In Hippocratis Epidemiarum I

Galen

Galen, In Hippocratis Epidemiarum I

Τουτέοισιν ἐλάχιστα κουφίζοντες οὐδὲν, ἀλλ’ ὑπεναντίως βλάβας φέροντες.

Τούτοις φησὶ τοῖς πυρετοῖς, ὑπὲρ ὧν ὁ λόγος ἐστὶ, τοῖς τριταιοφυέσιν ἱδρῶτες συνήδρευον οὐδὲν ὠφελοῦντες. ἡ δ’ αἰτία πρόδηλος, ἀποδεδωκότων ἡμῶν ἀπέπτοις νοσήμασιν, οὔτ’ ὠφελεῖν τοὺς ἱδρῶτας οὔτ’ ἀγαθὸν εἶναι σημεῖον ἢ γὰρ πλεονεξίαν ὑγρῶν· ἢ ἀῤῥωστίαν δυνάμεως ἐνδείκνυται.

Ψύξις πολλὴ τουτέοισι τῶν ἀκρέων, καὶ μόλις ἀναθερμαινόμενα.
126

Καὶ διὰ φλεγμονὴν μὲν ἀξιόλογον σπλάγχνων ἐν τοῖς παροξυσμοῖς δυσεκθέρμαντα γίνονται τὰ ἄκρα καὶ διὰ πλῆθος δὲ ψυχρῶν χυμῶν, ὡς ἀπεδείξαμεν ὑπὲρ ἀμφοτέρων ἐν ταῖς προειρημέναις πραγματείαις.

Οὐδὲ ἄγρυπνοι τὸ σύνολον, μάλιστα δ’ οὗτοι καὶ πάλιν κωματώδεες.

Καὶ πάλιν ἀγρύπνους μὲν αὐτούς φησι γεγονέναι μᾶλλον ἐν μέρει, οὐ μὴν τὸ σύνολόν γε ἐπὶ τούτοις, οὐδ’ ἐναντίωσις σφοδρά. φησὶ γὰρ αὐτοῖς ἐν μέρει καὶ τὸ κωματῶδες σύμπτωμα γεγονέναι. τοῦτο δ’ ἐστὶν ὅταν καταφέρωνται, μὴ δυνάμενοι τὰ τῶν ἐγρηγορότων πράττειν, ὡς ἀπεδείξαμεν.

Κοιλίαι δὲ πᾶσι ταραχώδεες καὶ κακαὶ, πολὺ δὲ τουτέοισι κάκισται.
127

Τῆς περιουσίας τῶν χυμῶν εἰς τὴν γαστέρα ῥεούσης, ὡς ἔμπροσθεν εἶπον, εἰκὸς ἦν ταραχώδεις γίνεσθαι αὐτάς. τούτοις οὖν τοῖς τριταιοφυέσιν, ὑπὲρ ὧν ποιεῖται τὸν λόγον, ὡς ἂν κακοηθεστέροις τῶν ἄλλων νοσημάτων, ἀναγκαῖον ἦν καὶ κατὰ τὴν γαστέρα χείρους γίνεσθαι.

Οὖρα δὲ τοῖσι πλείστοισι τουτέων ἢ λεπτὰ καὶ ὠμὰ καὶ ἄχροα καὶ κατὰ χρόνον σμικρὰ πεπαινόμενα κρισίμως, ἢ πάχος μὲν ἔχοντα, θολερὰ δὲ καὶ οὐδὲ καθιστάμενα, οὐδὲ ὑφιστάμενα, οὐδὲ πεπαινόμενα, ἢ σμικρὰ καὶ ὠμὰ καὶ κακὰ, τὰ δὲ ὑφιστάμενα καὶ κάκιστα ταῦτα πάντα.

Ταῦτα πάντα τὰ καθόλου διὰ τοῦ προγνωστικοῦ γράμματος ἐδίδαξε, ταῦτα καὶ νῦν ὡς ἐπὶ παραδειγμάτων διὰ τῶν κατὰ μέρος πιστοῦται· προεξηγησάμενοι δὲ κατὰ τὸ προγνωστικὸν οὐδὲν ἔτι δεόμεθα περὶ τῆς συμφωνίας

128
τούτων πρὸς ἐκεῖνα λέγειν, ἐναργῶς φαινομένης, ἐδείχθη γὰρ ἡμῖν ἐν ἐκείνοις ὠμῶν καὶ ἀπέπτων χυμῶν σημεῖα τὰ τοιαῦτα.

Βῆχες μὲν παρείποντο τοῖς πυρετοῖσι, γράψαι δὲ οὐκ ἔχω βλάβην οὐδ’ ὠφελείην γινομένην διὰ βηχὸς τότε.

Τῆς πλεονεξίας τῶν χυμῶν ἐκκαθαιρομένης εἰώθασιν αἱ βῆχες ἐπιφέρειν.

Χρόνια μὲν οὖν καὶ δυσχερέα καὶ πάνυ ἀτάκτως καὶ πεπλανημένως καὶ ἀκρίτως τὰ πλεῖστα τουτέων διετέλει γινόμενα καὶ τοῖσι πάνυ ὀλεθρίως ἔχουσι καὶ τοῖσι μή. εἰ γάρ τινες αὐτέων διαλείποιεν μικρὰ, ταχὺ πάλιν ὑπέστρεφον. ἔστι δ’ οἷσιν ἔκρινεν αὐτῶν ὀλίγοισιν, οἷσι τὰ βραχύτατα γίγνοιτο περὶ ὀγδοηκοστὴν ἐοῦσι καὶ τούτων
129
ἐνίοις ὑπέστρεψαν, ὥστε κατὰ χειμῶνα τοὺς πλείστους αὐτέων ἔτι νοσεῖν, τοῖσι δὲ πλείστοισιν ἀκρίτως ἐξέλειπον.

Εὔδηλον δ’ ὅτι τοῦ δευτέρου χειμῶνος μέμνηται νῦν οὗτος, οὐ τοῦ προτέρου, κατὰ τὴν προτέραν αὐτῷ λελεγμένου τῆς ὅλης καταστάσεως. ἅπαντα γὰρ ταῦτα τὰ νοσήματα περὶ ὧν ὁ λόγος αὐτῷ νῦν ἐστὶν, ἤκμασε μάλιστα καὶ κατὰ τὸ δεύτερον φθινόπωρον, εἶτα τινὰ μὲν αὐτῶν ἐπαύσατο χειμῶνος ἀρχομένου, τινὰ δὲ μέχρι πλείονος ἐπετάθη. τὸ δ’ ἄτακτον αὐτῶν καὶ ὑποστροφῶδες ἐπὶ τῇ ψυχρότητι δηλονότι καὶ τῷ πλήθει τῶν ἐργαζομένων τὰ νοσήματα χυμῶν εἰκότως ἀπήντησε, διὸ καὶ συμπεσεῖν ὁμοίως αὐτὰ τοῖς περιγενομένοις.

Ὁμοίως δὲ ταῦτα ξυνέπιπτε τοῖσι περιγενομένοισι καὶ τοῖσι οὔ. πολλῆς δέ τινος γενομένης ἀκρισίης καὶ ποικίλης
130
ἐπὶ τῶν νοσημάτων καὶ μεγίστου μὲν σημείου καὶ κακίστου διὰ τέλεος παρεπομένου, τοῖσι πλείστοισιν ἀποσίτους εἶναι πάντων γευμάτων, μάλιστα δὲ τουτέων οἷσι καὶ τὰ ἄλλα ὀλεθρίως ἔχοι. διψώδεες δὲ οὐ λίην ἀκαίρως ἦσαν ἐπὶ τοῖσι πυρετοῖσι τούτοισιν.

Ὅτι τὸ ἐῤῥῶσθαι τὴν διάνοιαν καὶ εὖ ἔχειν πρὸς τὰς προσφορὰς ἀγαθὸν μέγιστον ἑτέρωθι πρὸς αὐτοῦ λέλεκται καὶ καθόλου καὶ νῦν καὶ διά τινος τοῦ κατὰ μέρος παραδείγματος ἐπιστώθη. τὸ δὲ μὴ λίαν αὐτοὺς διψώδεις εἶναι τῇ ποιότητι τῶν πλεοναζόντων χυμῶν εἰκότως ἠκολούθησε.

Γιγνομένων δὲ χρόνων μακρῶν καὶ πόνων πολλῶν καὶ κακῆς συντήξεως, ἐπὶ τουτέων ἀποστάσιες ἐγίγνοντο ἢ μείζους ὥστε ὑποφέρειν μὴ δύνασθαι ἢ μείους ὥστε μηδὲν ὠφελέειν,
131
ἀλλὰ ταχὺ παλινδρομέειν καὶ ξυνεπείγειν ἐπὶ τὸ κάκιον.

Ὅταν τὸ πλῆθος ᾖ πολὺ χυμῶν ἀπέπτων, αἱ ἀποστάσεις γίνονται· εἰ μὲν σμικραὶ εἶεν αἱ ἀποστάσεις, οὐδὲν ὠφελοῦσιν, εἰ δὲ μεγάλαι, φέρειν αὐτὰς ἡ δύναμις οὐ δύναται. ὅτι δὲ καὶ νῦν τὰς κατ’ ἔκρουν κενώσεις ἀποστάσεις ὀνομάζει διὰ τῆς ἐπιφερομένης ῥήσεως σαφῶς ἐδήλωσε.

Ἦν δὲ τουτέοισι τὰ γενόμενα δυσεντεριώδεα καὶ τεινεσμοὶ καὶ λειεντερίαι καὶ ῥοώδεες, ἔστι δ’ οἷσι καὶ ὕδρωπες, μετὰ τούτων καὶ ἄνευ τούτων ἆσαι.

Ἃς διὰ τῆς προγεγραμμένης ῥήσεως ἐν τῷ καθόλου γεγονέναι φησὶν ἀποστάσεις, ταύτας νῦν διεξέρχεται κατὰ μέρος. προείρηται δ’ ἡμῖν ἐν τοῖς πρόσθεν εἰκότως γενέσθαι τὰ τοιαῦτα νοσήματα τῶν περιττωμάτων εἰς τὴν

132
γαστέρα συῤῥεόντων, τὰς μὲν δυσεντερίας δηλονότι μετὰ τῶν αἱματωδῶν διαχωρημάτων καθ’ ὁντιναοῦν τρόπον γενομένας, τοὺς δὲ τεινεσμοὺς τάσεις ὄντας σφοδρὰς ἐπὶ τῆς κατὰ τὸ ἀπευθυσμένον ἑλκώσεως, τὰς δὲ λειεντερίας ταχείας διεξόδους ἀμεταβλήτων σιτίων οὔσας. ῥοώδεις δὲ λέγει τοὺς χωρὶς τούτων τῶν εἰρημένων παθημάτων διαχωροῦντας, ἀεί τε καὶ συνεχῶς ὑγρὰ διαχωρήματα. τοὺς δὲ καὶ εἰς ὑδέρους ὀξεῖς φησι κατασκῆψαι διὰ τὴν πλεονεξίαν τῶν ψυχρῶν καὶ ὑγρῶν χυμῶν, ἐνίοις μὲν μετὰ τῶν προειρημένων συμπτωμάτων, ἐνίοις δὲ ἄνευ τούτων.

Ὅτι δὲ παραγένοιτο τούτων βιαίως, ταχὺ ξυνῄρει ἢ πάλιν, ἐπὶ τὸ μηδὲν ὠφελέειν.

Τὰ διὰ δυσπεψίαν καὶ πλῆθος τῶν ὠμῶν χυμῶν γινόμενα νοσήματα πρὸς τῶν ἐκκρίσεων οὐδὲν ὠφελεῖται. ἔφη

133
γὰρ τὰς μὲν πολλὰς βιαίους ταχὺ καθαιρεῖν τὴν δύναμιν, τὰς δὲ μὴ τοιαύτας οὐδὲν ὀνινάναι. οὐσῶν δὲ καὶ τούτων διττῶν, οὐδὲν ὠφελήσουσιν αἱ χωρὶς τοῦ πεφθῆναι, ἅτε καὶ τούτων ἔτι πολλῶν οὐδὲν ὠφελήσει τι χωρὶς τοῦ πεφθῆναι.

Ἐξανθήματα μικρὰ καὶ οὐκ ἀξίως τῆς ἐκκρίσεως τῶν νοσημάτων καὶ ταχὺ πάλιν ἀφανιζόμενα ἢ παρὰ τὰ ὦτα οἰδήματα μὴ λυόμενα καὶ οὐδὲν ἀποσημαίνοντα.

Κεφάλαιον ἁπάντων τῶν γενομένων παθημάτων ἢ τῶν χυμῶν ἦν ἀπεψία. εἰ δὲ καί που βιασαμένη τινὰς αὐτῶν ἡ φύσις ἐκκρίνειν ἐπεχείρησεν, οὐδὲν ἤνυσεν, ἀλλ’ ἡττηθεῖσα πρὸς αὐτῶν ἢ ἐπέτρεψεν αὐτίκα παλινδρομῆσαι πρὸς τὸ βάθος, ἢ δι’ ὀλιγότητα τῶν γενομένων ἐκκρίσεων εἰς ἀπόστασιν ὥρμησε.

134
Ἔστι δ’ οἶσιν ἐς ἄρθρα μάλιστα δὲ κατὰ τὸ ἰσχίον, ὀλίγοισι κρισίμως ἀπολιπόντα καὶ ταχὺ πάλιν ἐπικρατευόμενα ἐπὶ τὴν ἐξ ἀρχῆς ἔξιν.

Ὅτι μὲν οὖν ἡ κατ’ ἀπόθεσιν ἀπόστασις ἐν τοῖς χρονίοις μάλιστα νοσήμασι γίγνεται καὶ ὅτι μάλιστα παρ’ αὐτοῦ μεμαθηκότες ἐκ τοῦ καθόλου καὶ νῦν ἐκ τοῦ κατὰ μέρος τούτου μαρτυρούμενον ἕξομεν. διὰ δὲ πολλὴν εἷναι τὴν περιουσίαν τῶν ὠμῶν καὶ ψυχρῶν χυμῶν καὶ ἀπέπτων εἰς τὸ μέγιστον τῶν ἄρθρων πολλοῖς ἀπέσκηψεν, ἀλλ’ οὐκ ἐκκρίνοντο, διὰ τὸ δύσπεπτον τῶν χυμῶν. εἰ δέ τινι τοῦτο ἔδοξε λωφῆσαι, ταχὺ πάλιν ὑπέστρεφε, τοῦτο γάρ ἐστι τὸ δηλούμενον, ἀπολιπόντα τὰ οἰδήματα, τῆς ἄνω φορᾶς γεγονυίας, ὑποστρέφοντα δὲ πάλιν ἐπὶ τὴν ἐξ ἀρχῆς ἕξιν ἀνέσκηψε. καὶ γὰρ καὶ τοῦτο δηλοῦται πρὸς αὐτοῦ διὰ τοῦ

135
φάναι καὶ ταχὺ πάλιν ἐπικρατούμενα ἐπὶ τὴν ἐξ ἀρχῆς ἕξιν.

Ἔθνησκον δὲ ἐκ πάντων μὲν, πλεῖστοι δὲ ἐκ τουτέων, παιδία, ὅσα ἀπὸ γάλακτος ἤδη καὶ πρεσβύτερα, ὀκταέτεα καὶ δεκαέτεα καὶ ὅσα πρὸ ἥβης ἦσαν. ἐγίνετο δὲ τούτοισι ταῦτα οὐκ ἄνευ τῶν πρώτων γεγραμμένων. τὰ δὲ πρῶτα πολλοῖσιν ἄνευ τουτέων.

Τῆς καταστάσεως ἐπικρατοῦν ἐσχηκυίας μάλιστα τὸ ὑγρὸν, ἐπὶ πλεῖστον γὰρ τοῦτο τοῦ κατὰ φύσιν ἐξετράπετο τῆς καθ’ ὑγρότητα καὶ ψυχρότητα μοχθηρίας, ἐπ’ ὀλίγον ὄντες ψυχροὶ καὶ ξηροί. δέδεικται γὰρ ἡμῖν ἑτοιμότερον πάσχειν τὰ σώματα πρὸς ἐκείνων τῶν αἰτίων, ὅσα συγγενῆ ταῖς δυσκρασίαις αὐτῶν ἐστίν.

136
Ἓν μοῦνον δὲ χρηστὸν καὶ μέγιστον τῶν γενομένων σημείων καὶ πλείστους ἐῤῥύσατο τῶν ὄντων ἐπὶ τοῖς μεγίστοισι κινδύνοισιν, οἷσιν ἐπὶ τὸ στραγγουριῶδες ἐτράπετο καὶ ἐς τοῦτο καὶ ἀποστάσιες ἐγίνοντο. ξυνέπιπτε δὲ καὶ ἐν τοῖσι πλείστοισι τὸ στραγγουριῶδες τῇσι ἡλικίῃσιν ταύτῃσι γίνεσθαι μάλιστα. ἐγίνετο δὲ καὶ τῶν ἄλλων πολλοῖσιν ὀρθοστάδην καὶ ἐπὶ τῶν νοσημάτων, ταχὺ δὲ καὶ μεγάλη τις ἡ μεταβολὴ τούτοισι πάντων ἐγίνετο· κοιλίαι τε γὰρ εἰ καὶ τύχοιεν ἐφυγραινόμεναι, κακοήθεα τρόπον ταχὺ ξυνίσταντο, γεύμασί τε πᾶσιν ἡδέως εἶχον, οἵ τε πυρετοὶ πρῃέες μετὰ ταῦτα. χρόνια δὲ τουτέοισι τὰ περὶ τὴν στραγγουρίαν καὶ ἐπίπονα ἦν.

Εἰρήκει καὶ πρόσθεν στραγγουριώδη καὶ ἀνεφριτικὰ τούτοις γενέσθαι συμπτώματα καίπερ ἔχοντά τινα κοινωνίαν, ἀλλ’ ἄλλα ἀντ’ ἄλλων. καὶ ἡμεῖς ἔφαμεν ἐκκαθαιρομένου

137
τοῦ σώματος ὅλου τὰ περιττώματα διὰ τῶν νεφρῶν τὴν στραγγουρίαν αὐτοῖς γίγνεσθαι μὲν καὶ ἄλλως, μάλιστα δὲ διὰ δριμύτητα τῶν συῤῥεόντων οὔρων, ἐφ’ ᾗ καὶ νῦν αἰτία συνέστη. μεμνῆσθαι δὲ χρὴ πάλιν ὅτι καὶ νῦν ἀποστάσεις ἐπὶ στραγγουρίαν ἔφη γεγονέναι καίτοι κατ’ ἔκρουν, οὐ κατ’ ἀπόθεσιν τῶν λυπούντων χυμῶν ἀποχωρησάντων ὅλου τοῦ σώματος. ὥσπερ γὰρ διὰ γαστρὸς πολλάκις ἐκκαθαίρεται τὸ σύμπαν σῶμα, οὕτω καὶ διὰ νεφρῶν καὶ κύστεως. χρόνια τούτοισι τὰ κατὰ τὴν στραγγουρίαν καὶ ἐπιπόνως ἐκκαθαίροντες ὅλον τὸ σῶμα διὰ τῆς στραγγουρίας. ταῦτα δ’ ἀναγκαῖον ἦν πάσχειν τὰ μόρια, δι’ ὧν ἡ ἔκκρισις ἐγίγνετο τῶν δριμέων οὔρων, δηλονότι δακνόμενα καὶ τῷ συνεχεῖ τῆς ἀποκρίσεως ἐνοχλούμενα, διόπερ καὶ ἐπιπόνως εἶχον ἐν αὐτῇ τῇ διόδῳ τῶν οὔρων. χρόνῳ δ’ αὐτοῖς πλείονι τὰ τοιαῦτα συμπτώματα ἐγίνετο, διὰ τὸ πλῆθος τῶν ἐκκαθαιρομένων περιττωμάτων.

138
Οὖρα δὲ τουτέοισιν εἴη πολλὰ, παχέα, ποικίλα καὶ ἐρυθρὰ, μιξόπυα μετ’ ὀδύνης.

Ταῦτα πάντα τοῦ παντὸς σώματος ἀποτιθεμένου τὴν περιουσίαν τῶν μοχθηρῶν χυμῶν ἐγίνετο, διὸ καὶ πάντες ἐσώθησαν. ποικίλης δ’ οὔσης αὐτῆς, ὡς ἔμπροσθεν ἔφαμεν, ἄλλο γὰρ ἄλλῳ τὸ πλεονάζον ἦν, εἰκότως κἀν τοῖς οὔροις γενέσθαι ποικιλίαν, οὐχ ἅπασιν ὁμοίων γιγνομένων αὐτῶν, ἀλλὰ τοῖς μὲν τοίως, τοῖς δὲ τοίως.

Περιεγένοντο δὲ πάντες οὗτοι καὶ οὐδένα τούτων οἶδα ἀποθανόντα. ὅσα δ’ ἀκινδύνως.

Διὰ τί μὲν περιεγένοντο προείρηται, ἐξηνέχθησαν δὲ διὰ τῶν οὔρων. τὸ δ’ ὅσα ἀκινδύνως ἔστιν ἔνιοι τῆς ἐχομένης

139
λέξεως προτάττουσιν, ἔνθα καὶ τὴν ἐξήγησιν αὐτοῦ ποιησόμεθα μετὰ τὴν δευτέραν κατάστασιν.

Πεπασμοὺς τῶν ἀπιόντων πάντας πάντοθεν ἐπικαίρους ἢ καλὰς καὶ κρισίμους ἀποστάσιας σκοπέεσθαι.

Ἔνιοι δὲ τὸ πέρας τῆς προγεγραμμένης καταστάσεως ἀρχὴν ἐποιήσαντο τῆς νῦν προκειμένης ἐξηγήσεως, ὡς ἔχειν αὐτὴν οὕτως· ὅσα δ’ ἀκινδύνως πεπασμοὺς τῶν ἀπιόντων πάντας πάντοθεν ἐπικαίρους ἢ καλὰς καὶ κρισίμους ἀποστάσιας σκοπεῖσθαι, ἵνα ἡ διάνοια τοῦ λόγου τοιαύτη τις εἴη. ὅσα δ’ ἀκινδύνως προέρχεται πάθη, σκεπτέον ἐπ’ αὐτῶν ἐστὶ τοὺς πεπασμούς. ἐγχωρεῖ γε μὴν καὶ αὐτὴν καθ’ ἑαυτὴν ἀναγινώσκειν τὴν προκειμένην ῥῆσιν, ἵν’ ὁ λόγος ᾖ περὶ πάντων ἁπλῶς νοσημάτων αὐτῷ καθόλου λεγόμενος τῶν χωρὶς πεπασμοῦ. πέψις γάρ τίς ἐστι τῶν παρὰ φύσιν

140
ὁ πεπασμὸς τοῦ νοσήματος, αὕτη δὲ ἡ πέψις εἰς τὴν τοῦ πέττοντος οὐσίαν ἀγωγή τίς ἐστι τοῦ πεττομένου. κατὰ φύσιν μὲν οὖν ἔχοντος τοῦ σώματος, ὅταν καὶ τὸ πεττόμενον οἰκείαν ἔχῃ φύσιν τῷ πέττοντι, μεταβολὴ καὶ ἀλλοίωσις ἁπάσης τῆς πεττομένης οὐσίας ἢ τοῦ πλείστου μέρους αὐτῆς γίνεται, βραχυτάτου περιττεύοντος ἡμῖν ἡμιπέπτου. παρὰ φύσιν δὲ διακειμένων, ὅπερ ἐστὶν ἀλλοτρίων ὑπαρχόντων τῇ τοῦ μεταβάλλοντός τε καὶ ἀλλοιοῦντος φύσει, τὸ μὲν ἐξομοιούμενον ὀλίγον γίνεται, τὸ δ’ ἡμίπεπτον περίττωμα πολύ. καθάπερ δ’ ἐπὶ τῶν κατὰ φύσιν ἐχόντων σωμάτων τὰ περιττώματα τὴν πέψιν ἐνεδείκνυτο, κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ τῶν νοσούντων σωμάτων ἐνδείξεται. τῶν μὲν οὖν τὴν γαστέρα τὰ περιττώματα κάτω διαχωρούμενα τὴν ἀπεψίαν τε καὶ πέψιν ἐκ τῆς ἑαυτῶν ἰδέας ἐνδείκνυται, τῶν δὲ κατὰ θώρακα καὶ πνεύμονα τὰ κατὰ βηχὸς ἀναγόμενα, τῶν δὲ κατὰ τὸν ἐγκέφαλον τὰ διὰ τῆς ῥινὸς ἐκκρινόμενα, τὰ δὲ κατὰ τὰς φλέβας τὰ κατὰ τῶν οὔρων ἀπερχόμενα. δέδεικται δὲ περὶ τούτων ἔν τε τοῖς περὶ φυσικῶν
141
δυνάμεων ὑπομνήμασι καὶ ἐν τοῖς περὶ κρίσεων λόγοις, οὐχ ἥκιστα δὲ κἀν τοῖς περὶ τῶν ἐν νόσοις καιρῶν, οἷς γέγραπται τῶν πεττομένων νοσημάτων τὰ γνωρίσματα. καὶ νῦν οὖν ὁ Ἱπποκράτης αὐτὸ τοῦτό γε κελεύει πράττειν ἐπισκοποῦντας τοὺς πεπασμοὺς τῶν νοσημάτων ἐκ τῶν ἐκκρινομένων περιττωμάτων. ἔνιοι δὲ κατὰ τὸ πέρας τῆς ῥήσεως ἀντὶ τοῦ σκοπεῖσθαι γράφουσι ποιέεσθαι, πρακτικόν τινα καὶ θεραπευτικὸν καὶ συμβουλευτικὸν εἶναι βουλόμενοι τὸν λόγον, οὐ διαγνωρισμός. εἰ μὲν γὰρ σκοπεῖσθαι τοὺς πεπασμοὺς κελεύει, διαγνωστικός τε καὶ προγνωστικὸς ὁ λόγος ἐστίν· εἰ δ’ αὖ ποιεῖσθαι, θεραπευτικός ἐστιν. εὔδηλον δ’ ὅτι πεπασμοὺς ἐργάζεται τὰ συμμέτρως θερμαίνοντα πάντα, τοῦτο μὲν ἐδέσματα, τοῦτο δὲ καταντλήματα καὶ καταπλάσματα, καὶ τρίψις δὲ μετρία καὶ λουτρὸν ἐκ τούτου τοῦ γένους εἰσίν. εἴρηται δ’ αὐτῶν πάντων ἡ κατὰ μέρος χρῆσις ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν. οὐ μόνον δὲ πεπασμοὺς τῶν νοσημάτων σκοπεῖσθαι προσῆκεν ἡ ποιεῖν αὐτὸν, ἑκάτερον γὰρ ἀληθὲς, ἀλλὰ καὶ τὰς ἀποστάσεις τὰς κατ’ ἔκρουν, ὅπερ καὶ μάλιστα χρὴ σπουδάζειν,
142
ἤτοι τὰς κατ’ ἀπόθεσιν εἰς ἀκυρώτερα μέρη· δεύτερος γὰρ οὗτος σκοπὸς ἀποτυγχανομένου τοῦ κατ’ ἔκρουν. εἰ μὲν οὖν ἐπὶ γαστέρα ῥέποι τὰ περιττώματα, ταῦτα συνεργεῖν προσήκει, κλύσμασί τε χρώμενον ἐπισπᾶσθαι δυναμένοις ἐνταῦθα καὶ τοῖς κατὰ τὴν δίαιταν πᾶσαν εἰς τοῦτο συντελοῦσιν. εἰ δ’ ἐπὶ νεφροὺς, τοῖς οὐρητικοῖς, εἰ δὲ ἐπὶ κῶλον, ἐκεῖνο θερμαίνοντα διὰ τῶν δριμυτέρων φαρμάκων.

Πεπασμοὶ ταχύτητα κρίσεως καὶ ἀσφάλειαν ὑγιεινὴν σημαίνουσι.

Ἐπὶ τῆς προγεγραμμένης ῥήσεως ἔφην ἐνίους μὲν σκοπεῖσθαι τοὺς πεπασμοὺς ἀξιοῦν, ἐνίους δὲ καὶ ποιεῖσθαι καὶ γράφειν ἑκατέρους τὸ τέλος τῆς ῥήσεως διττῶς ἐξηγουμένους, τοὺς μὲν ἑτέρους σκοπεῖσθαι τοῖς ἰατροῖς, τοὺς δὲ ἑτέρους ποιεῖσθαι. χρησίμως δ’ ἔφην ἑκάτερον

143
ἀσκεῖσθαι τοῖς ἰατροῖς, ὥστε καὶ σκοπεῖσθαι γεγραμμένον, εἰ πάντως ἀκολουθεῖ αὐτῷ καὶ τὸ ποιεῖσθαι. μιμητὴν γὰρ ἅμα καὶ ὑπηρέτην ὁ Ἱπποκράτης ἀξιοῖ τὸν ἰατρὸν εἶναι τῆς φύσεως. ὅτι μέντοι βέλτιόν ἐστι γράφειν ἐπὶ τῆς προτέρας ῥήσεως τὸ σκοπεῖσθαι δῆλον ἐποίησε κατ’ αὐτὴν εἰπὼν τοὺς πεπασμοὺς σημαίνειν ταχύτητα κρίσεως καὶ ἀσφάλειαν ὑγιεινήν. οὐδὲ γὰρ ἂν ἔφησε σημαίνουσιν, ἀλλὰ ποιέουσιν, εἰ συνεβούλευσε τοῖς ἰατροῖς αὐτοῦ ἐργάζεσθαι τοὺς πεπασμούς. ἀλλὰ τοῦτο μὲν ἐν οἷς θεραπεύει τὰ νοσήματα συμβουλεύει. νῦν δὲ κατὰ τὴν τῶν ἐπιδημιῶν πραγματείαν εἰς διαγνώσεις αὐτοὺς καὶ προγνώσεις ἐπανατείνει, συνεμφαινομένης μὲν ἐν τῇ καθόλου καὶ τῆς θεραπευτικῆς ὁδοῦ, μὴ μέντοι λεγομένης. ὅτι δὲ συνεμφαίνεται δῆλον. εἰ γὰρ ἀξιοῖ τὰ καλῶς ὑπὸ τῆς φύσεως γινόμενα μιμεῖσθαι τὸν ἰατρὸν, εἰ πεπασμοὶ δὲ ἔργον αὐτῆς ἐστὶν, εὔδηλον ὅτι καὶ τάχος κρίσεως καὶ ἀσφάλειαν καὶ ὑγείαν δηλώσουσι, καὶ ἡμεῖς δὲ συνεργοῦντες αὐτοῖς ἐργασόμεθα πεπασμούς.

144
Ὠμὰ δὲ καὶ ἄπεπτα καὶ ἐς κακὰς ἀποστάσιας τρεπόμενα ἢ ἀκρισίας ἢ πόνους ἢ χρόνους ἢ θανάτους ἢ τῶν αὐτῶν ὑποστροφάς.

Ὥσπερ οἱ πεπασμοὶ γίνονται τῆς φύσεως κρατούσης τῶν νοσωδῶν αἰτίων, οὕτω καὶ μὴ κρατούσης τὰ ἐναντία. τῷ μὲν οὖν ἐπὶ τῶν πεπασμῶν εἰρημένῳ, ταχύτητα κρίσεως, ἐναντίον ἐστὶ τὸ χρονίζειν τὰ νοσήματα, τῷ δ’ ἐπ’ ἐκείνοις ἀσφάλειαν ἀντίκειται τό τε τῆς ἀκρισίας καὶ τὸ τοῦ θανάτου καὶ τὸ τῶν αὐτῶν ὑποστροφάς. τῷ δ’ ἐπ’ ἐκείνοις ὑγιεινὴν κοινῇ μὲν πάντα τὰ νῦν εἰρημένα καὶ κατὰ μέρος δὲ οἱ πόνοι. τὰ γὰρ ὑγιαίνοντα σώματα τὴν εἴτ’ ἀπονίαν εἴτ’ ἀνωδυνίαν εἴτ’ ἀοχλησίαν ἐθέλοις ὀνομάζειν, ἴδιον ἀχώριστον ἔχει. τὸ δὲ τῆς ἀκρισίας ὄνομα μέμνημαι δήπου λεγόμενον ὑπ’ αὐτοῦ διττῶς, ὡς ἤτοι μηδ’ ὅλως ἐσομένης κρίσεως ἢ μοχθηρῶς ἐσομένης, κατ’ ἄμφω τε ταῦτα τὰ σημαινόμενα ταῖς ἀπεψίαις τῶν νοσημάτων ἀκολουθοῦσιν αἱ

145
ἀκρισίαι. μέμνησθε δὲ, ὡς ἡ ὅλη πέψις τοῦ νοσήματος ἐν τῇ τῶν χυμῶν ἀλλοιώσει γίνεται. διά τε γὰρ τῶν στερεῶν σωμάτων ἡ φύσις διατέταται, δύναμις ἐκείνων οὖσα, καὶ τὸ πέττεσθαι τοῖς χυμοῖς ὑπὸ τῶν στερεῶν ὑγιαινόντων γίνεται, ὡς ὅταν γε καὶ αὐτὰ ταῦτα νοσεῖ, καθ’ ἕξιν μὲν ἤδη τὸ νόσημα τοῦτο καὶ κίνδυνον ἔσχατόν ἐστιν οἷς ἐπάγει. θεραπευθῆναι δ’ οὐ δύναται πρὶν αὐτὰ τὰ στερεὰ σώματα τὴν οἰκείαν ἀνακτήσασθαι δύναμιν, ἥτις ἐν συμμετρίᾳ κεῖται θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ. διὸ καὶ τῆς ὑγείας αὐτῆς τῶν στερεῶν σωμάτων ἐν τῇ τούτων συμμετρίᾳ τὴν ὕπαρξιν ὑπάρχειν, ὡς μηδὲν διαφέρειν ἢ εὐκρασίαν ὁμοιομερῶν φάναιτ’ ἂν εἶναι τὴν ὑγείαν ἢ συμμετρίαν τῶν στοιχείων ἐξ ὧν γεγόναμεν. ὅπως δὲ χρὴ τὰς αὐτῶν τῶν στερεῶν σωμάτων νόσους ἰάσασθαι, λέλεκται διὰ τῶν τῆς θεραπευτικῆς μεθόδου βιβλίων. ἅπαντα δ’ ἐν πᾶσιν οὐκ ἐγχωρεῖ λέγειν· ἀρκεῖ γὰρ μόνον ἐνταῦθα τῶν περιπιπτόντων θεραπευτικῶν λογισμῶν ἐπισημαίνεσθαι τὰ κεφάλαια, καθάπερ ἐν τοῖς θεραπευτικοῖς τῶν διαγνωστικῶν.
146
τὸ μὲν γὰρ ἴδιον ἑκάστης πραγματείας, χρὴ τελέως διεξέρχεσθαι, τὸ δὲ παραπίπτον, ἐπισημαίνεσθαι διὰ κεφαλαίων.