In Hippocratis Epidemiarum I

Galen

Galen, In Hippocratis Epidemiarum I

Ἡ δέρματος ἀραιότης, ἡ κοιλίης πυκνότης, ἡ δέρματος ξύνδεσις, ἡ σαρκῶν αὔξησις. ἡ κοιλίης νάρκωσις, ἡ τῶν ὅλων σύγχυσις· ἡ τῶν ἀγγείων ἀκαθαρσία, ἡ ἐγκεφάλου ἀνάλωσις, διὸ καὶ φαλακρότης· ἡ τῶν ὀργάνων τρίψις.

Ἔνιοι μὲν ἡγοῦνται κατάλογον εἶναι τῶν γνωστέων τοῖς ἰατροῖς. φαίνεται δὲ μᾶλλον ἐν συζυγίᾳ λελέχθαι τινὰ τῶν

2
ἐζευγμένων ἀλλήλοις πραγμάτων καὶ πρώτη μὲν εἰρῆσθαι συζυγία, καθ’ ἥν φησιν ἡ δέρματος ἀραιότης, ἡ κοιλίης πυκνότης. ἔνιοι γὰρ διὰ τοῦτο πυκνὴν ἔχουσι τὴν κοιλίαν, τουτέστιν ἐπεχομένην τε καὶ στεγνὴν, ὅτι διὰ τοῦ δέρματος ἐκκενοῦται πολλά. καθάπερ αὖ πάλιν ἕτεροι δυσδιαφόρητοι κατὰ τὴν ἐπιφάνειαν ὄντες οὐροῦσί τε πολλὰ καὶ διαχωροῦσι κάτω. ἑτέρα δὲ πάλιν ἐφεξῆς γέγραπται συζυγία, ἡ δέρματος σύνδεσις, ἡ σαρκῶν αὔξησις, ἔνθα δηλοῦται τὴν συναγωγὴν καὶ σφίγξιν τοῦ δέρματος αἰτίαν γίνεσθαι πολλάκις ἀμέτρου σαρκῶν αὐξήσεως. ἄλλη δὲ ταύτης ἐχομένη συζυγία γέγραπται κατὰ τήνδε τὴν λέξιν. ἡ κοιλίης νάρκωσις, ἡ τῶν ὅλων σύγχυσις. νάρκωσιν δ’ ἀκούσωμεν τὴν περὶ τὸ πέττειν τὰς τροφὰς ἀῤῥωστίαν τῆς γαστρὸς, ἁπάντων δὴ ταύτην τῶν κατὰ τὸ σῶμα παθῶν αἰτίαν γίνεσθαι. τὸ δ’ ἐφεξῆς εἰρημένον, ἡ τῶν ἀγγείων ἀκαθαρσία, δύναται μὲν καὶ ταύτῃ τῇ συζυγίᾳ συνάπτεσθαι. τὸ γὰρ μὴ καλῶς πεφθὲν ἐν τῇ γαστρὶ τῆς τῶν ἀγγείων ἀκαθαρσίας πολλάκις αἴτιον γίνεται. δύναται
3
δὲ καὶ χωρὶς τοῦ συνάπτεσθαι τῇ ναρκώσει τῆς κοιλίας ἀκούεσθαι τῆς κατὰ τὰς φλέβας μοχθηρᾶς πέψεως, ἵν’ ὥσπερ ἡ κατὰ τὴν γαστέρα πέψις οὐ καλῶς ἐπιτελουμένη πολλὰ συγχεῖ καθ’ ὅλον τὸ ζῶον, οὕτω καὶ ἡ κατὰ τὰς φλέβας ἀποτυγχανομένη πρῶτον μὲν ἀκαθαρσίαν ἐν ταῖς φλεψὶ ποιεῖ, τουτέστι μοχθηρῶν χυμῶν πλεονεξίαν, εἶτα δὴ καὶ βλάβην μεγάλην, ὥστε τὸ μεταξὺ τῆς τε κοιλίας νάρκωσις καὶ τοῦ τῶν ἀγγείων ἀκαθαρσία κοινὸν ἀμφοῖν εἶναι, ὅπερ αὐτὸς ὠνόμασε τῶν ὅλων σύγχυσιν. τὸ δ’ ἐφεξῆς εἰρημένον ἡ ἐγκεφάλου ἀνάλωσις, διὸ καὶ φαλακρότης, ἐμοὶ μὲν δοκεῖ τοιόνδε τι δηλοῦν, ὅταν ὁ ἐγκέφαλος ἐλάττων ἑαυτοῦ γένηται κατὰ πολὺ, συμβαίνει δὲ τοῦτο τοῖς ξηρότερον αὐτὸν ἔχουσι φύσει, τότ’ ἀφίσταται τῶν ὑπερκειμένων ὀστῶν, ἃ καλοῦσιν οἱ ἀνατομικοὶ βρέγματα. ἔστι δὲ δύο ταῦτα, περιγραφόμενον ἑκάτερον δὲ εὐθείαις γραμμαῖς τέτταρσι, μία μὲν τῇ κατὰ τὸ μῆκος ῥαφῇ, κοινῇ οὔσῃ ἀμφοτέροις τοῖς ὀστοῖς, ὄπισθεν δὲ ταῖς πλευραῖς τοῦ λαμβδοειδοῦς, ἔμπροσθεν δὲ ταῖς τῆς στεφανιαίας, ἑκατέρωθι
4
δὲ ταῖς λεπιδοειδέσι. τῶν δ’ ἄλλων μερῶν τοῦ κρανίου μάλιστα μὲν οὐδ’ ἀφίσταται πλέον ὁ ἐγκέφαλος, εἰ δὲ καὶ ἀποσταίη ποτὲ, διὰ γοῦν τὰς ὑποκειμένας τοῖς ὀστοῖς τὰς σάρκας οὐκ ἀπόλλυται παντάπασιν ἡ τοῦ δέρματος ὑγρότης, ὡς οὐδὲ τρίχες. ἐμάθετε γὰρ ἐν τοῖς περὶ κράσεων ὑπομνήμασι μήτ’ ἐκ τοῦ ἐνυγροῦ δέρματος φύεσθαι τρίχας μήτ’ ἐκ τοῦ ξηρανθέντος σφοδρῶς. ὑγρὸν μὲν οὖν ἐστι τὸ περὶ τὴν κεφαλὴν δέρμα παισὶ καὶ γυναιξὶ καὶ τοῖς εὐνούχοις, ξηρὸν δ’ ἀμέτρως τοῖς φαλακροῖς. ὅτι δὲ ἐγκέφαλος ἐπὶ μὲν τῶν νέων ψαύει τοῦ κρανίου, μαλακὸς ὢν καὶ ὑγρὸς ἅπασάν τε τὴν ἔνδον εὐρυχωρίαν κατείληφε, τοῖς γηρῶσι δ’ ἀφίσταται, ξηραινόμενός τε καὶ συνιζάνων, ἐθεάσασθε πολλάκις ἐν ταῖς τῶν ζώων ἀνατομαῖς. νυνὶ δ’ οὐκ ἀπόδειξις πρόκειται γράφειν τῶν Ἱπποκράτους δογμάτων, ὅτι μὴ παρ’ ἔργον, ἀλλ’ ἐξηγεῖσθαι τὴν ἀσαφῆ λέξιν, ἅμα δὲ τῷ διὰ κεφαλαίων ἐνίοτε τὰς αἰτίας προστιθέναι κατὰ τὴν ἀκολουθίαν τῶν ἀποδεδειγμένων δογμάτων. ὅτι δ’ ἀνάλωσιν ἐγκεφάλου τὴν τελείαν ἀπώλειαν, ὡς ἐκδαπανηθῆναι παντάπασιν
5
αὐτὸν, οὐδ’ ἐπινοῆσαι δυνατὸν ἐν ζῶντι ζώῳ γενέσθαι παντὶ πρόδηλον. καὶ μὴν εἰ μὴ τοῦτο, λείποιτ’ ἂν ἀκούειν ἀνάλωσιν ἐγκεφάλου τὴν μείωσιν, ἣν διὰ ξηρότητα γίνεσθαι τοῖς φαλακρουμένοις ἔφην, ὥστε τὰ τοῦ βρέγματος ὀστᾶ χαυνότερα καὶ ἁπαλώτερα τῶν ἄλλων ὄντα καὶ ἄνωθεν ἐπικείμενα γίνεσθαι ξηρὰ διὰ τὴν ἔνδειαν τοῦ ἐγκεφάλου, μηκέτ’ ἐξικνουμένου πρὸς αὐτὰ μήτ’ ἅπτεσθαι δυναμένου. συνιζάνει τε γὰρ καὶ καταπίπτει ταπεινούμενος ἐπὶ τὴν ἑαυτοῦ βάσιν. ἀκόλουθον δέ ἐστι τοῦ ὀστῶν τούτων ξηρανθέντων ξηραίνεσθαι καὶ τὸ περιτεταμένον αὐτοῖς δέρμα καὶ φαίνεταί γε καὶ αὐτῇ τῇ αἰσθήσει πάνυ ξηρὰ ἐπὶ τῶν φαλακρῶν, ὡς μηδὲ δεῖσθαι ἀποδείξεως λογικῆς. ὅταν γε μὴν ἐπὶ πλέον τύχῃ ξηρανθεὶς ὁ ἐγκέφαλος, ὡς ἐπί τινων ἐν ἐσχάτῃ γήρᾳ συμβαίνει καὶ τὰς τῶν νεύρων ἐκφύσεις ἀναγκαῖον ἀποξηραίνεσθαι τηνικαῦτα. διὰ τοῦτο μήθ’ ὁρᾷν ὁμοίως ἐστὶ μήτ’ ἀκούειν μήτ’ ἄλλο τι τοῦ κατὰ τὰς αἰσθήσεις ἢ τὰς καθ’ ὁρμὴν κινήσεις ἐῤῥωμένως ἐπιτελεῖν, ἀλλ’ ἔκλυτα πάντα καὶ ἀμυδρὰ καὶ ἄῤῥωστα γίγνεται
6
τὰ κατὰ ταύτας ὄργανα, δι’ ὧν ἐπετέλουν τὸ πρότερον, ὅπερ εἰκὸς αὐτὸν ὠνομακέναι κατάτριψιν ὀργάνων ἐκ μεταφορᾶς τῶν τριβομένων ἱματίων καὶ σκευῶν, χρησάμενον τῇ προσηγορίᾳ. καὶ γὰρ καὶ ταῦτα φαίνεται ξηρότερα σφῶν αὐτῶν γινόμενα, μετὰ τὰς πολυχρονίους χρήσεις, ἡνίκα κατατετρίφθαι λέγομεν αὐτά. τινὲς μέντοι τὸ κατὰ συζυγίαν ἀκούειν τῶν γεγραμμένων οὐκ ἐννοήσαντες ὅλως ἕκαστόν τε τῶν προειρημένων ἰδίᾳ προχειριζόμενοι συμβουλεύειν ἐν τῇ ῥήσει ταύτῃ τὸν Ἱπποκράτην φασὶ τὰς δυνάμεις αὐτῶν ἐπισκοπεῖσθαι, οἷς εὐθέως ἡ τοῦ δέρματος ἀραιότης, πρώτη γὰρ αὕτη γέγραπται, γινώσκειν φασὶ προσήκειν τί δύναται, χάριν τοῦ καὶ ποιεῖν αὐτὴν ὁπότε χρείαν ἔχομεν, ἀναιρεῖν δ’, ὁπότ’ οὐκ εἴη χρεία. γέγραπται γοῦν, φασὶ, κᾀν τῷ περὶ τροφῆς, ἀραιότης σώματος ἐς διαπνοὴν οἷς πλεῖστον ἀφαιρεῖται ὑγιεινότεροι, οἷς δ’ ἔλαττον νοσερώτεροι. ἀλλὰ τούτοις γε μάχεται τὸ μεταξὺ γεγράφθαι τὸ κοιλίης πυκνότης, τοῦ δέρματος σύνδεσις, εἴπερ ἦν κατάλογος πραγμάτων εἰς γνῶσιν χρησίμων ἰατρῶν. καὶ μέντοι καὶ τὸ τούτων
7
ἐφεξῆς οὕτως εἰρημένον, ἡ κοιλίης νάρκωσις, ἡ τῶν ὅλων σύγχυσις, ἐνδεικτικόν ἐστι τοῦ γράφειν αὐτὸν ὅσα συνυπάρχειν ἀλλήλοις πέφυκεν, οὐχ ἁπλῶς τινές εἰσι διαθέσεις ἐν τῷ σώματι συνιστάμεναι, γινώσκεσθαι δεόμεναι. τὸ γὰρ ἡ τῶν ὅλων σύγχυσις οὐ διαθέσεώς ἐστι δηλωτικὸν, ἀλλὰ τῶν ἐπὶ διαθέσει μοχθηρᾷ γινομένων κακῶν.

Καθαίρεσις δρόμοισι, πάλῃσιν, ἡσυχίῃσι, πολλῇσι περιπάτοισι ταχέσιν, οἶσιν ἑφθὴ μᾶζα, τὸ πλεῖστον ἄρτος ὀλίγος.

Τὸ μὲν τῆς κενώσεως ὄνομα κατὰ μόνων τῶν ὑγρῶν λέγεται, τὸ δὲ τῆς καθαιρέσεως μᾶλλον μὲν ἐπὶ τῶν στερεῶν, ἐνίοτε δὲ κᾀπὶ τῶν ὑγρῶν. καὶ μέντοι καὶ τὰ νῦν εἰρημένα κοινὰ τῆς τε τῶν ὑγρῶν καὶ τῆς τῶν στερεῶν μειώσεώς ἐστιν, ὅταν ἄνευ καθάρσεως ἢ κενώσεως αἵματος

8
αὐτὰς ποιήσασθαι βουληθῶμεν, ἐπὶ τῶν ὑγιαινόντων δηλονότι. νοσοῦντα γὰρ οὐδεὶς δρόμοις καὶ πάλαις θεραπεύσει. κοινὸν γὰρ καὶ τούτων καὶ τῶν ἄλλων ἐστὶ τῶν ὁμοίων αὐτοῖς τὸ τῶν γυμνασίων γένος, ἐκτεταμένων ἐπί τε δίσκων καὶ ἀκοντίων βολὰς, ἅλματά τε καὶ ἀλτῆρας, ὁπλομάχας τε καὶ πάντα τὰ κατὰ τὸν βίον ἔργα καὶ μάλισθ’ ὅσα κατὰ γεωργίαν πονοῦσιν ἀροῦντές τε καὶ θερίζοντες καὶ σκάπτοντες. ἅπαντ’ οὖν τὰ γυμνάσια καὶ τῶν σαρκῶν καὶ πιμελῶν καὶ χυμῶν πλῆθος μειοῖ. χρῆσθαι δ’ ἐφ’ ἑνὸς σώματος αὐτοῖς ἀδύνατον, ἀλλὰ κατὰ τὰς ἕξεις καὶ κατὰ τὰς ἡλικίας καὶ τὴν δύναμιν καὶ τὸ ἔθος, ἐξευρίσκειν ἑκάστῳ προσήκει τὸ ἐπιτήδειον γυμνάσιον, ὡς ἐν τοῖς ὑγιεινοῖς ἐμάθετε. νυνὶ γὰρ ἐκ τῆς τῶν Ἱπποκράτους συγγραμμάτων ἐξηγήσεως οὐ τὰ τῆς ἰατρικῆς θεωρήματα μανθάνετε, προμεμαθηκότες ταῦτα κατὰ τάξιν ἐν ταῖς οἰκείαις πραγματείαις, ἐν αἷς ἁπάσαις τά τε δόγματα αὐτοῦ μετὰ ἀποδείξεως ἔγνωτε καὶ τὰ τοῖς δόγμασιν ἀκόλουθα κατὰ μέρος ἅπαντα. βουληθέντες δὲ τῶν εἰρημένων παρ’ αὐτοῦ τὴν ἱστορίαν
9
προσκτήσασθαι, ταῦτα ἠξιώσατέ με τὰ ὑπομνήμαθ’ ὑμῖν ποιήσασθαι, καίτοι μὴ προῃρημένον. αἱ γὰρ ἀσαφεῖς λέξεις ἐπιστημονικὴν ἐξήγησιν οὐ προσίενται. νῦν γοῦν εὐθέως ἐφεξῆς γεγραμμένου τοῦ ἡσυχίῃσιν, οὐκ ἔστι γνῶναι σαφῶς ὃ βούλεται δηλῶσαι διὰ τῆς φωνῆς ταύτης ὁ Ἱπποκράτης. στοχάζεσθαι δὲ χρὴ, καθάπερ ἐν ταῖς ἄλλαις ἀσαφέσι λέξεσιν, οὕτως κᾀν ταύτῃ, τὸ μέν τι τῷδε φαίνεσθαι πιθανώτερον εἶναι, τὸ δὲ τῷδε. καὶ γὰρ καὶ πέφηνε καὶ ἄλλος ἄλλως ἐξηγεῖται τὴν ἡσυχίαν. ἐγχωρεῖ γοῦν ἐπί τε τῶν μεταξὺ διαναπαύσεων ἐν τοῖς γυμνασίοις εἰρῆσθαι, καθάπερ ἐν ἀφορισμοῖς εἶπεν· ὁκόταν ἄρξηται πονέειν τὸ διαναπαύειν εὐθὺς ἄκοπον. ἐγχωρεῖ δὲ κᾀπὶ τῶν ταῖς ὅλαις ἡμέραις ἐσομένων ἡσυχιῶν ἐν τοῖς μεταξὺ λελέχθαι. δύναται δὲ καὶ τελείαν ἡσυχίαν ἐπί τινων σωμάτων συμβουλεύειν. εἰ γὰρ οὕτως αὐτὸς εἶπε, κίνησις κρατύνει, ἀργίη τήκει, δύναιτ’ ἄν ποτε καὶ βίος ἀργὸς λεπτῦναι τὸ σῶμα. καὶ γὰρ τεθεάμεθά τισιν οὕτω συμβῆναι ἐκ μεταστάσεως εἰς ἀργίαν τῶν γυμνασίων. ἀλλὰ διορισμῶν ἀκριβῶν ἐστι
10
χρεία, τίνες εἰσὶν οἱ τούτων δεησόμενοι λεπτύνσεως ἕνεκεν. οὐ γὰρ δεῖ κενώσεώς γε πλεοναζόντων ὑγρῶν. οὐδέποτε γὰρ ἀργία τοῦτο ποιεῖν πέφυκεν. εἰκότως οὖν ἔνιοι περὶ καθαιρέσεως σαρκῶν τὸν λόγον αὐτῷ νῦν εἶναί φασιν, οὐ κενώσεως ὑγρῶν ὡς ἐν πληθώραις τε καὶ ταῖς ὑδαρώδεσιν ἕξεσι γίνεται. δυνατόν γε μὴν ἐπ’ ἀμφοτέρων αὐτοῦ τὸν λόγον πεποιημένου κατάλογον εἶναι πάντων τῶν βοηθημάτων, ὅσα τε κοινὰ τῶν καθαιρέσεων ἀμφοτέρων ἐστὶ καὶ ὅσα τε καθ’ ἑτέραν αὐτῶν ἴδια. δύναται δὲ μετὰ τὰ γυμνάσια τὴν ἡσυχίαν γεγραφέναι περὶ τῶν καθ’ ἑκάστην ἡμέραν γυμνασίων καὶ τῆς ἐπ’ αὐτοῖς ἡσυχίας ποιούμενος τὸν λόγον, ἴνα γυμνασάμενοι μὴ προσφέρωνται τὰ σιτία εὐθέως, καθάπερ ἔθος ἐστὶ, διασώζοντες ἐν τῷ σώματι τὴν ἐκ τῶν γυμνασίων θερμασίαν, ἀλλὰ τελέως ἀπεψυγμένοι. καὶ γὰρ τοῦτ’ ἐν τοῖς ὑγιεινοῖς ἐμάθετε λελεγμένον ὀρθῶς, ἄλλοις τε καὶ τῷ Ἐρασιστράτῳ, ὥστε κᾀκ τούτου δῆλον γίνεσθαι, πολὺ τὸ στοχαστικὸν ἐν ταῖς ἐξηγήσεσιν εἶναι τῶν διὰ συντομίαν ἀσαφῶς ἡρμηνευμένων. ὅταν δὲ καὶ γράφειν τὴν
11
λέξιν ὡς ἂν ἐθέλῃ τις ἑξῇ, πολὺ δή που μᾶλλον ἄδηλον γίνεται τὸ τῆς γνώμης τοῦ παλαιοῦ. νῦν γοῦν ἐν τῇ προκειμένῃ ῥήσει γράφουσιν ἔνιοι, ἡσυχίῃσι πολλῇσι, οὔτε τῶν παλαιῶν ἀντιγράφων, οὔτε τῶν πρῶτον ἐξηγησαμένων τὸ βιβλίον ἐπισταμένων τὴν γραφὴν ταύτην. εἰ δ’ ἀναγκάζει τις ἡμᾶς αὐτὴν ἐξηγήσασθαι τὴν μετὰ τὰ γυμνάσια γινομένην ἡσυχίαν, φήσομεν ἀξιοῦν αὐτὸν ποιεῖσθαι πολλήν. ἀλλὰ ταύτην μὲν ἐατέον, τὴν δ’ ὁμολογουμένην ἅπασι γραφὴν ἐξηγούμενοι, συμβουλεύειν αὐτὸν ἐροῦμεν πολλοῖς περιπάτοις καὶ ὀξέσι χρῆσθαι. παχύνουσι γὰρ οἱ βραδεῖς, ὥσπερ καὶ τὰ βραδέα γυμνάσια. καὶ θαυμάζω γε πῶς ἐπ’ ἐκείνων παρέλιπε τοῦ ταχέσι. καὶ γὰρ δρόμοι ταχεῖς καὶ γυμνάσια τοιαῦτα καὶ σαρκῶν ὄγκον καθαιρεῖ καὶ χυμῶν πλῆθος κενοῖ καὶ σχεδὸν ἅπασιν ὁμολογεῖται τοῦτο καὶ γυμνασταῖς καὶ ἰατροῖς. ὁ δ’ οὖν Ἱπποκράτης ἐφεξῆς ἔγραψε περὶ τῆς ἐπιτηδείου τροφῆς τοῖς καθαιρέσεως δεομένοις, ὡς εἴωθεν, ἐκ τοῦ παραδείγματος ἑνὸς ἑαυτῷ ὑπόμνησιν
12
ποιησάμενος τοῦ καθόλου πᾶσιν ἁρμόττοντος. ἔστι δὲ τούτοις καθόλου τροφὰς διδόναι μὴ τροφίμους, ὁποῖόν ἐστι τὸ χοίρειον κρέας, ἀλλ’ ὀλιγοτρόφους, ὁποῖόν ἐστι τὸ τῆς ὄϊος, ὅπερ ἐστὶ τοῦ προβάτου. καὶ ἡ μᾶζα δὲ τῶν ὀλιγοτρόφων ἐστί. διὰ τοῦτ’ οὖν ταύτης μὲν τὸ πλεῖστον, ὀλίγον δὲ τοῦ ἄρτου λαμβάνειν κελεύει.

Καθαιρέσεως σημεῖον τὴν· αὐτὴν ὥρην τῆς ἡμέρης φυλάσσειν, ἐξαπίνης γὰρ εἰρύεται.

Οὐκ ἄδηλόν ἐστι συνῆφθαι τὴν ῥῆσιν ταύτην τῇ προγεγραμμένῃ, καθ’ ἣν ἐδίδασκεν ὅντινα τρόπον χρὴ ποιεῖσθαι τὴν καθαίρεσιν. ὅπως οὖν γνῶμεν εἰ τοῦ ποσοῦ τοῦ κατ’ αὐτὴν ἀκριβῶς ἐστοχασάμεθα, σημεῖον νῦν γράφει τούτου. γέγονε δὲ ὁ λόγος οὗτος ἀσαφὴς, ὡς πρὸς ἡμᾶς διὰ τὸ, καθάπερ ἔφην ἤδη πολλάκις, οὐ πρὸς ἔκδοσιν αὐτῷ

13
γεγράφθαι τὴν βίβλον ταύτην, ἀλλ’ εἰς ὑποτύπωσίν τε καὶ παρασκευὴν ἑαυτῷ πρὸς ἔκδοσιν δὲ γράφων οὕτως εἶπεν ἂν πάντως ἥντινα λέγει τῆς ἡμέρας ὥραν, τὴν αὐτὴν ἐν ᾗ τὸ τῆς καθαιρέσεως σημεῖον ἐπιτηρεῖν χρή. μὴ γράψαντος οὖν αὐτοῦ τί ἂν ἄλλο τις ἀκούειν ἔχοι πιθανώτερον ἢ ὅτι τὴν αὐτὴν ὥραν τῆς ἡμέρας, ἄγοντες ἐπὶ τὰ γυμνάσια τὸν τῆς καθαιρέσεως χρῄζοντα, παραφυλάξωμεν ὡς ἐκέλευε; μή τι γὰρ ἐξαπίνης εἰρύεται, τουτέστι συμπίπτειν μὲν τὸν ὄγκον τοῦ σώματος, καταπίπτειν δὲ καὶ ἀῤῥωστεῖν τὴν δύναμιν. ἄντικρυς μὲν γὰρ ἕλκεσθαι σημαίνει τὸ εἰρύεσθαι. δύναται δ’ ἀπ’ ἐκείνου κᾀπὶ ταῦτα μεταφέρεσθαι, διὰ τὴν τῶν πραγμάτων φύσιν, ὑπὲρ ὧν ὁ λόγος ἐστίν. οἷς, ὡς ἔφην πολλάκις, ἐν ταῖς ἀσαφέσιν ἑρμηνείαις, ἃ φθάνομεν αὐτοὶ γινώσκειν ἐφαρμόττομεν. ἔνιοι δ’ ἀντὶ τοῦ εἰρύεται γράφουσιν ἐρείπεται, σαφεστέραν τὴν δήλωσιν τοῦ πράγματος ἐκ τῆς λέξεως ταύτης ἐλπίσαντες ἔσεσθαι. ἀλλ’ ἥ γε παλαιὰ γραφὴ τὴν εἰρύεται φωνὴν ἔχει.

14
Ἀφεῖναι τῶν πόνων, ἢ ῥυήσεται. Κᾀνταῦθα γράφουσί τινες ὑφεῖναι τῶν πόνων, ἢ ῥυήσεται.

ἡ δ’ οὖν τοῦ λόγου δύναμίς ἐστι τοιάδε. πᾶσα κένωσις ἐὰν μὴ κατὰ βραχὺ γένηται, τήν τε δύναμιν καταλύει καὶ τὴν τοῦ σώματος ἕξιν ἀθρόως διαφορεῖ. διὰ τοῦτ’ οὖν ἔνιοι μὲν ἔγραψαν ὑφεῖναι τῶν πόνων, ἢ ῥυήσεται, τὴν ἀθρόαν κένωσιν ἐκ τοῦ ῥυήσεσθαί γε δηλοῦσθαι βουλόμενοι. τινὲς δὲ ᾗ εἰρύεται γράφουσι, προστιθέντες τὸ ἦτα καὶ περισπῶντες καὶ μετὰ ι ὑπογράφοντες, ἵνα σημαίνηται τῶν πόνων ὑφεῖναι ἢ ὑφιέναι, καθότι ἂν εἰρύηται ὁ ἄνθρωπος. αὐτὸ δὲ τὸ εἰρύεσθαι κατά τε τῆς τοῦ σώματος συμπτώσεως καὶ κατὰ τῆς ἐν τῇ δυνάμει καταπτώσεως εἰρηκέναι φασὶν, ὡς γενέσθαι τὸν λόγον τοιοῦτον. ὑφεῖναι τῶν πόνων, ὁπόταν ἥ τε δύναμις καταπίπτῃ καὶ τὸ σῶμα διαφορῆται. καὶ μέντοι καὶ οἱ τὸ ἐρείψεται γράφοντες,

15
ἐπὶ τὴν τῆς δυνάμεως κατάπτωσιν φέρουσι τὸν λόγον.

Ὁμοίως γὰρ ὅλον συμπίπτει.

Τῇ προγεγραμμένῃ ῥήσει ταύτην ἐφεξῆς εὗρον ἐν τοῖς παλαιοῖς ἀντιγράφοις πάλιν. ἴσασι δὲ αὐτὴν οὕτως ἔχουσαν καὶ οἱ παλαιοὶ τῶν ἐξηγητῶν. καὶ μέντοι καὶ τῶν νεωτέρων οἱ περὶ Σαβῖνον, οὐ μὴν εἰρήκασί γέ τινα ἐξήγησιν εἰς αὐτήν. ὅλην γὰρ τὴν προκειμένην ῥῆσιν προσγράψαντες, εἶτ’ ἐξηγησάμενοι τὰ κατὰ μέρος ἐν αὐτῇ, ταύτης τῆς λέξεως τὴν ἐξήγησιν οὐκ εἶπον, ὥσπερ οὐδὲ Ζεῦξις ἐκ τῶν παλαιῶν ἐξηγητῶν εἶς ὢν καὶ αὐτός. ἔνιοι δέ φασιν εἰρῆσθαι πρὸς Ἱπποκράτους. τὸ ὁμοίως γὰρ συμπίπτει, τοιοῦτόν τι δηλοῦν βουλομένου, ὥσπερ ἡ πλήρωσις βλάπτει καὶ διὰ τοῦτο δεῖ καθαιρεῖν αὐτὴν, οὕτω καὶ ἡ περαιτέρω τοῦ προσήκοντος κένωσίς ἐστι βλαβερὰ,

16
παραπλησίως τῇ πληρώσει. συμπίπτει γὰρ ὑπ’ αὐτῆς τὸ σῶμα βλαβερῶς, ὡς ἐπὶ τῆς πληρώσεως εἰς ὄγκον αἴρεται. μεμψάμενοι δ’ ἔνιοι τὴν ἐξήγησιν ταύτην ὡς ἀπίθανον, ἤτοι οὐδ’ ὅλως ἔγραψαν τὸ μέρος τοῦτο τῆς ῥήσεως ἢ μετέγραψαν εἰς τήνδε τὴν λέξιν, ἀθρόως γὰρ ἂν ῥυήσεται, παρακελεύεσθαι βουλόμενοι τὸν Ἱπποκράτην προσέχειν ἡμᾶς ἀκριβῶς τῇ καθαιρέσει τοῦ σώματος. ἀθρόως γὰρ αὐτοῖς γίνεσθαι διαφορεῖσθαι καὶ ῥεῖν ἐν τοῖς γυμνασίοις, ὅταν ἐφεξῆς ἡμέραις πολλαῖς ἐπιμείνῃ τις γυμνάζων μὲν αὐτὸν ἀξιολόγως, διαιτῶν δὲ λεπτῶς.

Ὅταν δ’ ἤδη συμπέσωσι προσάγειν ὕεια ὀπτά.

Διὰ τῶν προειρημένων ἀξιοῖ φυλάττεσθαι τὴν ἄμετρον καθαίρεσιν. ἐπεὶ δ’ ἔσθ’ ὅτε συμβαίνει περιπίπτειν ἀκουσίως, βούλεται καὶ πρὸς ταῦτα χρῆν παρεσκευάσθαι τὸν ἰατρόν. ἐάν ποτε καθαίρεσις ἀθρόα γένηται, διδόναι τηνικαῦτα

17
συμβουλεύει κρέα ὕεια ὀπτά· κρέα μὲν ὕεια, διότι πολύτροφα, τὰ δὲ ὀπτὰ, διότι στερεὰν καὶ συνηγμένην εἰς ὀλίγον ὄγκον, οὐχ ὑγρὰν οὐδὲ πλαδαρὰν ἐργάζεται τὴν σάρκα. τινὲς δὲ ἀντὶ τοῦ προσάγειν προσφέρειν ὕεια ὀπτὰ γράφουσι, τὴν αὐτὴν μὲν φυλάττοντες ἔννοιαν, ὡς κυριωτέρῳ δὲ ῥήματι τῷ προσφέρειν ἀντὶ τοῦ προσάγειν χρώμενοι.

Ὅταν δὲ πληρῶνται, σημεῖον αὖθις, τὸ σῶμα ἀνθηρὸν γίνεται.

Καὶ τοῦτ’ αὐτὸ διὰ βραχέων ὑπεγράψατο, κοινὸν ἁπάσης ἀνατρέψεως ὑπάρχον σημεῖον. ἀνθηρὸν γὰρ γίνεται τὸ σῶμα κατά τε τὰ γυμνάσια καὶ ἄλλως τοῖς ἐξ αἵματος χρηστοῦ τὴν ἀνάτρεψιν ἴσχουσιν.

18
Ἐν γυμνασίοισι σημεῖον ὁ ἱδρὼς ὁ στάγδην ῥέων ἔξεισιν ὥσπερ ἐξ ὀχετῶν ἢ σύμπτωσις ἐξ ἐπάρσιος.

Λείπει κᾀνταῦθα τῇ λέξει τὸ συμπτώσεως ἢ καθαιρέσεως ἤ τι τοιοῦτον. διὸ καί τινες οὐκ ὤκνησαν αὐτὸ προσθέντες ὡς γεγραμμένον οὕτως ἐξ ἀρχῆς ἐξηγεῖσθαι, τοιάνδε τὴν λέξιν ποιήσαντες. ἐν γυμνασίοις σημεῖον συμπτώσεως ὁ ἱδρὼς ὁ ῥέων ὥσπερ ἐξ ὀχετῶν, ἐφεξῆς δ’ ἄλλο σημεῖον γίνεσθαι τὴν ἀθρόαν σύμπτωσιν ἐξ ἐπάρσεως. χρὴ γὰρ κᾀνταῦθα προσυπακοῦσαι τὸ ἀθρόον, εἰ καὶ μὴ γέγραπται νῦν, ἔμπροσθεν εἰρηκότος αὐτοῦ, ἐξαπίνης γὰρ εἰρύεται. ὅτι δὲ ταῦτα διαφορουμένου τοῦ σώματος ἀμέτρως γίνεται πρόδηλον.

Ἡ γυνὴ, ἣν τὸ πρῶτον ἐθεράπευσα ἐν Κρανῶνι, ὁ σπλὴν
19
μέγας φύσει, πυρετὸς καυσώδης, ἐξέρυθρος, πνεῦμα δεκάτῃ, ἱδρὼς, τὰ πολλὰ ἄνω, ἀτάρ τοι καὶ κάτω ιδ΄.

Οὐδὲν ἀξιόλογον ἐκ ταύτης τῆς ῥήσεως ἔνεστιν ἡμῖν μαθεῖν. θαυμάσαιμι δ’ ἂν εἰ καὶ αὐτὸς ὁ Ἱπποκράτης οὕτως ἔγραψεν ἄνευ τοῦ προσγράψαι τὰ οὖρα, ὡς εἴ γε προσεγέγραπτο πλέον ἂν ἐκ τούτου εἰς ἀνάμνησιν ἔσχε τι, πρὸς ἡμᾶς δ’ ἐξ ἐπιμέτρου. καὶ τοῦτ’ ἔστιν ἀσαφὲς τό τε κατὰ τὴν ἀρχὴν τῆς ῥήσεως γεγραμμένον, ἣν τὸ πρῶτον ἐθεράπευσα. ζητήσεως γὰρ ἄξιόν ἐστι πότερον ἑαυτοῦ χάριν ὡς ὀνομάτων καὶ τόπων ἐν οἷς οἱ νοσοῦντες κατέκειντο μνημονεύειν εἴωθεν, οὕτω καὶ νῦν προσέγραψεν, ἣν τὸ πρῶτον ἐθεράπευσα, διὰ τὸ μεμνῆσθαι τὸ ὄνομα τῆς γυναικὸς, ἢ δηλωτικόν ἐστι τοῦ νῦν ἐξ ὑποστροφῆς νοσῆσαι τὸν ἄνθρωπον, οὕτω δὲ καὶ τὸ πνεῦμα, τὸ τῇ δεκάτῃ τῶν ἡμερῶν γεγονέναι γεγραμμένον, ἀσαφές ἐστιν εἴτε δύσπνοιαν ἁπλῶς σημαίνει ἡντινοῦν εἴτε μόνον τὸ δεδιωγμένον καὶ

20
μέγα πυκνὸν εἶδος τῆς δυσπνοίας. ἔνιοι δὲ καὶ τὸ κατὰ τὴν γαστέρα πνεῦμα πλέον ἠθροῖσθαι νομίζουσιν ἐκ τῆς λέξεως δηλοῦσθαι. ταῦτα μὲν οὖν κατὰ τὴν λέξιν ἔχει τὴν ἀσάφειαν, ἄλλα δὲ κατὰ μόνην τὴν διάνοιαν. πότερον γὰρ ἐπὶ μόνῳ τῷ σπληνὶ πάσχοντι συνέβη τὴν γυναῖκα καὶ πυρετὸν καυσώδη ἔχειν καὶ τὴν δύσπνοιαν ἢ τὴν ἐμπνευμάτωσιν τῆς γαστρὸς, ἐξέρυθρόν τε τὴν χρόαν, ἢ καί τις ἄλλη πυρετώδης αὐτῇ διάθεσις ἐγένετο, δι’ ἣν ταῦτα συνέπεσεν, ἄδηλόν ἐστι. μέγιστον δ’, ὡς ἔφην, τὸ μὴ γινώσκειν ἡμᾶς ὁποῖα τὰ οὖρα μέχρι κρίσεως ἐγένετο καὶ διὰ τί κατὰ τὴν δεκάτην ἡμέραν. ἐπεσήμηναν οἱ ἱδρῶτες. εἴωθε γὰρ αὐτὸς ἐν αἷς ἡμέραις οἱ παροξυσμοὶ σφοδρότεροι γίνονται προσγράφειν, ἵν’ εἰδῶμεν ὡς ἐκ πολλῆς τῆς τῶν κατὰ μέρος πείρας ἤθροισε τὴν ἐμπειρίαν, ἀφ’ ἧς ἀπεφήνατο καθόλου περὶ πάντων νοσημάτων, ὧν οἱ παροξυσμοὶ ἐν περισσαῖς ἡμέραις γίνονται, τούτων καὶ τὰς κρίσεις ἐν περισσαῖς ἡμέραις ἀποτελεῖσθαι. ὃ δὲ πάντων ἐστὶν
21
ἀτοπώτατον ἐν τῇ προκειμένῃ ῥήσει καὶ δὴ φράσω, πότερον ἀπέθανεν ἢ ὑγίανεν ἡ γυνὴ, παραλελεῖφθαι. διὸ καὶ τὸ μεταξὺ ταύτης τε καὶ τῆς μετὰ ταύτην γεγραμμένης τὸ ἧσσον, ἔνιοι μὲν ταύτῃ προστιθέασιν, ἔνιοι δὲ ἐκείνης ἡγούμενον ποιοῦσιν. εἰ μὲν οὖν ἐγέγραπτο κατὰ τὴν ιδ΄ ἐπ’ ἀγαθῷ κεκρίσθαι τὴν γυναῖκα, λόγον ἂν εἶχε μὴ προσγράφειν ταύτῃ τῇ ῥήσει τὸ ἧσσον. εἰρηκὼς γὰρ ἐν τῇ δεκάτῃ ἡμερῶν ἱδρῶτας γεγονέναι τῇ γυναικὶ τὰ πολλὰ ἄνω, κᾄπειθ’ ἑξῆς ἐπιφέρων, ἀτάρ τοι καὶ κάτω τεσσαρεσκαιδεκάτῃ, πῶς ἂν ἔτι προσέγραψε τὸ ἧσσον, εἴπερ ὅλως ἐσώθη τὸ γύναιον. εὔλογον οὖν ἐστι μᾶλλον ἐκταθῆναι δι’ ὅλου τοῦ σώματος τοὺς ἱδρῶτας, ἀγαθῆς τῆς κρίσεως γενομένης. ἐάν τ’ αὖ πάλιν ὑπόθηταί τις ἐπὶ κακῷ γεγονέναι τοὺς ἱδρῶτας, ἀποθανούσης τῆς γυναικὸς, τὸ ἧσσον εὐλόγως ἐπὶ τῇ τελευτῇ τάξει τῆς προκειμένης ῥήσεως, ἵν’ ᾖ τὸ λεγόμενον, ἵδρωσε μὲν καὶ τῇ δεκάτῃ τὰ ἄνω μᾶλλον, ἀτάρ τοι καὶ κάτῳ, ἵδρωσε δὲ καὶ τῇ τεσσαρεσκαιδεκάτῃ ἧσσον τὰ
22
κάτω. ἐπὶ τὴν ἑξῆς οὖν ῥῆσιν ἤδη μεταβῶμεν. ἴσως γὰρ ἐν ἐκείνῃ τὶ σαφέστερον εὑρήσομεν ὁποτέρᾳ χρὴ συντάσσειν τὸ ἧσσον, εἴτε τῇ νῦν προκειμένῃ κατὰ τὴν τελευτὴν εἴτε τῇ μετ’ αὐτὴν ἐπὶ τῆς ἀρχῆς.

Ἧσσον τοῖς ἀπὸ κεφαλῆς κορυζώδεσι καὶ βραγχώδεσιν, ἐπιπυρετήνασιν, ὡς οἶμαι, ὑποστροφαί.

Ὑπακοῦσαι χρὴ παυσαμένου τοῦ πυρετοῦ. πῶς γὰρ ἂν ἄλλως ἧττον αὐτοῖς εἶναι νομίσωμεν ὑποστροφὰς, ἢν μὴ παύσαιτο πρότερον; εἰ δ’ ἀφέλοιμεν τὸ ἧσσον ἀπὸ ταύτης τῆς ῥήσεως, ὡς ἐνίοις ἔδοξεν, ὕστατον τοῖς προηγουμένοις αὐτὸ τάξασι, τὴν ἐναντίαν τῇδε διάνοιαν ὁ λόγος ἕξει τοῖς ἀπὸ κεφαλῆς κορυζώδεσι καὶ βραγχώδεσιν ἐπὶ πυρετῄνασιν ὑποστροφὰς γίνεσθαι νοσούντων ἡμῶν. ὅπερ οὖν ἐν ἅπασι ποιοῦμεν, οὐ τῇ τοῦ λόγου πιθανότητι τὰ ζητούμενα διορίζοντες,

23
ἀλλὰ τοῖς ἐναργῶς ἐπὶ τῶν ἀῤῥώστων ὁρωμένοις, ἐὰν καὶ νῦν ποιήσωμεν, εὑρήσομεν ὀρθῶς προτεταγμένον τῆς ῥήσεως τῆσδε τὸ ἧσσον. ὁ γὰρ πυρετὸς ἐπιγενόμενος κορύζαις καὶ βράγχοις βεβαιοτέραν αὐτῶν ποιεῖται πέψιν, ὡς μηκέτ’ αὖ ὑποστροφὴν γίνεσθαι ῥᾳδίως, μηδ’ ἂν ἁμάρτωσί τι, τῶν ἄλλως τοῦ πυρέττειν ἄνευ τοιαύτης αἰτίας ὑποστροφαῖς ἁλισκομένων ἐπὶ τοῖς ἁμαρτήμασι. διὰ τί δὲ πρόσκειται τῷ λόγῳ τοῖς ἀπὸ κεφαλῆς κορυζώδεσιν; οὐ γὰρ δὴ ἀπ’ ἄλλου τινὸς γίνονται μορίου κορυζώδεις. ἐγχωρεῖ μὲν οὖν καὶ οὕτως εἰρῆσθαι τὸν λόγον ὡς κατὰ τήνδε τὴν ῥῆσιν εἴρηται, σπόνδυλοι δὲ οἱ κατὰ ῥάχιν, ἐγχωρεῖ δὲ, διότι τῶν βραγχωδῶν ἐν αὐτοῖς ἐμνημόνευσε, προσθεῖναι τὸ ἀπὸ κεφαλῆς, ἐπειδὴ καὶ ἄλλως γίνονται βράγχοι. δυνατὸν δὲ καὶ τοῖς ἀπὸ κεφαλῆς εἰρῆσθαι, γράψαντος αὐτοῦ πρὸς ἀνάμνησιν ἑαυτῷ συντόμως, ἕνεκα διορισμοῦ πρὸς τὰς ἀπό τινος ἔξωθεν αἰτίας μικρὰς γινομένας
24
κορύζας, ἵν’ ἐνδείξηται περὶ τούτων εἶναι τὸν λόγον, ὅσοι διὰ φυσικὴν ἀσθένειαν τῆς κεφαλῆς ἑτοίμως ἁλίσκονται τῷ παθήματι. τούτους γὰρ ἄν τις εἰκότως ἀπὸ κεφαλῆς ὀνομάζοι κορυζώδεις οὐκ ἀπὸ ψύξεως ἢ ἐγκαύσεως ἤ τινος ἁπλῶς ἔξωθεν αἰτίας. τὸ δ’, οἶμαι, κατά τινα τῶν ἀντιγράφων πρόσκειται δηλοῦν ἐπαμφιβάλλειν αὐτὸν ὑπὲρ ὧν ἀπεφήνατο. λόγον δ’ ἔχει καὶ χωρὶς τοῦ, οἶμαι, γράφειν, ἀληθοῦς γε ὄντος τοῦ λεγομένου. διὰ δὲ τῆς ἐφεξῆς γεγραμμένης ῥήσεως ἀπόδειξιν ὧν ὀρθῶς ἀπεφήνατο προσέθηκεν. ἐπ’ αὐτὴν οὖν ἤδη μεταβῶμεν.