In Hippocratis Epidemiarum I
Galen
Galen, In Hippocratis Epidemiarum I
Ὁ φρενιτικὸς τῇ πρώτῃ κατακλιθεὶς ἤμεσε ἰώδεα, πολλὰ, λεπτὰ, πυρετὸς φρικώδης, πολὺς ἱδρὼς, ξυνεχὴς διόλου, κεφαλῆς καὶ τραχήλου βάρος μετὰ ὀδύνης, οὖρα λεπτὰ, ἐναιωρήματα σμικρὰ, διεσπασμένα, οὐχ ἵδρωσεν. ἀπὸ δὲ κοιλίης ἐξεκόπρισεν ἀθρόα, πολλὰ παρέκρουσεν, οὐδὲν ὕπνωσεν. δευτέρᾳ πρωῒ ἄφωνος, πυρετὸς ὀξὺς, ἵδρωσεν,760οὐ διέλιπεν, παλμοὶ δι’ ὅλου τοῦ σώματος, νυκτὸς σπασμοί. τρίτῃ παρωξύνθη πάντα, τετάρτῃ ἀπέθανεν.
Οὗτος ὁ ἄῤῥωστος ὀξυτάτης φρενίτιδός ἐστι παράδειγμα κατὰ τὴν πρώτην ἡμέραν εὐθέως συνεισβαλλούσης τῷ πυρετῷ καὶ πάντα γε ἐθεασάμην ἐντὸς τῆς ζ΄ ἡμέρας, ἀποθανόντας τοὺς οὕτω φρενιτίσαντας. ὀλίγοι δὲ πάνυ καὶ σπάνιοι ταύτην ὑπερέβαλον. ἄξιον δὲ θαυμάσαι τὴν τῶν τοιούτων νοσημάτων γένεσιν, ὅπως ἐξαίφνης ἐπιτίθεται τοῖς ἀμέμπτως ὑγιαίνουσιν. οὐ γὰρ δὴ ὥσπερ ἐξαιφνίδιος ἡ γένεσις αὐτῶν ἐστιν, οὕτω καὶ ἡ τῆς γενέσεως αἰτία, καθάπερ εἰ καὶ φάρμακον ἔλαβε θανάσιμον ὁ ἄνθρωπος, ἤ τι τῶν χαλεπωτάτων θηρίων ἔδακεν αὐτὸν, ἀλλὰ κατὰ βραχύ πως ηὔξησαν ἐν τῷ σώματι τὴν τὰ τοιαῦτα πάθη δυναμένην αἰτίαν ἐργάσασθαι, καθάπερ ἐπὶ τῶν λυσσοδήκτων συμβαίνει. πρόδηλον γὰρ ὅτι κᾀκείνοις οὐκ ἀργῶν οὐδ’ ἡσυχάζων ὁ τοῦ κυνὸς ἰὸς, οὐδὲν ἑαυτῷ γνώρισμα παρέχει πολλῶν ἐφεξῆς ἐνίοτε μηνῶν. ἐξαίφνης δ’ αὐτοῖς
Ἐν Λαρίσσῃ φαλακρὸς μηρὸν δεξιὸν ἐπόνεσε ἐξαίφνης, τῶν δὲ προσφερομένων οὐδὲν ὠφέλει. τῇ πρώτῃ πυρετὸς ὀξὺς, καυσώδης, ἀτρεμέως εἶχεν, οἱ δὲ πόνοι παρείποντο. δευτέρᾳ τοῦ μηροῦ μὲν ὑφίεσαν οἱ πόνοι, ὁ δὲ πυρετὸς ἐπέτεινεν, ὑπεδυσφόρει, οὐκ ἐκοιμᾶτο, ἄκρεα ψυχρὰ, οὔρων πλῆθος διῄει οὐ χρηστῶν. τρίτῃ τοῦ μηροῦ μὲν ὁ πόνος ἐπαύσατο, παρακοπὴ δὲ τῆς γνώμης καὶ ταραχὴ καὶ πολὺς βληστρισμός. τετάρτῃ περὶ μέσην ἡμέρην ἔθανεν ὀξυτάτως.
Τοῦτόν τις τὸν ἄῤῥωστον ἀναγνοὺς, ἐὰν μὴ προσέχῃ τὸν νοῦν ἀκριβῶς τοῖς εἰρημένοις, δῆλος ἔσται πρὸς ἅπαν ἄλγημα προσχὼν οὔτε προπετῶς δειλὸς οὔτε θαῤῥαλέος ἀλογίστως. ἀλλ’ ὅταν γε ὁτιοῦν μέρος ἀλγῆσαι τύχῃ, πρῶτον μὲν ἐπίσκεψαι μή τι τῶν ἔξωθεν αἰτίων ἐγένετο. καὶ γὰρ ἐν κινήσεσί γέ τισι λεληθότως ἐβλάβησαν ἔνιοι καὶ καθ’ ὕπνον οὐκ ἐπιτηδείως ἐσχηματισμένον τι μόριον ἔχοντες, ἔν τε περιαγωγαῖς τισι καὶ περιστροφαῖς ἐξαιφνιδίοις τὰ μόρια ἐῤῥιγῶτα καὶ προκατεψυγμένα, σπάσμασί τε καὶ τίλμασιν ἁλισκόμενα, μεγίστας ὀδύνας φέρει, καθάπερ γε καὶ τὰ ῥήγματα πολλοῖς ἐπώδυνα γίνεται καὶ μᾶλλον ὅσοι ξηροὶ τὴν κρᾶσιν εἰσί. καὶ τούτων ἔτι μᾶλλον, ἐὰν παρηβῶντες ἢ γέροντες ὦσιν. ὅταν οὖν μηδὲν τοιοῦτον φαίνηται τῆς ὀδύνης αἴτιον, ἑξῆς ἐπίσκεψαι τὴν προηγησαμένην δίαιταν, εἰ ἀργοτέρα παρὰ τὸ ἔθος ἐστὶν, ἢ σιτίοις ἐχρήσατο πλείοσιν ὁ ἄνθρωπος πολυτρόφοις, εἰ συνήθων ἐκκρίσεων ἐπίσχεσις αὐτῷ γέγονεν. εἰ γάρ τι τοιούτων ἢ καὶ παντάπασι φαίνεται πλῆθος αἴτιον τῆς ὀδύνης ἡγησάμενον,
Ἐν Ἀβδήροισι Περικλέα πυρετὸς ἔλαβεν ὀξὺς, συνεχὴς μετὰ πόνου, δίψα πολλὴ, ἄση, ποτὸν κατέχειν οὐκ ἠδύνατο, ἦν δὲ ὑπόσπληνός τε καὶ καρηβαρικός. τῇ πρώτῃ ᾑμοῤῥάγησεν ἐξ ἀριστεροῦ. πολὺς μέντοι ὁ πυρετὸς ἐπέτεινεν, οὔρησε πολὺ, θολερὸν, λευκὸν, κείμενον οὐ καθίστατο. δευτέρᾳ πάντα παρωξύνθη, τι μέντοι οὖρα παχέα μὲν ἦν, ἱδρυμένα δὲ μᾶλλον. καὶ τὰ περὶ τὴν ἄσην ἐκούφισεν, ἐκοιμήθη. τρίτῃ πυρετὸς ἐμαλάχθη, οὔρων πλῆθος, πέπονα, πολλὴν ὑπόστασιν ἔχοντα,767νύκτα δι’ ἡσυχίης. τετάρτῃ περὶ μέσον ἡμέρης ἵδρωσε πολλῷ θερμῷ διόλου, ἄπυρος. ἐκρίθη, οὐδ’ ὑπέστρεψεν ὀξύ.
Οὗτος ὁ ἄῤῥωστος παράδειγμά ἐστι νοσήματος ὀξυτάτου, φοβεροῦ μὲν τοῖς μὴ τεχνίταις, ἐν τάχει δὲ κριθησομένου τοῖς ἐπιστήμοσιν. ὅπου γὰρ ὑπόσπληνος ὢν εὐθὺς μὲν ἐν τῇ πρώτῃ τῶν ἡμερῶν ᾑμοῤῥάγησεν ἐξ ἀριστεροῦ μυκτῆρος πολὺ, τὰ δ’ οὖρα παχέα μὲν ἦν καὶ ἀκατάστατα, λευκὰ δὲ κατὰ τὴν χρόαν, ἐν δὲ τῇ β΄ τῶν ἡμερῶν ἱδρύετο, μᾶλλον ἐλπὶς ἦν ἀγαθὴ περὶ τὸν κάμνοντα, παυσαμένης δὲ καὶ τῆς ἄσης αὐτῷ κατὰ τὴν β΄ τῶν ἡμερῶν καὶ ὕπνων γενομένων, ἔτι καὶ μᾶλλον ἐλπίσαι βεβαιότερον ἐν τάχει σωθήσεσθαι τὸν ἄνθρωπον. ἐπὶ δὲ τῆς γ΄ ἡμέρας καλλίστων τε ἅμα καὶ πλείστων οὔρων γενομένων ἐναργὲς ἦν ἤδη τὸ κατὰ τὴν τετάρτην ἡμέραν τοῦ νοσήματος ἀπαλλαγήσεσθαι τῆς νόσου τὸν ἄνθρωπον.
Ἐν Ἀβδήροισι τὴν παρθένον,ἣ κατέκειτο ἐπὶ τῆς εἰσόδου, πυρετὸς ὀξὺς καὶ καυσώδης ἔλαβε. ἦν δὲ διψώδης καὶ ἄγρυπνος, κατέβη δὲ τὰ γυναικεῖα πρῶτον αὐτῇ. ἕκτῃ ἄση πολλὴ, ἔρευθος, φοινικώδης, ἀλύουσα. ἑβδόμῃ διὰ τῶν αὐτῶν, οὖρα λεπτὰ μὲν, εὔχροα δὲ, τὰ περὶ τὴν κοιλίαν οὐκ ἐνώχλει. ὀγδόῃ κώφωσις, πυρετὸς ὀξὺς, ἄγρυπνος, ἀσώδης, φρικώδης, κατενόει, οὖρα ὅμοια. ἐνάτῃ διὰ τῶν αὐτῶν καὶ τὰς ἑπομένας, οὕτως ἡ κώφωσις παρέμεινε. τεσσαρεσκαιδεκάτῃ τὰ τῆς γνώμης ταραχώδεα, ὁ πυρετὸς ξυνέδωκεν. ἑπτακαιδεκάτῃ διὰ τῶν ῥινῶν ἐῤῥύη πολὺ, ἡ κώφωσις σμικρὰ ξυνέδωκε καὶ καθ’ ἡμέρας τὰς ἑπομένας ἄση, κωφότης ἐνῆν καὶ παράληρος. εἰκοστῇ ποδῶν ὀδύνη, κωφότης, παράληρος, ἀπέλιπεν, ᾑμοῤῥάγησε σμικρὰ διὰ ῥινῶν, ἵδρωσεν, ἄπυρος. εἰκοστῇ τετάρτῃ ὁ πυρετὸς ὑπέστρεψεν, κώφωσις πάλιν, ποδῶν ὀδύνη παρέμεινε, παρακοπή. εἰκοστῇ ἑβδόμῃ769ἵδρωσε πολλὰ ἄπυρος, ἡ κώφωσις παρέλιπεν, ἡ τῶν ποδῶν ὑπέμεινεν ὀδύνη. τὰ δ’ ἄλλα τελέως ἐκρίθη.
Αὕτη φαίνεται πληθωρικῶς νοσῆσαι καὶ ὅσον γε ἐπὶ τοῖς ἀπ’ ἀρχῆς αὐτῇ προσπεσοῦσι κᾂν ἔδεισέ τις ὥσπερ τεθνηξομένης. ἡ δὲ τῶν οὔρων εὔχροια μέγιστον σημεῖον ἐπὶ τοῖς πληθωρικῶς νοσοῦσι. ἐπεὶ δ’ οὐκ ἦν παχέα, χρονιωτέραν ἐδήλου τὴν νόσον ἔσεσθαι. φαίνονται δὲ ὥσπερ ἐπὶ πάντων τῶν ἀῤῥώστων οὕτως κᾀνταῦθα τῶν κρισίμων ἡμερῶν περίοδοι σώζεσθαι, καὶ μέντοι καὶ ἡ φύσις ἐν αὐτῇ φαίνεται, κρίσιμα σημεῖά τε καὶ συμπτώματα προδεικνύουσα.
Ἐν Ἀβδήροισιν Ἀναξίωνα, ὃς κατέκειτο παρὰ τὰς Θρηικίας πύλας, πυρετὸς ὀξὺς ἔλαβε, πλευροῦ δεξιοῦ ὀδύνη ξυνεχὴς, ἔβησσε ξηρὴ, οὐδ’ ἔπτυε τὰς πρώτας, διψώδης, ἄγρυπνος, οὖρα εὔχροα, πολλὰ, λεπτά. ἕκτῃ παράληρος,770πρὸς δὲ τὰ θερμάσματα οὐδὲν ἐνεδίδου, ἑβδόμῃ ἐπίπονος, ὁ γὰρ πυρετὸς ἐπέτεινεν, οἵ τε πόνοι οὐ ξυνεδίδοσαν, αἵ τε βῆχες ξυνώχλουν, δύσπνοός τε ἦν. ὀγδόῃ ἀγκῶνα ἔτεμον, ἐῤῥύη πολλὸν οἶον δεῖ, ξυνέδωκαν μὲν οἱ πόνοι, αἱ μέντοι βῆχες ξηραὶ παρείποντο. ἑνδεκάτῃ ξυνέδωκαν οἱ πυρετοὶ, σμικρὰ περὶ κεφαλὴν ἵδρωσεν, ἔτι βῆχες καὶ τὰ ἀπὸ πνεύμονος ὑγρότερα. ἑπτακαιδεκάτῃ ἤρξατο σμικρὰ, πέπονα πτύειν, ἐκουφίσθη, διψώδης ἦν καὶ τῶν ἀπὸ πνεύμονος οὐ χρησταὶ αἱ καθάρσιες. εἰκοστῇ ἵδρωσεν ἄπυρος, μετὰ δὲ κρίσιν ἐκουφίσθη. εἰκοστῇ ἑβδόμῃ ὁ πυρετὸς ὑπέστρεφεν, ἔβησσεν, ἀνῆγε πέπονα πολλὰ, οὔροισιν ὑπόστασις πολλὴ, λευκὴ, ἄδιψος ἐγένετο, ὕπνοι. τριακοστῇ τετάρτῃ ἵδρωσε διόλου, ἄπυρος, ἐκρίθη πάντα.
Ἐπὶ τούτου μόνου τοῦ ἀῤῥώστου ἐν τῷ α΄ τε καὶ τῷ γ΄ βιβλίῳ τῶν γεγραμμένων ἀῤῥώστων ἐμνημόνευσε φλεβοτομίας
Ἐν Ἀβδήροις Ἡρόπυτος κεφαλὴν ἐπιπόνως εἶχεν ὀρθοστάδην, οὐ πολλῷ δὲ χρόνῳ ὕστερον κατεκλίθη, ᾤκει πλησίον τῆς ἄνω ἀγωγῆς, πυρετὸς ἔλαβε καυσώδης, ὀξὺς, ἔμετοι τὸ κατ’ ἀρχὰς πολλῶν χολωδέων, διψώδης, πολλὴ δυσφορίη, οὖρα λεπτὰ, μέλανα, ἐναιώρημα μετέωρον, ὁτὲ μὲν, ὁτὲ δ’ οὔ. νύκτα ἐπιπόνως, πυρετὸς ἄλλοτε ἀλλοίως παροξυνόμενος, τὰ πλεῖστα ἀτάκτως. περὶ δὲ773τεσσαρεσκαιδεκάτην κώφωσις, οἱ πυρετοὶ ἐξέτεινον, οὖρα διὰ τῶν αὐτῶν. εἰκοστῇ πολλὰ παρέκρουσε καὶ τὰς ἑπομένας. τεσσαρακοστῇ διὰ ῥινῶν ᾑμοῤῥάγησε πολὺ καὶ κατενόει. μᾶλλον ἡ κώφωσις ἐνῆν μὲν, ἧσσον δὲ οἱ πυρετοὶ ξυνέδωκαν, ᾑμοῤῥάγει τὰς ἑπομένας πυκνὰ καὶ κατ’ ὀλίγον. περὶ δὲ τὴν ἑξηκοστὴν αἱ μὲν αἱμοῤῥαγίαι ἀπεπαύσαντο. ἰσχίου δὲ δεξιοῦ ὀδύνη ἰσχυρὴ καὶ οἱ πυρετοὶ ἐνέτεινον, οὐ πολλῷ δὲ χρόνῳ ὕστερον πόνοι τῶν κάτω πάντων. ξυνέπιπτε δὲ ἢ τοὺς πυρετοὺς εἶναι μείζους καὶ τὴν κώφωσιν πολλὴν, ἢ ταῦτα μὲν ὑφιέναι καὶ κουφίζειν, τῶν δὲ κάτω περὶ ἰσχία μείζους εἶναι τοὺς πόνους. ἤδη δὲ περὶ τὴν ὀγδοηκοστὴν ξυνέδωκε μὲν πάντα, ξυνέλιπε δὲ οὐδέν. οὖρά τε γὰρ εὔχροα καὶ πλείους ὑποστάσιας ἔχοντα κατέβαινεν, οἱ παράληροί τε μείους ἦσαν. περὶ δὲ ἑκατοστὴν ἡ κοιλίη πολλοῖσι χολώδεσιν ἐπεταράχθη καὶ εἴη χρόνον οὐκ ὀλίγον πολλὰ τοιαῦτα. καὶ πάλιν δυσεντεριώδεα μετὰ πόνου. τῶν δὲ ἄλλων774ῥᾳστώνη. τὸ δέ ξύνολον οἱ πυρετοὶ ἐξέλιπον καὶ ἡ κώφωσις ἐπαύσατο. ἐν ἑκατοστῇ τελέως ἐκρίθη καῦσος.
Οὗτος ὁ ἄνθρωπος ἄξιος μνήμης ἐξαρκέσας νοσήματι χαλεπῷ διὰ τὴν εὐρωστίαν τῆς δυνάμεως. ἀδύνατον γὰρ ἄλλως ἀντισχεῖν ἰσχυρῷ πάθει. καὶ πάντως ἦν ἐν τοῖς σφυγμοῖς αὐτοῦ ῥώμη τε ἅμα καὶ πάντα τἄλλα τὰ κατὰ τὴν φύσιν σωζόμενα. καί μοι λέλεκται καὶ ἄλλοτε παραλελεῖφθαι τὸ μέρος τοῦτο τῆς ἐπὶ τῶν πυρεττόντων προγνώσεως τῷ Ἱπποκράτει. φαίνεται δ’ οὖν τῷ κάμνοντι καὶ τὰ περὶ τὴν ἀναπνοήν τε καὶ τὴν ὄρεξιν ἄμεμπτα γεγονέναι, μεγάλην ἔχοντα δύναμιν εἰς σωτηρίαν, ὡς αὐτὸς ἐδίδαξεν. ὁ πυρετὸς δ’ ἐν ἀρχῇ μὲν ὀξὺς εἰσέβαλεν, ἐξελύθη δ’ αὐτοῦ κατὰ τὸν ἑξῆς χρόνον ἡ ὀξύτης. ἔγραψε δ’ ἐπ’ αὐτοῦ, πυρετοὶ ἄλλοτε ἀλλοίως, παροξυνόμενοι τὰ πλεῖστα ἀτάκτως. ἓν δὲ μόνον ἐγένετο χαλεπὸν τῷ κάμνοντι σημεῖον, ἡ τῶν οὔρων λεπτότης τε καὶ μελανότης. διὸ καὶ πολλῷ χρόνῳ μόγις ἡ φύσις ἐκράτησε τοῦ νοσήματος, αἱμοῤῥαγίαν
Ἐν Ἀβδήροισι Νικόδημον ἐξ ἀφροδισίων καὶ πότων πυρετὸς ἔλαβε. ἀρχόμενος δὲ ἦν ἀσώδης καὶ καρδιαλγικὸς, διψώδης, γλώσση ἐπεκαύθη, οὖρα λεπτὰ, μέλανα. δευτέρᾳ ὁ πυρετὸς παρωξύνθη, φρικώδης, ἀσώδης, οὐκ ἐκοιμήθη, ἤμεσε χολώδεα, ξανθὰ, οὖρα ὅμοια, νύκτα δι’ ἡσυχίης, ὕπνωσε. τρίτῃ ὑφῆκε πάντα, ῥᾳστώνη δὲ ἦν περὶ ἡλίου δυσμὰς, πάλιν ὑπεδυσφόρει, νύκτα ἐπιπόνως. τετάρτῃ ῥῖγος, πυρετὸς πολὺς, πόνοι πάντων, οὖρα λεπτὰ, ἐναιώρημα, παρέκρουσε πολλά. ἑβδόμῃ ῥαστώνη,776ὀγδόῃ τὰ ἄλλα ξυνέδωκε πάντα. δεκάτῃ καὶ τὰς ἑπομένας ἐνῆσαν μὲν οἱ πόνοι, ἧσσον δὲ πάντες. οἱ δὲ παροξυσμοὶ καὶ οἱ πόνοι τουτέῳ διὰ τέλεος ἐν ἀρτίῃσιν ἦσαν μᾶλλον. εἰκοστῇ οὔρησε λευκὸν, πάχος εἶχε, κείμενον οὐ καθίστατο, ἵδρωσε πολλὰ, ἔδοξε ἄπυρος γενέσθαι. δείλης δὲ πάλιν ἐθερμάνθη καὶ οἱ αὐτοὶ πόνοι, φρίκη, δίψα, σμικρὰ παρέκρουσεν. εἰκοστῇ τετάρτῃ οὔρησε πολὺ λευκὸν, πολλὴν ὑπόστασιν ἔχον, ἵδρωσε πολλῷ θερμῷ διόλου, ἀπύρετος ἐκρίθη.
Καὶ αὐτὸς ὁ Ἱπποκράτης ἐπεσημήνατο λέγων, οἱ παροξυσμοὶ καὶ οἱ πόνοι ἐν ἀρτίῃσι. διὰ τοῦτο γοῦν ἐκρίθη μετὰ τὴν κ΄ ἡμέραν ἱδρῶτι. τὰ δὲ κατὰ μέρος ὁ μεμνημένος ἁπάντων, ὡς ἔμπροσθεν ἐξηγησάμην ἔν τε τούτῳ τῷ βιβλίῳ καὶ τοῖς πρὸ αὐτοῦ δυσὶ καὶ πρὸ τούτων τῷ προγνωστικῷ τε καὶ προῤῥητικῷ, δυνατὸς ἂν εἴη πάντ’ ἐξευρίσκειν αὐτός.
Ἐν Θάσῳ γυνὴ δυσάνιος, ἐκ λύπης μετὰ προφάσιος ὀρθοστάδην, ἐγένετο ἄγρυπνός τε καὶ ἄσιτος καὶ διψώδης ἦν καὶ ἀσώδης, ᾤκει δὲ πλησίον τῶν Πυλάδου ἐπὶ τοῦ λείου. τῇ πρώτῃ ἀρχομένης νυκτὸς φόβοι, λόγοι πολλοὶ, δυσθυμίη, πυρέτιον λεπτὸν, πρωῒ σπασμοὶ πολλοὶ, ὅτε δὲ διαλίποιεν οἱ σπασμοὶ οἱ πολλοὶ, παρέλεγεν, ἰσχυρομύθει, πολλοὶ πόνοι, μεγάλοι, ξυνεχέες. δευτέρᾳ διὰ τῶν αὐτῶν οὐδὲν ἐκοιμᾶτο, πυρετὸς ὀξύτερος. τρίτῃ οἱ μὲν σπασμοὶ ἀπέλιπον, κῶμα δὲ καὶ καταφορὴ καὶ πάλιν ἔγερσις ἀνίησε, κατέχειν οὐκ ἠδύνατο, παρέλεγε πολλὰ, πυρετὸς ὀξύς. ἐς νύκτα δὲ ταύτην ἵδρωσε πολλῷ θερμῷ διόλου, ἄπυρος ὕπνωσε, πάντα κατενόει, ἐκρίθη περὶ τὴν γ΄ ἡμέρην, οὖρα μέλανα, λεπτὰ, ἐναιώρημα δὲ ἐπὶ πολὺ στρογγύλον, οὐχ ἵδρυτο. περὶ δὲ κρίσιν γυναικεῖα πολλὰ κατέβη.
Τί ἡ δυσάνιος φωνὴ σημαίνει Κριτίας ἐδήλωσε γράψας ὧδε· δυσάνιος ἐστὶν ὅστις ἐπὶ τοῖς μικροῖς ἀνιᾶται καὶ ἐπὶ τοῖς μεγάλοις μᾶλλον ἢ οἱ ἄλλοι ἄνθρωποι καὶ πλείω χρόνον εἴη ἀνιαρὸς ἢ σκυθρωπὸς, νῦν ὑφ’ Ἱπποκράτους εἰρημένη δυσάνιος, παραμεινάσης αὐτῇ τῆς λύπης ἐπὶ πλείονα χρόνον, ὅπερ πάλιν μετ’ ὀλίγον ἐπὶ τῆς ἐν Κυζίκῳ τὰς διδύμους θυγατέρας τεκούσης ἔφη· σιγῶσα δὲ καὶ σκυθρωπὴ καὶ οὐ πειθομένη. θαυμάζω γε μὴν πῶς οὐ προσέγραψεν ἐπὶ τῆς γυναικὸς ταύτης ἤτοι γε ἐπεσχῆσθαι τὰ καταμήνια παντάπασιν ἢ μὴ τελέως γεγονέναι. φαίνεται γὰρ ὀξέως τε ἅμα καὶ πληθωρικῶς νοσῆσαι καὶ τῇ γ΄ τῶν ἡμερῶν εἰς νύκτα δι’ ἱδρώτων τε κριθῆναι καὶ καταμηνίων ἐκκρίσεως. ἀλλὰ καὶ μετὰ τὴν κρίσιν ἐκκενωθέντα πολλὰ βεβαίαν εἰργάσατο τὴν γενομένην ἀπαλλαγὴν τοῦ νοσήματος. ἡ δὲ τῶν οὔρων χρόα, καίτοι μέλαινα γενομένη χαλεπὸν οὐδὲν εἰργάσατο, διότι καταμηνίων ἐπίσχεσις ἦν μελαγχολικωτέρων, ἐφ’ οἷς εἰκότως ἡ γυνὴ δυσάνιος ἐγένετο καὶ φοβερὰ καὶ παρέκρουσεν ἐν μέρει ποτὲ καὶ κωματώδης γενομένη.
Ἐν Λαρίσσῃ τὴν παρθένον πυρετὸς ἔλαβε καυσώδης, ὀξὺς, ἄγρυπνος, διψώδης, γλῶσσα λιγνυώδης, ξηρὴ, οὖρα εὔχροα μὲν, λεπτὰ δέ. δευτέρᾳ ἐπιπόνως, οὐχ ὕπνωσε. τρίτῃ πολλὰ διῆλθεν ἀπὸ κοιλίης ὑδατόχροα καὶ τὰς ἑπομένας διῄει τοιαῦτα εὐφόρως. τετάρτῃ οὔρησε λεπτὸν, ὀλίγον, εἶχεν ἐναιώρημα μετέωρον, οὐχ ἵδρυτο, παρέκρουσεν ἐς νύκτα, ἕκτῃ διὰ ῥινῶν λαῦρον ἐῤῥύη πολὺ, φρίξασα, ἵδρωσε πολλῶ θερμῶ διόλου, ἄπυρος ἐκρίθη. ἐν δὲ τοῖσι πυρετοῖσι καὶ ἤδη κεκριμένων γυναικεῖα κατέβη πρῶτον τότε, παρθένος γὰρ ἦν. ἦν δὲ διὰ παντὸς ἀσώδης, φρικώδης, ἔρευθος προσώπου, ὀμμάτων ὀδύνη, καρηβαρική. ταύτῃ οὐχ ὑπέστρεψεν, ἀλλ’ ἐκρίθη, οἱ πόνοι ἀρτίῃσιν.
Ὅτι μὲν ὥραν εἶχεν ἡ παρθένος καταμηνίων δῆλόν ἐστιν· ἐξ ὧν αὐτὸς ἔγραψεν εἰπὼν ὧδεν γυναικεῖα κατέβη. τότε πρῶτον φαίνεται καὶ ἡ νόσος αὐτὴ γεγονέναι πληθωρικὴ καὶ κριθῆναι μὲν ἐπὶ τῆς στ΄ ἡμέρας, διότι καὶ τοὺς πόνους ἔσχεν ἀρτίαις, ὡς αὐτὸς ἔγραψε. παράδοξον δὲ τὸ μηδ’ ὑποστρέψαι, καίτοι τῆς στ΄ ἡμέρας μηδέποτε πιστῶς κρινούσης. ξένον οὖν τοῦτο καὶ πάνυ σπάνιον ἐπ’ αὐτῆς γενόμενον ἐπεσημήνατο γράψας, ταύτῃ οὐχ ὑπέστρεψεν, ἀλλ’ ἐκρίθη ὡς δέον ὑποστρέψαι. ἀλλὰ καὶ τὴν αἰτίαν ἔγραψε τοῦ μὴ ὑποστρέψαι, προσθεὶς ἐν τοῖσι πυρετοῖσι καὶ ἤδη κεκριμένων, γυναικεῖα κατέβη. τὸ γὰρ ἐπιμεῖναι τὴν κένωσιν αὐτῇ ταῖς μετὰ τὴν κρίσιν ἡμέραις ἱκανὸν ἐγένετο βεβαίαν φυλάξαι τὴν προηγησαμένην κρίσιν ἐν τῇ στ΄ ἡμέρᾳ δι’ αἱμοῤῥαγίας τε καὶ ἱδρώτων καὶ μάλιστα ὅτι μήτε φλεγμονή τις ἐγένετο κυρίου μορίου μήτε κακόηθες ἦν τὸ πλῆθος. αὐτὸς γὰρ ἐπεσημήνατο πληθωρικὴν εἶναι τὴν διάθεσιν ἐν τῷ φάναι διὰ παντὸς ἐσχηκέναι προσώπου μὲν ἔρευθος, ὀμμάτων δὲ ὀδύνην καὶ καρηβαρίαν. εὔδηλον οὖν
Ἀπολλώνιος ἐν Ἀβδήροις ὀρθοστάδην ὑπεφέρετο χρόνον πολὺν, ἦν δὲ μεγαλόσπλαγχνος καὶ περὶ ἧπαρ ξυνήθης ὀδύνη χρόνον πολὺν παρείπετο, καὶ δὴ τότε καὶ ἰκτερώδης ἐγένετο, φυσώδης, χροιῆς τῆς ὑπολεύκου, φαγὼν δὲ καὶ πιὼν ἀκαιροτέρως βόειον, ἐθερμάνθη μικρὰ τὸ πρῶτον, κατεκλίθη. γάλαξι δὲ χρησάμενος ἑφθοῖσι καὶ ὠμοῖσι, πολλοῖσιν ἀγγείοισι καὶ μηλείοισι καὶ διαίτῃ κακῇ, πάντων αἱ βλάβαι μεγάλαι. οἵ τε γὰρ πυρετοὶ παρωξύνθησαν,783κοιλίη τε τῶν προενεχθέντων οὐδὲν διέδωκεν ἄξιον λόγου, οὖρά τε λεπτὰ καὶ ὀλίγα διῄει, ὕπνοι οὐκ ἐνῆσαν, ἐμφύσημα κακὸν πολὺ δίψος. κωματώδης, ὑποχονδρίου δεξιοῦ ἔπαρμα ξὺν ὀδύνῃ, ἄκρεα πάντοθεν ὑπόψυχρα, σμικρὰ παρέλεγεν, λήθη πάντων ὅ τι λέγοι, παρεφέρετο. περὶ δὲ τεσσαρεσκαιδεκάτην, ἀφ’ ἧς ῥιγώσας ἀπεθερμάνθη, κατεκλίθη καὶ ἐξεμάνη, βοὴ, ταραχὴ, λόγοι πολλοὶ καὶ πάλιν ἵδρωσις καὶ τὸ κῶμα τηνικαῦτα προσῆλθε. μετὰ δὲ ταῦτα κοιλίη ταραχώδης, πολλοῖσι χολώδεσιν, ἀκρήτοισιν, ὠμοῖσιν, οὖρα μέλανα, σμικρὰ, λεπτὰ, πολλὴ δυσφορίη, τὰ τῶν διαχωρημάτων ποικίλως. ἢ γὰρ μέλαινα καὶ σμικρὰ καὶ ἰώδεα, ἢ λιπαρὰ καὶ ὠμὰ καὶ δακνώδη. κατὰ δὲ χρόνους ἐδόκεε καὶ γαλακτώδεα διδόναι. περὶ δὲ εἰκοστὴν τετάρτην διὰ παρηγορίης, τὰ μὲν ἄλλα ἐπὶ τῶν αὐτῶν, σμικρὰ δὲ κατενόησεν. ἐξ οὗ δὲ κατεκλίθη, οὐδενὸς ἐμνήσθη. πάλιν δὲ ταχὺ παρενόει,784ὥρμητο πάντα ἐπὶ τὸ χεῖρον, περὶ δὲ τριακοστὴν πυρετὸς ὀξὺς, διαχωρήματα πολλὰ, λεπτὰ, παράληρος, ἄκρεα ψυχρὰ, ἄφωνος, τριακοστῇ τετάρτῃ ἀπέθανε. τουτέῳ διὰ τέλεος, ἐξ οὗ καὶ ἐγὼ οἶδα, κοιλίη ταραχώδης, οὖρα λεπτὰ, μέλανα, κωματώδης, ἄγρυπνος, ἄκρεα ψυχρὰ, παράληρος, διὰ τέλεος φρενιτικός.
Κᾀπὶ τούτου πάλιν ὁ Ἱπποκράτης ὡς ἐπ’ ἄλλων πολλῶν, αὐτὸς ἐπὶ τῷ τέλει τῆς διηγήσεως ἐν κεφαλαίοις βραχέσιν ἐδήλωσε τὰ γενόμενα συμπτώματά τε καὶ σημεῖα, δι’ ὧν ἄν τις προγνῷ τὸν ἐσόμενον θάνατον. ἔχει δὲ ἡ ῥῆσις ὧδε· τούτῳ διὰ τέλεος ἐξ οὗ καὶ ἐγὼ οἶδα κοιλίη ταραχώδης, οὖρα λεπτὰ καὶ μέλανα, κωματώδης, ἄγρυπνος, ἄκρεα ψυχρὰ, παράληρος διὰ τέλεος. τῶν δὲ κατὰ μέρος οὐδέν ἐστιν ἀσαφὲς, εἴ τις τῶν προεξηγησαμένων ἡμῖν μνημονεύει.
Ἐν Κυζίκῳ γυναικὶ θυγατέρας διδύμους τεκούσῃ καὶ δυστοκησάσῃ καὶ οὐ πάνυ καθαρθείσῃ τῇ μὲν πρώτῃ ἐπῆλθε πυρετὸς φρικώδης, ὀξὺς, κεφαλῆς καὶ τραχήλου βάρος μετὰ ὀδύνης, ἄγρυπνος ἐξ ἀρχῆς, σιγῶσα δὲ καὶ σκυθρωπὴ καὶ οὐ πειθομένη, οὖρα λεπτὰ καὶ ἄχροα, διψώδης, ἀσώδης τὸ πολὺ, κοιλίη πεπλανημένως ταραχώδης καὶ πάλιν ξυνισταμένη. ἕκτῃ εἰς νύκτα πολλὰ παρέλεγεν, οὐδὲν ἐκοιμήθη. περὶ δὲ ἑνδεκάτην ἐοῦσα ἐξεμάνη καὶ πάλιν κατενόει, οὖρα μέλανα, λεπτὰ καὶ πάλιν διαλείποντα, ἐλαιώδεα καὶ κοιλίη πολλοῖσι λεπτοῖσι, ταραχώδεσι. τεσσαρεσκαιδεκάτῃ σπασμοὶ πολλοὶ, ἄκρεα ψυχρὰ, οὐδὲν ἔτι κατενόει, οὖρα ἀπέστη, ιστ΄ ἄφωνος, ιζ΄ ἀπέθανε, φρενῖτις.
Οὐ μόνον ὅτι μὴ καλῶς ἐκαθάρθη τὴν λόχειον κάθαρσιν, ὑπελείφθη τῇ γυναικὶ ταύτῃ μελαγχολικώτερον αἷμα,
Ἐν Θάσῳ Δεάλκους γυναῖκα, ἣ κατέκειτο ἐπὶ τοῦ Λείου, πυρετὸς φρικώδης ὀξὺς ἐκ λύπης ἔλαβεν. ἐξ ἀρχῆς δὲ περιεστέλλετο καὶ διὰ τέλεος, αἰεὶ σιγῶσα ἐψηλάφα, ἔτιλλεν, ἔγλυφεν, ἐτριχολόγει, δάκρυα καὶ πάλιν γέλως, οὐκ ἐκοιμᾶτο, ἀπὸ κοιλίης ἐρεθισμὸς, οὐδὲν διῄει, σμικρὰ ὑπομιμνησκόντων ἔπεινεν, οὖρα λεπτὰ, σμικρὰ, πυρετοὶ787πρὸς χεῖρα λεπτοὶ, ἀκρέων ψύξις. ἐνάτῃ πολλὰ παρέλεγε καὶ πάλιν ἱδρύνθη, σιγῶσα. τεσσαρεσκαιδεκάτῃ πνεῦμα ἀραιὸν, μέγα διὰ χρόνου καὶ πάλιν βραχύπνοος. ἑπτακαιδεκάτῃ ἀπὸ κοιλίης ἐρεθισμὸς, ταραχώδεα, ἔπειτα τὰ ποτὰ οὐ διῄει, οὐδὲν ξυνίστατο, ἀναισθήτως εἶχε πάντων, δέρματος περίτασις καρφαλέου. εἰκοστῇ λόγοι πολλοὶ καὶ πάλιν ἱδρύνθη, ἄφωνος, βραχύπνοος. εἰκοστῇ πρώτῃ ἀπέθανεν. ἦν ταύτῃ διὰ τέλεος πνεῦμα ἀραιὸν, μέγα, ἀναισθήτως πάντων εἶχεν, ἀεὶ περιεστέλλετο ἢ λόγοι πολλοὶ ἢ σιγῶσα, διὰ τέλεος φρενῖτις.
Ἐξ ἀρχῆς αὕτη φαίνεται φρενιτικὴ γενομένη. χαλεπώτατοι δ’ εἰσὶν, ὡς καὶ πρῶτον εἶπον, αἱ τοιαῦται φρενίτιδες καὶ τάχιστα πάντας οἷς ἂν γένωνται διαφθείρουσιν. ἀλλὰ νῦν γε ὀξέως αὕτη ἄχρι τῆς κα΄ ἡμέρας ἐξήρκεσεν ἴσως, ὅτι μετρίως ἐπύρεξε. καὶ διὰ τοῦτο ἐπεσημήνατο κατὰ ταύτην τὴν ἄῤῥωστον μόνην γράψας πυρετοὶ
Ἐν Μελιβοίῃ νεηνίσκος ἐκ πότων καὶ ἀφροδισίων πολλῶν πολὺν χρόνον θερμανθεὶς κατεκλίθη, φρικώδης δὲ καὶ ἀσώδης ἦν, ἄγρυπνος καὶ ἄδιψος. ἀπὸ δὲ κοιλίης τῇ πρώτῃ πολλὰ κόπρα διῆλθε σὺν περιῤῥόῳ πολλῷ καὶ τὰς ἑπομένας, ὑδατόχλοα, πολλὰ διῄει, οὖρα λεπτὰ, ὀλίγα, ἄχροα, πνεῦμα ἀραιὸν, μέγα διὰ χρόνου, ὑποχονδρίου ἔντασις ὑπολάπαρος, παραμήκης ἐξ ἀμφοτέρων, καρδίης παλμὸς διὰ τέλεος, ξυνεχὴς, οὔρησεν ἐλαιῶδες. δεκάτῃ παρέκρουσεν ἀτρεμέως, κόσμιός τε καὶ ἥσυχος, δέρμα καρφαλέον καὶ περιτεταμένον, διαχωρήματα πολλὰ καὶ λεπτὰ ἢ χολώδεα, λιπαρά. ιδ΄ πάντα παρεκρούσθη, πάντα παρωξύνθη, πολλὰ παρέλεγεν. ὀγδόῃ ἐξεμάνη, βληστρισμὸς, οὐδὲν οὔρει, μικρὰ ποτὰ κατείχετο. τῇ κδ΄ ἀπέθανε φρενῖτις.
Οἱ μὲν πολλοὶ πότοι τά τε νεῦρα βλάπτουσι καὶ τὴν ἀρχὴν αὐτῶν τὸν ἐγκέφαλον. τὰ δ’ ἀφροδίσια καὶ ταῦτα μὲν ἱκανῶς λυπεῖ καὶ τὴν δύναμιν καταλύει τε καὶ ἄῤῥωστον ἐργάζεται. μοχθηρὸν οὖν ἀθροίσας πλῆθος ὁ νεανίσκος οὗτος, εἰκότως ἤρξατο μὲν ἀπὸ πυρετῶν μετρίων, ἐπὶ προήκοντι δὲ τῷ χρόνῳ χείρων ἑαυτοῦ γενόμενος ὕστερον εἰς φρενῖτιν ἀκριβῆ περιέστη. γίνεσθαι δ’ αὐτὴν ἐδήλου τότε μέγα καὶ ἀραιὸν πνεῦμα καὶ τὸ κόσμιόν τε καὶ ἀεὶ σιωπηλὸν εἶναι τὸν νοσοῦντα, παρακροῦσαι μέτρια. τοῖς μὲν γὰρ κούφοις καὶ ταραχώδεσιν ἀνθρώποις ἐπὶ σμικραῖς προφάσεσιν αἱ παραφροσύναι γίνονται, τοῖς δ’ ἐναντίοις τὸ ἦθος ἐπὶ μεγάλαις αἰτίαις. διὰ τί δὲ τῷ ἀραιῷ πνεύματι τὸ διὰ τοῦ χρόνου προσέγραψε κατὰ τὸν ἔμπροσθεν ἄῤῥωστον ἐπεσκεψάμεθα. καὶ περὶ τῶν καθ’ ὑποχόνδρια παλμῶν ἐν ἄλλοις τε κᾀν τῷ προγνωστικῷ διῆλθον, ὥσπερ καὶ τῆς ὑπολαπάρου καθ’ ὑποχόνδριον ἐντάσεως, ὅτι τὴν χωρὶς ὄγκου λέγει καὶ γίγνεται τῶν μὲν μυῶν ἀπαθῶν ὄντων, ἐν διαθέσει δέ τινι διαμενόντων τῶν ἔνδον τοῦ περιτοναίου μορίων.
Δοκέει δέ μοι προσωφελῆσαι κατὰ λόγον τὸ γενόμενον θέρος. τὰς γὰρ θερινὰς νόσους χειμὼν ἐπιγενόμενος λύει καὶ τὰς χειμερινὰς θέρος ἐπιγενόμενον μεθίστησι, καίτοι αὐτό γε ἐπὶ ἑωυτοῦ τὸ γενόμενον θέρος οὐκ εὐσταθὲς ἐγένετο, ἀλλὰ ἐξαίφνης θερμὸν καὶ νότιον καὶ ἄπνοον, ἀλλ’ ὅμως πρὸς τὴν ἄλλην κατάστασιν μεταλλάξαν ὠφέλησεν. μέγα δὲ μέρος ἡγοῦμαι τῆς τέχνης εἶναι τὸ δύνασθαι σκοπεῖν καὶ περὶ τῶν γεγραμμένων ὀρθῶς. ὁ γὰρ γνοὺς καὶ χρώμενος τούτοις οὐκ ἄν μοι δοκέει μέγα σφάλλεσθαι ἐν τῇ τέχνῃ. δεῖ δὲ καταμανθάνειν ἀκριβῶς τὴν κατάστασιν τῶν ὡρέων ἑκάστην καὶ τὸ νόσημα ἀγαθὸν ὅ τι κοινὸν ἐν τῇ καταστάσει ἢ ἐν τῇ νούσῳ καὶ ὅ τι κοινὸν ἐν τῇ καταστάσει ἢ ἐν τῇ νούσῳ μακρόν. ὅ τι νόσημα καὶ θανάσιμον, μακρὸν, ὅ τι καὶ περιεστηκός. ὀξὺ ὅ τι θανάσιμον, ὀξὺ ὅ τι περιεστηκὸς, τάξιν τῶν κρισίμων ἐκ τούτων σκοπεῖσθαι καὶ προλέγειν ἐκ τούτων εὐπορεῖται. εἰδότι περὶ τούτων ἐστὶν εἰδέναι οὓς καὶ ὅτε καὶ ὡς δεῖ διαιτᾶν.
Γαληνοῦ προοίμιον. Εἰς τὸ ἕκτον τῶν ἐπιδημιῶν Ἱπποκράτους συγγραμμάτων ἐλυμήναντο πολλοὶ τῶν ἐξηγητῶν, ἄλλοι ἄλλως, ὡς ἕκαστος ἤλπισε πιθανῶς ἐξηγήσασθαι, τὴν κατὰ τοῦτον λέξιν ὑπαλλάττων, ὥστε ἠναγκάσθην ἐγὼ διὰ τοῦτο τήν τε παλαιότητα τῶν ἀντιγράφων ἐπιζητῆσαι, τά τε ὑπομνήματα τῶν πρώτων ἐξηγησαμένων τὸ βιβλίον, ἐν οἷς καὶ Ζεῦξίς ἐστιν
Ὁκόσῃσιν ἐξ ἀποφθορῆς.
Ἅπαξ εἰπεῖν τινὰ κοινὸν λόγον ἐπὶ κοινῷ πράγματι διέγνωκα. τῶν δὲ ἀναγνωσομένων ἑκάστῳ κατὰ τὴν οἰκείαν διάλεκτον, ὅπως ἂν ἑαυτὸν πείσει γράφειν ἐξέστω. τινὲς μὲν γὰρ ὅσῃσι διὰ τριῶν συλλαβῶν, ἔνιοι δ’ ὁκόσῃσι διὰ τεσσάρων ἔγραψαν. ἔνιοι δ’ οὐ διὰ τοῦ κ γράφουσιν ὁκόσῃσιν, ἀλλὰ διὰ τοῦ π τὴν δευτέραν συλλαβὴν, καθάπερ ὁ Καπίτων οὐ τοῦτο μόνον, ἀλλὰ καὶ πάντα τὰ τοιαῦτα. διαφέρει δ’ οὐδὲν ὡς πρὸς τὰ τῆς τέχνης ἔργα γράφειν οὕτως ἢ ἐκείνως, ὥστ’ ἄμεινον ἔδοξέ μοι μόνας ἐκείνας τῶν γραφῶν προχειρίζεσθαι κατὰ τὸν λόγον, ὅσαι τὸ δηλούμενον ὑπαλλάττουσι, τὰς δὲ ἐν αὐτῇ μόνῃ τῇ λέξει διαφερομένας ἄνευ τοῦ καὶ τὰ πράγματα μετακινεῖν ἐπιτρέπειν ὡς ἂν ἐθέλῃ γράφειν καὶ λέγειν ἑκάστῳ. αὖθις οὖν ἀφ’ ἑτέρας
Ὁκόσῃσι ἐξ ἀποφθορῆς περὶ ὑστέρην καὶ οἰδημάτων ἐς καρηβαρίην τρέπεται καὶ κατὰ τὸ βρέγμα αἱ ὀδύναι καὶ ὅσαι ἄλλαι ἀπὸ ὑστερέων, ταύτῃσιν ἐν ὀκτὼ ἢ δέκα μησὶ εἰς ἰσχίον τελευτᾷ.
Ὃ καλοῦσιν ἄμβλωσιν οἱ Ἀττικοὶ, τοῦτο συνήθως Ἱπποκράτης ἀποφθορὰν ὀνομάζει καὶ τὰ ῥήματα δὲ τὰ περικείμενα τῇ προσηγορίᾳ τῇδε καὶ τὰς ὑπὸ τῶν γραμματικῶν ὀνομαζομένας μετοχὰς ἀνάλογον αὐτῇ γράφει. τὸ δ’ ἀμβλώσκειν, ἴσως γάρ τις ἀγνοεῖ καὶ τοῦτ’ αὐτὸ, κατὰ τῆς ἀτελοῦς τῶν ἐμβρύων ἐκπτώσεως ἐπιφέρουσιν, ὅπως ἂν ᾖ γεγονυῖα, καὶ τὰ φάρμακα δὲ τὰ τοῦτο ἐργαζόμενα καλοῦσιν ἀμβλωτικά. τὸ μὲν οὖν σημαινόμενον ὑπὸ τῆς λέξεως ἅπαξ
Οἱ φοξοὶ οἱ μὲν κρατεραύχενες ἰσχυροὶ καὶ τἄλλα καὶ τοῖσιν ὀστέοισιν, οἱ δὲ κεφαλαλγέες καὶ ὠτόῤῥυτοι, τουτέοισι ὑπερῶαι κοῖλαι καὶ ὀδόντες παρηλλαγμένοι.
Κᾀνταῦθα πάλιν οὐδὲν διαφέρει πότερα κρατεραύχενες ἐν πέντε συλλαβαῖς ἢ κρατραύχενες ἐν τέτρασί τις γράψειε. τοὺς γὰρ κρατεροὺς ἔχοντας τοὺς αὐχένας, ὅπερ ἐστὶν ἰσχυροὺς, ἑκατέρα τῶν φωνῶν σημαίνει. τὸ μέντοι μακραύχενες, ὅπερ ἔνιοι γράφουσι τὴν παλαιὰν ὑπαλλάττοντες γραφὴν, οὐ ταὐτὸν δηλοῖ. κρατερὸς μὲν γὰρ αὐχὴν ὁ ἰσχυρὸς ὀνομάζεται, διὰ σκληρότητα καὶ μέγεθος ὀστῶν τοιοῦτος γινόμενος τοὐπίπαν. οὕτως δ’ ἔχουσι καὶ οἱ περικείμενοι τοῖς ὀστέοις μύες τε καὶ τένοντες καὶ σύνδεσμοι. μακροὶ δ’ αὐχένες οὐχ ὅπως ἐν ἀρετῆς μέρει γίνονται, ἀλλὰ καὶ μοχθηροὶ τοὐπίπαν εἰσὶ, παραπλησίως τῷ στενῷ καὶ μακρῷ θώρακι. καὶ γὰρ καὶ τοῦτον εὐρὺν εἶναι προσῆκεν, οὐ πλατὺν μόνον ἢ μακρόν. εὐρὺς δ’ ἐν τῇ κατὰ βάθος τε καὶ πλάτος διαστάσει καὶ θώραξ καὶ αὐχὴν καὶ πᾶν ὁτιοῦν ἄλλο γίνεται μόριον, ὅταν ἀνάλογον ἀλλήλοις αὐξηθῇ ταῦτα. πάντως δ’ ἐπ’ αὐτῶν ἐστι καὶ τὸ μῆκος, ἤτοι μεῖζον ἢ ἴσον γε τοῖς συμμέτρως ἔχουσιν. ὁ μὲν οὖν θώραξ τῶν ἐντυγχανόντων ἡμῖν ἀνθρώπων οὐ φαίνεται, πρὶν γυμνωθῆναι
Ὅσοισιν ὀστέον ἀπὸ ὑπερώης ἀπῆλθε, τουτέοισι μέση ἵζει ἡ ῥίς. ὅσοισι δὲ, ὅθεν οἱ ὀδόντες, ἄκρη σιμοῦται.
Τὸ διαφράττον ὀστοῦν τοὺς δύο πόρους τῆς ῥινὸς ἐστήρικται κατ’ ἄλλου τινὸς ὀστοῦ λεπτοῦ, τὴν μὲν ἀρχὴν ἔχοντος ἄνωθεν ἐκ τοῦ μεσοφρύου, τελευτῶντος δ’ ἐπὶ τὸ πέρας τῆς ῥινὸς, ἔνθα τὰ πτερύγια. κατὰ τοῦτο μὲν οὖν τὸ μέρος ἐπίκειται τὸ διάφραγμα τῆς ῥινὸς, ἐκείνοις τοῖς χωρίοις, εἰς ἃ τὰ πέρατα τῶν τομέων ὀδόντων ἀνήκει. τὸ
Αἱ τῶν νηπίων ἐκλάμψιες ἅμα ἥβῃ ἐστὶν οἷσι μεταβολὰς ἴσχουσι καὶ ἄλλας καὶ ἐς νεφρὸν ὀδύνη βαρεῖα, ὅταν πληρῶνται σίτου.
Ταύτην τὴν γραφὴν ἁπάντων μὲν τῶν ἐξηγητῶν εἰδότων, ἁπάντων δὲ τῶν παλαιῶν ἀντιγράφων ἐχόντων, ἔνιοι τῶν νεωτέρων μεταγράφειν ἐπεχείρησαν ἄλλος ἄλλως, οἱ μὲν ἐπιλήψιες γράφοντες, οἱ δὲ καταλήψιες, οἱ δὲ ἐπιλάμψιες. ἡ δ’ ἐξήγησις αὐῶν ἐπιληψίαν αὐτῷ βούλεται δηλοῦσθαι, παυομένην ὡς τὰ πολλὰ τοῖς ἐκ νηπίου ἔχουσιν