In Hippocratis Epidemiarum I

Galen

Galen, In Hippocratis Epidemiarum I

Πολλοὶ φάρυγγας ἐπόνεσαν, φωναὶ κακούμεναι.

Οἷς εὐπλήρωτος ἦν ἡ κεφαλὴ φύσει, τούτοις νῦν ἐμπλησθεῖσα περιουσίας χυμῶν, ἤρξατο καταπέμπειν εἰς πνεύμονά τε καὶ γαστέρα ῥεύματα διὰ τῆς φάρυγγος. εἰκότως

661
δὲ καὶ τὰς φωνὰς ἔφη κακοῦσθαι τοῖς τοιούτοις. ὁρᾶται γὰρ καὶ τοῦτο συνεχῶς γινόμενον ἐπὶ κατάῤῥοις, ὅταν ἱκανῶς διαβρέξωσι τὰ περὶ τὴν φάρυγγα καὶ τὸν λάρυγγα χωρία.

Καῦσοι φρενιτικοί.

Καῦσοι μὲν ἐγένοντο τῆς χολώδους περιουσίας κατασκηπτούσης εἰς ἧπάρ τε καὶ γαστέρα· φρενιτικοὶ δ’ ἐπὶ κεφαλὴν ἀναφερομένης.

Στόματα ἀφθώδεα, αἰδοίοις φύματα, ὀφθαλμίαι, ἄνθρακες.

Τούτων ἕκαστον τῶν παθῶν γίνεται μὲν καὶ συνήθως ἄνευ κακοηθείας, ὡς ἐπὶ τῶν ἐρυσιπελάτων ὀλίγον ἔμπροσθεν εἴρηται. γίνεται δὲ καὶ κακοήθως ὥσπερ νῦν,

662
ἐπεὶ σηπεδονώδης ἦν ὁ πλεονάζων χυμός. ἐπὶ πάντων οὖν ὧν καταλέγει νοσημάτων, ἀεὶ τούτου μοι μέμνησο καὶ μήτ’ ἄφθας ἄκουε γεγονέναι τοῖς πάσχουσι μήτ’ ἄλλο τι πάθημα κατὰ τὸν συνήθη τρόπον, ἀλλὰ μετὰ τοῦ σήπεσθαι τὰ μόρια. μέμνησο δὲ καὶ τοῦ κοινοῦ λόγου τοῦδε, τὸν σηπεδονώδη χυμὸν ὑπὸ τῆς αὐτῆς καταστάσεως ἅπασι γεννηθέντα καταλαμβάνειν οὐ τὰ αὐτὰ μόρια, διὰ τὸ μηδὲ φύσει πᾶσιν ὡσαύτως ἔχειν ἐν τῇ τοιαύτῃ διαθέσει τὸ πᾶν, ἀλλ’ ἄλλων ἄλλο ἀσθενέστερον. αἱ μὲν οὖν ἄφθαι κατὰ τὸ στόμα γίνονται συνεχῶς τοῖς παιδίοις, ἕλκωσις ἐπιπολῆς οὖσαι, διότι τε μαλακώτατα τὰ μόρια πάντ’ ἐστὶν αὐτῶν καὶ οἷον βρυώδη καὶ πρὸς τούτοις ἔτι τὸ στόμα παντάπασιν ἄηθες ὁμιλίας ἐδεσμάτων τε καὶ πομάτων ὅταν οὖν τὸ γάλα τῆς τιτθῆς ἔχῃ τινὰ δριμύτητα, τὰς ἄφθας ἐργάζεται παυομένας ῥᾳδίως, ἐὰν μετρίως στύφῃ τις τὸ στόμα τοῦ βρέφους. ὅταν δέ τις ἐπιῤῥυῇ μοχθηρὸς χυμὸς, ἀεὶ κακοήθεις ἄφθαι συνίστανται. τὸ δὲ τῶν ἀνθράκων πάθος ἀεὶ κινδυνῶδές ἐστιν, ὡς ἂν ὑπὸ μοχθηρῶν γινόμενον χυμῶν,
663
ὥστε καὶ νῦν εὔλογον ἦν ὀλεθριώτατον αὐτὸ γενέσθαι, προσλαβὸν τῇ συμφύτῳ κακοηθείᾳ τὴν ἐκ τῆς καταστάσεως. εἴρηται δ’ ἱκανῶς περὶ τῆς τοῦδε τοῦ πάθους γενέσεως, ἡνίκ’ ἐξηγούμην τὴν ἀρχὴν τοῦ δευτέρου τῶν ἐπιδημιῶν. τὰ δ’ ἄλλα τῆς ῥήσεως δῆλα.

Κοιλίαι ταραχώδεες, ἀπόσιτοι.

Τοῦ καταῤῥυέντος ἐκ τῆς κεφαλῆς εἰς τὴν φάρυγγα μοχθηροῦ χυμοῦ, τὸ μὲν εἰς τὸν πνεύμονα χωρῆσαν τὰς φθινώδεις ἐργάσατο διαθέσεις, τὸ δ’ εἰς τὴν κοιλίην ἐνεχθὲν ὑπιὸν κάτω μετὰ δήξεως ἐκτάραξιν αὐτῆς ἐποιεῖτο. ὅπερ ἐδήλωσε, κοιλίαι ταραχώδεες. ἐν δὲ τῇ διόδῳ τὴν ὀρεκτικὴν τῶν σιτίων δύναμιν ἐκάκωσε τῆς γαστρὸς κᾀντεῦθεν ἀποσιτίαι.

664
Διψώδεες οἱ μὲν, οἱ δ’ οὔ.

Διὰ πλείους αἰτίας εἰκὸς ἦν οὔτ’ ἀδίψους ἅπαντας οὔτε διψώδεις γενέσθαι. φαίνεται μὲν γὰρ ὑγρότης ἠθροισμένη σηπεδονώδης ἅπασιν, οὐ μὴν ἴση γε τὸ πλῆθος ἢ ὁμοίως μοχθηρά. τινὰς μὲν οὖν ἀδίψους εἶναι δυνατὸν, ὥσπερ καὶ τοὺς ἀποσίτους ἐπὶ τῇ βλάβῃ τῆς ὀρεκτικῆς τῶν πομάτων δυνάμεως. εὔδηλον δ’ ὅτι κακίστην οὗτοι διάθεσιν ἴσχον, μήτε κακοήθη αὐτοῖς συῤῥεῖν ὑγρότητα, ὡς μετρίως διψῇν. ἄλλους δὲ διψώδεις εἶναι, συῤῥεούσης εἰς τὴν γαστέρα τῆς κακοχυμίας, μηδέπω τὸ στόμα αὐτῆς βεβλαφυίας ἄχρι τοσούτου, ὡς διεφθάρθαι τὴν ὀρεκτικὴν τῶν πομάτων δύναμιν.

Οὖρα ταραχώδεα, πολλὰ, κακά.
665

Τὰ μὲν οὖρα ταραχώδη γεγονέναι κατὰ τὸν αὐτὸν τρόπον ἄκουε καθ’ ὃν ὀλίγον ἔμπροσθεν ἤκουες αὐτοῦ κοιλίαι ταραχώδεες εἰπόντος. ὅσοις γὰρ ἔῤῥεψεν ἐπὶ νεφροὺς ἡ κακοχυμία, τούτοις ἀναγκαῖον ἦν οὖρα ταραχώδεα γίνεσθαι, τουτέστι μετὰ δήξεως καὶ πόνων διεξόντα. τὸ δ’ ἐφεξῆς αὐτῷ γεγραμμένον, πολλὰ, κακὰ, δυνατὸν μέν ἐστι καὶ περὶ τῶν οὔρων εἰρῆσθαι, δυνατὸν δὲ καὶ αὐτὸ καθ’ ἑαυτὸ, δι’ ἑνὸς λόγου τοῦδε, πλῆθός τι συμπτωμάτων μοχθηρῶν ἐνδεικνυμένου γενέσθαι τοῖς τότε νοσοῦσι.

Κωματώδεες ἐπὶ πολὺ καὶ πάλιν ἄγρυπνοι.

Τὸ μὲν ἄμικτον ἀγρυπνίᾳ κῶμα δι’ ὑγρότητα καὶ ψύξιν ἔμαθες ἐγκεφάλου γίνεσθαι· τὴν δ’ ἄμικτον ἀγρυπνίαν κώματι διὰ ξηρότητα καὶ θερμότητα. νῦν οὖν αὐξηθέντων τῶν χυμῶν, ὑγρότητα μὲν ἐπιπολοῦσαν ἐχόντων, οὐ μὲν δή γε δριμεῖαν ἅπασαν. ἡ μὲν ὑγρότης τὴν κωματώδη

666
διάθεσιν, ἡ δ’ ἐκ τοῦ σήπεσθαι δριμύτης τὴν ἀγρυπνίαν εἰργάσατο, τῶν ἐναντίων συμπτωμάτων ἐπ’ ἐναντίοις αἰτίοις εὐλόγως γινομένων.

Ἀκρισίαι πολλαί· τὰ δὲ δύσκριτα.

Διὰ τὴν κακοχυμίαν ἔνια μὲν τῶν νοσημάτων οὐδ’ ὅλως ἐκρίνετο, τινὰ δὲ μοχθηρῶς.

Ὕδρωπες.

Καὶ τοῦτο τὸ πάθημα γίνεσθαί φησιν ἐνίοις ἐκ τῆς περιουσίας τῶν μοχθηρῶν ὑγρῶν. ἅπαν γὰρ αὕτη νόσημα δύναται γεννᾶν ἄλλο κατ’ ἄλλο σῶμα, παρά τε τὰς φυσικὰς αὐτῶν διαφορὰς καὶ τὴν τῆς διαίτης ἀνομοιότητα, καθάπερ ὀλίγον ἔμπροσθεν εἴρηται.

667
Φθινώδεες πολλοί.

Λέλεκταί μοι καὶ πρόσθεν ὡς τὸ καταῤῥυὲν ἐκ τῆς κεφαλῆς εἰς τὴν φάρυγγα διὰ τοῦ λάρυγγος εἰς τὴν τραχεῖαν ἀρτηρίαν καὶ τὸν πνεύμονα ἀφικόμενον τὰς τοιαύτας διαθέσεις εἰργάσατο.

Τὰ μὲν ἐπιδημήσαντα νοσήματα ταῦτα.

Τῶν ἐπιδημιῶν νοσημάτων ἕν τι καὶ τὸ λοιμῶδές ἐστιν, ὡς κᾀν τῷ περὶ διαίτης ὀξέων ἐλέγετο. ὅταν γὰρ μὴ λοιμώδεος νόσου τρόπος τις κοινὸς ἐπιδημήσῃ, ἀλλὰ σποράδες ἔωσιν αἱ νοῦσοι. οὐ γὰρ δὴ νοσήματός γέ τινος ὄνομά ἐστιν ἐπίδημον ἢ λοιμῶδες, ἀλλ’ ὅ τί περ ἂν πολλοῖς ἐν ἑνὶ γένηται χωρίῳ, τοῦτο ἐπίδημον ὀνομάζεται. προσελθόντος δ’ αὐτῷ τοῦ πολλοὺς ἀναιρεῖν, λοιμὸς γίνεται.

668
Ἑκάστου δὲ τῶν ὑπογεγραμμένων ἰδεῶν ἦσαν οἱ κάμνοντες καὶ θνήσκοντες πολλοὶ, συνέπιπτε δ’ ἐφ’ ἑκάστοισι τούτων ὧδε.

Ἐκ μὲν τοῦ φάναι καὶ ἔθνησκον πολλοὶ, λοιμώδη τὰ ἐπιδημήσαντα νοσήματα γεγονέναι δηλοῖ, πολυειδῶν δὲ αὐτῶν γενομένων, ὑπὲρ ἑκάστου κατὰ μόνας εἰπεῖν ἐπαγγέλλεται διὰ τῶν ἐφεξῆς.

Πολλοῖς μὲν τὸ ἐρυσίπελας μετὰ προφάσιος ἐπὶ τοῖσι τυχοῦσι καὶ πάνυ ἐπὶ σμικροῖσι τρωματίοισιν ἐφ’ ὅλῳ τῷ σώματι, μάλιστα δὲ τοῖς περὶ ἑξήκοντα ἔτεα περὶ κεφαλὴν, εἰ καὶ σμικρὸν ἀμεληθείη. πολλοῖσι δὲ καὶ ἐν θεραπείαις ἐοῦσι μεγάλαι φλεγμοναὶ ἐγίνοντο καὶ τὸ ἐρυσίπελας πολὺ ταχὺ πάντοθεν ἐπενέμετο.
669

Οὗ πρώτου πάντως ἐμνημόνευσε πάθους, εἰκότως καὶ νῦν πρώτου γράφει τὰς κατὰ μέρος διαφοράς. ἐνίοις μὲν αὐτὸ γίνεσθαι λέγων ἐπὶ μικραῖς ἀφορμαῖς, ἃς προφάσεις ὠνόμασεν, ἐνίοις δ’ ἐν θεραπείαις οὖσι μεγάλας τε φλεγμονὰς ἀκολουθῆσαι, ὡς νενόμενον ἐπὶ πολὺ τὸ ἐρυσίπελας. τοῖς πλείοσι δὲ περὶ τὴν κεφαλὴν τοῦτο συμβῆναι, διὰ τὸ πληρωθῆναι μάλιστα ταύτην ἐν ταῖς νοτίοις τε καὶ θερμαῖς ἀπνοίαις. τὸ δὲ τοῖς ἑξηκονταετέσιν αὐτὸ γενέσθαι μᾶλλον αἰτίαν ἔχει τήνδε. τὸ περιϊστάμενον ἔξωθεν παρὰ φύσιν θερμὸν αἴτιον ἐγένετο τοῦ σαπῆναι τοὺς ἐν τῷ σώματι χυμοὺς, ὡς τό γ’ ἐν ἡμῖν θερμὸν, ὅταν ἀκριβῶς φυλάττῃ τὴν κατὰ φύσιν ἑαυτοῦ κρᾶσιν, αἷμα τῶν ἄλλων χυμῶν ἐργάζεται πλέον, ὅταν δ’ ἐπὶ τὸ πυρωδέστερον ἐκτραπῇ, τὴν ὠχράν τε καὶ ξανθὴν χολήν. τὸ δ’ ἔξωθεν θερμὸν αἴτιόν ἐστι σηπεδόνος χυμῶν. ὕλη μὲν γάρ ἐστιν ἡ ὑγρότης, αἰτία δὲ δραστικὴ τὸ παρὰ φύσιν θερμόν. οἱ τοίνυν γέροντες ὑγρότητας μὲν ἀθροίζοντες ἀεὶ περιττὰς, διὰ τὴν ἀσθένειαν τῆς φύσεως, προσλαβόντες δὲ καὶ τὴν ἐκ τοῦ περιέχοντος

670
θερμότητα, διὰ τὴν γενομένην τότε κατάστασιν εὐαλωτότεροι τῶν νέων ἐγένοντο τῇ σηπεδονώδει φθορᾷ τῶν χυμῶν.

Τοῖσι μὲν οὖν πλείστοισιν αὐτέων ἀποστάσιες ἐς ἐμπυήματα ξυνέπιπτον, σαρκῶν τε καὶ ὀστέων καὶ νεύρων ἐκπτώματα μεγάλα.

Τὴν κακοήθειαν τοῦ πλεονάσαντος χυμοῦ διὰ τοῦ μεγέθους τῆς σήψεως συνέστηκε καὶ τοῖς εἰρημένοις ἐφεξῆς συνάπτων ἐρεῖ·

Ἦν δὲ καὶ τὸ ῥεῦμα συνιστάμενον, οὐ πύῳ ἴκελον, ἀλλὰ σηπεδών τις ἄλλη καὶ ῥεῦμα πολὺ καὶ ποικίλον.

Αὐτὸς ἐδήλωσέ σοι σαφῶς, ὅπερ ἤδη πολλάκις ἡμεῖς ἔμπροσθεν εἴπομεν, ὡς οἱ ἐν τῷ σώματι χυμοὶ διὰ τὴν

671
ὑγρότητά τε καὶ ἄπνοιαν τοῦ περιέχοντος ἐσήποντο, καὶ διὰ τοῦτο πῦον μὲν οὐκ ἐγεννᾶτο, διεσήπετο δ’ ὑπὸ τῶν μοχθηρῶν χυμῶν ὑγρῶν τὰ στερεά. ποικίλον δ’ εἶναι τὸ ῥεῦμα διὰ τὴν τῶν σηπομένων διαφθορὰν εὔλογον. ὑπὸ γὰρ κοινῆς αἰτίας τῆς σηπεδόνος ἕκαστον τῶν σηπομένων ἴδιον εἶδος ἴσχει τῆς διαφθορᾶς.

Οἷσι μὲν οὖν περὶ τὴν κεφαλὴν τούτων τι ξυμπίπτει γίνεσθαι, μάδισίς τε ὅλης τῆς κεφαλῆς ἐγίνετο καὶ τοῦ γενείου καὶ ὀστέων ψιλώματα καὶ κοπώματα καὶ πολλὰ ῥεύματα. ἐν πυρετοῖσι δὲ ταῦτα καὶ ἄνευ πυρετῶν· ἦν δὲ ταῦτα φοβερώτερα ἢ κακίω. οἷσι γὰρ εἰς ἐμπύημα ὁ τῶν τοιούτων ἀφίκοιτο πεπασμὸς, οἱ πλεῖστοι τούτων ἐσώζοντο. οἷσι δ’ ἡ μὲν φλεγμονὴ καὶ τὸ ἐρυσίπελας ἀπέλθοι, τοιαύτην δ’ ἀπόστασιν μηδεμίαν ποιήσαιτο, τούτων ἀπώλλυντο πουλοί. ὁμοίως δὲ καὶ ἄλλῃ τοῦ σώματος πλανηθῆ, ξυνέπιπτε ταῦτα. πολλοῖσι μὲν γὰρ
672
βραχίων καὶ πῆχυς ὅλος περιεῤῥύη, οἷσι δὲ τὰ πλευρὰ ταῦτ’ ἐκακοῦτο ἢ τῶν ἔμπροσθέν τι ἢ τῶν ὄπισθεν, οἷσι δ’ ὅλος μηρὸς ἢ τὰ περὶ κνήμην ἀπεψιλοῦτο καὶ ποὺς ὅλος.

Ἡ σηπεδὼν τῶν ὑγρῶν ἔργον ἔχουσα κοινὸν ἐκεῖνα τῶν σωμάτων φθείρειν, εἰς ἅπερ ἂν κατασκήψῃ, φοβερωτέραν εἶχε φαντασίαν ἐν τοῖς περὶ κεφαλὴν μορίοις, διὰ τὸ κᾂν βραχὺ τὴν παρὰ φύσιν ἐνταῦθα παραλλαχθείη, πλέον γίνεσθαι τὸ αἶσχος ἢ κατὰ τὰ ἄλλα μόρια μεγάλην ἐκτροπὴν εἰς τὸ παρὰ φύσιν ἔχοντα. μηροῦ μὲν γὰρ ἢ βραχίονος ἢ κνήμης ἢ πήχεως ἀποῤῥυὲν δέρμα μικροτέραν ἔχει φαντασίαν, εἰ δὲ τῆς κεφαλῆς συναποπέσοιεν αἱ τρίχες τῷ δέρματι καὶ πολὺ μᾶλλον ἡ τοῦ γενείου σὺν αὐταῖς, ἡ μὲν φαντασία τοῦ πάθους γίνεται μεγάλη, ὁ κίνδυνος δ’ ἦττον ἢ εἰ περὶ αἰδοῖα συμβαίη τὸ τοιοῦτον πάθος ἢ λάρυγγα καὶ θώρακα καί τι τῶν κυρίων. οὐ μόνον δὲ τὰ περὶ τὴν κεφαλὴν οὕτως γινόμενα φοβερὰ μᾶλλον ἦν

673
ἢ κακίω, ἀλλὰ καὶ καθ’ ὁτιοῦν ἄλλο μέρος οὕτως ἐκπίπτοντα. κακίω γὰρ ἦν ἐφ’ ὧν ἀπέστησεν εἰς τὸ βάθος ὁ τὸ ἐρυσίπελας ἐργαζόμενος χυμὸς, ἐπειδὴ πρὸς τὰ σπλάγχνα καὶ πρὸς τὰ κύρια μέρη χωρῶν ἅμα τοῖς ἄλλοις συμπτώμασι καὶ πυρετοὺς ὀξεῖς ἐγέννα. τινὲς μέντοι τῶν ἐπιπολῆς ἐχόντων τὴν τοιαύτην σηπεδόνα καὶ χωρὶς πυρετῶν διεφθάρησαν τὰ μόρια καί τινες αὐτῶν διὰ τοῦτ’ ἐσώθησαν, ἐκκριθείσης τῆς κακοχυμίας διὰ τῶν μορίων ὧν αὕτη διέσηψεν. ἐπλανᾶτο γὰρ, ὡς αὐτὸς ὠνόμασε, δι’ ὅλου τοῦ σώματος τὸ ῥεῦμα, τουτέστιν ἀλόγως καὶ ἀτάκτως καὶ ὡς ἔτυχεν ἐφέρετο, μηδὲ προγνῶναί τινος ἰατροῦ δυναμένου τεχνικῶς ἐς ὅ τι κατασκήψειεν.

Ἦν δὲ πάντων χαλεπώτατον τοιούτων ὅτε περὶ ἥβην καὶ αἰδοῖα γένοιτο.
674

Καὶ χωρὶς λοιμώδους καταστάσεως, ὅταν ἐν τούτοις τοῖς χωρίοις ἤτοι φλεγμονή τις ἢ ἐρυσίπελας γένηται, ῥᾷστά τε σήπεται καὶ συμπαθείας ἐργάζεται τῶν ὑπερκειμένων μορίων. διὸ καὶ πολλάκις ἀναγκαζόμεθα μετὰ τὸ περικόψαι τὰ σεσηπότα τὴν χώραν ἐκκαίειν. οὐδὲν οὖν θαυμαστὸν, τοιαύτης καταστάσεως γινομένης ὡς καὶ βραχίονα καὶ πῆχυν καὶ μηρὸν καὶ κνήμην πλευράν τε καὶ κεφαλὴν διασήπειν, ἐπὶ πλεῖστον ἥκειν κακώσεως τὰ περὶ αἰδοῖα.

Τὰ μὲν περὶ ἕλκεα καὶ μετὰ προφάσιος τοιαῦτα.

Ἄχρι τοῦ νῦν ὁ λόγος αὐτῷ γέγονε περὶ τῶν ἐρυσιπελάτων, ὅσα δ’ ἕλκωσιν ἤ τι μικρὸν οὕτως ἄλλο τῶν ἔξωθεν αἰτίων συνέστη. ἐφεξῆς δὲ περὶ τῶν ἄνευ τοιαύτης αἰτίας γενομένων ποιήσεται τὸν λόγον.

675
Πολλοῖσι δ’ ἐν πυρετοῖσι καὶ πρὸ πυρετοῦ καὶ ἐπὶ πυρετῷ συνέπιπτεν.

Οὐδὲ δι’ ἕλκος τούτοις, ἤτοι τῶν ἔξωθεν αἰτίων τῶν προφανῶν, ἀλλ’ ὡς εἰώθαμεν λέγειν, αὐτόματος ἡ γένεσις ἀπήντησε τῶν ἐρυσιπελάτων, ἐνίοις μὲν ἅμα πυρετοῖς εἰσβάλλων, ἐνίοις δ’ ἀκολουθησάντων πυρετῶν ἢ προγενομένων αὐτῶν.

Ἢν δὲ καὶ τούτων ὅσα μὲν ἀπόστασιν ποιήσαιτο διὰ τοῦ ἐμπυήματος ἢ κατὰ κοιλίην ταραχή τις ἐπίκαιρος ἢ χρηστῶν οὔρων διάδοσις γένοιτο, διὰ τούτων λελύσθαι. οἷσι δὲ μηδὲν τούτων συμπίπτοι, ἀσήμως δ’ ἀφανιζομένων θανατώδεα γίνεσθαι.

Ἐῤῥέθη καὶ μικρὸν ἔμπροσθεν ἡ αἰτία τοῦ σώζεσθαι

676
μᾶλλον οἷσιν ἡ κακοχυμία διά τινος μορίου σαπέντος ἅμ’ ἐκείνῳ συνέπεσε τοῦ σώματος. εὔδηλον δ’ ὅτι καὶ διὰ γαστρὸς καὶ οὔρων ἐκκαθαρθεῖσα δυσχέρειαν μὲν εἰργάζετο καὶ τὰς ἀποκρίσεις, ὠφέλει δὲ τὸ σύμπαν σῶμα.