In Hippocratis Epidemiarum I

Galen

Galen, In Hippocratis Epidemiarum I

Ἢν δὲ καὶ τούτων ὅσα μὲν ἀπόστασιν ποιήσαιτο διὰ τοῦ ἐμπυήματος ἢ κατὰ κοιλίην ταραχή τις ἐπίκαιρος ἢ χρηστῶν οὔρων διάδοσις γένοιτο, διὰ τούτων λελύσθαι. οἷσι δὲ μηδὲν τούτων συμπίπτοι, ἀσήμως δ’ ἀφανιζομένων θανατώδεα γίνεσθαι.

Ἐῤῥέθη καὶ μικρὸν ἔμπροσθεν ἡ αἰτία τοῦ σώζεσθαι

676
μᾶλλον οἷσιν ἡ κακοχυμία διά τινος μορίου σαπέντος ἅμ’ ἐκείνῳ συνέπεσε τοῦ σώματος. εὔδηλον δ’ ὅτι καὶ διὰ γαστρὸς καὶ οὔρων ἐκκαθαρθεῖσα δυσχέρειαν μὲν εἰργάζετο καὶ τὰς ἀποκρίσεις, ὠφέλει δὲ τὸ σύμπαν σῶμα.

Πολὺ μὲν οὖν τοῖσι πλείστοισι συνέπιπτε τὰ περὶ τὸ ἐρυσίπελας τοῦ ἦρος, παρείπετο δὲ καὶ διὰ θέρεος καὶ ὑπὸ φθινόπωρον.

Ἐγέννησε μὲν, ὡς ἔφην, τὴν κακοχυμίαν ἡ δυσδιάπνευστος κατάστασις ὑγρὰ καὶ θερμὴ καὶ ἄπνους γενομένη. κατέσχον δ’ αὐτὴν ἐν τῷ σώματι τὰ ψύχη. καθάπερ εἴρηται κᾀν τῇ πρώτῃ καταστάσει τοῦ πρώτου τῶν ἐπιδημιῶν. εἰκότως οὖν ἤρξατο ποικίλα νοσήματα τὰ μικρὸν ἔμπροσθεν εἰρημένα, νυνὶ δ’ ὁ λόγος αὐτῷ περὶ τῶν ἐρυσιπελάτων ἐστί. ταῦτα γὰρ πάντων πρῶτα γενόμενα πρῶτα καὶ κατὰ τὴν διήγησιν ἔγραψε. τούτων οὖν, φησὶ, τῶν ἐρυσιπελάτων

677
ἐν ἀρχῇ τοῦ ἦρος γενομένων ἔνια παρέμεινε διὰ θέρους καὶ φθινοπώρου. δυνατὸν δ’ ὂν ἀκοῦσαι ἑκατέρως, τοῦ παρείπετο δὲ καὶ διὰ θέρεος καὶ ὑπὸ φθινόπωρον ἐπὶ τῶν γενομένων ἐρυσιπελάτων, ἐπί τε τῶν αὐτόθεν γενομένων, τὴν ὕπαρξιν παραμείνασαν ἐνίοις ἄχρι τοῦ φθινοπώρου νοήσομεν τῶν τε γενομένων τὴν γένεσιν, ὡς ἄλλων μέν τινων ἐν ἦρι γενομένων καὶ παυσαμένων, ἄλλων δ’ ἐν θέρει γενομένων. ὡσαύτως δὲ καὶ κατὰ τὸ φθινόπωρον ἄμεινον ἀκοῦσαι κατὰ τὸ δεύτερον τοῦτο σημαινόμενον. οὐ γὰρ εὔλογον ἐν ἀρχῇ τοῦ ἦρος συστὰν ἐρυσίπελας ἄχρι φθινοπώρου παραμεῖναι. πάντως γὰρ ἂν ἀνεῖλεν ἐν τῷ μεταξὺ τὸν ἄνθρωπον, εἰ πάνυ κακόηθες ἦν, ἢ δι’ αὐτῶν τῶν σηπομένων μορίων ἐκκαθαρθείσης τῆς σηπεδόνος ἐπαύσατο.

Πολλοὶ ταραχὴ τισὶ καὶ τὰ περὶ φάρυγγα φύματα καὶ φλεγμοναὶ γλώσσης καὶ τὰ παρ’ ὀδόντας ἀποστήματα.
678

Τὰ παθήματα τῶν μορίων διεξέρχεται κατὰ τόνδε τὸν λόγον, ὧν ἔμπροσθεν οὐκ ἐμνημόνευσε.

    Φωναί τε πολλοῖς ἐπεσήμαινον κακούμεναι καὶ κατειλοῦσαι. πρῶτον μὲν τοῖσι φθινώδεσιν ἀρχομένοισιν, ἀτὰρ καὶ τοῖσι καυσώδεσι καὶ τοῖσι φρενιτικοῖσιν.

    Ἐγὼ μὲν καὶ τὸ γεγραμμένον ἔμπροσθεν ἐπὶ τοῦ δωδεκάτου κατὰ τὴν τάξιν ἀῤῥώστου, καθ’ ὃν οὕτως ἔφη, δεξιῷ ἴλλαινεν, ὑπόπτευον ὡς παρεγγεγραμμένον. ὁ γάρ τοι τοῦ Ἡρακλείδου υἱὸς Ἱπποκράτης, οὗ καὶ τοὺς ἀφορισμοὺς καὶ τὸ προγνωστικὸν εἶναί φασι, φαίνεται συνηθεστάτοις τε καὶ διὰ τοῦτο σαφέσι τοῖς ὀνόμασι κεχρημένος, ἃ καλεῖν ἔθος ἐστὶ τοῖς ῥητορικοῖς πολιτικά. τὸ δ’ ἰλλαίνειν οὐ τοιοῦτον καὶ πολύ γε μᾶλλον αὐτοῦ τὸ κατιλλαίνειν ἢ κατιλλαίνουσαι καὶ μάλιστά γε ἐπὶ τῶν φωνῶν, οὐκ ἐπὶ τῶν βλεφάρων λεγόμενον, καὶ πρὸς τούτοις ἔτι διὰ τὸν χαρακτῆρα

    679
    τῆς λέξεως, ἐνεργητικὸν οὐ παθητικὸν ὄντα. βέλτιον γὰρ ἦν, εἴπερ ὅλως ἐπὶ τῆς φωνῆς ἐβούλετο χρήσασθαι τοιαύτῃ προσηγορίᾳ, κατειλούμεναι γράφειν, οὐ κατειλοῦσαι, καὶ πολύ γε βέλτιον τούτου τὸ κατιλλαινόμεναι. περὶ γὰρ τὸ ἰλλαίνειν ἡ μετοχὴ κατὰ τοιοῦτον εἰρήσεται τύπον. ὀνομάζω δὲ νῦν δηλονότι μετοχὴ κατὰ τὸ τῶν γραμματικῶν ἔθος, ἀδιανόητον δέ ἐστιν ἐπὶ τῶν φωνῶν λεγόμενον τὸ κατειλοῦσαι, καθάπερ ἔνιοι τῶν ἐξηγητῶν ἀκοῦσαι ἡμᾶς ἐθέλησαν, ὡς ἐγκειμένου τοῦ ἰλλαίνειν ὀνόματος ὡς τὸ διαστρέφειν. τὸ γὰρ κατειλοῦσαι τὸ διαστρέφουσαι, τὸ δὲ κατειλούμεναι τὸ διαστρεφόμεναι. πολλὰ τοίνυν ἁμαρτήματα φαίνεται κατὰ μίαν λέξιν γεγονότα βουλομένων ἡμῶν ἀκούειν τοῦ κατειλοῦσαι, καθότι πολλοῖς τῶν ἐξηγητῶν ἔδοξεν, ὡς ἀπὸ τοῦ ἰλλαίνειν γεγονότος τοῦ ὀνόματος. τὸ μὲν γὰρ ἐνεργητικὸν ἰλλαίνουσαι, τὸ δὲ παθητικὸν ἰλλαινόμεναι καὶ μετὰ τῆς προθέσεως κατιλλαίνουσαι. τὸ δ’ εἰλοῦσαι καὶ κατειλοῦσαι παρὰ τὸ ἰλλαίνειν οὐ φαίνεται γεγονὸς, ὥσπερ γε οὐδὲ τὸ εἰλούμεναι καὶ κατειλούμεναι. σπανίως
    680
    δὲ πάνυ παρὰ τοῖς παλαιοῖς εὑρίσκεται τὰ τοιαῦτα ῥήματά τε καὶ ὀνόματα, λέγω δὲ τὸ ἰλλαίνειν καὶ τὸ ἰλλὸς ἀφ’ οὗ καὶ ὁ Σώφρων δοκεῖ πεποιηκέναι τὸ συγκριτικὸν ὀνομαζόμενον παρὰ τῶν γραμματικῶν, ἰλλότερον τάνκύονα. ἄμεινον δ’ οὖν ἐστιν εἰπεῖν, εἴπερ τις ἐθέλοι καὶ περὶ τῶν τοιούτων ἀδολεσχεῖν, οὐκ ἀπὸ τῆς ἰλλώσεως γεγονέναι τὸ κατειλοῦσαι νομίζειν, ἀλλ’ ἐφ’ ἑτέρου τινὸς, ᾧ καὶ Πλάτων φαίνεται καὶ Ἀντιφῶν κεχρημένος, ὁ μὲν Πλάτων ὡδί πως εἰπὼν ἐν Τιμαίῳ. τοῦτο δὴ πᾶν τὸ δέρμα κύκλῳ κατέκαιε πυρὶ τὸ θεῖον, τρωθέντος δὲ καὶ τῆς ἰκμάδος ἄξω δι’ αὐτοῦ φερομένης, τὸ μὲν ὑγρὸν καὶ θερμὸν ὅσον εἰλικρινὲς ἀπῄει, τὸ δὲ μικτὸν, ἐξ ὧν καὶ τὸ δέρμα ἦν, αἰρόμενον μὲν ὑπὸ τῆς φθορᾶς ἔξω, μακρὸν ἐγίνετο λεπτὴν τάσιν ἔχων τῷ κατακεντήματι. διὰ δὲ βραδύτητα ἀπωθούμενον ὑπὸ τοῦ περιεστῶτος κρύους πάλιν ἐντὸς ὑπὸ τὸ δέρμα εἰλούμενον κατεῤῥιζοῦτο. φαίνεται γὰρ ἀντὶ τοῦ κατακλειόμενον ἢ ἀπωθούμενον εἰς τὸ βάθος ἐνειλούμενον ἐνταῦθα κεχρῆσθαι τῷ εἰλούμενον ὀνόματι, καθ’ ὃ σημαινόμενον δοκεῖ
    681
    καὶ ἡ λέξις ὑπ’ αὐτοῦ γεγράφθαι. γῆν δὲ τροφὸν μὲν ἡμετέραν εἰλουμένην τε περὶ τὸν διὰ παντὸς λόγον τεταγμένον. οὕτω δὲ καὶ παρ’ Ἀντιφῶντι κατὰ τὸ δεύτερον τῆς ἀληθείας ἐστὶν εὑρεῖν γεγραμμένην τὴν προσηγορίαν ἐν τῇδε τῇ ῥήσει. ὅταν οὖν γένωνται ἐν τῷ ἀέρι ὄμβροι τε καὶ πνεύματα ὑπεναντία ἀλλήλοις, τότε συστρέφεται τὸ ὕδωρ καὶ πυκνοῦται κατὰ πολλά. ὅτι δ’ ἂν τῶν ξυμπιπτόντων κρατήσῃ, τοῦτ’ ἐπυκνώθη καὶ συνεστράφη ὑπό τε τοῦ πνεύματος εἰλούμενον καὶ ὑπὸ τῆς βίας· καὶ γὰρ καὶ οὗτος τὸ κατακλειόμενον ἢ συνειλούμενον εἰς ἑαυτὸ φαίνεται δηλῶν διὰ τῆς εἰλούμενον φωνῆς. ἆρ’ οὖν καὶ κατὰ τὸ προκείμενον ἡμῖν εἰς τὴν ἐξήγησιν βιβλίον, ὃ περὶ τῶν φωνῶν γράψας κατειλοῦσαι, τοιοῦτόν τι σημαινόμενον ἐνδείκνυται τὰς οἷον κατακλειομένας ἢ ἐνειλουμένας ἐμφαίνων, ὡς νοεῖν ἡμᾶς ἐπὶ τῶν ἐξιέναι μὴ δυναμένων φωνῶν λελέχθαι τὴν λέξιν, ὡς ἐπὶ τῶν ἰσχνοφώνων φαίνεται γινόμενον, ἢ καὶ τοῦτο πάνυ μοχθηρόν; ἐνῆν γὰρ ἰσχομένας ἢ ἐπεχομένας ἢ βραδυνούσας ἤ τι τοιοῦτον γεγραφέναι, δηλῶσαί γε βουλόμενον,
    682
    οὕτως ἐμπεποδίσθαι τὴν φωνὴν τὸν ἄνθρωπον, ὡς μόλις φθέγγεσθαι· καὶ μὴν καὶ παρὰ τὸν δεσμὸν, τὴν οἷον δεδεμένην ἐστὶ νοεῖν εἰρῆσθαι φωνὴν ἐν τῇ προκειμένῃ ῥήσει, τοῦ ποιητοῦ γε δηλοῦντος εἰρηκέναι σαφῶς ἐπὶ τῶν δεσμῶν,

  1. Ἰλάσιν οὐκ ἐθέλοντα βίῃ δήσαντες ἄγουσιν.
  2. δῆλον δ’ ὅτι κᾀνταῦθα κατειλούμεναι βέλτιον ἦν, οὐ κατειλοῦσαι γεγράφθαι. τοῦτο μὲν δὴ κοινὸν ἁπάσης ἐξηγήσεως ἁμάρτημα. πᾶν γὰρ ὃ ἂν ὑπόθηταί τις ἐκ τῆς κατειλοῦσαι λέξεως δηλοῦσθαι, τὴν ἐνεργητικὴν διάθεσιν, οὐ παθητικὴν ἐνδείκνυται καὶ κατὰ τοῦτο μάλιστ’ ἄν τις ὑποπτεύσειε τὴν φωνὴν ὡς οὐκ οὖσαν Ἱπποκράτους. οὐ γὰρ οὕτως ἦν ἀμαθὴς ἑρμηνείας Ἑλληνικῆς, ὡς ἁμαρτάνειν ἐν αὐτῇ παισὶν ἄρτι μανθάνειν ἀρχομένοις, ἁμαρτήματα παραπλήσια. φαίνεται μὲν γὰρ πάθος τι φωνῆς δηλοῦσθαι τοῦ κατειλούμεναι γεγραμμένου, πρὸς τῷ κᾂν εἰ κατειλούμεναι γράψαιμεν, οὐ κατὰ τὴν Ἱπποκράτους εἶναι συνήθειαν,

    683
    ἀήθεσι καὶ σπανίοις ὀνόμασι χρῆσθαι. τοῖς δὲ τὸ διεσταμμένον δηλοῦσθαι νομίζουσιν, ὅτι καὶ τοῦτο μάχεται, κατὰ τὸ προγνωστικὸν, αὐτὸς ἑρμηνεῦσαι τὸ διάστροφον βουληθεὶς οὕτως ἔγραψεν. ἢν δὲ καὶ καμπύλον γένηται βλέφαρον ἢ χεῖλος ἢ ῥὶς, ἀλλ’ ἐπί γε τῶν φωνῶν οὔτε τὸ καμπύλον οὔτ’ ἄλλο τι τῶν εἰρημένων οἰκείως ἂν λέγοιτο. διὸ καί τινες τῶν ἐξηγησαμένων τὸ βιβλίον ἁπάντων τῶν εἰρημένων καταγνόντες ἀντὶ τοῦ φωναὶ γλῶσσαι γράφουσιν, ἀξιοῦντες ἀκούειν κατειλούσας γλώσσας τὰς οἷον καταδεδεμένας καὶ δυσκινήτους. ἐχρῆν δ’ αὐτοὺς ὥσπερ τὸ φωναὶ μετέγραψαν εἰς τὸ γλῶσσαι, οὕτως καὶ τὸ κατειλοῦσαι μᾶλλον τοῦ φωναὶ μεταγράψαι εἰς τὸ κατειλούμεναι. ἀλλὰ γὰρ ἅλις ἤδη μοι καὶ τοῦ κατειλοῦσαι, μηδὲν ἡμᾶς μέγα, μηδ’ ἂν εὑρεθείη, μέλλοντος ὠφελεῖν. ἀρκεῖ γὰρ εἰδέναι μόνον ἐν τούτῳ γενικῶς λεγόμενόν τε καὶ νοούμενον ὡς γὰρ διὰ τὸ γενόμενον αὐτοῖς ἐκ τῆς κεφαλῆς ῥεῦμα βλαβέντες τὰ φωνητικὰ μόρια καὶ τὰς φωνὰς ἐκακώθησαν. ὅτι γὰρ ἐπὶ ταῖς ὑγραῖς καταστάσεσι καὶ θερμαῖς ἡ κεφαλὴ
    684
    πληρωθεῖσα ῥεύματος τοῖς κατὰ γαστέρα καὶ θώρακα μέρεσιν ἐπιπέμπει χρήσιμον ἐπίστασθαι, πρῶτον μὲν αὐτοῦ τοῦ διακρίνειν ἕνεκα πότερον ἄλλη τις αἰτία τὸ τοιοῦτον πάθος εἰργάσατο τοῖς κάμνουσιν ἢ τῶν ἐπιδημιῶν ἐστι νοσημάτων, ἔπειτα δὲ καὶ τοῦτο φυλάττεσθαι, μηδὲν παθεῖν τοιοῦτον. τὰς γὰρ ἐκ τοῦ περιέχοντος βλάβας ὁ προειδὼς ὅπῃ τε καὶ ὅπως γίνονται φυλάττεσθαι δυνήσεται, τὴν ὅλην δίαιταν ἐξ ὑπεναντίου τῇ κρατούσῃ καταστάσει ποιούμενος, ἀλλ’ εἰ καὶ προλέγειν ἐθέλεις τὰ γενησόμενα, καὶ γὰρ καὶ τοῦτο χρήσιμον ἡμῖν ἐστιν, ὡς ἐν τῷ προοιμίῳ τοῦ προγνωστικοῦ δέδεικται, καὶ κατὰ τοῦτ’ ἀσκητέον σοι τὰς γινομένας ἐν τῷ σώματι διαθέσεις, ἐπὶ ταῖς τοῦ περιέχοντος καταστάσεσιν ἁπάσαις ἐπίστασθαι. ἀρκεσθέντες οὖν, ὡς ἔφην, τῷ βεβλάφθαι τὰς φωνὰς, ὑπερβάντες δὲ τὸ κατειλοῦσαι τὸ συνεχὲς αὐτῷ θεασώμεθα. πρῶτον μὲν γάρ φησι τοῖς φθινώδεσιν ἀρχομένοισι γενέσθαι τοιοῦτον σύμπτωμα, μετ’ αὐτοὺς δὲ καὶ τοῖς καυσώδεσι καὶ τοῖς φρενιτικοῖς. ἡγητέον οὖν τοῖς μὲν φθινώδεσι κατὰ τὸν τοῦ πάθους
    685
    λόγον αὐτὸ γεγονέναι, πολλαῖς μὲν καὶ ἄλλαις αἰτίαις τε καὶ διαθέσεσιν ἐσομένης τῆς φθίσεως, οὐχ ἧττον δ’ ἐκείνων καὶ διὰ τὸν ἐκ τῆς κεφαλῆς κατάῤῥουν, ᾧ μάλιστα ἡ κάκωσις ἕπεται τῆς φωνῆς. καύσοις δὲ καὶ φρενίτισι κατὰ μὲν τὸν ἴδιον λόγον οὐχ ἕπεται τοιαύτη κάκωσις φωνῆς, οἷα τοῖς φθινώδεσιν ἀρχομένοις. ἐπεὶ δ’ ἐν τῇ καταστάσει ταύτῃ θερμῇ καὶ ὑγρᾷ καὶ ἄπνῳ διηνεκῶς γενομένῃ συνέβη παθεῖν τὴν κεφαλὴν, ἠκολούθησε καὶ τοῖς φρενιτικοῖς καὶ τοῖς καυσώδεσι τοιοῦτον σύμπτωμα διὰ τὴν κοινὴν αἰτίαν, οὐ διὰ τὴν αὐτοῦ τοῦ πάθους ἰδίαν κατασκευήν. ξηραίνεται γὰρ μᾶλλον ἐν αὐτοῖς, οὐ διαβρέχεται τὰ φωνητικὰ μόρια, καθάπερ ἐν τῇ νῦν καταστάσει. καὶ τοίνυν καὶ ἡ φωνὴ κλαγγώδης μὲν καὶ ὀξεῖα διὰ τὴν ξηρότητα τῶν φωνητικῶν ὀργάνων γίνεται, βραγχώδης δὲ διὰ τὴν ὑγρότητα.

Ἤρξαντο μὲν οὖν καὶ οἱ καῦσοι καὶ τὰ φρενιτικὰ πρὸ τοῦ ἦρος, μετὰ τὰ γενόμενα ψύχεα καὶ πλεῖστοι τηνικαῦτα
686
διενόσησαν, ὀξέα δὲ τούτοις καὶ θανατώδεα ξυνέπιπτε.

Τὴν γεγενημένην ἔμπροσθεν ἐκ τῆς τοῦ περιέχοντος κράσεως σηπεδόνα τῶν χυμῶν εὔλογον ἦν ὑπὸ τοῦ γενομένου κρύους ἐπὶ τῇ τελευτῇ τοῦ χειμῶνος εἰς τὸ βάθος ὠσθεῖσαν ἐργάζεσθαι νοσήματα παραπλήσια τοῖς ἐρυσιπέλασιν. ἄλλε τε οὖν τινὰ τούτου γενόμενα τοῦ γένους διηγήσεται καὶ ταῦτα τῇ τάξει πρῶτα μετὰ τὸ ἐρυσίπελας ἤδη γράφει. ταῦτα δ’ ἦν καυσώδη τε καὶ φρενιτικὰ, κοινὴν μὲν ἔχοντα τὴν αἰτίαν, διαφέροντα δὲ τοῖς πάσχουσι τόποις. οἷς μὲν γὰρ εἰς τὰ περὶ τὸ ἧπάρ τε καὶ τὴν γαστέρα χωρία καὶ μάλιστ’ αὐτῆς τὸ στόμα κατέσκηψεν ἡ κακοχυμία΄, τούτοις τὰ καυσώδη νοσήματα συνέπεσεν, οἷς δ’ ἐπὶ τὸν ἐγκέφαλον ἠνέχθη, τὰ φρενιτικά.

Ἦν δ’ ἡ κατάστασις τῶν γενομένων καύσων ἥδε. ἀρχόμενοι
687
κωματώδεες, ἀσώδεες, φρικώδεες, πυρετὸς ὀξὺς, οὐδὲ διψώδεες λίην, οὐδὲ παράληροι.

Ὅσα τοῖς καύσοις ἐγένετο συμπτώματα διὰ τὴν κατάστασιν, κατὰ τὸν ἴδιον τοῦ πάθους λόγον, ταῦτ’ ἐπισημαίνεται, διὸ κακῶς ἀντὶ τοῦ κωματώδεις ἔγραψαν ἔνιοι καυματώδεις. ἴδιον γὰρ τοῦτο τῶν καύσων, οἷς καὶ τὸ διψῇν ἀπαύστως καὶ σχεδὸν οὐδ’ ἂν ἄλλο τις ἐξαίρετον εἴπῃ γνώρισμα καύσων πυρετῶν, ἀλλ’ ἐκ δυοῖν τούτων αὐτάρκως συμπληροῦσθαι φαίη, δίψους ἀπαύστου καὶ θερμασίας διακαιούσης αἰσθανομένων τῶν καμνόντων. ἀλλ’ ἡ τότε κατάστασις ὑγρότητος πολλῆς πληρώσασα τὴν κεφαλὴν τὸ κωματῶδες ἢ πᾶσιν ἢ τοῖς πλείστοις τῶν ὁπωσοῦν νοσησάντων ἤνεγκε σύμπτωμα κατὰ τὴν εἰσβολὴν τοῦ νοσήματος, οὔπω τῆς κακοχυμίας εἰς τοσοῦτον δριμύτητος ἡκούσης, ὡς ἀγρυπνίας τε σφοδρὰς καὶ παραφροσύνας καὶ φρενίτιδας ἐργάζεσθαι. τὸ μὲν οὖν καῦμα σπανίως πάνυ γίνεται τοῖς

688
καύσοις πυρετοῖς, τὸ δ’ ἀσᾶσθαι πάνυ πολλάκις. οὐ μὴν ἀχώριστόν γ’ ἐστὶν, ὡς τὰ προειρημένα δύο, τό τε ἄπαυστον τοῦ δίψους καὶ τὸ τῆς θερμασίας διακαές. φρικώδεις γε μὴν πολλάκις οἱ καυσούμενοι γίνονται, διὸ καὶ τοῦτ’ ἐπεσημήνατο. τὸ δ’ ἐφεξῆς γεγραμμένον, πυρετὸς οὐκ ὀξὺς, ἔνιοι μὲν ἁπλῶς γράφουσι χωρὶς τῆς ἀποφάσεως πυρετὸς ὀξὺς, τινὲς δὲ μετὰ τῆς ἀποφάσεως οὑτωσὶ, πυρετὸς οὐκ ὀξὺς, ἀπό τινος ἑκάτεροι λόγου πιθανοῦ τὴν διαφέρουσαν ἔχοντες γραφήν· οἱ μὲν χωρὶς τῆς ἀποφάσεως, ὅτι τῶν ἀχωρίστων ἐπὶ καυσώδους νοσήματος ὀξὺς πυρετὸς, ὥσπερ καὶ δίψος· οἱ δὲ καὶ δι’ αὐτὸ τοῦτο γεγράφθαι λέγοντες ἅμα τῇ ἀποφάσει, διότι σπάνιόν τι καὶ παράδοξον αὐτοῖς συνέβη καθάπερ τὸ τοῦ κώματος οὕτω καὶ τὸ τοῦ πυρετοῦ. καὶ γὰρ οὖν καὶ τούτοις ἐφεξῆς αὐτὸν γράψαι φασὶν, οὐδὲ διψώδης λίην. καίτοι καὶ τοῦτο τὸ σύμπτωμα καύσων πυρετῶν ἐστιν ἰδιαίτατον· εἰκὸς οὖν, ὥσπερ οὐ λίην διψώδεις ἦσαν, οὕτως αὐτοὺς οὐ λίην ὀξὺ πυρέξαι. τάχα δὲ καὶ γεγραμμένον ὑφ’ Ἱπποκράτους τὸ πυρετὸς οὐ λίην ὀξὺς, ὑπὸ τοῦ πρῶτον
689
ἐκγραψαμένου σφαλέντος, ἔμεινεν ἡμαρτημένον· ἀναφύεται δὲ μικρὸν ζήτημα περὶ πάντων τῶν παθογνωμονικῶν σημείων, εἰ γὰρ ἐγχωρεῖ ποτὲ μὴ παρόντων αὐτῶν ὅμως φυλάττεσθαι τὸ τοῦ πάθους εἶδος, ἕτερα τῶν παθογνωμονικῶν ἡμῖν ἔσται πιστότερα πρὸς τὴν τῶν παθῶν διάγνωσιν, ἀλλ’ εἴπερ τοῦθ’ ὑποθοίμεθα, προσηκόντως τις ἀξιώσει μὲν ἐκεῖνα παθογνωμονικὰ καλεῖν, ἃ δ’ ἔμπροσθεν ἐκαλεῖτο παθογνωμονικὰ, συνεδρεύοντα· ὧν τὰ μὲν ἀχώριστ’ ἐστὶ καὶ ὡς ἄν τις φαίη τῆς τοῦ πάθους οὐσίας αὐτῆς συνθετικά. τὰ δὲ συνεδρεύοντα τῶν ὡς τὸ πολὺ γινομένων αὐτοῖς ἐστιν. εἰ οὖν ὁ κάμνων μὴ διψώδης μήτε λίαν ὀξέως πυρέττων ᾖ, ἐκ τίνος ἔτι γνωρίσματος ἐροῦμεν εἶναι τὸ νόσημα καῦσον; εἰ γὰρ καὶ πάνυ πολλοῖς τῶν καυσομένων ἀσώδεσιν εἶναι συμβέβηκεν, ἀλλ’ οὐκ ἴδιόν γε τοῦ πάθους τοῦτο· πολλοὶ γὰρ καὶ ἄλλοι τῶν ὑπωσοῦν νοσησάντων ἀσώδεις γίνονται. οὐδὲν γοῦν ὅπερ ἐνίοις ἔδοξε τὰς τοιαύτας ἀπορίας οἰηθεῖσιν ἀποδράσασθαι καὶ ἡμῖν ἔσται ῥητέον, ἐκ τῶν διαχωρουμένων μάλιστα γνωρίζεσθαι τὸν
690
καῦσον εἰποῦσιν. οὔτε γὰρ ἄκρατα χολώδη μόνοις καύσοις ἐκκρίνουσιν αἱ γαστέρες οὔτε σύντηξις μόνοις τούτοις, ἀλλ’ ἐστὶ μὲν καὶ ταῦτα συμπτώματα κακοήθη τε καὶ διακαῶν πυρετῶν. ἐκκρίναντες δ’ ὅμως αὐτὰ πολλοὶ καὶ διψῶσι μετρίως καὶ τὰς τοῦ πυρετοῦ θερμασίας ἀνέχονται· κατὰ δὲ τὴν προκειμένην κατάστασιν οὐδὲ τοιαῦτ’ ἐγένετο διαχωρήματα· κοιλίαι γὰρ, φησὶ, ταραχώδεις τοῖσι πλείστοισι τούτων, διαχωρήμασιν ὠμοῖσι, λεπτοῖσιν. ἔοικεν οὖν Ἱπποκράτης τὸν καῦσον γνωρίζειν τῷ διηνεκεῖ τοῦ δίψους τε καὶ τῆς διακαοῦς θερμασίας, ὥσπερ τὴν φρενῖτιν τῷ διηνεκεῖ τῆς παραφροσύνης. οὕτω γὰρ εἰ καὶ μὴ πάνυ διψώδεις εἶεν οἱ κάμνοντες ἢ μὴ πάνυ σφόδρα διακαιόμενοι, δι’ ὅλης δὲ τῆς νόσου τὰ λελεγμένα εἶεν δύο συμπτώματα, καῦσος εἶναι τὸ νόσημα λεχθήσεται καὶ γενήσεται μέν τις αὐτοῦ θερμότερος πυρετὸς, ὡς καὶ συντήκειν τὸ σῶμα καὶ διαχωρήσεις ἐργάζεσθαι χολώδεις καὶ συντηκτικάς· οὐ λεχθήσεται δὲ καῦσος, ἂν μὴ διαμένοντα δι’ ὅλης ἔχῃ τῆς νόσου τὰ εἰρημένα δύο μικρὸν ἔμπροσθεν, ἄπαυστόν τε τὸ δίψος, ὁπόσον
691
ἂν τύχωσι πίνοντες, ἀηδῆ τε καὶ καυσώδη καὶ ἀσώδη τὴν θερμασίαν. ὡς τὸ πολὺ μὲν οὖν καὶ δίψος σφοδρότατον αὐτοῖς ὑπάρχει καὶ πυρετὸς διακαέστατος· ἐν δὲ τῷ σπανίῳ καθάπερ νῦν ὅ τε πυρετὸς οὐκ ἀκριβῶς ὀξὺς ἐγένετο καὶ διψώδεις οὐ λίαν οἱ κάμνοντες ἦσαν, ἅπερ ἐπεσημήνατο δι’ αὐτὸ τοῦτο, καθάπερ καὶ τὸ μηδ’ ὅλως αὐτοὺς γενέσθαι παραλήρους, ἐπειδὴ καὶ τοῦτο συμπίπτει τοῖς καύσοις. ὅτι δὲ μικρᾶς παραφροσύνης ἐστὶν ὄνομα τὸ παράληροι, πρόσθεν εἴρηται.

Ἀπὸ ῥινῶν μικρὰ ἔσταξε.

Τῶν ἐπιγενομένων τοῦτο τοῖς κακοήθεσι καύσοις, ὥσπερ αἱμοῤῥαγίαι τοῖς ἐπιεικέσιν. ἀλλὰ καὶ συλλήβδην εἰπεῖν, ἅπασα στάξις ἀπὸ ῥινῶν μοχθηρόν ἐστι σημεῖον, ὡς ἐμάθομεν.

692
Οἱ παροξυσμοὶ τοῖσι πλείστοισιν ἐν ἀρτίῃσι.

Τῶν σπανίων καὶ τοῦτ’ ἐστι, φαίνονται γὰρ οἵ τε καῦσοι καὶ πάνθ’ ὁμοίως αὐτοῖς τὰ λίαν ὀξέα νοσήματα τοὺς παροξυσμοὺς ἐν περισσαῖς ἔχοντα.

Περὶ δὲ τοὺς παροξυσμοὺς λήθη καὶ ἄφεσις καὶ ἀφωνίη.

Καὶ ἡ λήθη σαφής ἐστι καὶ δέδεικται πολλάκις ἐκ τῶν ὀλεθρίων οὖσα. τὴν ἄφεσιν δὲ τὴν οἷον ἔκλυσίν τε καὶ πάρεσιν ἁπάντων τῶν μορίων τοῦ σώματος εἰκός ἐστι λέγειν αὐτὸν, ὅταν ὁμοίως τοῖς παραλελυμμένοις ἐῤῥιμμένα φαίνηται. ὅτι δ’ ὀλέθριον καὶ τοῦτ’ ἐστὶ μεμάθηκας. ὥσπερ καὶ περὶ τῶν ἄλλων ἁπάντων συμπτωμάτων, ὅσα γέγραπται κατὰ τὸ βιβλίον, ὡς ἐξηγεῖσθαι μόνον ἐν αὐτῷ χρὴ τὰ δοκοῦντα

693
μὴ σαφῶς εἰρῆσθαι, τῶν ἀποδεδειγμένων ἐν ἑτέροις ἀναμιμνήσκοντα μόνον, οὐ κατὰ διέξοδον διδασκαλίας αὐτῶν ποιούμενον.

Ἄκρεα ἀεὶ τούτοισί τε μὲν ψυχρότερα ποδῶν καὶ χειρῶν. πολὺ δὲ περὶ τοὺς παροξυσμοὺς μάλιστα, πάλιν τε βραδέως καὶ οὐ καλῶς ἀνεθερμαίνοντο καὶ πάλιν κατενόουν καὶ διελέγοντο.

Τὴν ποικιλίαν τῶν γενομένων συμπτωμάτων τοῖς τότε νοσήμασι διηγεῖται, μοχθηρῶν ἀπάντων ὄντων.

Κατεῖχε δὲ ἢ τὸ κῶμα συνεχῶς, οὐχ ὑπνῶδες, ἢ κατὰ πόνων ἄγρυπνοι.
694

Σαφὲς καὶ τοῦτ’ ἐστὶ τῷ μεμνημένῳ τῶν γεγραμμένων ἔν τε τῷ περὶ τοῦ κώματος γράμματι καὶ τοῖς ἔμπροσθεν ὑπομνήμασι. ὅταν γὰρ ἐγρηγορέναι μὲν ἀνεῳγόσι τοῖς ὀφθαλμοῖς οἱ κάμνοντες μὴ δύνωνται, μύσαντες δ’ αὐτοὺς ἐλπίδι τοῦ κοιμηθῆναι διαμένωσιν ἐγρηγορότες, τὸ τοιοῦτον καλοῦμεν οὐχ ὑπνῶδες κῶμα. εἰ δὲ καὶ πόνος τις αὐτοῖς παρείη, προδήλως ἀγρυπνήσουσι μᾶλλον οἱ οὕτως ἔχοντες, ὡς μηδ’ εἰς φαντασίαν ὕπνου τε ἀφικέσθαι λεπτοῦ. γίνεται γάρ τι καὶ τοιοῦτον τοῖς οὕτω κωματώδεσιν, ὡς ἐν μεθορίῳ καθίστασθαι τῶν τ’ ἀκριβῶς ἐγρηγορότων καὶ τῶν κοιμωμένων.

Κοιλίαι ταραχώδεες τοῖσι πλείστοισι τούτων, διαχωρήμασιν ὠμοῖσι, πολλοῖσι, λεπτοῖσι.

Εὔδηλον μὲν κᾀκ τούτων ἐστὶν ὡς οὐ προσέχει τῇ τῶν διαχωρημάτων ἰδέᾳ κατὰ τὴν τῶν καυσωδῶν νοσημάτων

695
διάγνωσιν. ὠμὰ γοῦν ἔφη καὶ λεπτὰ καὶ διαχωρούμενα τοῖς τότε καυσουμένοις γίνεσθαι, μήτε χολωδῶν ἀκράτων μήτε συντήξεων μνημονεύσας, ἅ τινες οἴονται μέγιστα γνωρίσματα καύσων εἶναι πυρετῶν.

Οὖρα τὰ πολλὰ λεπτὰ, κρίσιμον οὐδὲ χρηστὸν οὐδὲν ἔχοντα.

Ἐν ταῖς περὶ τῶν οὔρων διηγήσεσιν εἴωθε τὰ συμβεβηκότα γράψας αὐτοῖς μηκέτι προστιθέναι πότερον ἀγαθοῦ τινός ἐστιν ἢ κακοῦ σημεῖα, μεμνῆσθαι νομίζων ἡμᾶς ὧν ἐμάθομεν ἐν προγνωστικῷ καθόλου, περὶ κακίας τε καὶ ἀρετῆς οὔρων. ἐνταῦθ’ οὖν μοι δοκεῖ προστεθεικέναι, καίτοι προειρηκὼς αὐτὰ λεπτὰ, διότι προσέγραψεν αὐτοῖς τὰ πολλά. μεμνημένος γὰρ ὅτι καὶ δι’ οὔρων πλήθους αὐτὸς ἡμᾶς ἐδίδαξε γίνεσθαί ποτε κρίσιν, ἐπεσημήνατο νῦν ὅτι καὶ πολλῶν ὄντων αὐτῶν ὅμως οὐδὲν ἦν κρίσιμον οὐδὲ χρηστόν· οὐ γὰρ ἐκκαθαίρουσα τὸ σῶμα καὶ κινοῦσα τὰ

696
λυποῦντα φαίνεται νῦν ἡ φύσις ἐργαζομένη τὸ πλῆθος τῶν οὔρων, ἀλλ’ ὥσπερ ἔμαθες ἱδρῶτάς τε καὶ διαχωρήματα ποτὲ μὲν ὡς συμπτώματα τῆς κατὰ τὸ σῶμα περιουσίας τῶν μοχθηρῶν χυμῶν ἐκκρίνεσθαι, ποτὲ δὲ ἐκκαθαιρούσης αὐτὰ τῆς φύσεως, οὕτω καὶ νῦν τὰ οὖρα πλεοναζούσης ὑγρότητος ὀῤῥώδους ἐν τῷ σώματι συμπτώματ’ ἐστί. διὰ τοῦτ’ οὖν αὐτοῖς προσέθηκε τὸ κρισιμὸν οὐδὲν οὐδὲ χρηστόν. ἐξεκρίνετο γὰρ ἤτοι διὰ πλῆθος ἄμετρον, οὐ δυναμένων αὐτὰ τῶν περιεχόντων μορίων στέγειν, ἢ διὰ δῆξιν ἰσχυρὰν ἀνιωμένων τε καὶ διὰ τοῦτο πρὸς τὴν ἀπόκρισιν ἐξορμώντων. τοιαῦτα δὲ κατὰ τὴν αὐτὴν ταύτην κατάστασιν ἐγένετο καὶ διὰ τῆς γαστρὸς ἐκκρινόμενα, καθότι προείρηται· καὶ δηλονότι καὶ οἱ ἱδρῶτες ἀνάλογον αὐτοῖς ἦσαν.

Οὐδ’ ἄλλο κρίσιμον οὐδὲν τοῖσιν οὕτως ἔχουσιν ἐπεφαίνετο, οὔτε γὰρ ᾑμοῤῥάγει καλῶς οὔτε τις ἄλλη τῶν εἰθισμένων ἀπόστασις ἐγίνετο κρίσιμος, ἔθνησκόν τε
697
ἕκαστος, εἰ τύχῃ, πεπλανημένως, τὰ πολλὰ περὶ τὰς κρίσιας, ἐκ πολλοῦ δέ τινες, ἄφωνοι, ἱδρῶντες πολλοί. τοῖσι γοῦν ὀλεθρίως ἔχουσι συμβαίνει ταῦτα.

Τῶν μὲν οὖν ὀλεθρίως ἐχόντων ξυνέπιπτε ταῦτα, ἃ κατέλεξεν ἐνταῦθά σοι, τὰ τῶν ὀλεθρίως ἐχόντων καυσωδῶν συμπτώματα. προακήκοας δὲ πολλάκις ἤδη διὰ τί τῶν εἰρημένων ἕκαστον ὀλέθριόν ἐστι· τοῖσι μὲν ὀλεθρίως ἔχουσι ξυνέπιπτε ταῦτα.

Παραπλήσια δὲ καὶ τοῖσι φρενιτικοῖσι.

Συμπληρώσας τὸν περὶ τῶν καύσων λόγον ἐπὶ τὰ συμβάντα τοῖς φρενιτικοῖς μεταβαίνει· προσχῶμεν οὖν κᾀνταῦθα ταῖς ῥήσεσιν αὐτοῦ.

698
Ἄδιψοι δὲ πάνυ ἦσαν οὗτοι.

Περὶ τῶν φρενιτικῶν ὁ λόγος· ἀδίψους δ’ αὐτοὺς γεγονέναι φησὶν οὐχ οὕτως διὰ τὸ πολλὴν ὑγρότητα πλεονάζουσαν ἔχειν ἐν τῷ στόματι τῆς γαστρὸς, ὡς διὰ τὸ μὴ παρακολουθεῖν οἷς ἔπασχον καὶ νενεκρῶσθαι τὴν ὀρεκτικὴν τοῦ στομάχου αὐτοῖς δύναμιν.

Οὐδ’ ἐξεμάνη τῶν φρενιτικῶν οὐδεὶς ὥσπερ ἐπ’ ἄλλοισιν, ἀλλ’ ἄλλῃ τινὶ καταφορῇ κακῇ, νωθρῇ, βαρέως ἀπώλλυντο.

Εἰ χωρὶς τοῦ προειπεῖν οὐδ’ ἐξεμάνη τῶν φρενιτικῶν οὐδεὶς, ἀπλῶς εἰρήκει τοὺς τότε φρενιτικοὺς ἀπόλλυσθαι καταφορῇ νοθρῇ, πιθανὸν ἦν ἀκοῦσαι μεταπτώσεως εἰς λήθαργον αὐτοῖς γενομένης, οὕτω διαφθείρεσθαι. προειρημένου

699
δὲ τοῦ, οὐδ’ ἐξεμάνη οὐδεὶς, εὐλογώτερόν ἐστι μετὰ καταφορᾶς αὐτοὺς ἀπόλλυσθαι μένοντας φρενιτικοὺς, ὅπερ ἐστὶ παραφρονοῦντας, ἐν τούτῳ γὰρ μόνῳ διηνεκῶς ὑπάρχοντι μετὰ πυρετοῦ τὴν φρενῖτιν νοοῦμεν, οὐδενὶ διαφέρουσαν ἄλλῳ τῆς μανίας πλὴν τῷ πυρετῷ. φρενῶν μὲν γὰρ ἄμφω βλάβαι. τὸ δὲ χωρὶς πυρετοῦ τῶν μαινομένων ἴδιον, ὥσπερ τὸ σὺν πυρετῷ τῶν φρενιτικῶν. θαυμαστὸν οὖν οὐδὲν ἠθροισμένων ἐν τῷ σώματι χυμῶν ὠμῶν, ὡς τά γε διαχωρούμενα τὴν ἔνδειξιν ἐποιήσατο, κωματώδεις τε ἅμα καὶ παραφρονοῦντας γενέσθαι, κωματώδεις μὲν διά τε τὸ πλῆθος καὶ τὴν ψυχρότητα τῶν ὠμῶν χυμῶν, παραφρονοῦντας δὲ, διότι σηπόμενοι δριμύτητά τε καὶ θερμασίαν ἐγέννων.

Ἦσαν δὲ καὶ ἄλλοι πυρετοὶ, περὶ ὧν γεγράψεται.

Ἀναμνησθῶμεν δ’ ὅτι προειπὼν, ἦν κατάστασις τῶν

700
γενομένων καυσώδης, ἣν δὴ καὶ διηγησάμενος ἐφεξῆς πάντ’ αὐτοῖς τὰ συμβάντα καὶ μετὰ ταῦτα πάλιν εἰπὼν, παραπλήσια δὲ καὶ τοῖσι φρενιτικοῖσιν. εἶτα καὶ τὸν περὶ τούτων λόγον ἅπαντα πληρώσας ἑξῆς ἐπήνεγκεν· ἦσαν δὲ καὶ ἄλλοι πυρετοὶ περὶ ὧν γεγράψεται. δηλοῖ γὰρ ἐκ ταύτης τῆς λέξεως πυρετῶν εἴδη τὸν καῦσον εἶναι καὶ τὴν φρενῖτιν, καῦσον μὲν, ὃς ἂν διηνεκὲς ἔχῃ δίψος μετὰ διηνεκοῦς πυρώσεως πολλῆς, φρενῖτιν δὲ, ὡς ἂν συνεχὴς ὢν, ἅμα καὶ παραφροσύνῃ γίνεται διηνεκεῖ.

Στόματα πολλοῖσιν ἀφθώδεα, ἑλκώδεα, ῥεύματα περὶ αἰδοῖα πολλὰ, ἑλκώματα, φύματα ἔξωθεν, εἴσωθεν τὰ παρὰ βουβῶνας.

Εἰρήκει μὲν ἔμπροσθεν καὶ περὶ τούτων. ἀλλ’ ἐν τῷ κατὰ μέρος ὑπὲρ ἑκάστου λέγει, μέχρι τοῦ φθινοπώρου τὰς τῶν ἐρυσιπελάτων γενέσεις εἰπὼν προελθεῖν, εὔδηλός

701
ἐστι καὶ περὶ τῶν νῦν ἐφεξῆς αὐτοῖς γραφομένων ἁπάντων ἐνδεικνύμενος ταὐτό. κατὰ τοῦτ’ οὖν αὖθις ἐμνημόνευσε τῶν αὐτῶν.

Ὀφθαλμίαι ὑγραὶ, μακραὶ, χρόνιαι μετὰ πόνων, ἐπιφύσιες βλεφάρων ἔξωθεν, ἔσωθεν, πολλῶν φθείροντες τὰς ὄψιας, ἃς σῦκα ἐπονομάζουσιν.

Ἡ τοῦ πλεονάσαντος χυμοῦ περιουσία διττὸν ἔοικεν ἔχειν εἶδος ἐν τῇ κατὰ πάχος καὶ λεπτότητα διαφορᾷ, καθάπερ εἴωθεν ἀεὶ σχεδὸν ἐφ’ ὑγραῖς καὶ νηνέμοις γίνεσθαι καταστάσεσιν. εἰ μὴ γὰρ οἰκείοις τις τοῖς γυμνασίοις χρώμενος ῥιπίζει τε ἅμα καὶ διακαθαίρει καὶ κινεῖ τὸ σῶμα, πλῆθος ἀθροίζει χυμῶν καὶ παχέων καὶ λεπτῶν· παχέων μὲν διὰ τὴν ἀργίαν, λεπτῶν δὲ καὶ ὑδατωδῶν, διὰ τὸ μὴ κεκενῶσθαι. τῆς μὲν οὖν λεπτότητος αὐτῶν τεκμήρια τά τε κατὰ τὴν γαστέρα διερχόμενα λεπτὰ καὶ τὰ οὖρά γε

702
τοιαῦτα γενόμενα· τοῦ δὲ πάχους τό τε χρονίσαι πᾶν καὶ τὸ συνεδρεῦον τοῖς πλείστοις κῶμα. καὶ τούτων οὖν εἰκότως οἷς ἐπ’ ὀφθαλμοὺς ἔῤῥεψε τὸ πλῆθος, ὑγρᾶς μὲν ὀφθαλμίας εἰργάσατο διὰ τὴν λεπτότητα, τὰς δὲ τῶν βλεφάρων ἐπιφύσεις διὰ τὸ πάχος. τοῦ γὰρ ἐπιῤῥέοντος τοῖς ὀφθαλμοῖς χυμοῦ τὸ μὲν ἐκκρινόμενον ὑγρὸν ἐργάζεται τὰς ὀφθαλμίας, τουτέστι μετὰ ῥεύματος ὑγροῦ καὶ ὑδατώδους, τὸ δὲ παχύτερον ἐμπλαττόμενον τοῖς πάσχουσι μορίοις τὰς ὀχθώδεις ἐπαναστάσεις. ὅσον δὲ ἐν τῷ βάθει τῶν ὀφθαλμῶν ἐγένετο τοῦ παχέος χυμοῦ τὰς ὀδύνας εἰργάζετο.