In Hippocratis Epidemiarum I
Galen
Galen, In Hippocratis Epidemiarum I
Γυναῖκα ἣ κατέκειτο ἐπὶ ψευδέων ἀγορῇ, τεκοῦσάν γε τὸ πρῶτον ἐπιπόνως ἄῤῥεν, πῦρ ἔλαβεν, αὐτίκα ἀρχομένη διψώδης, ἀσώδης, καρδίαν ὑπήλγεε, γλῶσσα ἐπίξηρος, κοιλίη ἐπεταράχθη, λεπτοῖσιν, ὀλίγοισιν, οὐχ ὕπνωσεν. δευτέρῃ μικρὰ ἐπεῤῥίγωσε, πυρετὸς ὀξὺς, μικρὰ περὶ κεφαλὴν ἵδρωσε ψυχρῷ. τρίτῃ ἐπιπόνως ἀπὸ κοιλίης ὠμὰ,642πολλὰ, λεπτὰ διῄει. τετάρτῃ ἐπεῤῥίγωσε, πάντα παρωξύνθη, ἄϋπνος. πέμπτῃ ἐπιπόνως. ἕκτῃ διὰ τῶν αὐτῶν, ἀπὸ κοιλίης ἦλθεν ὑγρὰ πολλά. ἑβδόμῃ ἐπεῤῥίγωσε, πυρετὸς ὀξὺς, δίψα πολλὴ, βληστρισμὸς περὶ δείλην ἵδρωσε δι’ ὅλου ψυχρῷ, ψύξις ἀκρέων καὶ οὐκέτ’ ἀνεθερμαίνετο καὶ πάλιν εἰς νύκτα ἐπεῤῥίγωσε, ἄκρεα οὐκ ἀνεθερμαίνετο, οὐχ ὕπνωσε, μικρὰ παρέκρουσε καὶ πάλιν ταχὺ κατενόει. ὀγδόῃ περὶ μέσον ἡμέρης ἀνεθερμάνθη, διψώδης, κωματώδης, ἀσώδης, ἤμεσε χολώδεα, μικρὰ, ξανθὰ, νύκτα δυσφόρως, οὐκ ἐκοιμήθη, οὔρησε πολὺ, ἀθρόον, οὐκ εἰδυῖα. ἐνάτῃ ξυνέδωκε πάντα, κωματώδης πρὸς δείλην, μικρὰ, ἐπεῤῥίγωσε, ἤμεσε πικρὰ, χολώδεα. δεκάτῃ ῥῖγος, πυρετὸς παρωξύνθη, οὐχ ὕπνωσεν οὐδὲν, πρωΐ οὔρησε πολὺ, ὑπόστασιν οὐκ ἔχον ἄκρεα ἀνεθερμάνθη. ἑνδεκάτῃ ἤμεσεν ἰώδεα, χολώδεα, ἐῤῥίγωσεν οὐ μετὰ πολὺ, καὶ πάλιν ἄκρεα ψυχρά. εἰς δείλην ῥῖγος, ἱδρὼς, ἤμεσε πολλὰ, νύκτα ἐπιπόνως. δωδεκάτῃ ἤμεσε πολλὰ643μέλανα, δυσώδεα, λυγμὸς πολὺς, δίψος ἐπιπόνως. τρισκαιδεκάτῃ μέλανα, δυσώδεα, πολλὰ ἤμεσεν, ῥῖγος, περὶ δὲ μέσον ἡμέρης ἄφωνος. τεσσαρεσκαιδεκάτῃ αἷμα διὰ ῥινῶν, ἀπέθανε· ταύτῃ διὰ τέλεος κοιλίη ὑγρὴ, φρικώδης, ἡλικίῃ περὶ ἔτεα ιζ΄.
Εἴτ’ Ἀθήνῃσιν ἐν τῇ τῶν Κερκώπων ἀγορᾷ κατέκειτο τοῦτο τὸ γύναιον εἴτ’ ἄλλῃ πόλει ζητεῖν ἑτέροις παρέντες σκεψώμεθα τὰ συμβάντα δι’ ὅλου τοῦ νοσήματος, ἐφ’ οἷς ἀδύνατον ἦν αὐτῇ ζῆσαι. πάντα γὰρ ἀπ’ ἀρχῆς ἦν θανάσιμα. καὶ μᾶλλον ἄν τις θαυμάσειε πῶς ἐξήρκεσεν ἄχρι τῆς τεσσαρεσκαιδεκάτης ἡμέρας. ἀλλά μοι δοκεῖ διὰ τοῦτο ἐπὶ τῷ τέλει τῶν κατ’ αὐτὴν προσθεῖναι τὸ ἡλικίῃ περὶ ἔτεα ιζ΄. δῆλον δ’ ἐστὶ πρὸς τῷ τῆς ἡλικίας ἰσχυρῷ καὶ αὐτὴν καθ’ ἑαυτὴν οὐκ ἀσθενῆ τὴν φύσιν εἶναι, ἢ οὐκ ἂν ἐξήρκεσεν. ὅπου γὰρ οὔτ’ ἄλλο τι τῶν γενομένων αὐτῇ χρηστὸν
Λοιμώδη κατάστασιν ἐνταῦθα γράφοντος Ἱπποκράτους, ὅσα πρὸς τὴν ἐξήγησιν ὧν ἐρεῖν μέλλει χρήσιμά ἐστιν, ἐν τοῖς ἔμπροσθεν ὑφ’ ἡμῶν ἐξειργασμένα, διὰ κεφαλαίων ὑπομνήσας, οὕτως ἐπὶ τὰς ῥήσεις αὐτοῦ παραγενήσομαι. πρῶτον μὲν ὅτι κατάστασιν οὐ μόνην τὴν παρὰ φύσιν ἐν τῷ περιέχοντι κρᾶσιν, ἀλλὰ καὶ πᾶσαν ἰδέαν ἅπαντος πράγματος οὕτως εἴωθεν ὀνομάζειν ἀναμνησθῶμεν· ἔπειτα δὲ ὅτι τις ᾖ κατὰ φύσιν ἑκάστῃ τοῦ ἐνιαυτοῦ
Ἔτος νότιον, ἔπομβρον, ἄπνοια διὰ τέλεος.
Ἐν μὲν τῷ πρώτῳ τῶν ἐπιδημιῶν καταστάσεις ἔγραψε τρεῖς, ἐνταῦθά γε μίαν ταύτην ἡμῖν ἐξηγεῖσθαι πρόκειται. καὶ μέντοι κᾀν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν εἰσί τινες
Αὐχμῶν δὲ γενομένων τοὺς ὑπόπροσθεν χρόνους ἐπ’ ἐνιαυτὸν ἐν νοτίοισι περὶ ἀρκτοῦρον ὕδατα πολλά.
Ἔμαθες ἤδη κατὰ τὰς ἐν τῷ πρώτῳ γεγραμμένας καταστάσεις ὡς ἡ τοῦ περιέχοντος ὑπηλλάχθη κρᾶσις ἐκ τῆς ὑγιεινῆς τε καὶ κατὰ φύσιν αὐτῷ τάξεως. ἔμαθες δὲ καὶ ὁποία τίς ἐστιν ἡ κατάστασις ἥδε καὶ ὡς τέτταρες μὲν αὐτῆς εἰς τὸ παρὰ φύσιν ἁπλαῖ, τέτταρες δ’ ἄλλαι σύνθετοι γίνονται μεταβολαί· ἁπλαῖ μὲν αἱ κατὰ θερμασίαν μόνην καὶ ψύξιν, ὑγρότητά τε καὶ ξηρότητα, σύνθετοι δ’ αἵ τε κατὰ θερμότητα καὶ ὑγρότητα, καὶ ψυχρότητα καὶ ξηρότητα, ψυχρότητα καὶ ὑγρότητα, θερμότητα καὶ ξηρότητα. νῦν οὖν ἀναμνησθεὶς ὧν ἔμαθες ἀκολούθει τῇ διηγήσει τῆς γενομένης καταστάσεως, εἰπόντος τοῦ Ἱπποκράτους, αὐχμῶν δὲ γενομένων τοὺς ὑπόπροσθεν χρόνους. εἶθ’ ἑξῆς τούτου μνησθέντος, ἐν νοτίοισι περὶ ἀρκτοῦρον ὕδατα πολλά. φαίνεται μὲν γὰρ ἤδη τῷ πρόσθεν ἐνιαυτῷ μὴ φυλαχθῆναι τοῦ περιέχοντος ἡμᾶς ἀέρος ἀκριβὴς ἡ κατὰ φύσιν κρᾶσις, οὐ μὴν ἐν ἐκείνῳ γε τῷ χρόνῳ γενέσθαι τι νόσημα τῶν ἐπιδημιῶν ὀνομαζομένων. καὶ γὰρ καὶ κατὰ τοὺς ἀφορισμοὺς ἔμαθες αὐτοῦ γράψαντος ὧδε. τῶν δὲ καταστάσεων τοῦ ἐνιαυτοῦ τὸ μὲν ὅλον
- αὐτὰρ ἐγὼ ζεφύροιο καὶ ἀργέσταο νότοιο.
Φθινόπωρον σκιῶδες, ἐπινέφελον, ὑδάτων πλήθεα, χειμὼν νότιος, ὑγρὸς, μαλακός.
Σκιῶδες εἶπεν ἐν ἴσῳ τῷ ζοφῶδες, ὅπερ σημαίνει τὸ μὴ λαμπρὸν, μηδὲ καθαρὸν μηδ’ ἀκριβῶς αἴθριον.
τὸν γὰρ καθαρὸν νότον, ὃν χωρὶς ὄμβρων ἴσμεν γινόμενον, οὕτως ὠνόμασεν. ἀλλὰ κᾀν τῷ πρώτῳ τῶν ἐπιδημιῶν ὁ Ἱπποκράτης
Μετὰ δὲ ἡλίου τροπὰς ὕστερον πολλῷ πλησίον ἰσημερίης, ὀπισθοχειμῶνες καὶ ἤδη περὶ ἰσημερίην βόρεια χιονώδεα χρόνον οὐ πολύν.
Τῆς ἐναντίας καταστάσεως μέρος τι τοῦτο παρενέπεσεν, ὡς αὐτὸς εἶπεν οὐκ ἐπὶ πολὺν χρόνον.
Ἦρ πάλιν νότιον, ἄπνουν, ὕδατα πολλὰ διὰ τέλεος ἄχρι κυνός.
Ἐδήλωσέ σοι χειμῶνα τὸ ἁπλοῦν ἐν τῷ γράψαι νῦν, ἔαρ πάλιν νότιον ἄπνουν. τὸ γὰρ πάλιν ἔνδειξιν ἔχει τῆς μεταξὺ παρεμπεσούσης ἐναντίας καταστάσεως αὖθις ἐπὶ τὴν αὐτὴν κρᾶσιν ἐπανελθεῖν τὴν περὶ ἀέρα κατάστασιν.
Θέρος αἴθριον, θερμὸν, πνίγεα μεγάλα, ἐτησίαι μικραὶ διεσπασμένως ἔπνευσαν.
Τὸ μαλθακὸν τοῦ χειμῶνος καὶ τὸ ἄπνουν τοῦ ἦρος ἐκ ταὐτοῦ γένους ἐστὶ τοῦ θέρους πνιγώδους. φύσει γὰρ οὔσης ἀεὶ τῆς θερινῆς ὥρας θερμῆς, ὅταν ἄπνοια προσγένηται, πνὶξ ἐξ ἀνάγκης ἕπεται. γίνεται δὲ τοῦτο μήτε τῶν προδρόμων καλουμένων πνευσάντων μήτε τῶν ἑπομένων αὐτοῖς, οὓς καλοῦσιν ἐτησίας. διορίζει δ’ αὐτοὺς καὶ ἡ τοῦ κυνὸς ἐπιτολὴ. καὶ αὐτὸς δ’ ὁ Ἱπποκράτης προσέγραψεν, ἐτησίαι σμικραὶ διεσπασμένως ἔπνευσαν.
Πάλιν δὲ περὶ ἀρκτοῦρον ἐν βορείοισιν ὕδατα πολλά.
Τὸ πάλιν ἐπὶ τὸ πλῆθος τῶν ὑδάτων, οὐκ ἐπὶ τὰ βόρεια τὴν ἀναφορὰν ἔχει. πλῆθος μὲν γὰρ ὑδάτων ἐγένετο κατὰ τὴν ἔμπροσθεν ἐπιτολὴν ἀρκτούρου καὶ πολλάκις ἐν τῷ μετὰ ταῦτα χρόνῳ, βόρεια δ’ ὀλιγάκις.