῶν ἀγρυπνησάντων οὐ μόνον τὰς κατὰ τὴν κοιλίαν τῶν ἐδηδεσμένων σιτίων, ἀλλὰ καὶ τὰς ἐν ἥπατι καὶ ταῖς φλεψὶ τῶν χυμῶν, ἐνδεικτικόν ἐστι τοῦ θερμότερα τοῖς κοιμωμένοις ἀποτελεῖσθαι τὰ κατὰ βάθος τοῦ σώματος, ὁμολογουμένου γε ἡμῖν καὶ προαποδεδειγμένου τοῦ τὸν ἔμφυτον θερμὸν αἰτιώτατον εἶναι πασῶν τῶν κατὰ τὸ σῶμα πέψεων. οὕτως γε κᾀν τοῖς ἀφορισμοῖς ἔγραψεν, ἐπί τε τῶν ἡλικιῶν 

170
καὶ τῶν ὡρῶν καὶ τῶν ἐπιτηδευμάτων, ἔνθα φησὶν, αἱ κοιλίαι χειμῶνος καὶ ἦρος θερμόταται φύσει καὶ ὕπνοι μακρότατοι. ἐν ταύτῃσιν οὖν τῇσιν ὥρῃσι καὶ τὰ προσάρματα πλείω δοτέον. καὶ γὰρ τὸ ἔμφυτον θερμὸν πολὺ τροφῆς οὖν πλείονος δέονται, σημεῖον αἱ ἡλικίαι καὶ οἱ ἀθληταί. ἐν τούτοις μὲν οὖν συντόμως ἔγραψε περὶ τῶν ἡλικιῶν, ἐν ἄλλῳ ἀφορισμῷ μακρότερόν τε καὶ διὰ τοῦτο σαφέστερον εἰπὼν ὡδί· τὰ αὐξανόμενα πλεῖστον ἔχει τὸ ἔμφυτον θερμὸν, πλείστης οὖν δεῖται τροφῆς, εἰ δὲ μὴ, τὸ σῶμα ἀναλίσκεται. γέρουσι δὲ ὀλίγον τὸ θερμὸν, διὰ τοῦτο ἅρα ὀλίγων ὑπεκκαυμάτων δεῖται. κατὰ μὲν οὖν τὰς ἡλικίας οὐ μεθισταμένης ἔσω τε καὶ ἔξω τῆς ἐμφύτου θερμασίας, ἀλλὰ μαραινομένης ἐπὶ προήκοντι τῷ χρόνῳ, ψυχροτάτη πασῶν ἡ τῶν γερόντων ἀποτελεῖται. κατὰ δὲ τὸν χειμῶνα μεθισταμένης εἰς τὸ βάθος ἡ μὲν κοιλία καὶ τὰ σπλάγχνα θερμότερα· τὰ δ’ ὑπὸ τῷ δέρματι ψυχρότερα γίνεται, καθ’ ὅνπερ τρόπον καὶ τῆς γῆς φαίνεται τὸ βάθος. ἐν τῷ χειμῶνι θερμὸν ὑπάρχον, ὡς καὶ τὰς πηγὰς γίνεσθαι διὰ τοῦτο θερμοτέρας, ὀρύττοντάς τέ τινας ἄχρι βάθους
171
αἰσθάνεσθαι σαφῶς τῆς θερμασίας, ὅταν ἀποχωρήσωσι πόῤῥω τῆς ἐπιφανείας.

Ἐνθέρμῳ φύσει ψύξις, ποτὸν, ὕδωρ, ἐλινύειν.

Τὸ ἀξιούμενον ἐν τῇ ῥήσει πρόδηλον. ὅσοι γὰρ θερμότεροι τοῦ προσήκοντός εἰσι, τὸ κεφάλαιον αὐτῆς τῆς διαίτης εἰς ψύξιν ἀνάγεσθαι συμφέρει. τά τε οὖν ψυχρότερα τῇ κράσει δοτέον αὐτοῖς σιτία καὶ πίνειν κελευστέον, ἤτοι γ’ ὑδαρὲς ἢ ὕδωρ αὐτὸ καὶ μὴ πολλὰ γυμνάζεσθαι. μόναι γὰρ αὐτοῖς ἀρκέσουσιν αἱ κατὰ τὰς ἀναγκαίας πράξεις κινήσεις. εὔδηλον δ’ ὅτι καὶ θυμοῦ καὶ φροντίδων συντόνων ἀπέχεσθαι χρὴ τὸν τοιοῦτον ἄνθρωπον, ἀλλὰ καὶ λουτροῖς χρῆσθαι ποτίμων ὑδάτων ἑκάστης ἡμέρας, μὴ μόνον ἅπαξ, ἀλλὰ καὶ πολλάκις, εἰ βούλοιντο. καὶ μὴν καὶ τῶν σιτίων ἃ προσφέρονται τὴν δύναμιν εἶναι ψυχροτέραν καὶ μάλιστα

172
ἐν θέρει. μεμνῆσθαι δὲ χρὴ πρὸ πάντων ἐν τοῖς τοιούτοις λόγοις ὅτι τὰς ἐνθέρμους φύσεις ὀνομάζειν ἔθος ἐστὶν αὐτῷ ταύτας καθ’ ἃς οὐ τὸ σύμφυτον πλεονάζει θερμὸν, ἀλλὰ τὸ δριμὺ καὶ δακνῶδες, ὅπερ ἐπίκτητόν τε καὶ οὐ κατὰ φύσιν εἶναι νομίζει.

Ὕπνος ἐμψύχει ἐπιβεβλημένῳ.

Οἱ πλεῖστοι τῶν ἐξηγησαμένων τὸ βιβλίον ἰδίᾳ ταύτην ἐξηγοῦνται τὴν ῥῆσιν. ἐμοὶ δ’ ἄμεινον εἶναι δοκεῖ συνάπτειν αὐτὴν τῇ προγεγραμμένῃ καὶ ποιεῖν ἕνα λόγον ἅπαντα τόνδε. ἐν θέρμῳ φύσει ψύξις, ποτὸν ὕδωρ, ἐλινύειν, ὕπνος ἐν ψύχει ἐπιβεβλημμένῳ. τῆς ἐμψύχει λέξεως τὴν πρώτην συλλαβὴν διὰ τοῦ μ γραφόντων τε καὶ λεγόντων ἡμῶν διὰ τοῦ ν, γενήσεται γὰρ οὕτως ἄρθρον ὡς εἰ καὶ ἐν τῷ ψύχει τις ἔφη. τοὺς γὰρ ἀμετρώτερον ἔχοντας θερμὴν τὴν κρᾶσιν, ἄμεινόν ἐστιν ἐν χωρίῳ ψυχρῷ κοιμωμένους ἕλκειν

173
εἴσω διὰ τῆς εἰσπνοῆς τὸν ἀέρα, ψυχρὸν ὄντα δηλονότι καὶ μάλισθ’ ὅτι κατὰ τοὺς ὕπνους εἴσω τοῦ σώματος ὑποχωρεῖ τὸ θερμόν. ἀλλ’ ἐὰν ὥσπερ ἐν τοῖς ὕπνοις ἀπολιπόντος τὴν ἐκτὸς ἐπιφάνειαν αὐτοῦ τὸ βάθος τοῦ σώματος γένεται θερμότερον, οὕτω καὶ διὰ τὸ περιέχον, ἐμψυχομένων τῶν κατὰ τὸ δέρμα θερμαίνεται τὰ διὰ τοῦ βάθους, οὐ τελέως ὁ ἄνθρωπος ἐμψυχθήσεται διὰ τῆς εἰσπνοῆς. ἄμεινον οὖν ἐστιν ἀντισπᾷν μὲν εἰς τὸ δέρμα τὴν θερμασίαν, ἐπιβλήμασι θερμαίνουσιν, εἰσπνεῖν δὲ ψυχρὸν ὡς ἑκατέρωθεν εἰς μετριότητα κράσεως ἄγηται τὸ θερμὸν σῶμα. κάλλιστον μὲν οὖν ἐστιν, ὡς ἔφην, συνάπτειν τοῖς προειρημένοις κατὰ τήνδε τὴν λέξιν εἰρημένην. χωρίζοντες δὲ αὐτὴν οἱ πολλοὶ τῶν ἐξηγησαμένων τὸ βιβλίον οὐ μόνον ταῖς ἐνθέρμοις φύσεσιν, ἀλλὰ πᾶσιν ἀνθρώποις οἴονται κοινῇ συμφέρειν ὑπνοῦν μὲν ἐν ἀέρι ψυχροτέρῳ, χάριν τοῦ τὴν ἀθροιζομένην ἐν τῷ βάθει θερμασίαν ἐμψύχεσθαι, περιβεβλῆσθαι δ’ ἕνεκα τοῦ μὴ πᾶσαν ἀμέτρως εἴσω συννεύειν, προσερχομένης τῆς ἐκ τοῦ καταψύχεσθαι τὰ κατὰ τὸ δέρμα
174
μόρια, διὰ τὸν ἔξωθεν ἀέρα θερμασίας τῇ κατὰ τοὺς ὕπνους ἀθροιζομένῃ. τοῦτο δ’ ἀληθὲς ἐπὶ πολλῶν ἐστι φύσεων, οὐ μὴν ἐπὶ πασῶν γε. καθάπερ γὰρ, ὅσοι τοῦ συμμέτρου θερμοτέραν ἔχουσι τὴν κρᾶσιν, ἄμεινον ἐμψύχειν αὐτοὺς, οὕτως ὅσοι ψυχροτέραν ἔχουσι τὴν κρᾶσιν ἐκθερμαίνειν. ἔνιοι δὲ οὐ μόνον ἀπὸ τῆς γεγραμμένης ῥήσεως ἐχώρισαν τὴν νῦν ἡμῖν προκειμένην, ἀλλὰ καὶ διελόντες αὐτὴν ταύτην ἰδίᾳ μὲν ἀνέγνωσαν, ὕπνος ἐμψύχει τὴν πρώτην συλλαβὴν τῆς ἐμψύχει φωνῆς διὰ τοῦ μ γράψαντες, ὡς ἓν γενέσθαι ῥῆμα τὸ ἐμψύχει, παραπλησίως εἰρημένον τῷ καταψύχει καὶ μὴ δύο μέρη τοῦ λόγου, πρόθεσιν μὲν τὸ πρότερον, ὄνομα δὲ τὸ δεύτερον. οὗτοι δὲ τὴν ἐφεξῆς ῥῆσιν ἀναγκαίως ἑνώσαντες τῷ τέλει τῆς προκειμένης ἀναγινώσκουσιν ὡδί πως. ἐπιβεβλημένῳ ὕπνος ἑδραῖος, ὀρθῶν νυσταγμός· ἐπιβεβλημένῳ φάσκοντες ἀντὶ τοῦ κατακειμένῳ λελέχθαι. τοῦτο δὲ πρὸς τὸ βιαίως μετενηνέχθαι τὴν κατακειμένῳ φωνὴν εἰς τὴν ἐπιβεβλημένῳ καὶ ἄλλως ἐστὶν εὐτελές τε καὶ ἄχρηστον, 
175
ἀκούειν ἡμᾶς ἀξιούντων αὐτῶν τὴν ὑπνώδη τοῦ σώματος διάθεσιν, ἐν μὲν τῷ κατακεῖσθαι τὴν ἑδραῖόν τε καὶ βέβαιον ὕπνον, ἑστῶσι δὲ νυσταγμὸν ἐργάζεσθαι.

Ὕπνος ἑδραῖος, ὀρθῷ νυσταγμός.

Ἃ μὲν οἱ πλεῖστοι τῶν ἐξηγητῶν ἔγραψαν εἰς τήνδε τὴν λέξιν ἄμεινον σιωπᾷν, ἃ δὲ οἱ μᾶλλον αὐτῶν ἔχεσθαι τοῦ πιθανοῦ δόξαντες εἶπον, ἐστὶ τοιαῦτα. τὴν ἀγρυπνίαν ψύχειν φασὶ τὸ σῶμα, καὶ τούτου τεκμήριον τίθεσθαι τὴν ἑπομένην ἄχροιαν τοῖς ἀγρυπνήσασιν. ὅταν οὖν, φασὶν, ἔνθερμον κρᾶσιν ἐμψῦξαι βουλώμεθα, πρὸς τοῖς ἄλλοις οἷς εἶπεν ἔμπροσθεν ὁ Ἱπποκράτης, ἔτι καὶ τοῦτο προσθετέον, ὡς ἤτοι προφροντίζοντές τι καὶ πράττοντες ἀγρυπνεῖν, ἢ εἰ μὴ τοῦτο ποιεῖν δύνανται, κωλυτέον αὐτοὺς κατακλινομένους ὑπνοῦν, ἀναγκάζονται δυοῖν θάτερον πράττειν, ἢ καθῆσθαι

176
ἢ ἑστάναι. τὸν γὰρ τῶν καθημένων ὕπνον ἑδραῖον ὠνομάσθαι φασὶν ἀπὸ τῆς ἕδρας, ἴσον δὲ δύνασθαι τὸν τούτων ὕπνον τῷ τῶν ἑστώτων νυσταγμῷ, καὶ διὰ τοῦτο εἶπεν αὐτὸς, ὕπνος ἑδραῖος, ὀρθῷ νυσταγμὸς, ὡς εἰ καὶ οὕτως εἴρητο ὁ σύμπας λόγος. τὰς ἐνθέρμους φύσεις κωλύειν προσήκει πλείστοις ὕπνοις χρῆσθαι. βέλτιον γὰρ αὐταῖς ἐγρηγορέναι τε καὶ πράττειν τι, μάλιστα μὲν αὐτοὺς εἴργειν καὶ τοῦ καθίζειν· εἰ δὲ μὴ, τοῦτο μὲν συγχωρεῖν παραπλήσιον ὑπάρχον τῷ τῶν ἑστώτων νυσταγμῷ, κατακλίνεσθαι δὲ κωλύειν. τινὲς δὲ τὸν ἑδραῖον ὕπνον ἀντὶ τοῦ βαθὺν εἰρῆσθαι νομίζοντες, ὅσοι περ ἂν οὕτως ἔχωσιν ἑστῶτες ἤδη νυστάζειν. ἀλλὰ τίνος ἕνεκα χρείας ἔγραψαν ταῦτα μὴ προσθέντες ἀτελῆ τὸν λόγον εἰργάσαντο. ταῦθ’ ὑπ’ αὐτοῦ συμβουλεύοντος ἡμῖν ὅσους ἑδραίως, ὅπερ ἐστὶ βαθέως κοιμηθῆναι βουλόμεθα, τούτους ἐπὶ τοσοῦτον ἐγρηγορότας φυλάττειν, ὡς μὴ στῆναι δύνασθαι χωρὶς τοῦ νυστάζειν. ἐὰν γὰρ εἰς τοῦτο ἀφίκωνται, βαθέως κοιμηθήσωνται.
177
πολλοὺς γὰρ ἐγὼ διὰ τὸ ταχέως ἐπὶ τὸν ὕπνον ἰέναι βιασάμενος ἀγρυπνῆσαι μέχρι πλείονος, ἀμέμπτως ὑπνῶσαι παρεσκεύασα, καθάπερ καὶ τῶν ἀνορεξίαν μεμφομένων, ἐνίους ἀναγκάσας ἀσιτῆσαι μέχρι πολλοῦ τῆς ἡμέρας ἐποίησα πεινῆσαι. πρὸ γὰρ τοῦ δεῖσθαι τὴν φύσιν ὕπνων ἢ σιτίων ἐπ’ αὐτὰ παραγινόμενοι τοῖς εἰρημένοις συμπτώμασι περιπίπτουσι. χρὴ δὲ μὴ περιβιάζεσθαι τὴν φύσιν ἀκαίρως, ἀλλ’ ὡς ὑπηρετεῖν εὐκαίρως. ἐγὼ μὲν οὖν ἅ μοι δοκεῖ πιθανῶς τις εἰς τὴν τῆς προκειμένης λέξεως ἐξήγησιν εἰπεῖν εἴρηκα. τοὺς δ’ οἰομένους τὸν ὕπνον ἀεὶ ψύχειν ἐπίκαιρόν τι τῆς τέχνης ἀγνοεῖν ἡγοῦμαι. διὰ παντὸς μὲν γὰρ ὕπνος ὑγραίνει, καθάπερ ἀγρυπνία ξηραίνει. καὶ τοῦθ’ ἡμᾶς αὐτὸς ἐδίδαξεν, οὐ διὰ παντὸς δὲ θερμαίνειν ἢ ψύχειν πέφυκεν. ἀλλ’ ὅταν μὲν ἀπυρέτων ὄντων, ἤτοι φλεγματώδεις ἢ ὠμοὺς ἢ ὁπωσοῦν ψυχροὺς χυμοὺς εὑρὼν ἐν τῷ σώματι κατεργάσηταί τε καὶ πέψῃ, χρηστὸν ἐξ αὐτῶν ἐργασάμενος αἷμα, θερμαίνει τὸν ἄνθρωπον αὐξήσει τῆς
178
ἐμφύτου θερμασίας, ὅταν δ’ ἤδη πυρέττοντας ἐπὶ σηπεδόνι τοιούτων χυμῶν, ἐμψύχει, τὴν μὲν πυρετώδη θερμασίαν σβεννὺς, αὐξάνων δὲ τὴν οἰκείαν. ἡνίκα δὲ πυρετοῦ χωρὶς ἢ καὶ σὺν πυρετῷ χολώδεις πλεονάζωσι χυμοὶ, διακρῖναι μὲν αὐτοὺς εἶτ’ ἐκκρῖναι δυνηθεὶς, εἰς συμμετρίαν ὑγιεινῆς κράσεως ἐπανάγει τὸ σῶμα. μὴ δυνηθεὶς δὲ ταῦτα ἐργάσασθαι τὴν αὐτὴν φυλάττει κρᾶσιν. εἰ δ’ ἐπὶ φλεγμονῇ σπλάγχνου πυρέττων τις ἐν ἀρχῇ τοῦ παροξυσμοῦ καθυπνώσειεν, αὐξήσας τὴν φλεγμονὴν ὁ ἄκαιρος οὗτος ὕπνος, ἅμ’ αὐτῇ καὶ τὸν πυρετὸν αὐξήσει, κἀκ τοῦδε θερμότερον ἐργάσεται τὸ σῶμα, θερμῷ παρὰ φύσιν. ἐγχωρεῖ μέντοι καθ’ ἕνα τρόπον ἐνίοτε θερμότερόν τε καὶ ψυχρότερον ἅμα γίνεσθαι τὸ σῶμα διὰ τὸν ὕπνον, ἐπειδὴ τῆς κατὰ τὸ σῶμα θερμασίας διττόν ἐστι τὸ γένος, ἓν μὲν οἰκεῖόν τε καὶ σύμφυτον, ἕτερον δὲ ἀλλότριόν τε καὶ παρὰ φύσιν. ὅταν οὖν αὐτῶν τὸ μὲν αὐξήσῃ τε καὶ ῥώσῃ, τὸ δὲ καθάρῃ τε καὶ μαράνῃ, πῶς οὐκ ἄν τις εὐλόγως φαίη καθ’ ἕνα χρόνον ἐξ ὕπνου θερμότερον ἅμα καὶ ψυχρότερον ἑαυτοῦ γεγονέναι
179
τὸ σῶμα. ταῦτα δὲ οὐδὲ γινώσκουσι τὴν ἀρχὴν οἱ πολλοὶ τῶν ἐξηγησαμένων τὰ Ἱπποκράτους βιβλία. μάθοις δ’ ἂν οὕτως ἔχον ὃ λέγω καθ’ ὧν ἐγκαλεῖ Λύκος λόγων ἐν ἀφορισμοῖς αὐτῷ γράψαντι, τὰ αὐξανόμενα πλεῖστον ἔχειν τὸ ἔμφυτον θερμόν. ἀλλ’ ὅτι γε δι’ ἄγνοιαν ὧν ὁ Ἱπποκράτης ὀρθῶς ἔγραψε περὶ τῆς κατὰ τὰς θερμασίας διαφορᾶς ἐπηρεάζειν αὐτὸν ἐτόλμησε, δι’ ἑνὸς ὅλου βιβλίου δέδεικται τὴν ἐπιγραφὴν ἔχοντος ὅτι μηδὲν ἡμάρτηται κατὰ τὸν ἀφορισμὸν οὗ ἡ ἀρχὴ, τὰ αὐξανόμενα, πλεῖστον ἔχει τὸ ἔμφυτον θερμὸν, πλείστης οὖν δεῖται τροφῆς.

Αἱ ἀσθενέες δίαιται ψυχραὶ, αἱ δὲ ἰσχυραὶ θερμαί.

Διαίτας ἀσθενεῖς ἤτοι τὰς δι’ ἀσθενῶν ἐπιτηδευμάτων ἐδεσμάτων τε καὶ πομάτων, ἢ τὰς ἀσθενὲς ἐργαζομένας τὸ 

180
ζῶον εἴρηκεν. αἱ ψυχραὶ δὲ εἴτε κατὰ τὴν ἑαυτῶν κρᾶσιν εἴτε κατὰ τὴν ἐν ἡμῖν διάθεσιν ἣν ἐργάζονται λέγοιντο, διοίσουσιν ἀλλήλων οὐδέν. ἀσθενῆ μὲν οὖν ἐπιτηδεύματα λέγοιτ’ ἂν τὰ διὰ βραχέων κινήσεων τοῦ σώματος γινόμενα, καθάπερ ἰσχυρὰ τὰ διὰ σφοδρῶν ἐδέσματα. ἀσθενῆ μὲν ὅσα μήτε ὀδμὴν ἰσχυρὰν ἔχει μήτ’ ἐν τῇ γεύσει ποιότητα σφοδρὰν ὀξύτητος ἢ γλυκύτητος ἢ ἁλυκότητος ἢ πικρότητος ἢ στρυφνότητος ἢ δριμύτητος, ἀλλ’ ἤτοι μετρίως εἴη γλυκάζοντα τὴν γεῦσιν ἢ μετρίαν στύψιν ἐμφαίνοντα καὶ θερμασίαν ὁμοίως ὀλίγην, ἰσχυρὰ δὲ τὰ τούτων ἐναντία. ἐὰν μὲν οὖν ἀσθενῆ πάντα τά τε ἐπιτηδεύματα καὶ τὰ διαιτήματα προσάγηται τῷ σώματι, ψυχθήσεται σφόδρα, καθάπερ γε κἂν ἰσχυρὰ θερμανθήσεται γενναίως. ἐὰν δὲ τὰ μὲν, τὰ δὲ μὴ, τῷ τὴν ἀναλογίαν τῆς μίξεως, ἤτοι γ’ ἐγγυτέρω θατέρου τῶν ἄκρων ἢ ποῤῥωτέρω παραγενήσεται.

181
Ὑδάτων ἀτεχνέων τὸ μὲν ἀπὸ τοῦ αἰθέρος ἀποκριθὲν ἢ βροντιαῖον ὡραῖον, τὸ δὲ λαιλαπῶδες κακόν.

Οἷς χρώμεθα κατὰ τὴν ἰατρικὴν, οὐ μόνον ἐπὶ τῶν νοσούντων, ἀλλὰ καὶ τῶν ὑγιαινόντων σωμάτων, ὗλαι τῆς τέχνης εἰκότως ὀνομάζονται καὶ γέγραπταί γέ τισι τῶν ἰατρῶν βιβλία τὴν ἐπιγραφὴν ἔχοντα περὶ ὕλης. ἐνίοτε μὲν οὖν τοῖς αὐτοφυέσι σώμασι χρώμεθα πρός γε τὰς ἰάσεις καὶ τὴν ὑγιεινὴν δίαιταν, ἐνίοτε δ’ αὐτοὶ τὶ πράττομεν ἐν τῇ παρασκευῇ τῆς ὕλης, τὰ μὲν ἕψοντες, τὰ δὲ καίοντες, ἔνια δὲ πλύνοντες, οὐ προαρτύοντες ἢ προϋγραίνοντες ἢ ψύχοντες, ἤ τι τοιοῦτον ποιοῦντες ἕτερον. οὕτως οὖν καὶ περὶ τῶν ὑδάτων παρασκευὴν ἔστιν ὅτε πράττομέν τι τεχνικὸν, ὥσπερ ὀλίγον ἔμπροσθεν ἔλεγεν αὐτὸς ὕδωρ ἀφεψηθὲν, τὸ μὲν ὡς δέχηται τὸν ἀέρα. καὶ γὰρ ἡ ἕψησις αὐτὴ καὶ ἡ μετὰ ταῦτα ψύξις, ἤτοι διὰ τοῦ περιέχοντος ἡμᾶς ἀέρος

182
ἢ ἀνέμου τινὸς ἢ οἴκου, ψυχρὸν ἀέρα καθ’ ἑαυτὸν ἔχοντος. εἰσὶ γὰρ ἀμέλει τινὲς ἐοικότες σπηλαίοις ψυχροῖς, ἔστι δ’ ὅτε καὶ ὑγροῖς, εἴτε διὰ τῆς περιπλαττομένης χιόνος ἢ ὑπὸ κρουνῷ θέσις ἢ ἐν φρέατι διττῶς γινομένη, ποτὲ μὲν ἐν αὐτῷ τῷ ὕδατι κατατιθεμένων ἡμῶν τὸ ἀγγεῖον, ἐν ᾧ τὸ τεθερμασμένον ὕδωρ, ἐνίοτε δὲ ὑπὲρ αὐτοῦ κρεμώντων, ὥσπερ γε καὶ διὰ κεράμων ἀραιῶν ἔστιν ὅτε τὸ θολερὸν ὕδωρ διηθούντων ὡς ἐν Ἀλεξανδρείᾳ τε καὶ κατ’ Αἴγυπτον ἠθεῖται διά τινων οὐχ ἁπλῶς κεραμευθέντων, ἀλλὰ τεχνικῶς κατασκευασθέντων εἰς ἀραιότητα, καθάπερ γε καὶ δι’ ὀθονίου, μὴ παρόντος ἀγγείου τοιούτου. ταῦτα πάντα τεχνικὴν ἔχει τὴν παρασκευὴν, ὥσπερ γε καὶ ὅσα κατὰ τοὺς ἀγωγοὺς τῶν πηγαίων ὑδάτων πράττομεν, οὐκ ἐκ τοῦ τυχόντος λίθου παρασκευάζοντες αὐτοὺς καὶ χρίοντες ἔνδοθεν ἐνίοτε. διαφορὰ γὰρ οὐ σμικρὰ κατά γε τὴν ἀλοιφὴν αὐτήν ἐστιν ἢ πίτταν ἢ γύψον οὖσαν ἢ χωρὶς ταύτης πλίνθον ὀπτὴν ἢ λίθον ἔχοντά τινα ποιότητα μοχθηρὰν ἢ
183
ἀγαθὴν ἢ μηδεμίαν ὅλως ἔχοντα σαφῆ. καὶ μέντοι καὶ φρέατα πολλάκις ὀρύττομεν ἐν διαφερούσῃ γῇ καὶ δι’ ὀχετῶν ἢ σωλήνων ἄγομεν ὕδωρ ἐκ πηγῆς, ἤτοι βέλτιον ἢ χεῖρον ἐργάζεσθαι δυναμένων ἢ καὶ μηδ’ ὅλως ἀλλοιούντων αὐτό. ταῦτα μὲν οὖν ἅπαντα τεχνικῶς γίνεται περὶ τὴν παρασκευὴν τοῦ ὕδατος. ὅταν δ’ ἀπὸ τῆς γῆς κατὰ τόπον οὔσης ἐν ᾧ διαιτώμεθα λαμβάνωμεν ἢ ἐκ λίμνης ἢ ποταμοῦ παραῤῥέοντος ἢ τὸ καλούμενον ὄμβριον, οὐδὲν ἐνταῦθα προστίθεμεν ἐκ τῆς τέχνης. διὰ τοῦτ’ οὖν ὁ Ἱπποκράτης εἶπεν, ὑδάτων ἀτεχνέων ἀντιδιαιρούμενος αὐτὰ τοῖς τεχνικὴν ἔχουσι τὴν παρασκευὴν, ἃ κατὰ τὴν ἀναλογίαν τῶν ἀτέχνων ὀνομάζομεν τεχνικά. καθάπερ ὀλίγον ἔμπροσθεν οὐ περὶ πάντων ὑδάτων ὅσα τεχνικῶς παρασκευάζομεν ἔγραψεν, ὡς εἰ καὶ σύγγραμμα πρὸς ἔκδοσιν ἐποιήσατο, μόνου δ’ ἑνὸς ἐμνημόνευσε τρόπου παρασκευῆς, ἑαυτῷ γράφων ἐν ὑπομνήματι πρὸς ἀνάμνησιν, οὕτως καὶ νῦν οὐ περὶ πάντων ὑδάτων ἀτέχνων, ὅπερ ἐστὶν αὐτοφυῶν, ἀλλ’ ἑνὸς εἴδους
184
μόνου διῆλθεν, ὃ καλοῦμεν, ὡς ἔφην, ὄμβριον. ἔγραψε δ’ αὐτοῦ διαφορὰς δύο, τὴν μὲν ἑτέραν, ἣν καὶ προδήλως ψέγει, κακὸν εἶναι λέγων τὸ λαιλαπῶδες, ἑτέραν δ’ ἐφεξῆς ἄδηλον εἴτε μόνον ἄψεκτον εἴτε καί τινος ἑτέρου τύχῃ, ἐνόμιζε δὲ σκαιὸν αὐτό. τὸ γὰρ ἀπὸ τοῦ ἀέρος ἀποκριθὲν ἢ βροντιαῖον, ὡραῖον εἶναί φησι. ὡραῖον δὲ ἐγχωρεῖ μὲν καὶ τὸ κατὰ τὴν προσήκουσαν ὥραν γινόμενον ὡς ἐπαινοῦντα λέγειν αὐτὸν, ἐγχωρεῖ δὲ καὶ μόνον οὕτως ὀνομάζειν, τὸ κατὰ τὸ μέσον θέρος ὀνομαζόμενον, ἐπειδὴ μάλιστα τὸν καιρὸν τοῦτον ὥραν ἔτους ὀνομάζουσιν οἱ Ἕλληνες. ἐπιφέρουσι μὲν γὰρ τὸ τῆς ὥρας ὄνομα καὶ φθινοπώρῳ καὶ χειμῶνι καὶ ἦρι. κατ’ ἐξοχὴν δὲ ἐνίοτε καλοῦσιν ὥραν ἔτους ἐκεῖνον τὸν καιρὸν ἐν ᾧ τοὺς ὡραίους ὀνομαζομένους καρποὺς τελειοῦσθαι συμβαίνει. τοῦτ’ οὖν ἄδηλόν ἐστιν, ὅσον ἐπὶ τῇ ῥήσει, πλὴν εἰ προσθείημεν αὐτοί τι περὶ τῆς ἡμετέρας ἱστορίας ἢ φυσικῆς τῶν πραγμάτων ἐνδείξεως. 
185
καὶ προσέτι διὰ τί τὸ λαιλαπῶδες μὲν ἔψεξεν, οὐκ ἔψεξε δὲ τό τ’ αἰθέριον καὶ τὸ βροντιαῖον. ἄδηλον δὲ καὶ πότερον εἰς πόσιν αὐτὸ παρασκευάζειν ἡμᾶς ἠξίωσεν ἢ πρὸς τὰς ἰατρικὰς χρείας. εἴς τε γὰρ ὀφθαλμῶν φαρμάκων κατασκευὴν ὕδατι τοιούτῳ χρώμεθα καὶ τὸ καλούμενον ὑδάτινον ἐξ αὐτοῦ σκευάζομεν. ὡραῖον μὲν ἀκούειν ἄμεινον οὐ τὸ κατὰ τὸ ἔαρ εὐσθενῶς, ὡς ἤκουσάν τινες. οὔτε γὰρ ἐξαιρέτως τις ὥραν ἔτους ὠνόμασε τὸ ἔαρ, ἀλλ’ ἁπλῶς ὥραν, ὥσπερ καὶ τὰς ἄλλας, οὔτε φαίνεταί τινα ἀρετὴν ἔχειν ἐξαίρετον ὁ τηνικαῦτα γενόμενος ὄμβρος, ἀλλὰ πολὺ βέλτιον ἡγεῖσθαι λέγει αὐτὸν ὡραῖον, ὅπερ ἂν ὕηται κατὰ τὸν καιρὸν ἐκεῖνον, ὃν ὀνομάζουσιν ὥραν ἔτους. ὁμολογοῦν γὰρ αὐτὸ φανεῖται καὶ τὸ ἀπὸ τοῦ αἰθέρος ἀποκριθὲν αὐτῷ λελέχθαι. καλεῖν γὰρ ἔθος τοῖς παλαιοῖς, ὅταν μὲν ἀκριβῶς καθαρὸν ᾖ τὸ περιέχον ἡμᾶς, αἰθέρα, τὸ δ’ ἀχλυῶδες
186
ἢ νεφῶδες ἀέρα. κατὰ τοῦτο γοῦν αὐτὸ καὶ τὸν ὑπὲρ τὰ νέφη τόπον, προσαγορεύουσιν αἰθέρα καὶ σαφῶς ἐδήλωσε καὶ ὁ ποιητὴς εἰπὼν

  • Εἰς ἐλάτην ἀναβὰς περιμήκετον, ἣ τότ’ ἐν Ἴδῃ
  • Μακροτάτη πεφυκυῖα δι’ ἠέρος αἰθέρ’ ἵκανεν.
  • ἔμπαλιν δ’ ὅταν εἴπῃ.

  • ἠέρα δ’ Ἥρη
  • Πότνια πρόσθε βαθεῖαν ἐρυκέμεν,
  • ἐνδείκνυσθαι φαίνεται τόνδε τοῖς ἔπεσι. καὶ πάλιν ὅταν εἴπῃ

  • Ἀὴρ γὰρ παρὰ νηυσὶ βαθείη, οὐδὲ σελήνη
  • Οὐρανόθεν προύφαινε, κατείχετο δ’ ἐν νεφέεσιν.
  • ὅταν οὖν ἐν τῷ θέρει λεπτυνόμενον ὕδωρ ὑπὸ τῆς κατὰ τὴν ὥραν θερμότητος εἰς ἀτμοὺς ἀοράτους λυθῇ καὶ διὰ τοῦτο ἀδήλως ἡμῖν ἀνενεχθῇ πρὸς τὴν ὑπὲρ γῆς ἀέρα, κἄπειτα συμβῇ διά τινα μεταβολὴν ἐπὶ τὸ ψυχρὸν ἢ ἀνέμων ἀντιπνευσάντων ἀλλήλοις καὶ πυκνωθέντος τοῦ περιέχοντος

    187
    ἑνουμένους τοῖς λελεπτυσμένους ἀτμοὺς, αἰσθητὸν ὕδωρ γίνεσθαί τινι καὶ τὸν ὄμβρον ἐροῦμεν ὡραῖον εἶναι, λελεπτυσμένου τε καὶ προκατειργασμένου τοῦ ὕδατος ἀπὸ τῆς κατὰ τὸν ἀέρα θερμότητος, εἶναί τε διὰ τοῦτο βέλτιον αὐτὸ τῶν λαιλαπωδῶν ἀκατεργάστων τε καὶ ἀμεπαβλήτων ὄντων, ὁποῖα κατά τινας πηγὰς ὕδατα γίνεται τὰ καλούμενα πρὸς τῶν ἀρχαίων ἀτεραμνώδη. διὰ τί δὲ καὶ τὸ βροντιαῖον ἀποδέχεται μᾶλλον ἢ τὸ λαιλαπῶδες ἐφεξῆς ἴδωμεν. ἐμοὶ μὲν δοκεῖ διότι τὰς βροντὰς οἶδε γινομένας, ἤτοι διὰ πυρὸς ἐναπόληψιν, ὅταν ἐκκρινόμενον οἶον ῥῆξίν τινα ποιήσει τοῦ περιέχοντος αὐτὸ νέφους, ἡνίκα καὶ κεραυνοὶ πίπτουσιν ἢ παρατριβομένων ἀλλήλοις τῶν νεφῶν, ὧν οὐδέτερον ὑπάρχει τῷ λαιλαπώδει. πεπύκνωται γὰρ ὁ ἀὴρ ἐν τῇ τοιαύτῃ καταστάσει συνεχοῦς καὶ μέλανος ἑνὸς νέφους ἅπαντα αὐτὸν κατειληφότος. εἰκότως οὖν οὐ γίνονται βρονταὶ κατὰ τὴν τοιαύτην διάθεσιν τοῦ περὶ τὴν γῆν ἀέρος. ἐν γὰρ τοῖς διεσπασμένοις καὶ κατὰ τὴν περιγραφὴν ἰδίαν
    188
    φερομένοις νέφεσιν, ὅ τ’ ἀλλήλοις ἐντύχῃ, τὴν παράτριψιν εὔλογον γίνεσθαι. τοῦ δ’ ὅλου συνεχοῦς τε καὶ ἡνωμένου παράτριψις οὐκ ἂν γένοιτο. διὰ τοῦτο οὐδὲ κεραυνοὶ πίπτουσιν ἐν τῇ τοιαύτῃ καταστάσει, μήτ’ ἀέρος ἐν τοῖς νέφεσι περιλαμβανομένου θερμοῦ μήτε περιτρίψεως ἰσχυρᾶς γενομένης. ὅταν γὰρ ἀλλήλοις ἀπατῶντα τὰ νέφη, τὸ μεταξὺ πυρῶδες εἰς ἑαυτὰ συνελαύνοντα καὶ σφίγγοντα πυκνώσει τελέως ἐκθλίβηται, τηνικαῦτα ποτὲ μὲν εἰς τὴν ἄνω χώραν ὁ κεραυνὸς ἢ τὴν εἰς τὸ πλάγιον, ἐνίοτε δ’ ἐπὶ τὴν γῆν. ταύτην μὲν τὴν φορὰν αὐτοῦ ὁρῶμεν μόνην, αἱ δ’ ἄλλαι λανθάνουσιν ἡμᾶς. ἐμοὶ μὲν οὖν εἴρηται διὰ συντόμων εἰς τὴν ῥῆσιν ὅπως τε γίνονται βρονταὶ καὶ διὰ τί τὸ βροντιαῖον ὕδωρ ἄμεινον ἔφησεν εἶναι τοῦ λαιλαπώδους. ἄκρως δὲ καθαρὸν καὶ λελεπτυσμένον ἐστὶ τὸ κατεργασμένον ὡραῖον. ἐν δὲ τῷ μεταξὺ τούτου τε καὶ τοῦ λαιλαπώδους, τὸ βροντιαῖον, ὅσον ἀπολείπεται τοῦ ὡραίου, τοσοῦτον πλεονεκτεῖ
    189
    τοῦ λαιλαπώδους. ἕτοιμον οὖν ἤδη τοῖς ἅπαντα μερμαιρομένοις οὐ προσῆκον ἰατρῷ φέρειν τοσαύτης ἅπτεσθαι φυσιολογίας. εἰ δέ γε μηδένα λογισμὸν εἰπὼν ἀπεφηνάμην ἁπλῶς βέλτιον μὲν εἶναι τὸ ὡραῖον τοῦ λαιλαπώδους, μέσον δ’ ἀμφοῖν τὸ βροντιαῖον, ἐκέλευον ἄν με προσθεῖναί τινα ἀπόδεξιν οἶς εἶπον, οὔτε γάρ με πιστεύειν αὐτοῖς ὡς νόμοις δίκαιον οὔτε ἀνάγκην ἔχειν ὡς τυραννικοῖς προστάγμασι πείθεσθαι. εἰ τοίνυν ἐκφεύγειν ἀδύνατόν ἐστι τὴν γλῶτταν τῶν ἀπαιδεύτων τε ἅμα καὶ πονηρῶν ἀνθρώπων, ἄμεινον δ’ ἐπὶ τοῖς βελτίοσιν ὑπ’ αὐτῶν ψέγεσθαι, καλῶς ἂν εἴημεν εἰρηκότες τὴν περὶ γενέσεως βροντῶν φυσιολογίαν. τὸ μὲν γὰρ ἀναπόδεικτον ἄπιστον εἶναι δοκεῖ πᾶσιν ἀνθρώποις, τὸ δὲ μηδὲ ἅπτεσθαι φυσιολογίας ἰατρὸν, οὐ παντάπασιν ὀρθῶς λέγεσθαι φαίνεται, δείκνυσί τε τούτους ἀποφηναμένους αὐτοὺς ἡμῖν ὡς τυράννους, οἶς προστάττουσι πείθεσθαι κελεύοντες. ἄμεινον δ’ ἦν ἄρα μὴ τυραννικῶς 
    190
    προστάττειν, ἀλλὰ διδάσκειν ἡμᾶς ἤτοι γε ὡς χωρὶς ἀποδείξεως ὁ λόγος πιστότερός ἐστι τοῦ μετ’ ἀποδείξεως ἢ ὡς οὐκ ἀληθῶς εἴρηταί τι κατὰ τὴν αἰτίαν ἀπόδοσιν. οἱ δέ γε τούτων μὲν οὐδέτερον πράττουσιν, ἑκατέρως δὲ ψέγουσιν. εἰ μὲν δὴ μηδεμίαν ἀπόδειξιν εἴποιμεν, ὡς ἀναπόδεικτα φλυαροῦντας, εἰ δὲ προσθείημέν τινα λόγον, ὡς οὐκ εἴη πρέπον ἰατρῷ φυσιολόγῳ ὡς ἀληθοῦς ἅπτεται.

    Ὕδωρ βορὸν, ἀγρυπνίη βορόν.

    Ἀφ’ ὧν πεφύκασιν ἀγρυπνία τε καὶ ὕδωρ ἐργάζεσθαι, τὴν προσηγορίαν αὐτοῖς ἔθετο, βορὸν ὀνομάσας ἑκάτερον, ἐπειδὴ βοροὺς ἡμᾶς ἐργάζεται. καλοῦσι γὰρ καὶ νῦν ἔτι συνήθως οἱ κατὰ τὴν ἡμετέραν Ἀσίαν ἅπαντες Ἕλληνες ἀνθρώπους βοροὺς τοὺς πολλὰ δυναμένους ἐσθίειν. ἐμάθετε δὲ τὰς περὶ τὴν τροφὴν ὀρέξεις ἐξ ὑδροποσίας αὐξανομένας,

    191
    ᾧ λόγῳ καὶ ψυχρὸν ὕδωρ πινόντων ἢ ἔδεσμα ψυχρὸν ἢ στῦφον. ὅσα μὲν γὰρ εἰς ὀλίγον συνάγει τὸ κατὰ τοὺς χιτῶνας τῆς κοιλίας αἷμα, τὰς ὀρέξεις αὐξάνοντά τε καὶ γεννῶντα δέδεικται. τὰ δὲ θερμαίνοντα καὶ χέοντα τὸ αἷμα καθαιροῦντα καὶ παύοντα τὰς ὀρέξεις. κατὰ τοῦτ’ οὖν καὶ ὕδωρ γίνεται βορὸν, ἡ δὲ ἀγρυπνία τῷ διαφορεῖν. ἐμάθετε γὰρ ἤδη καὶ περὶ ταύτης, ὥσπερ γε καὶ περὶ ὕπνου. πέττει μὲν οὖν ὁ ὕπνος ὡς ἂν ἔσω ῥέποντος ἐν αὐτῷ τοῦ θερμοῦ, διαφορεῖ δ’ ἡ ἀγρυπνία, συνυπάγοντος ἑαυτῷ τοῦ συμφύτου θερμοῦ κατὰ τὴν ἐπὶ τ’ ἐκτὸς κίνησιν οὐκ ὀλίγα μόρια τῆς τοῦ σώματος οὐσίας. διὰ ταῦτα μὲν οὖν εἴρηται βορὰ τό θ’ ὕδωρ καὶ ἡ ἀγρυπνία, σὺ δὲ μὴ παρακούσῃς καὶ νομίσῃς ταὐτὸν εἶναι τὰ πολλὰ προσφέρειν τῷ πέττειν τε καὶ κατεργάζεσθαι πολλά. βελτίων γὰρ ὕδατος οἶνος, οὐ μόνον εἰς τὴν γαστέρα πέψιν, ἀλλὰ καὶ πρὸς τὴν τῶν πεφθέντων ἀνάδοσιν αἱμάτωσίν τε καὶ θρέψιν, οὔρησίν τε καὶ διαπνοὴν, ἐπὶ τῶν ὑγιαινόντων
    192
    σωμάτων. εὔδηλον δὲ ὡς ἐπὶ τούτων ὁ λόγος εἴρηται νῦν ὑφ’ Ἱπποκράτους, οὐδενὸς ἀγνοοῦντος ἡνίκα βλάπτει τοὺς πλείστους τῶν νοσούντων οἶνος. ἀλλὰ καὶ ἡ ἀγρυπνία κατὰ διττὸν τρόπον γινομένη διττὴν ἔχει καὶ τὴν ἐπὶ ταῖς ἐδωδαῖς τελευτήν. εἰ μὲν γὰρ πράττοντές τι διὰ νυκτὸς, ὡς ἐν ταῖς παννυχίσιν, ἐγρηγορότες διατελέωσι, κενοῦται μὲν τὸ σῶμα, βλάβη δ’ οὐδεμία σαφὴς γίνεται δυνάμεως. ἐὰν δὲ κατακείμενοι μέρη μὲν τινα τῆς νυκτὸς ὑπνώσωμεν, ἀγρυπνήσωμεν δὲ τὰ λοιπὰ, κωλύεται μὲν ἡ δύναμις. οὔτε γὰρ ὀρεγόμεθα βέλτιον οὔτε πέττομεν οὔτε τὰς ἐφεξῆς τῇ πέψει φυσικὰς ἐνεργείας ἀμέμπτους ἔχομεν, ἅπαντες χείρους γενόμενοι τῶν καλῶς κοιμηθέντων.