In Hippocratis Epidemiarum I

Galen

Galen, In Hippocratis Epidemiarum I

Πάλιν δ’ εἰκοστῇ ἐκρίθη ἀπύρετος, οὐχ ἵδρωσεν.

Ἐν ᾗ κατὰ λόγον ἦν ἡμέρᾳ παροξυνθῆναι τὸν πυρετὸν, εἴπερ ὅλως ἡ φύσις ἐνεχείρησε τῇ πέψει τῶν χυμῶν ἢ μόνον ὡς ἐδήλουν τὰ οὖρα διαμένοντα λεπτὰ, κατὰ ταύτην ἐπαύσατο τελέως ὁ πυρετός. οὐδὲ γὰρ κατὰ τὴν ἑπτακαιδεκάτην ἐγεγόνει τῷ λόγῳ τῆς ἐμφύτου θερμασίας, ἀλλὰ μόνῳ τῷ τῆς σήψεως, ἐκθερμανθέντων πυρετωδῶς τῶν χυμῶν. τὸ τοίνυν ζέσαν αὐτῶν διαπνευσθὲν ἀπύρετον ἂν εἰργάσατο τὸν ἄνθρωπον. ἀλλὰ μενόντων τῶν ὀλεθρίων συμπτωμάτων, ὡς ἐφεξῆς ἐρεῖ, σαφὲς ἦν ἀπολεῖσθαι τὸν Ἑρμοκράτην. ὥσπερ δ’ ἐπὶ τεσσαρεσκαιδεκάτης ἡμέρας ἔγραψεν, οὐκ ἵδρωσεν οὕτως, καὶ κατὰ τὴν εἰκοστὴν αὐτὸ προσέθηκεν, ἀναμιμνήσκων τῆς. ἀσήμως γενομένης ῥᾳστώνης.

552
ὅτι δὲ διέμεινε τὰ συμπτώματα τοῦ νεκροῦσθαι τὴν φύσιν τοῦ κάμνοντος εὔδηλόν ἐστιν ἐξ ὧν ἐφεξῆς ἔγραψε τοῖς κατὰ τὴν εἰκοστὴν ἡμέραν εἰρημένοις, οἷς ἤδη πρόσεχε τὸ νοῦν.

Ἀπόσιτος παρὰ πάντα χρόνον, κατενόει, διαλέγεσθαι οὐκ ἠδύνατο, γλῶσσα ἐπίξηρος, οὐκ ἐδίψη, κατεκοιμᾶτο κωματώδης.

Πάντα τὰ εἰρημένα νεκρουμένης ἐστὶν ἤδη τῆς ζωτικῆς δυνάμεως γνωρίσματα, οἷον εὐθέως ἡ ἀποσιτία τὴν ἀνορεξίαν δηλοῦσα, ποτὲ μὲν διὰ τὸ στόμα τῆς κοιλίας γίνεται, κεκακωμένον ὑπό τινος ἀλλοτρίας ποιότητος χυμῶν, ἔστι δ’ ὅτε διὰ τῆς δυνάμεως αὐτῆς νέκρωσιν, ἧς, ὅθ’ ὑγίαινεν, ἦν ἔργα τό τε τῆς ἐνεργείας αἰσθάνεσθαι καὶ τὸ τῶν ἰασομένων αὐτὴν ὀρέγεσθαι. τῆς δ’ αὐτῆς ταύτης ἔργον

553
καὶ ἡ τῆς ὑγρᾶς οὐσίας ἔνδειά τε καὶ ἀναπλήρωσις· ὅπως οὖν εἶχε καὶ περὶ ταῦτα σαφῶς ἐδήλωσεν ὁ Ἱπποκράτης εἰπὼν, οὐκ ἐδίψη. καὶ τῷ μὲν ἀπόσιτος ἅπαντα τὸν χρόνον, ἐφεξῆς ἔγραψε κατενόει· τῷ δὲ γλῶσσα ἐπίξηρος, τὸ οὐκ ἐδίψη· τὸ μὲν κατενόει πρὸς τὸν κοινὸν ἀμφοτέρων διορισμὸν παραλαβὼν, τὸ δ’ οὐκ ἐδίψη πρὸς τὸν ἕτερον. ὁ μὲν οὖν κοινὸς διορισμὸς τοῦτό φησιν· οὐκ ᾐσθάνετο τῆς ἐνδείας οὔτε τῆς κατὰ τὸ ξηρὸν οὐσίας οὔτε τῆς κατὰ τὸ ὑγρὸν, οὐ διὰ τὸ μὴ παρακολουθεῖν, ἀλλὰ διὰ τοῦ νεκροῦσθαι τὴν δύναμιν αὐτοῦ. τῷ δ’ οὐκ ἐδίψη προσέθηκε τὸ γλῶσσα ἐπίξηρος, εἰς διορισμὸν τοῦ μὴ δι’ ὑγρότητα τὸν ἄνθρωπον ἄδιψον γεγονέναι, καθάπερ ἔνιοι τῶν ὑγρὸν καὶ ψυχρὸν ἠθροικότων χυμὸν, ἀλλὰ καίτοι διαθέσεως οὔσης διψωδεστάτης ἡ δύναμις οὐκ ᾐσθάνετο νεκρουμένη. μή τι δὲ καὶ τὸ διαλέγεσθαι μὴ δύνασθαι κατὰ τὴν ταύτης ἐγένετο κάκωσιν. εἴπερ οὖν τὰ συμπτώματα ταῦτα καὶ κατὰ τὴν εἰκοστὴν ἡμέραν ὑπῆρχεν αὐτῷ καὶ σχεδὸν ἐν ὅλῃ τῇ νόσῳ, δῆλον ὅτι σβεννυμένης τῆς
554
ἐμφύτου θερμασίας ὁ πυρετὸς ἐπαύσατο κατὰ τὴν εἰκοστὴν ἡμέραν. ὁμολογεῖ δὲ τούτοις καὶ τὸ κατεκοιμᾶτο σμικρὰ, κωματώδη. οὐ γὰρ ὡς οἱ κατὰ φύσιν ἔχοντες ἐκάθευδεν, ἀλλὰ δι’ ἀῤῥωστίαν τῆς δυνάμεως ἐκὼν ἔμυεν, ὡς μὴ δύνασθαι τοὺς ὀφθαλμοὺς ἀνεῳγότας ἔχειν, ἔκλινέ τε αὐτοὺς καὶ σμικρὰ κατεκοιμᾶτο. προσέθηκε γὰρ τῷ κατεκοιμᾶτο τὸ σμικρὰ, διότι καὶ τοῦτο γνώρισμα τῆς κατὰ τὴν δύναμιν ἀῤῥωστίας ἦν, οὐ τῶν κατὰ φύσιν ὕπνων, τινὰ λέγεσθαι τῷ κάμνοντι κατὰ τὸν καιρὸν τοῦτον, ἢ δι’ ὑγρότητα τῆς αἰσθητικῆς ἀρχῆς ὑπνῶδες ἦν τὸ κῶμα. θαυμάσαι τοίνυν ἐστὶν οὐ διὰ τί τέθνηκεν ὁ Ἑρμοκράτης, ἀλλὰ διότι μέχρι τῆς ἑβδόμης καὶ εἰκοστῆς ἡμέρας ἐξήρκεσιν· εὔλογον γὰρ ἦν οὐ μετὰ πολὺ τῆς εἰκοστῆς ἀκολουθῆσαι τὸν θάνατον αὐτῷ. δῆλον οὖν ὅτι νέος τις ἦν εὔρωστός τε φύσει καὶ διὰ τοῦτ’ ἀντέσχετο, κατὰ βραχὺ μαραινόμενος. ἔνεστι γὰρ ἐξ ἁπάντων τῶν συμβάντων αὐτῷ τεκμήρασθαι τὸν καλούμενον ὑπὸ τῶν νεωτέρων ἰατρῶν μαρασμὸν περιφρυγῆ γεγονέναι. διέφθειρε δὲ αὐτὸν ἐπὶ τῆς εἰκοστῆς ἑβδόμης ὁ διὰ τὴν 
555
τῶν χυμῶν σηπεδόνα γενόμενος πυρετὸς, ἐπὶ τῆς εἰκοστῆς τετάρτης, ὃν διὰ τῆς ἐχομένης ῥήσεως ἐδήλωσεν. ἄξιον δ’ ἐπισημήνασθαι διὰ τί κατὰ τὴν προκειμένην λέξιν ἔγραψε κατενόει πάντα. φαίνεται γὰρ οὐ πάντα κατανοήσας, αὐτοῦ τοῦ Ἱπποκράτους ἐν τῇ τῆς πέμπτης ἡμέρας διηγήσει γράψαντος αὐτὸν παρακροῦσαι, καὶ μετὰ ταῦτα πάλιν ἐπὶ τῆς ἕκτης προσθέντος, οὐ κατενόει, καὶ πάλιν ἐπὶ τῆς ἑπτακαιδεκάτης παρέκρουσε. δυοῖν τοίνυν θάτερον, ἢ ὅτι μόναις ταύταις ταῖς ἡμέραις παρέκρουσε, τῷ δ’ ἄλλῳ χρόνῳ κατενόει, δηλῶσαι βουλόμενος ἔγραψε κατενόει πάντα, ἢ ὅτι κατὰ τὴν εἰκοστὴν ἡμέραν, ἧς ἐν τῇ προκειμένῃ ῥήσει τὴν διήγησιν ἔγραψε, κατενόει πάντα, τουτέστιν οὐδὲ μικρὸν παρεφέρετο. διὰ τί δὲ τοῦτο προσέθηκεν ὀλίγον ἔμπροσθεν εἶπον. ἀδίψων γὰρ καὶ ἀνορέκτων γινομένων τινῶν ἐν νόσοις, ἢ διὰ τὸ παραφρονεῖν ἀναισθήτως ἐχόντων ὦν πάσχουσιν ἢ διὰ νέκρωσιν τῆς ἐν τῇ κοιλίᾳ δυνάμεως φυσικῆς. ἐπειδὰν οὕτω πάσχωσιν ἄνευ τοῦ παραφρονεῖν, ἀπολείπεται νεκρῶσαι τὴν φυσικὴν δύναμιν αὐτῶν.

556
Περὶ δὲ εἰκοστὴν καὶ τετάρτην ἐπεθερμάνθη, κοιλίη ὑγρὴ, λεπτοῖσι πολλοῖσι ῥέουσα καὶ τὰς ἑπομένας, πυρετὸς ὀξὺς, γλῶσσα συνεκαύθη, ἑβδόμῃ καὶ εἰκοστῇ ἀπέθανε.

Τούτῳ τῷ ἀῤῥώστῳ ἡ τετάρτη καὶ εἰκοστὴ τῶν κατὰ περίοδον οὖσα κρισίμων, ὡς ἐδείχθη, καὶ ἡ ἑβδόμη καὶ εἰκοστὴ πολὺ μᾶλλον ἐπὶ ταύτης ἐξ ἀναλογίας ἤνεγκαν τινὰς νεωτερισμούς. ὥσπερ γὰρ ἐπὶ τῆς ἑπτακαιδεκάτης ἡμέρας ὑποστρέψας κατὰ τὴν εἰκοστὴν ἔδοξεν ἔχειν ἄμεινον, οὐ σχὼν οὕτως κατά γε τὴν ἀλήθειαν, ἀλλὰ φαντασίαν τοῖς πολλοῖς ποιήσας, σβεννυμένης τῆς ἐμφύτου θερμασίας, ἀπύρετος ἐγίνετο, κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ τῆς εἰκοστῆς τετάρτης ἀρξάμενος πυρέττειν, ἐκ σηπεδόνος τῶν ὑπολοίπων χυμῶν, ἑξῆς καὶ διεχώρησε κάτω πολλὰ καὶ λεπτὰ καὶ κακοήθη, κατὰ τὴν εἰκοστὴν ἑβδόμην ἀπέθανεν,

557
ὀξέος αὐτοῦ γενομένου καὶ ξηροῦ τοῦ πυρετοῦ, δι’ ὦν καὶ ἡ γλῶσσα συνεκαύθη.

Τούτῳ κώφωσις διὰ τέλεος παρέμενεν. οὖρα ἢ παχέα καὶ ἐρυθρὰ, οὐ καθιστάμενα ἢ λεπτὰ καὶ ἄχροα ἐναιωρήματα ἔχοντα, γενέσθαι οὐκ ἠδύνατο.

Καὶ μετὰ τὴν τῆς εἰκοστῆς ἡμέρας διήγησιν ἐφεξῆς ἐγεγράφει τὸ μὲν νῦν εἰρημένον, τὸ γενέσθαι οὐκ ἠδύνατο, ταὐτὸ σημαῖνον τῇ ἀπόσιτος φωνῇ. οὖρα δ’ ἀπὸ τῆς ἑπτακαιδεκάτης ἄχρι τῆς εἰκοστῆς ἔφη γεγονέναι λεπτὰ, προειρήκει δ’ , εἴ τι μεμνήμεθα, καὶ περὶ τῶν ἐρυθρὸν καὶ ἀκατάστατον ἐχόντων ἐναιώρημα. νῦν οὖν ἐπαναλαβὼν ἄμα περὶ πάντων ὧν ἀπεφήνατο, δυνάμει τοῦτο λέγει, ὡς οὔρησεν ἄλλοτ’ ἀλλοῖα, χρηστὸν δ’ ἀκριβῶς οὐδέποτ’ οὐδέν. ἀλλὰ καὶ ὅτι διὰ παντὸς αὐτῷ τοῦ νοσήματος ἡ κώφωσις παρέμεινεν, οὐκ εἰρημένον ἔμπροσθεν, εἰκότως νῦν προσέθηκεν.

558
οὐκ οἶδα δ’ ὅπως οὐκέτι οὐδὲν εἶπε περὶ τῆς ἰκτερώδους ἀναχύσεως. ἀκόλουθον γὰρ ἦν καὶ ταύτης μνημονεῦσαι. τάχ’ οὖν ὡς πρόδηλον ὅτι παρέμεινεν ἐσιώπησεν, οὔπω γὰρ οὐδ’ ἱδρὼς ἐγένετο τῷ Ἑρμοκράτει οὔτε διὰ γαστρὸς ἢ οὔρων ἢ ἐμέτων ἠκολούθησε κένωσις χολωδῶν, ἀδύνατον ἦν παύσασθαι τὸν ἴκτερον. ἐκ πάντων οὖν τῶν εἰρημένων φαίνεται παθεῖν αὐτῷ τὸ ἧπαρ ἰσχυρῶς, ἀρχὴ τῆς φυτικῆς τε καὶ φυσικῆς ὀνομαζομένης ψυχῆς ὑπάρχον, ἧς ἐδείχθησαν εἶναι τέτταρες δυνάμεις, ἑλκτική τε καὶ καθεκτικὴ καὶ ἀλλοιωτικὴ καὶ ἀποκριτικὴ, καθ’ ἃς καὶ τρέφεσθαι καὶ αὐξάνεσθαι τοῖς σώμασιν ὑπάρχει καὶ παθούσης ταύτης ἀνορεξίαι δειναὶ καταλαμβάνουσιν, ὡς τεθνάναι μᾶλλον ἐθέλειν ἢ γεύσασθαί τινος.

Τὰ μὲν παλαιότερα τῶν ἀντιγράφων τὴν ἀρχὴν τῶν προκειμένων χαρακτήρων τοῖς ἀῤῥώστοις εἶχεν

559
ἀπὸ τῆς περὶ Βίτωνος κυναγχικῆς, ἑβδόμης ἀπὸ τῆς ἀρχῆς γεγραμμένης. ἀμέλει καὶ οἱ ἐξηγησάμενοι τοὺς προσγεγραμμένους τῷ βιβλίῳ τούτῳ χαρακτῆρας ἀπ’ ἐκείνης ἤρξαντο πάντες, τοῖς πρώτοις ἀῤῥώστοις λέγοντες αὐτοὺς μὴ προσκεῖσθαι. κατ’ ἔνια μέντοι τῶν νῦν εἰς χεῖρας ἡκόντων ἡμῖν εὑρίσκονται καὶ τοῖς πρώτοις ἀῤῥώστοις προσκείμενοι χαρακτῆρες, ὥστε καὶ ἡ κατὰ Διοσκορίδην ἔκδοσις προσκειμένους αὐτοὺς ἔχει. καὶ τούτῳ γε τῷ Ἑρμοκράτει πρῶτον μὲν ὑπογέγραπται τὸ π ἐν μέσῳ γραμμὴν ἔχον, ἁπάντων τῶν χαρακτήρων, ὧν ἐπὶ πάντων ἀῤῥώστων ἔφαμεν εὑρίσκεσθαι, προσγεγραμμένων. ἐφεξῆς δὲ τὸ ε γέγραπται καὶ μετ’ αὐτὸ τὸ δ κάτωθεν ὀρθὴν γραμμὴν ἀπεστιγμένην ἔχον, οἷόν περ τὸ υ προγραφέν. εἶτα μετ’ αὐτὸ τὸ κ καὶ ξ καὶ μετὰ ταῦτα τὸ θ, κατὰ τόνδε τὸν τρόπον π. ε. δ. κ. ζ. θ. ὁ μὲν οὖν πρῶτος χαρακτὴρ, ὡς καὶ πρόσθεν, σημαίνει τὸ πιθανὸν, ὥσπερ γε καὶ τὸ ὕστατον γράμμα ποτὲ μὲν υ, ποτὲ δὲ θ γεγραμμένον, ὑγείας μὲν τὸ υ, θανάτου δὲ τὸ θ σημεῖόν ἐστι. τὸ δὲ πρὸ τούτου τὸν ἀριθμὸν τῶν ἡμερῶν, 
560
ἐν αἷς ἤτοι ἀπέθανεν ὁ ἄνθρωπος ἢ τελέως ὑγιάσθη, σημαίνει· τὰ δὲ μεταξὺ τὸν τρόπον, καθ’ ὃν ἤτοι σωθῆναι τὸν ἄνθρωπον ἢ ἀπολέσθαι συνέβη. καὶ νῦν οὖν ὁ τὸ ε μετὰ τοῦ κάτωθεν ἀπεστιγμένου δέλτα γράψας, ἐπισχεθέντων τῶν διαχωρημάτων, πιθανὸν εἶναί φησι κατὰ τὴν εἰκοστὴν ἑβδόμην ἡμέραν ἀποθανεῖν τὸν Ἑρμοκράτην. τινὲς δὲ τῶν ἐξηγητῶν διὰ τὸ ῥυῆναι κατὰ τὴν εἰκοστὴν καὶ τετάρτην ἡμέραν τὴν γαστέρα, τὸν θάνατον αὐτῷ γεγονέναι φασὶ, παρατιθέμενοι τὸ ἐκ τοῦ προῤῥητικοῦ κατὰ λέξιν οὕτως ἔχον· κώφωσις καὶ οὖρα ἐξέρυθρα, ἀκατάστατα, ἐναιωρηθέντα παρακρουστικόν. τοῖς τοιούτοις ἰκτεροῦσθαι κακόν· κακὴ δὲ καὶ ἡ ἐπὶ ἰκτέρῳ μώρωσις. τούτους ἀφώνους μὲν, αἰσθανομένους δὲ συμβαίνει γίνεσθαι. οἶμαι δὲ καὶ κοιλίαι καταῤῥήγνυνται τουτέοισι οἷον ἐγένετο Ἑρμίππῳ καὶ ἀπέθανεν. αὕτη μὲν ἡ ἐκ τοῦ προῤῥητικοῦ λέξις, καὶ εἴρηται περὶ αὐτῆς ὁπότ’ ἐξηγούμεθα τὸ βιβλίον ἐκεῖνο. νυνὶ δὲ τοσοῦτον εἰπεῖν ἐξαρκέσει πάλιν ἀναμνήσεως ἕνεκεν ὧν τ’ ἐν ἐκείνοις ἐξηγησάμεθα καὶ ὧν ἐν τῷδε τῷ βιβλίῳ μέχρι δεῦρο. συνέβη γὰρ τὸν Ἑρμοκράτην μήτε δι’ ἐπίσχεσιν
561
γαστρὸς μήτε δι’ ἔκκρισιν ἀποθανεῖν. ἀλλὰ ταῦτα μὲν ἐπιφανῆναι συμπτώματα τῆς διαθέσεως, ὥσπερ καὶ ὁπότε πρόσθεν ἀπέκρινε συγκεκαυμένα, ταῖς καὶ κατὰ τὸ ἧπαρ διαθέσεσι ἀμφοτέρων ἑπομένων, ὡς ἐδείξαμεν ἐν ἄλλοις τέ τισι κἀν τοῖς περὶ τῶν πεπονθότων τόπων ὑπομνήμασι. φαίνεται δὲ καὶ ὁ θάνατος αὐτῷ γεγονέναι μάλιστα μὲν διὰ τὸ ἧπαρ, ἤδη δὲ καὶ τὰ κατὰ τὴν κεφαλὴν οὐκ ἔχειν κατὰ φύσιν. ἔτι δ’ ἀλογώτερον ἐξηγοῦνται τὸν ἄῤῥωστον οἱ φάσκοντες διὰ τοῦτο γεγράφθαι μόνον, ἵνα τὴν τῶν κρισίμων ἡμερῶν δύναμιν ἐξετάσωμεν, ὥσπερ οὐκ ἐπὶ πάντων μὲν τῶν νοσούντων κοινῶς τούτου παρατηρουμένου, τὰ δὲ καθ’ ἕκαστον ἴδια κατὰ τὰς συμβάσας αὐτοῖς διαθέσεις.

Ὁ κατακείμενος ἐν τῷ Δεάλκους κήπῳ.
562

Κᾀνταῦθα πάλιν οἱ περὶ τὸν Σαβῖνόν φασι τὸν κῆπον προσκεῖσθαι, συναίτιον τῆς νόσου γενόμενον τἀνθρώπῳ, καὶ γράφουσί γε κατὰ λέξιν οὕτως. διὰ τοῦτο γὰρ μήποτε καὶ τὸν κῆπον παρέθετο, κᾀντεῦθεν τὴν ἀφορμὴν τῷ πυρετῷ γεγονέναι ὑπεμφαίνων. οὐ γάρ ἐστι ποηφάγον ζῶον ὁ ἄνθρωπος, ὥστε τῇ ἀλλοκότῳ διαίτῃ καὶ ὡς νεωτερισμόν ὑπέμεινεν. ἐνταῦθα μὲν ἐκεῖνοι ταῦτα γεγράφασιν, ἐπεὶ δ’ ἐν τούτῳ ὑπομνήματι παρὰ τὴν ἐμαυτοῦ προαίρεσιν εἰς ἔλεγχον ἐξηγήσεων ἀλλοκότων ἐπείσθην τοῖς ἑταίροις γράψαι τινὰ, καὶ νῦν ὀλίγα προσθήσω, ταυτὸν εἶδος ἔχοντα. πρῶτον μὲν οὖν οὔτε διὰ παντὸς οἰκεῖν ἔφη τὸν ἄνθρωπον ἐν τῷ Δεάλκους κήπῳ, κατακεῖσθαι δὲ μόνον ἔγραψεν, ἐνδεχόμενον ἔμπροσθεν μὲν ὅθ’ ὑγίαινεν, οἰκεῖν αὐτὸν ἑτέρωθι, νοσήσαντα δὲ καταγωγῆς ἐπιτηδειοτέρας δεηθέντα τοιαύτην ἔχειν ἐν τῷ Δεάλκους κήπῳ. δεύτερον οὐκ ἀναγκαῖόν ἐστι τὸν ἐν κήπῳ καταγωγὴν ἔχοντα λάχανα σιτεῖσθαι διὰ παντὸς ὡς ποηφάγον ζῶον, ὥσπερ οὐδ’ εἰ πλησίον εἴη τῶν αἴγεια κρέα πιπρασκόντων ἢ προβάτεια, ταῦτ’

563
ἐσθίειν ὁσημέραι, καθάπερ οἱ λέγοντες. οὐδὲ γὰρ εἰ γείτων εἴη τῶν τὰ κρέα πιπρασκόντων, ἀναγκαῖον αὐτῷ πλεῖστα προσφέρεσθαι ταῦτα, καθάπερ ἀθλητῇ. τρίτον ἐπὶ τούτοις ὅτι πολλὴν ἀφθονίαν ἔχοντες λόγων εἰς τὸ διαβάλλειν τὸν ἐπὶ τοῖς κήποις ἀέρα, τοῦτο μὲν ὅλον τὸ μέρος ἐξέλιπον, ἐξετράποντο δ’ ἐπὶ τὰ λάχανα, δυνάμενοι καὶ τῶν ὀχετῶν μνημονεύειν, ὡς τὰ πολλὰ τοὺς ἀποπάτους ἐκκαθαιρόντων εἰς τοὺς κήπους, ἅπασάν τε τὴν τοιαύτην δυσωδίαν ἔτι τε τὴν ἀπὸ τῶν λαχάνων καὶ δένδρων καὶ θάμνων ἀναθυμίασιν, ὥσπερ ἀπό τε κράμβης καὶ καρέως καὶ πύξου. φανερῶς γὰρ ὁ πέριξ ἀὴρ μοχθηρὸς ἀπὸ τῆς τούτων ὁμιλίας γίνεται· ἀλλὰ γὰρ ἅλις ἤδη μοι καὶ τῶν περὶ τὰς τοιαύτας ἐξηγήσεις ἀντιλογιῶν. ἐπὶ δὲ τὰ χρήσιμα μεταβὰς ἀκολουθήσω ταῖς Ἱπποκράτους λέξεσιν.

Κεφαλῆς βάρος καὶ κρόταφον δεξιὸν ἐπωδύνως εἶχε χρόνον πολύν. μετὰ δὲ προφάσιος πῦρ ἔλαβε, κατεκλίθη.
564

Πῦρ μὲν ὁ Ἱπποκράτης τὸν πυρετὸν ὀνομάζει, καθότι δέδεικταί μοι πολλάκις ἤδη· καὶ μέντοι καὶ ὅτι κυριώτερον ὥσπερ καὶ πᾶσιν ἀνθρώποις ἔθος ἐστὶ τὰ μικρὰ τῶν αἰτίων προφάσεις καλεῖν, οὕτω καὶ αὐτὸς ἐνίοτε προσαγορεύει, καὶ τοῦτο δέδεικται. τινὰ μὲν γὰρ αὐτὰ καθ’ ἑαυτὰ νόσον οὐχ οἷά τέ ἐστιν ἐργάσασθαι, προϋπαρχούσῃ δὲ νοσώδει παρασκευῇ πλησιάσαντα τῆς ὅλης νόσου τὴν αἰτίαν ἔχειν ἐδοξάσθη, καθάπερ ἐπὶ τοῦδε τοῦ νῦν προκειμένου ἀῤῥώστου. τὸ γὰρ πολλῶν βαρύνεσθαι τὴν κεφαλὴν καὶ τὸν κρόταφον ἀλγεῖν, ἐνεδείκνυτο διάθεσίν τινα νοσώδη γεννᾶσθαι τῷ ἀνθρώπῳ. καὶ δῆλον ὅτι καλῶς ἂν ἐπεποιήκει, πρὶν νοσῆσαι διά τινα βραχεῖαν ἔξωθεν αἰτίαν, ἐξελέγξασαν αὐτοῦ τὸ ἐπίκαιρον τῆς διαθέσεως, ἑαυτὸν ἐγχειρήσας ἰατρῷ προφυλάξασθαι δυναμένῳ τὴν μέλλουσαν ἔσεσθαι νόσον.

Δευτέρῃ ἐξ ἀριστεροῦ ὀλίγον ἄκρατον ἐῤῥύη αἷμα.



565
Περὶ οὗ προεῖπεν ὡς ὀδυνωμένου ῥυῆναί φησιν ὀλίγον ἄκρατον ἐξ ἀριστεροῦ. τὸ δ’ ἄκρατον, ὅταν μὲν ἐπὶ ξανθῆς ἢ μελαίνης χολῆς ἢ ἰώδους λέγηται, πρόδηλον ἴσχει τὸ σημαινόμενον, ὡς πολλάκις ἤδη λέλεκται· τὴν γὰρ οἰκείαν χροιὰν καὶ σύστασιν ὅτε ἕκαστος τῶν χυμῶν εἰλικρινῆ διαφυλάττῃ, τηνικαῦτα κενοῦσθαι λέγομεν ἄκρατον αὐτόν. ἐπὶ δὲ τοῦ αἵματος ἴσως ἐξ ὑπεναντίου χρὴ νοεῖν ὑπ’ αὐτοῦ λέγεσθαι τὸ ἄκρατον, ἐν ἴσῳ τῷ κακόκρατον. εὔδηλον δ’ ὅτι τὸ μὲν τοῦ κατὰ φύσιν αἵματος χρῶμα τὸ ἐρυθρόν ἐστι, τὸ δ’ οὐ τοιοῦτον, ἀλλ’ ἤτοι μελάντερον ἢ πυῤῥότερον ἐπισήμως· καὶ τὸ πολὺ δὲ μᾶλλον εἰθίσμεθα λέγειν ἄκρατον αἷμα τὸ μέλαν, ὅπερ εὐθέως καὶ παχὺ κατὰ τὴν σύστασίν ἐστιν. ὅτι μὲν οὖν ἔδει τὸν προκείμενον ἄῤῥωστον, εἴπερ ἦν ἰσχυρὸς τὴν δύναμιν, φλεβοτομηθῆναι πρόδηλον. ὅτι δ’ οὐκ ἔγραψε περὶ τοῦ βοηθήματος ὁ Ἱπποκράτης οὐδὲν ἡ αὐτὴ ζήτησις ἔσται σοι τῇ κατὰ τὸν πρῶτον ἄῤῥωστον γεγραμμένῃ.

566
Ἀπὸ δὲ κοιλίης κόπρανα καλῶς διῆλθε.

Τοῦτο μόνον αὐτὸ φαίνεται μέτριον ἐν ἀρχῇ τῆς νόσου γεγονέναι. τὰ δ’ ἄλλα πάντα μοχθηρὰ τὰ κατὰ τὴν ἑξῆς λέξιν γεγραμμένα.

Οὖρα λεπτὰ, ποικίλα ἐναιωρήματα ἔχοντα, κατὰ σμικρὰ, οἷον κρίμνα γονοειδέα. τρίτῃ πυρετὸς ὀξὺς, διαχωρήματα μέλανα, λεπτὰ, ἔπαφρα, ὑπόστασις πελιὴ διαχωρήμασιν, ὑπεκαροῦτο, ἐδυσφόρει περὶ τὰς ἀναστάσιας, οὔροισιν ὑπόστασις πελιὴ, ὑπόγλισχρος.

Ὅτι πάντα τὰ εἰρημένα συμπτώματά τε καὶ σημεῖα μοχθηρὰ γέγονεν ἐν αὐτῷ, τοῖς μεμνημένοις τῶν ἐν τῷ προγνωστικῷ γεγραμμένων εὔδηλόν ἐστιν, εἴρηται δ’ οὐκ

567
ὀλίγα κᾀν τοῖς εἰς τὸ πρῶτον τῶν ἐπιδημιῶν ὑπομνήμασιν.

Τετάρτῃ ἤμεσε χολώδεα, ξανθὰ, ὀλίγα, διαλιπὼν ὀλίγον ἰώδεα, ἐξ ἀριστεροῦ ὀλίγον ἄκρητον ἐῤῥύη, διαχωρήματα ὅμοια, οὖρα ὅμοια, ἐφίδρωσε περὶ κεφαλὴν καὶ κληῖδα, σπλὴν ἐπήρθη, μηροῦ ὀδύνη κατ’ ἴξιν, ὑποχονδρίου δεξιοῦ ξύντασις ὑπολάπαρος, νυκτὸς οὐκ ἐκοιμήθη, παρέκρουσε σμικρά.

Καὶ ταῦτα πάντα τὰ εἰρημένα συμπτώματα μοχθηρὰ, πλὴν τὴν εἰς σπλῆνά τε καὶ ἀριστερὸν μηρὸν ὑποφαινόμενος ἀποστάσεως.

Πέμπτῃ διαχωρήματα πλείω, μέλανα, ἔπαφρα, ὑπόστασις μέλανα διαχωρήμασι, νυκτὸς οὐχ ὕπνωσε, παρέκρουσε.
568

Ἔτι ταῦτα πάντα μοχθηρά. προσχῶμεν οὖν τοῖς ἐφεξῆς.

Ἕκτῃ διαχωρήματα μέλανα, λιπαρὰ, ἔπαφρα, γλίσχρα, δυσώδεα· ὕπνωσε· κατενόει μᾶλλον.

Τὰ μὲν ὕπνωσε, κατενόει μᾶλλον, ἐπιεικῆ, τὰ δ’ ἄλλα μοχθηρά.

Ἑβδόμῃ γλῶσσα ἐπίξηρος, διψώδης, οὐκ ἐκοιμήθη, παρέκρουσεν, οὖρα λεπτὰ, οὐκ εὔχροα. ὀγδόῃ διαχωρήματα μέλανα, ὀλίγα, συνεστηκότα, ὕπνωσε, κατενόει, διψώδης οὐ λίαν.

Μέχρι δεῦρο φαίνεται πάντ’ αὐτῷ τὰ συμπτώματα σφαλερά.

569
Ἐνάτῃ ἐπεῤῥίγωσε, πυρετὸς ὀξὺς, ἵδρωσε, ψύξις, παρέκρουσε, δεξιῷ ἴλλαινε, γλῶσσα ἐπίξηρος, διψώδης, ἄγρυπνος· δεκάτῃ ταῦτα· ἑνδεκάτῃ κατενόει δι’ ὅλου πάντα, ἄπυρος, ἵδρωσεν, οὖρα λεπτὰ ἐπὶ κρίσιν.

Ἔοικεν ἰσχυρός τις ἄνθρωπος οὗτος γεγονέναι τὴν δύναμιν, ὡς μεγίστῳ νοσήματι διαπαλαίουσαν αὐτὴν ἀντισχεῖν. οὐδενὸς γοῦν ἀγαθοῦ μέχρι δεῦρο γεγονότος αὐτῷ, φαίνεται κατὰ τὴν ἐνάτην ἡμέραν ῥίγους κριτικοῦ γενομένου καὶ μετ’ αὐτὸ, καθάπερ εἴωθεν, ὀξέος πυρετοῦ καὶ μετὰ τὸν πυρετὸν ἱδρῶτος, οὐκ εὐθέως μὲν ἀπύρετος γεγονέναι διὰ τὸ μέγεθος τοῦ νοσήματος. ὅμως δ’ οὖν ἐπιμενόντων τῶν αὐτῶν. ἔφη γὰρ δεκάτῃ τὰ αὐτὰ, κατὰ τὴν ἑνδεκάτην εὐθέως ἀπύρετος γενέσθαι. τὸ δ’ ἐν τῇ κρίσει παρακροῦσαί τε καὶ ἐν τῷ δεξιῷ ὀφθαλμῷ ἰλλῆναι τῶν γινομένων ἐστὶν ἐν κρίσεσι. καὶ γὰρ οὐδ’ ἀθρόα τις αὐτῷ ἔοικε συμβῆναι κατὰ 

570
τὴν ἐνάτην ἡμέραν ἡ κρίσις, ἀλλὰ μέχρι τῆς ἑνδεκάτης ἐκταθῆναι, καθ’ ἣν ἤδη, φησὶ, κατενόει πάντα. προσέθηκε δὲ τὰ οὖρα λεπτὰ περὶ κρίσιν, ἵνα μὴ πιστεύωμεν αὐτῇ, μηδὲ βεβαίαν εἶναι νομίσωμεν, ἀλλ’ ὑποστρέφειν ἐν τάχει τὸ νόσημα προσδοκῶμεν. τά τε γὰρ ἄλλα καὶ διὰ τὸ μέγεθος αὐτοῦ τὴν τοιαύτην προσδοκίαν εὔλογον ἦν ἔχειν.

Δύο διέλιπεν ἄπυρος, ὑπέστρεψε τεσσαρεσκαιδεκάτῃ, αὐτίκα δὲ τὴν νύκτα οὐκ ἐκοιμήθη, πάντα παρέκρουσε.

Συμπληρωθείσης τῆς ἡμιῤῥόπου τε καὶ ἀπίστου κατὰ τὴν ἑνδεκάτην ἡμέραν δύο διαλιπεῖν αὐτόν φησι, τουτέστι, τήν τε δωδεκάτην καὶ τὴν τρισκαιδεκάτην, εἶτα πάλιν ὑποστρέψαι κατὰ τὴν τεσσαρεσκαιδεκάτην καὶ πάλιν ἐν παραπλησίοις γενέσθαι συμπτώμασιν.

571
Πεντεκαιδεκάτῃ οὖρον θολερὸν, ὡς ἐκ τῶν κατεστηκότων γίνεται, ὅταν ἀναταραχθῇ, πυρετὸς ὀξὺς, πάντα· παρέκρουσεν, οὐκ ἐκοιμήθη γόνατα καὶ κνήμας ἐπωδύνως εἶχεν, ἀπὸ δὲ κοιλίης βαλάνων προστιθεμένων μέλανα κόπρανα ἦλθεν.

Εἰς ὀξύτητα πάλιν ὑποστρέψας ἀφίκετο διά τε τὸ μέγεθος τοῦ νοσήματος, ὅπερ ἐξ ἀρχῆς ἔσχε, καὶ διότι κατὰ τὴν ἑνδεκάτην ἡμέραν, ἡνίχ’ ἡ πρώτη κρίσις ἐγένετο, μηδέπω τὰ τῆς πέψεως ὑπῆρχε σημεῖα τοῖς οὔροις. τὰ μέντοι κατὰ γόνατα καὶ κνήμας ἀλγήματα τῆς κάτω ῥοπῆς τῶν τὴν νόσον ἐργαζομένων χυμῶν ὄντα σημεῖα τῶν ἀγαθῶν ἐστι δηλονότι. τὸ δὲ βαλάνων αὐτῷ προσθεμένων μέλανα διαχωρήματα κοπρώδη μοχθηρὸν διὰ τὴν χροιάν.

Ἑξκαιδεκάτῃ οὖρα λεπτὰ, ἔχοντα ἐναιώρημα ἐπινέφελον, παρέκρουσε.
572

Καὶ ταῦτα τῆς καταλαβούσης αὐτὸν ἐκ δευτέρου πάλιν ὀξύτητος σημεῖά τε καὶ συμπτώματά ἐστιν, εἴ τι μεμνήμεθα τῶν ἐν τῷ προγνωστικῷ δεδειγμένων καὶ κατὰ τὸ πρῶτον τῶν ἐπιδημιῶν. ἐμὲ γὰρ οὐ δεῖ μυριάκις λέγειν τὰ αὐτά.

Ἑπτακαιδεκάτῃ πρωῒ ἄκρεα ψυχρὰ, περιεστέλλετο, πυρετὸς ὀξὺς, ἵδρωσε διόλου, ἐκουφίσθη, κατενόει μᾶλλον, οὐκ ἄπυρος, διψώδης, ἔμεσεν χολώδεα, ξανθὰ, ὀλίγα. ἀπὸ δὲ κοιλίης κόπρανα διῆλθε, μετ’ ὀλίγον δὲ μέλανα, ὀλίγα, λεπτὰ, οὖρα λεπτὰ, οὐκ εὔχροα.

Φαίνεται πάλιν ἑπτακαιδεκάτη τῶν ἡμερῶν ἱδρῶτά τινα ποιησαμένη μὴ δυνηθέντα λῦσαι τὸ νόσημα διὰ τὴν τῶν χυμῶν ἀπεψίαν, ἐφ’ οἷς φαίνεται νοσήσας ὁ ἄνθρωπος.

573
Ὀκτωκαιδεκάτῃ οὐ κατενόει, κωματώδης, ἐννεακαιδεκάτῃ διὰ τῶν αὐτῶν.

Οὐδὲν ὅλως ἀξιόλογον ἔοικεν ἡ ἑπτακαιδεκάτη τῶν ἡμερῶν βοηθῆσαι τῷ ἀνθρώπῳ, ὅμως γε μὴν φαίνεται διαμαχομένη πρὸς τὴν νόσον ἡ φυσικὴ δύναμις αὐτοῦ καὶ τάχα που καὶ νικῶσα.

Εἰκοστῇ ὕπνωσε, κατενόει πάντα, ἵδρωσεν, ἄπυρος· οὐκ ἐδίψη. εἰκοστῇ πρώτῃ σμικρὰ παρέκρουσεν, ὑπεδίψη, ὑποχονδρίου πόνος καὶ περὶ ὀμφαλὸν παλμὸς διὰ τέλεος. εἰκοστῇ τετάρτῃ οὔροισιν ὑπόστασις κατενόει πάντα. εἰκοστῇ ἑβδόμῃ ἰσχίου δεξιοῦ ὀδύνη, οὖρα λεπτὰ καὶ εἶχον ὑπόστασιν. τὰ δὲ ἄλλα εἶχεν ἐπιεικέστατα. περὶ δὲ εἰκοστὴν ἐνάτην ὀφθαλμοῦ δεξιοῦ ὀδύνη, οὖρα λεπτά. τεσσαρακοστῇ
574
διεχώρησε φλεγματώδεα, λευκὰ, ὑπόσυχνα, ἵδρωσε πολλῷ διόλου, τελέως ἐκρίθη.

Τρίτη μὲν αὕτη κρίσις ἐπιχειρησάσης καὶ νῦν τῆς φύσεως λῦσαι τὸ νόσημα διὰ τῆς τῶν ἱδρώτων ἐκκρίσεως ἐν ἡμέρᾳ κρισίμῳ, καθάπερ κᾀν ταῖς ἔμπροσθεν, ἦσαν γὰρ κᾀκεῖναι κρίσιμοι. προσέθηκα δὲ τὸ οὐ δι’ ἄλλο τι ἢ ἐπὶ τῷ τῶν οὐκ ὀρθῶς ἐν προῤῥητικῷ γεγραμμένων ἁμαρτάνειν, πάμπολυ δὲ καὶ τῆς Ἱπποκράτους γνώμης καὶ τῆς ἐπὶ τῶν καμνόντων προγνώσεως· καὶ διὰ τοῦτο λογίατροι μέν εἰσιν· οὕτως γὰρ ὀνομάζουσιν οἱ πολλοὶ τῶν εἰδότων ἀσχημονοῦντας ἐπὶ τῶν ἔργων, ἰατροὶ δ’ οὐκ εἰσὶν οἱ πιστεύοντες τοῖς ἐν προῤῥητικοῖς καὶ Κωακαῖς προγνώσεσι γεγραμμένοις ἀῤῥώστοις, εἰς ἑτέραν ἀναφέρουσι μαρτυρίαν τῶν δοκούντων αὐτοῖς, παρατιθέμενοι τὰ κακῶς εἰρημένα κατὰ τὸ προῤῤητικὸν ἢ τὰς Κωακὰς προγνώσεις, ἐάσαντες δὲ τὰ κατὰ τὸ προγνωστικὸν καὶ τοὺς ἀφορισμοὺς καὶ τὰ κατὰ τῶν ἐπιδημιῶν εἰρημένα καθολικὰ θεωρήματα,

575
καὶ ὅσα γε κατὰ τὸ προῤῥητικὸν καὶ τὰς Κωακὰς προγνώσεις ἀληθῆ γέγραπται, ταῦτα μετενηνεγμένα παρὰ τῶν τὰ βιβλία ταῦτα γραψάντων ἐξ ἀφορισμῶν καὶ προγνωστικῶν καὶ τῶν ἐπιδημιῶν εἰς αὐτὰ, καθότι δέδεικταί μοι κἀν τοῖς εἰς τὸ προῤῥητικὸν ὑπομνήμασιν. Λύκος δ’ οὐκ οἶδ’ ὅπως καὶ αὐτὸς ἀναπλησθεὶς τῆς τοιαύτης μοχθηρίας εἰς Κόϊντον αὐτὴν ἀναφέρει, καίτοι Κοΐντῳ μὲν αὐτὸς οὐδ’ ἐνιαυτὸν ὅλον συνεγένετο. Σάτυρος δὲ καὶ Φικιανὸς ἐπὶ πλεῖστον αὐτῷ συνδιατρίψαντες οὐδεμίαν τοιαύτην ἐξήγησιν εἰς Κόϊντον ἀνέφερον. οὐκ ἀκριβῶς γὰρ ἐπίσταμαι τοῦτ’ ἐγὼ, ἀμφοτέροις διδασκάλοις χρησάμενος.