In Hippocratis Epidemiarum I

Galen

Galen, In Hippocratis Epidemiarum I

Ἐρασινὸν, ὃς ᾤκει παρὰ τῇ τοῦ Βοώτου χαράδρῃ, πῦρ ἔλαβε μετὰ δεῖπνον, νύκτα ταραχώδης, ἡμέραν τὴν πρώτην δι’ ἡσυχίης, νύκτα ἐπιπόνως. δευτέρῃ πάντα παρωξύνθη, ἐς νύκτα παρέκρουσε, τρίτῃ ἐπιπόνως, παρέκρουσε πολλά. τετάρτῃ δυσφορώτατα, εἰς δὲ τὴν νύκτα οὐδὲν ἐκοιμήθη ἐνύπνια καὶ λογισμοί. ἔπειτα χείρω καὶ μεγάλα καὶ ἐπίκαιρα, φόβος, δυσφορίη. πέμπτῃ πρωῒ κατήρτητο καὶ κατενόει πάντα. πολὺ δὲ πρὸς μέσον ἡμέρης, ἐξεμάνη, κατέχειν οὐκ ἠδύνατο, ἄκρεα ψυχρὰ, ὑποπέλια, οὖρα ἄπεπτα, ἀπέθανε περὶ ἡλίου δυσμάς. τούτῳ οἱ πυρετοὶ διὰ τέλεος σὺν ἱδρῶτι. ὑποχόνδρια μετέωρα, ξύντασις μετ’ ὀδύνης. οὖρα δὲ μέλανα ἔχοντα ἐναιωρήματα στρογγύλα, οὐκ ἵδρυτο, ἀπὸ κοιλίης δὲ κόπρανα διήει, δίψα διὰ τέλεος οὐ λίην σπασμοὶ πολλοὶ σὺν ἱδρῶτι, περὶ θάνατον δὲ διὰ τέλεως.
287

Τῷ Ἐρασίνῳ τούτῳ διὰ τέλεος, τουτέστι δι’ ὅλου τοῦ νοσήματος, ἱδρὼς ἦν ἄκριτος, ὑποχόνδρια μοχθηρῶς ἔχοντα καὶ οὖρα μέλανα. τίς ἐλπὶς οὖν σωτηρίας αὐτῷ; ὥστε κᾂν εὐλόγως δόξῃ τις μάτην γεγράφθαι τὰ κατὰ τὸν ἄνθρωπον τόνδε διὰ τὸ πᾶσι πρόδηλον εἶναι τὸ ἐσόμενον ἐπ’ αὐτοῦ. ἀλλ’ ἴσως αὐτοῦ τοῦ κατὰ τὸν θάνατον τάχους παράδειγμα τὸν ἀῤῥωστοῦντα ἔγραψεν. ἐν γοῦν τῷ προγνωστικῷ προειπών· οἱ δὲ πυρετοὶ κρίνονται ἐν τῇσιν ἡμέρῃσι τὸν ἀριθμὸν, ἐξ ὧν τε προγίνονται οἱ ἄνθρωποι καὶ ἐξ ὧν ἀπόλλυνται. κᾄπειτα τοὺς πάντας εὐήθη σχόντας σημεῖα εἰπὼν, τεταρταίους παύεσθαι ἢ πρόσθεν. ἐφεξῆς εἶπεν, οἵ τε κακοηθέστατοι καὶ ἐπὶ σημείων δεινοτάτων γιγνόμενοι τεταρταῖοι κτείνουσιν ἢ πρόσθεν. ὁ τοίνυν Ἐρασῖνος, καίτοι πάντ’ ἔχων δεινὰ, μέχρι τῆς ε΄ ἡμέρας προέβη ὅτι κατὰ τὴν πρώτην εἶχε μετρίως. ἔγραψε γοῦν ἐπ’ αὐτοῦ κατὰ λέξιν οὕτως· ἡμέρην τὴν α΄ δι’ ἡσυχίας. ἡ ε΄ τοίνυν ἀπὸ τῆς ἀρχῆς καθ’ ἣν ἀπέθανε τετάρτη γένεται μὴ συναριθμουμένης τῆς πρώτης.

288
Κρίτωνι ἐν Θάσῳ ποδὸς ὀδύνη ἤρξατο ἰσχυρῶς ἀπὸ δακτύλου τοῦ μεγάλου ὀρθοστάδην περιιόντι, κατεκλίθη αὐθημερὸν, φρικώδης, ἀσώδης, μικρὰ ὑποθερμαινόμενος, ἐς νύκτα παρεφρόνησε. δευτέρῃ οἴδημα δι’ ὅλου τοῦ ποδὸς καὶ περὶ σφυρὸν ὑπέρυθρον καὶ μετὰ ξυντάσιος φλυκταινίδια μέλανα, πυρετὸς ὀξὺς, ἐξεμάνη. ἀπὸ δὲ κοιλίης ἄκρητα, χολώδεα, ὑπόσυχνα διῆλθεν. ἀπέθανον ἀπὸ τῆς ἀρχῆς δευτεραῖος.

Οὗτος ὁ ἄῤῥωστος ἄξιός ἐστι μνημονεύσθαι διὰ τὸ τάχιον τῆς ἁπωλείας. εἰ δὲ προεγέγραπτο καὶ ὁ τρόπος τοῦ θανάτου τότ’ ἂν ἡμᾶς ὁ λόγος ὠφέλησε τελέως. νυνὶ μὲν ἐξ ὧν ἔγραψεν, ὅτι πλῆθος ἦν πάμπολυ φαίνεται καὶ ὡς ὥρμησεν ἡ φύσις ἀπὸ τῶν κυρίων μερῶν, αὐτὰ πρὸς τὸ σκέλος ἀποθέσθαι, μὴ δυναμένου δὲ τοῦ μορίου δέξασθαι τὸ πᾶν ὅσον ὑπέλειπε, τὸ περιττὸν παλινδρομῆσαν, εἰς, τὴν κεφαλὴν

289
ἀνήχθη, κακοήθους δ’ ὄντος αὐτοῦ παραφροσύνη μανιώδης ἐγένετο. τεκμήριον δὲ τῆς κακοηθείας τοῦ περιττοῦ τὸ παραχρῆμα φλυκταινίδια μέλανα γενέσθαι περὶ τὸν σφυρόν. ἄξιον οὖν ἐστὶ θαυμάσαι διὰ τί τὸν ἄνθρωπον τοῦτον οὐκ ἐφλεβοτόμησεν εὐθέως ἀρχόμενον τοῦ νοσεῖν. ἀλλ’ ἴσμεν ὡς ἐπὶ τοὺς πλείστους ὧν ἔγραψε ἀῤῥώστων εἰσήχθη προηκούσης ἤδη τῆς νόσου.

Τὸν Κλαζομένιον, ὃς κατέκειτο παρὰ τὸ Φρινιχίδεω φρέαρ, πῦρ ἔλαβε, ἤλγει δὲ κεφαλὴν καὶ τράχηλον καὶ ὀσφὺν ἐξ ἀρχῆς. αὐτίκα δὲ κώφωσις, ὕπνοι οὐκ ἐνῆσαν, πυρετὸς ὀξὺς ἔλαβεν, ὑποχόνδριον ἐπῆρτο μετ’ ὄγκου, σύντασις ὀλίγη γλῶσσα ξηρὴ, τετάρτῃ ἐς νύκτα παρεφρόνησεν. πέμπτῃ ἐπιπόνως καὶ πάντα παρωξύνθη. περὶ δὲ ἑνδεκάτην σμικρὰ ξυνέδωκεν. ἀπὸ δὲ κοιλίης ἀπ’ ἀρχῆς καὶ μέχρι τεσσαρεσκαιδεκάτην πολλὰ, λεπτὰ, ὑδατόχροα διῄει.
290
εὐφόρως τὰ περὶ διαχώρησιν διῆγεν, ἔπειτα κοιλίη ἐπέστη. οὖρα διὰ τέλεος λεπτὰ μὲν, εὔχροα δὲ, καὶ πολὺ εἶχεν ἐναιώρημα ὑποδιεσπασμένον, οὐχ ἵδρυτο. περὶ δὲ τὴν ἑκκαιδεκάτην οὔρησεν ὀλίγῳ, παχύτερον, εἶχε σμικρὴν ὑπόστασιν, ἐκούφισεν ὀλίγῳ, κατενόει μᾶλλον. ἑπτακαιδεκάτῃ πάλιν λεπτά. παρὰ δὲ τὰ ὦτα ἀμφότερα ἐπήρθη ξὺν ὀδύνῃ, ὕπνοι οὐκ ἐνῆσαν, παρελήρει, περὶ δὲ τὰ σκέλεα ἐπωδύνως εἶχε. εἰκοστῇ ἄπυρος ἐκρίθη, οὐχ ἵδρωσε, πάντα κατενόει. περὶ δὲ εἰκοστὴν ἑβδόμην ἰσχίου ὀδύνη ἰσχυρῶς δεξιοῦ διὰ ταχέων ἐπαύσατο. τὰ δὲ παρὰ τὰ ὦτα οὔτε καθίστατο οὔτ’ ἐξεπύει. ἤλγει δὲ περὶ τριακοστὴν καὶ πρώτην διάῤῥοια πολλοῖσιν ὑδατώδεσι μετὰ δυσεντεριωδέων, οὖρα παχέα οὔρησεν, κατέστη τὰ παρὰ τὰ ὦτα. περὶ δὲ τὴν τεσσαρακοστὴν ὀφθαλμὸν δεξιὸν ἤλγεεν, ἀμβλύτερον ἑώρα, κατέστη.
291

Οὗτος ὁ ἄνθρωπος καὶ μαρτύριον ἢ καὶ παράδειγμά ἐστιν οὐκ ὀλίγον τῶν καθόλου θεωρημάτων. ἀρξώμεθα δὲ ἀπὸ τῶν οὔρων ἐφ’ ὧν ἔγραψε κατὰ τὴν ια΄ ἡμέραν, οὖρα διὰ τέλεος λεπτὰ μὲν, εὔχροα δὲ καὶ πολὺ ἔσχεν ἐναιώρημα ὑποδιεσπασμένον, οὐχ ἵδρυτο. ὡς γὰρ ἐξ ἀρχῆς αὐτῶν τοιούτων γεγονότων καὶ παραμεινάντων γε μέχρι τῆς ις΄. ὁμοίως, οὕτως φαίνεται πεποιῆσθαι τὴν διήγησιν. ἐπὶ τῆς ιστ΄ ἡμέρας ἐδήλωσε τὴν μεταβολὴν αὐτῶν, ὥς ποτε πρῶτον γενομένην οὕτως εἰπὼν, περὶ ιστ΄ ἡμέρας οὔρησεν ὀλίγῳ παχύτερον, εἶχε σμικρὴν ὑπόστασιν. εὔδηλον οὖν ὅτι λεπτὰ μὲν, εὔχροα δὲ οὖρα διὰ μὲν τὴν εὔχροιαν ἐνδείκνυνται σωθήσεσθαι, ὅτι δὲ λεπτὰ χρόνου δεῖσθαι πρὸς τὴν πέψιν. ἦν δὲ οὐδὲ τῶν λυπούντων ἓν εἶδος. μετὰ γὰρ τὸ προειπεῖν ἐπὶ τῆς ιστ΄ ἡμέρας τὴν μεταβολὴν τῶν οὔρων ἐφεξῆς φησι, τῇ ιζ΄ πάλιν λεπτά. κατὰ δὲ τὴν αὐτὴν ἡμέραν φησὶ παρὰ τὰ ὦτα ἐπαρθῆναι αὐτῷ καὶ εἴ γε σὺν οὔροισι παχέσιν ἐγεγόνει, κατὰ τὴν εἰκοστὴν

292
ἂν ἔσχε τελέως καλῶς οὔσης τῆς ιζ΄ ἐπιδήλου τῆς κ΄. ἐκρίθη μὲν οὖν ὑπ’ αὐτῆς τὸ τέλεον, οὐ μὴν ἔσχε τὸ βέβαιον ἡ κρίσις. ἀλλὰ καὶ παρὰ τὰ ὦτα οὔτε καθίστατο οὔτ’ ἐξεπύη. ἤλγει μέντοι καὶ διαῤῥοίας ἀρξαμένης μετὰ δυσεντεριωδῶν, τουτέστι μετὰ ξυσματωδῶν διαχωρημάτων, ἅπερ ἦν τῆς δριμύτητος τῶν ἐκκρινομένων χυμῶν γνωρίσματα καὶ σὺν αὐτοῖς οὔρων παχέων γενομένων κατέστη τὰ παρὰ τὰ ὦτα. καὶ τούτων οὖν προϊόντων ἡ τελεία τοῦ νοσήματος ἀπαλλαγὴ κατὰ τὴν μ΄ ἡμέραν ἐγένετο. μέμνησο τοίνυν ἐπὶ τῶν τοιούτων κρίσεων μὴ μόνον τῆς ὑστάτης κατὰ τὴν περίοδον τῶν κρισίμων ἡμερῶν γενομένης, ἀλλὰ καὶ τῆς ἐν τῷ μεταξύ. καὶ γὰρ αἱ κρίσεις ἐπὶ πάντων τῶν ἀῤῥώστων, οὐκ ἐπὶ τούτοιν μόνοιν ἐν ταῖς κρισίμοις ἡμέραις φαίνονται γεγονυῖαι κατὰ τὰς κρισίμους ἡμέρας, τὰ κατ’ ὦτα ἐπιφανέντα. κατὰ μέν γε τὴν ιζ΄ αἱ παρωτίδες ὤφθησαν. ἐν τῇ κζ΄ ἰσχίου ὀδύνη δεξιοῦ ἐπεσήμανεν, ὠθούσης μὲν κάτω τὴν περιουσίαν τῆς φύσεως, οὔπω δὲ τὴν διὰ τῆς γαστρὸς
293
ἔκκρισιν ἐργάσασθαι δυναμένης, ἣν ἐπὶ τῆς ἑξῆς τετράδος ἐκίνησεν. ὅτι δὲ καὶ κ΄ κρίσιν ἔσχεν ἐλλιπῆ προακηκόαμεν. ὥστε μαρτυροῦνται τῶν κρισίμων ἡμερῶν αἱ περίοδοι πρὸς τῶν ἐναργῶς φαινομένων ἐπὶ τῶν νοσούντων.

Τὴν Δρομεάδεω γυναῖκα θυγατέρα τεκοῦσαν καὶ τῶν ἄλλων γενομένων πάντων κατὰ λόγον δευτεραίην ἐοῦσαν ῥῖγος ἔλαβε, πυρετὸς ὀξύς. ἤρξατο δὲ πονέειν τῇ πρώτῃ περὶ ὑποχόνδριον, ἀσώδης, φρικώδης, ἀλύουσα, καὶ τὰς ἐχομένας οὐχ ὕπνωσε, πνεῦμα ἀραιὸν, μέγα ὑποχόνδριον αὐτίκα ἀνεσπασμένον. δευτέρῃ ἀφ’ ἧς ἐῤῥίγωσεν ἀπὸ κοιλίης καλῶς κόπρανα διῆλθεν, οὖρα παχέα, λευκὰ, θολερὰ οἷα γίνεται ἐκ τῶν καθισταμένων, ὅταν ἀναταραχθῇ κείμενα χρόνον πολὺν, οὐ καθίστατο, νύκτα οὐκ ἐκοιμήθη τρίτῃ περὶ μέσον ἡμέρης ἐπεῤῥίγωσε, πυρετὸς ὀξὺς, οὖρα ὅμοια, ὑποχονδρίου πόνος, ἀσώδης, νύκτα δυσφόρως, οὐκ ἐκοιμήθη, ἵδρωσε διόλου ψυχρῶς. ταχὺ δὲ πάλιν ἀνεθερμάνθη,
294
τετάρτῃ περὶ μὲν ὑποχόνδριον σμικρὸν ἐκουφίσθη, κεφαλῆς δὲ βάρος μετ’ ὀδύνης ὑπεκαρώθη, σμικρὰ ἀπὸ ῥινῶν ἔσταξε, γλῶσσα ἐπίξηρος, διψώδης, οὖρα σμικρὰ, λεπτὰ, ἐλαιώδεα, σμικρὰ ἐκοιμήθη, πέμπτῃ διψώδης, ἀσώδης, οὖρα ὅμοια, ἀπὸ κοιλίης οὐδὲν, περὶ μέσης ἡμέρας, πολλὰ παρέκρουσε καὶ πάλιν ταχὺ σμικρὰ κατενόει ἀνισταμένη, ἐπεκαρώθη, ψύξις μικρὰ, νυκτὸς ἐκοιμήθη, παρέκρουσε. ἕκτῃ πρωῒ ἐπεῤῥίγωσε, ταχὺ δὲ διεθερμάνθη, ἵδρωσε διόλου, ἄκρεα ψυχρὰ, παρέκρουσε, πνεῦμα μέγα, ἀραιὸν, μετ’ ὀλίγον σπασμοὶ ἀπὸ κεφαλῆς ἤρξαντο, ταχὺ ἀπέθανεν.

Αὕτη κατὰ μὲν τὴν α΄ ἡμέραν εὐθέως ἀπεφαίνετο νοσεῖν ὀξέως. ἔστι δὲ τῆς β΄ ἡμέρας οἷς εἰρήκει συμπτώμασι τῶν ἐν τοῖς οὔροις σημείων προγενομένων, εἰκότως

295
ἄν τις αὐτὴν προσεδόκησε τεθνήξεσθαι διὰ ταχέων. μοχθηρὰ γὰρ ἱκανῶς ἀνατεταραγμένα μὲν οὖρα, καθιστάμενα δὲ μηδ’ ὅλως. ἀλλὰ καὶ τῇ γ΄ τῶν ἡμερῶν τὰ οὖρα καὶ τὰ συμπτώματα πάντα διέμεινε τὴν προσδοκίαν βεβαιοῦντα τοῦ θανάτου. τετάρτῃ δὲ στάξεως ἐκ ῥινῶν προγενομένης καὶ τῶν οὔρων ἐλαιωδῶν φανέντων, εὐλόγως ἐπέθανεν ἑκταίᾳ. πάλιν δὲ κᾀπὶ ταύτης πνεῦμα μέγα καὶ ἀραιὸν εἶπε γενέσθαι παραφρονῆσαι φησὶν αὐτήν.

Ἄνθρωπος θερμαινόμενος ἐδείπνησε καὶ ἔπιε πλέον, ἤμεσε πάντα, νύκτα πυρετὸς ὀξὺς, ὑποχονδρίου δεξιοῦ πόνος, φλεγμονὴ, ὑπολάπαρος ἐκ τοῦ ἔσω μέρους, νύκτα δυσφόρως. οὖρα δὲ κατ’ ἀρχὰς ἐρυθρὰ, πάχος ἔχοντα, κείμενα οὐ καθίστατο, γλῶσσα ἐπίξηρος, οὐ λίαν διψώδης. τετάρτῃ πυρετὸς ὀξὺς, πόνοι πάντων. πέμπτῃ οὔρησε λεῖον, ἐλαιῶδες, πολὺ πυρετὸς ὀξύς. ἕκτῃ δείλης πολλὰ παρέκρουσε, οὐδὲ ἐς νύκτα ἐκοιμήθη. ἑβδόμῃ πάντα παρωξύνθη, οὖρα
296
ὅμοια, λόγοι πολλοὶ, κατέχειν οὐκ ἐδύνατο. ἀπὸ δὲ κοιλίης ἐρεθισμῷ ὑγρὰ, ταραχώδεα διῆλθε μετὰ ἑλμίνθων, νύκτα ὁμοίως ἐπιπόνως, πρωῒ δὲ ἐῤῥίγωσε, πυρετὸς ὀξὺς, ἵδρωσε πολλῷ καὶ θερμῷ, ἄπυρος ἔδοξε γενέσθαι, οὐ πολὺ ἐκοιμήθη, ἐξ ὕπνου ψύξις, πτυαλισμὸς, δείλης πολλὰ παρέκρουσε, μετ’ ὀλίγον δ’ ἤμεσε μέλανα, ὀλίγα, χολώδεα. ἐνάτῃ ψύξις, παρελήρει πολλὰ, οὐχ ὕπνωσε. δεκάτῃ σκέλεα ἐπωδύνως, πάντα παρωξύνθη, παρελήρει. ἑνδεκάτῃ ἀπέθανεν.

Ἡ διήγησις αὕτη πρῶτον μὲν ἡμᾶς ἐδίδαξε δεῖν τὸν νοῦν προσέχειν εὐθέως ἐξ ἀρχῆς εἰσβαλλόντων τῶν νοσημάτων καὶ μὴ καταφρονοῦντας ἀφυλάκτως διαιτᾶσθαι, κᾂν μικρὰ φαίνηται τὰ νοσήματα. νῦν γοῦν δειπνήσας ἀκαίρως ὁ ἄνθρωπος ἐν ἀρχῇ τοῦ πυρετοῦ μικροῦ δοκοῦντος ὑπάρχειν, ἐνεδείξατο γὰρ τοῦτο διὰ τοῦ θερμαινόμενος ὀνόματος, ἐβλάβη δηλονότι κᾀξ αὐτοῦ τοῦ ἀκαίρως προενέγκασθαι

297
τροφῆς. ἀλλὰ καὶ ἔπιε, φησὶ, πλέον, οὐκ εἰδὼς ἀρχὴν εἶναι μεγάλου νοσήματος. εἰκότως οὖν ἤμεσε μὲν ταῦτα, ὁ πυρετὸς δὲ ὀξὺς ἅμα συμπτώμασιν οὐκ εὐκαταφρονήτοις ἐγένετο, ἀλλὰ καὶ ἀφορήτοις καὶ οὖρα παχέα, μὴ καθιστάμενα. κατὰ δὲ ε΄ ἐφάνη σαφῶς ὅτι τεθνήξεται τῶν ἐλαιωδῶν οὔρων ἐκκριθέντων ἐπὶ τοῖς προειρημένοις συμπτώμασιν, ἃ καὶ κατὰ τὴν ζ΄ ἡμέραν ὁμοίως οὐρηθῆναί φησιν. ἀπέθανε δὲ καὶ οὗτος ἐν ἡμέρᾳ κρισίμῳ τῇ ια΄.

Γυναῖκα ἣ κατέκειτο ἐν ἀκτῇ τρίμηνον πρὸς ἑωυτὴν ἔχουσα, πῦρ ἔλαβεν, αὐτίκα δ’ ἤρξατο πονέειν ὀσφύν. τρίτῃ πόνος τραχήλου καὶ κεφαλῆς, κατὰ κληῖδα, χεῖρα δεξιὰν, διὰ ταχέων δὲ γλῶσσα ἠφώνει, δεξιὴ χεὶρ παρέθη μετὰ σπασμοῦ παραπληκτικὸν τρόπον, παρελήρει πάντα, νύκτα δυσφόρως, οὐκ ἐκοιμήθη, κοιλίη ἐπεταράχθη χολώδεσιν, ὀλίγοισιν, ἀκρήτοισιν. τετάρτῃ γλῶσσα φωνῆς ἐλύθη,
298
σπασμὸς τῶν αὐτῶν, πόνοι πάντων παρέμενον, καθ’ ὑποχόνδριον ἐσπασμένα σὺν ὀδύνῃ, οὐκ ἐκοιμᾶτο, παρέκρουσε πάντα, κοιλίη ταραχώδης, οὖρα λεπτὰ οὐκ εὔχροα. πέμπτῃ πυρετὸς ὀξὺς, ὑποχονδρίου πόνος, παρέκρουσε πάντα, διαχωρήματα χολώδεα, ἐς νύκτα ἵδρωσεν, ἄπυρος. ἕκτῃ κατενόει, πάντων ἐκουφίσθη, περὶ δὲ κληῖδα ἀριστερὴν πόνος παρέμενε, διψώδης, οὖρα λεπτὰ, οὐκ ἐκοιμήθη. ἑβδόμῃ τρόμος, ὑπεκαρώθη, μικρὰ παρέκρουσεν, ἀλγήματα κατὰ κληῖδα καὶ βραχίονα ἀριστερὸν παρέμενε. τὰ δ’ ἄλλα διεκουφίσθη, πάντα κατενόει, τρὶς δὲ διέμενεν ἄπυρος. ἑνδεκάτῃ ὑπέστρεψεν, ἐπεῤῥίγωσε, πῦρ ἔλαβε. περὶ δὲ τεσσαρεσκαιδεκάτην ἤμεσε χολώδεα, ξανθὰ, ὑπόσυχνα, ἵδρωσεν, ἄπυρος, ἐκρίθη οὐκ ἀνάλγητος ἐκ τῶν αὐτῶν παθημάτων.
299

Ἐσώθη μὲν ἡ αὐτὴ, εἰ καὶ ἰσχυρὰ εἴρηκεν ἅπαντα νοσήματα, εἴ τε σφαλερώτερα· καὶ θαυμάζω γ’ ὅπως οὐδὲν ἔγραψε περὶ τῆς ἡλικίας αὐτῆς. καὶ μὴν μεμνῆσθαι προσήκει τῶν εἰρημένων ἕνεκα τοῦ γινώσκειν ἐν τῷ σπανίῳ διασωζομένας τινὰς ἐγκύμονας, ἐκ τοιούτων νοσημάτων, ἄνευ διαφθορᾶς τῶν ἐμβρύων. ἔτι δὲ κᾀκείνου μεμνῆσθαι προσήκει τοῦ τριῶν καὶ τεσσάρων μηνῶν δυσπαθέστατον τῶν ἄλλων εἶναι· καὶ τοῦτο γινώσκων αὐτὸς ἐν ἀφορισμοῖς εἶπε, τὰς κυούσας φαρμακεύειν, ἢν ὀργᾷ, τετράμηνα καὶ ἄχρις ἑπτὰ μηνῶν, ἧσσον δὲ ταύτας. τὰ δὲ νήπια καὶ τὰ πρεσβύτερα εὐλαβέεσθαι δεῖ. τοῖς μὲν οὖν παιδίοις οἵ τε δεσμοὶ καθ’ οὓς τῇ μήτρᾳ συμπεφύκασιν ἀσθενεῖς εἰσι καὶ τὸ σύμπαν σῶμα μαλακόν· τοῖς δὲ τῆς ἀποκυήσεως ἐγγὺς μεγάλοις οὖσι πολλῆς δεῖται τροφῆς, ἧς ἀποροῦντα πολλάκις ἐν τοῖς ὀξέσι νοσήμασι διαφθείρεται. διὸ καὶ χαλεπώτατόν ἐστι καλῶς διαιτηθῆναι νοσοῦσαν ὀξέως, εἰ μετὰ τοῦ ἐμβρύου ᾖ. εἰ μὲν γὰρ ὡς τὰς ἀκύμονας ἐνδεῶς τρέφεις,

300
διαφθείρεται τὸ κυούμενον. εἰ δ’ ἐκείνου στοχαζόμενος ἐκτενέστερον προσφέρεις αὐτὴν, κίνδυνος ἀποβάλλεσθαι τῇ κυούσῃ. διὰ ταῦτα μὲν τὰ τρίμηνα καὶ τετράμηνα μᾶλλον διασώζονται τῶν ἄλλων. τῇ δ’ οὖν νῦν προκειμένῃ κατὰ τὸν λόγον γυναικὶ καὶ τῶν οὔρων λευκῶν καὶ οὐκ ἀχρόων ὄντων ὅμως ἐγένετο σωθῆναι διὰ ῥώμην φύσεως, ἥτις ἐν νυκτὶ δι’ ἱδρώτων ἔπαυσε τὸν πυρετόν. οὐ μὴν βέβαιόν γε δυνατὸν ἦν γενέσθαι νόσημα κατὰ τὰς ἑξῆς ἡμέρας ἄχρι τῆς ια΄. ἐν ᾗ πάλιν μετὰ ῥίγους ὑποστρέψασα δι’ ἐμέτου καὶ ἱδρῶτος ἐκρίθη τελέως. ἐν γὰρ ταῖς ἀπὸ τῆς ε΄ ἄχρι τῆς ια΄ τὰ γενόμενα συμπτώματα τοῦ νευρώδους ἦν γένους, οὐ τοῦ φλεβώδους ἢ ἀρτηριώδους. ἐν γοῦν τῇ ζ΄, φησὶ, τρόμος, ὑπεκαρώθη, σμικρὰ παρέκρουσε, τὰ δέ γε κατὰ τὰς φλέβας ἐπὶ τὸ βέλτιον ἦν πεττόμενα μετὰ τὴν ἐν τῇ ε΄ κρίσιν. ἐπὶ γοῦν τῆς στ΄ ἔγραψεν οὖρα λεπτὰ καὶ προσθεὶς τὰ οὐκ εὔχροα. καὶ τούτων μὲν μεμνῆσθαι χρήσιμον καὶ τὸ τῆς ε΄ ἡμέρας, ὅπως ἀγωνιστικὰς κρίσεις ἐπιφέρει·
301
καὶ γὰρ ὀλίγον ἔμπροσθεν ἄλλον ἄῤῥωστον ἔκρινε δι’ αἱμοῤῥαγίας καὶ νῦν δι’ ἱδρῶτος τὴν προκειμένην ἐν τῷ λόγω γυναῖκα, καίτοι τοῦ νοσήματος ἀμφοτέροις ἀπέπτου κατ’ ἐκείνην τὴν ἡμέραν ὄντος, διὸ μηδὲ τελέαν ἐποιήσατο τὴν κρίσιν.

Μελιδίῃ, ἣ κατέκειτο παρὰ τὸ τῆς Ἥρης ἱερὸν, ἤρξατο κεφαλῆς καὶ τραχήλου καὶ στήθεος πόνος ἰσχυρὸς, αὐτίκα δὲ πυρετὸς ὀξὺς ἔλαβε, γυναικεῖα δὲ σμικρὰ ἐπεφαίνετο, πόνοι τούτων ἁπάντων ξυνεχέες ἕκτῃ κωματώδης, ἀσώδης, φρικώδης, ἐρύθημα ἐπὶ γνάθων, σμικρὰ παρέκρουσε. ἑβδόμῃ ἵδρωσε, πυρετὸς διέλιπεν, οἱ πόνοι παρέμενον, ὑπέστρεψεν, ὕπνοι σμικροὶ, οὖρα διὰ τέλεος εὔχροα μὲν, λεπτὰ δὲ διαχωρήματα, χολώδη, δακνώδεα, κάρτα λεπτὰ, ὀλίγα, μέλανα, δυσώδεα διῆλθεν.
302
οὔροισιν ὑπόστασις λευκὴ, λείη, ἵδρωσεν, ἐκρίθη τελέως ἑνδεκαταίη.

Καὶ περὶ ταύτης ἐν ἀρχῇ μὲν ἔγραψε τὴν ἰδέαν τῶν οὔρων. ἐπὶ δὲ τῷ τέλει τῆς διηγήσεως ἔφη, οὖρα διὰ τέλεος εὔχροα μὲν, λεπτὰ δέ. τὰ μὲν γὰρ ἀκριβῶς λεπτὰ τὴν κατὰ φύσιν ἔχειν εὔχροιαν οὐ δύναται. μετρίως μὲν γάρ ἐστιν ὠχρὰ τὰ εὔχροα, λευκὰ δὲ τὰ τελείως λεπτά. καθ’ ὅσον δὲ ἐγχωρεῖ συνελθεῖν εὔχροιαν οὔρων λεπτότητι, κατὰ τοσοῦτον χρὴ ἀκούειν λέγοντα αὐτὸν, οὖρα διὰ τέλεος εὔχροα μὲν γενέσθαι, λεπτὰ δέ. φαίνεται δὲ καὶ αὕτη ἡ γυνὴ διὰ τὴν ἰσχὺν τῆς φύσεως σωθῆναι.

480
Πυθίων, ὅς ᾤκει παρὰ Γῆς ἱερόν.

Ἀπογεγράφθαι νοήσας αὐτὸ καθ’ ἑαυτὸ Πυθίων ὅς ᾤκει παρὰ Γῆς ἱερὸν, ἐπ’ ἄλλης ἀρχῆς τῶν γινομένων αὐτῷ τὴν διήγησιν ἀναγίνωσκε. βέλτιον γὰρ οὕτως ἡγεῖσθαι γεγράφθαι τὴν ῥῆσιν ἢ τὸ σχῆμα σόλοικον ἐξεπίτηδες

481
εὐθέως ἐν ἀρχῇ πεποιῆσθαι τὸν Ἱπποκράτην, μηδὲν ἄλλο τοιοῦτον σχῆμα καθ’ ὅλον τὸ βιβλίον γράψαντα, μήτ’ ἐν τῇ τῶν ἀῤῥώστων μήτ’ ἐν τῇ τοῦ λοιμοῦ διηγήσει. τινὲς μέντοι κατὰ δοτικὴν πτῶσιν ἔγραψαν, Πυθίωνι ὃς ᾤκει παρὰ Γῆς ἱερὸν, ἐκφεύγειν τὴν περὶ τοῦ σολοικισμοῦ ζήτησιν βουλόμενοι.

Ἤρξατο τρόμος ἀπὸ χειρῶν τῇ πρώτῃ, πυρετὸς ὀξὺς, λῆρος.

Τῇ πρώτῃ τῶν ἡμερῶν εὐθὺς ἅμα τῷ πυρέττειν ὀξέως δύο συμπτώματα γίνεσθαί φησι τῷ Πυθίωνι, τρόμον τῶν χειρῶν παραφροσύνην τέ τινα βραχεῖαν. εἴωθε γὰρ αὐτὸς ἄλλοτε ἄλλοις ὀνόμασιν ἐνδείκνυσθαι τὸ ποσὸν τῆς παραφροσύνης, ληρῆσαι καὶ παραληρῆσαι καὶ παραφρονῆσαι καὶ παρενεχθῆναι λέγων ἢ πάλιν παρακόψαι καὶ ἐκστῆναι, μανῆναί τε καὶ ἐκμανῆναι. εἴπερ οὖν ἐλήρησεν ὁ Πυθίων, εὔδηλον ὅτι μετρίως

482
παρεφρόνησεν. ἐμάθομεν δὲ τοῦ μὲν τρόμου τὴν αἰτίαν ἀῤῥωστίαν εἶναι τῆς κατὰ τοὺς μῦς δυνάμεως. παραφροσύνην δὲ γίνεσθαι, βλαβέντος ἐγκεφάλου κατὰ φλεγμονὴν ἢ πλεονεξίαν χολώδους χυμοῦ. τὸν δ’ ὀξὺν πυρετὸν ἕπεσθαι σηπεδόσι χυμῶν. εἰ μὲν οὖν καὶ τὰ προηγησάμενα τῆς νόσου καθάπερ ἐπ’ ἄλλων ἔγραψεν, οὕτω κᾀπὶ τοῦ Πυθίωνος ἐγεγράφει, τάχα ἂν ἐξ ἐκείνων ἂν ἡμῖν ἔνδειξίς τις ἐγένετο τῆς κατασκευῆς τοῦ νοσήματος. ἐπεὶ δ’ οὐ προσέθηκεν ἐξ ὦν προσέγραψε μόνων καὶ ἡμεῖς πειρασόμεθα τὴν εὕρεσιν αὐτῆς ποιήσασθαι, σὺν τῷ κᾀξ αὐτοῦ τοῦ μηδὲν γράψαι περὶ τῶν προηγησαμένων τῆς νόσου, γίνεσθαι τὴν ἔνδειξιν τῆς ἐν τῷ σώματι διαθέσεως. εἴτε γὰρ ἐκ γυμνασίων ἀκαίρων ἢ πότων ἢ ἀφροδισίων, ὡς εἴωθε γράφειν, εἴτ’ ἐξ ἄλλου τινὸς ἐξηλλαγμένου πολὺ τῆς συνήθους διαίτης, ἤρξατο πυρέττειν ὁ Πυθίων, οὐκ ἂν εἰπεῖν αὐτὸ παρέλιπεν. εὔδηλον οὖν ὅτι κατὰ πολὺν χρόνον λεληθότως ἡ κατασκευὴ τοῦ νοσήματος ἐγένετο. τῶν τοίνυν τρόμων τὴν μὲν ὡς ἂν εἴποι τις, αἰτίαν ἐχόντων συνεκτικὴν
483
ἀῤῥωστίαν τῆς δυνάμεως, ἀῤῥωστούσης δ’ αὐτῆς, ἤτοι κατὰ τὸν ἴδιον λόγον. ἢ διὰ πλῆθος βαρῦνον, ὁ μὲν τῇ βλάβῃ τῆς δυνάμεως ἑπόμενος τρόμος οὐδέποτ’ ἐν ἀρχῇ νόσου χωρὶς ἰσχυρᾶς νοσήσεως ἢ λιμοῦ καὶ κόπων, ἀγρυπνιῶν τε καὶ φροντίδων, ἔτι τε πρὸς τούτοις ἀφροδισίων ἀμέτρων, ὧν εἴπερ ἐγένετό τι, πάντως ἂν ὁ Ἱπποκράτης ἐμνημόνευσεν αὐτοῦ, κατὰ τὴν γραφὴν, ὡς εἴωθε. ἐπεὶ τοίνυν οὐδὲν ἔγραψε τοιοῦτον, διὰ πλῆθος ὑπολαβεῖν εὔλογόν ἐστι βαρύνεσθαι τὴν δύναμιν. ἐπεὶ δ’ οἵ τε τρόμοι περὶ τὰς χεῖρας ἐγένοντο, τὴν ἀρχὴν τῶν νεύρων ἐκ τοῦ κατὰ τὸν τράχηλον ἐχούσας νωτιαίου, ἔκ τε τοῦ ληρῆσαι τὸν ἄνθρωπον, ἔνδειξίς ἐστι τοῦ καὶ τὸν ἐγκέφαλον αὐτὸν ἤδη τινὰ δέχεσθαι μοχθηρὸν χυμὸν. ἐχρῆν οὖν ἐννοήσαντα τὸν Ἱπποκράτην κινδυνωδῶς ἔχειν τὸν ἄνθρωπον ἐπὶ φλεβοτομίαν ἐλθεῖν, ἤτοι κατὰ τὴν πρώτην ἡμέραν, εἰ μηδὲν ἄπεπτον ἐν τῇ γαστρὶ περιείχετο σιτίον, ἢ πάντως γε κατὰ τὴν δευτέραν, ἔτι δὲ μᾶλλον, ὅτι μετὰ τὴν τῆς πρώτης ἡμέρας διήγησιν αὐτὸς ἔγραψε.