In Hippocratis Epidemiarum I

Galen

Galen, In Hippocratis Epidemiarum I

Πολλοὶ φάρυγγας ἐπόνεσαν, φωναὶ κακούμεναι.

Οἷς εὐπλήρωτος ἦν ἡ κεφαλὴ φύσει, τούτοις νῦν ἐμπλησθεῖσα περιουσίας χυμῶν, ἤρξατο καταπέμπειν εἰς πνεύμονά τε καὶ γαστέρα ῥεύματα διὰ τῆς φάρυγγος. εἰκότως

661
δὲ καὶ τὰς φωνὰς ἔφη κακοῦσθαι τοῖς τοιούτοις. ὁρᾶται γὰρ καὶ τοῦτο συνεχῶς γινόμενον ἐπὶ κατάῤῥοις, ὅταν ἱκανῶς διαβρέξωσι τὰ περὶ τὴν φάρυγγα καὶ τὸν λάρυγγα χωρία.

Καῦσοι φρενιτικοί.

Καῦσοι μὲν ἐγένοντο τῆς χολώδους περιουσίας κατασκηπτούσης εἰς ἧπάρ τε καὶ γαστέρα· φρενιτικοὶ δ’ ἐπὶ κεφαλὴν ἀναφερομένης.

Στόματα ἀφθώδεα, αἰδοίοις φύματα, ὀφθαλμίαι, ἄνθρακες.

Τούτων ἕκαστον τῶν παθῶν γίνεται μὲν καὶ συνήθως ἄνευ κακοηθείας, ὡς ἐπὶ τῶν ἐρυσιπελάτων ὀλίγον ἔμπροσθεν εἴρηται. γίνεται δὲ καὶ κακοήθως ὥσπερ νῦν,

662
ἐπεὶ σηπεδονώδης ἦν ὁ πλεονάζων χυμός. ἐπὶ πάντων οὖν ὧν καταλέγει νοσημάτων, ἀεὶ τούτου μοι μέμνησο καὶ μήτ’ ἄφθας ἄκουε γεγονέναι τοῖς πάσχουσι μήτ’ ἄλλο τι πάθημα κατὰ τὸν συνήθη τρόπον, ἀλλὰ μετὰ τοῦ σήπεσθαι τὰ μόρια. μέμνησο δὲ καὶ τοῦ κοινοῦ λόγου τοῦδε, τὸν σηπεδονώδη χυμὸν ὑπὸ τῆς αὐτῆς καταστάσεως ἅπασι γεννηθέντα καταλαμβάνειν οὐ τὰ αὐτὰ μόρια, διὰ τὸ μηδὲ φύσει πᾶσιν ὡσαύτως ἔχειν ἐν τῇ τοιαύτῃ διαθέσει τὸ πᾶν, ἀλλ’ ἄλλων ἄλλο ἀσθενέστερον. αἱ μὲν οὖν ἄφθαι κατὰ τὸ στόμα γίνονται συνεχῶς τοῖς παιδίοις, ἕλκωσις ἐπιπολῆς οὖσαι, διότι τε μαλακώτατα τὰ μόρια πάντ’ ἐστὶν αὐτῶν καὶ οἷον βρυώδη καὶ πρὸς τούτοις ἔτι τὸ στόμα παντάπασιν ἄηθες ὁμιλίας ἐδεσμάτων τε καὶ πομάτων ὅταν οὖν τὸ γάλα τῆς τιτθῆς ἔχῃ τινὰ δριμύτητα, τὰς ἄφθας ἐργάζεται παυομένας ῥᾳδίως, ἐὰν μετρίως στύφῃ τις τὸ στόμα τοῦ βρέφους. ὅταν δέ τις ἐπιῤῥυῇ μοχθηρὸς χυμὸς, ἀεὶ κακοήθεις ἄφθαι συνίστανται. τὸ δὲ τῶν ἀνθράκων πάθος ἀεὶ κινδυνῶδές ἐστιν, ὡς ἂν ὑπὸ μοχθηρῶν γινόμενον χυμῶν,
663
ὥστε καὶ νῦν εὔλογον ἦν ὀλεθριώτατον αὐτὸ γενέσθαι, προσλαβὸν τῇ συμφύτῳ κακοηθείᾳ τὴν ἐκ τῆς καταστάσεως. εἴρηται δ’ ἱκανῶς περὶ τῆς τοῦδε τοῦ πάθους γενέσεως, ἡνίκ’ ἐξηγούμην τὴν ἀρχὴν τοῦ δευτέρου τῶν ἐπιδημιῶν. τὰ δ’ ἄλλα τῆς ῥήσεως δῆλα.

Κοιλίαι ταραχώδεες, ἀπόσιτοι.

Τοῦ καταῤῥυέντος ἐκ τῆς κεφαλῆς εἰς τὴν φάρυγγα μοχθηροῦ χυμοῦ, τὸ μὲν εἰς τὸν πνεύμονα χωρῆσαν τὰς φθινώδεις ἐργάσατο διαθέσεις, τὸ δ’ εἰς τὴν κοιλίην ἐνεχθὲν ὑπιὸν κάτω μετὰ δήξεως ἐκτάραξιν αὐτῆς ἐποιεῖτο. ὅπερ ἐδήλωσε, κοιλίαι ταραχώδεες. ἐν δὲ τῇ διόδῳ τὴν ὀρεκτικὴν τῶν σιτίων δύναμιν ἐκάκωσε τῆς γαστρὸς κᾀντεῦθεν ἀποσιτίαι.

664
Διψώδεες οἱ μὲν, οἱ δ’ οὔ.

Διὰ πλείους αἰτίας εἰκὸς ἦν οὔτ’ ἀδίψους ἅπαντας οὔτε διψώδεις γενέσθαι. φαίνεται μὲν γὰρ ὑγρότης ἠθροισμένη σηπεδονώδης ἅπασιν, οὐ μὴν ἴση γε τὸ πλῆθος ἢ ὁμοίως μοχθηρά. τινὰς μὲν οὖν ἀδίψους εἶναι δυνατὸν, ὥσπερ καὶ τοὺς ἀποσίτους ἐπὶ τῇ βλάβῃ τῆς ὀρεκτικῆς τῶν πομάτων δυνάμεως. εὔδηλον δ’ ὅτι κακίστην οὗτοι διάθεσιν ἴσχον, μήτε κακοήθη αὐτοῖς συῤῥεῖν ὑγρότητα, ὡς μετρίως διψῇν. ἄλλους δὲ διψώδεις εἶναι, συῤῥεούσης εἰς τὴν γαστέρα τῆς κακοχυμίας, μηδέπω τὸ στόμα αὐτῆς βεβλαφυίας ἄχρι τοσούτου, ὡς διεφθάρθαι τὴν ὀρεκτικὴν τῶν πομάτων δύναμιν.

Οὖρα ταραχώδεα, πολλὰ, κακά.
665

Τὰ μὲν οὖρα ταραχώδη γεγονέναι κατὰ τὸν αὐτὸν τρόπον ἄκουε καθ’ ὃν ὀλίγον ἔμπροσθεν ἤκουες αὐτοῦ κοιλίαι ταραχώδεες εἰπόντος. ὅσοις γὰρ ἔῤῥεψεν ἐπὶ νεφροὺς ἡ κακοχυμία, τούτοις ἀναγκαῖον ἦν οὖρα ταραχώδεα γίνεσθαι, τουτέστι μετὰ δήξεως καὶ πόνων διεξόντα. τὸ δ’ ἐφεξῆς αὐτῷ γεγραμμένον, πολλὰ, κακὰ, δυνατὸν μέν ἐστι καὶ περὶ τῶν οὔρων εἰρῆσθαι, δυνατὸν δὲ καὶ αὐτὸ καθ’ ἑαυτὸ, δι’ ἑνὸς λόγου τοῦδε, πλῆθός τι συμπτωμάτων μοχθηρῶν ἐνδεικνυμένου γενέσθαι τοῖς τότε νοσοῦσι.

Κωματώδεες ἐπὶ πολὺ καὶ πάλιν ἄγρυπνοι.

Τὸ μὲν ἄμικτον ἀγρυπνίᾳ κῶμα δι’ ὑγρότητα καὶ ψύξιν ἔμαθες ἐγκεφάλου γίνεσθαι· τὴν δ’ ἄμικτον ἀγρυπνίαν κώματι διὰ ξηρότητα καὶ θερμότητα. νῦν οὖν αὐξηθέντων τῶν χυμῶν, ὑγρότητα μὲν ἐπιπολοῦσαν ἐχόντων, οὐ μὲν δή γε δριμεῖαν ἅπασαν. ἡ μὲν ὑγρότης τὴν κωματώδη

666
διάθεσιν, ἡ δ’ ἐκ τοῦ σήπεσθαι δριμύτης τὴν ἀγρυπνίαν εἰργάσατο, τῶν ἐναντίων συμπτωμάτων ἐπ’ ἐναντίοις αἰτίοις εὐλόγως γινομένων.

Ἀκρισίαι πολλαί· τὰ δὲ δύσκριτα.

Διὰ τὴν κακοχυμίαν ἔνια μὲν τῶν νοσημάτων οὐδ’ ὅλως ἐκρίνετο, τινὰ δὲ μοχθηρῶς.

Ὕδρωπες.

Καὶ τοῦτο τὸ πάθημα γίνεσθαί φησιν ἐνίοις ἐκ τῆς περιουσίας τῶν μοχθηρῶν ὑγρῶν. ἅπαν γὰρ αὕτη νόσημα δύναται γεννᾶν ἄλλο κατ’ ἄλλο σῶμα, παρά τε τὰς φυσικὰς αὐτῶν διαφορὰς καὶ τὴν τῆς διαίτης ἀνομοιότητα, καθάπερ ὀλίγον ἔμπροσθεν εἴρηται.

667
Φθινώδεες πολλοί.

Λέλεκταί μοι καὶ πρόσθεν ὡς τὸ καταῤῥυὲν ἐκ τῆς κεφαλῆς εἰς τὴν φάρυγγα διὰ τοῦ λάρυγγος εἰς τὴν τραχεῖαν ἀρτηρίαν καὶ τὸν πνεύμονα ἀφικόμενον τὰς τοιαύτας διαθέσεις εἰργάσατο.