In Hippocratis Epidemiarum I

Galen

Galen, In Hippocratis Epidemiarum I

Γαληνοῦ Προοίμιον. Οὐκ ἐν τούτῳ μὲν βιβλίῳ Ἱπποκράτης Κῶος περὶ τῶν νόσων ἑκάστῃ τῇ χώρᾳ οἰκείων ἄγειν καθέστηκε, καθάπερ δὴ ἄλλοτέ ποτε· ὅτι ὁ καθόλου αὐτοῦ λόγος ᾖ περὶ νόσων τῶν ἐπιδημιῶν καλουμένων, τουτέστι τῶν κατὰ δήμους κατασκηπτόντων, αἱ ἀπὸ τῶν ἐπιδημιῶν οὕτω διαφέρουσαι, ὅτι αἱ μὲν κατά τινα

2
χρόνον τινὰ χώραν διαβαίνουσιν· αἱ δὲ τοῖς οἰκήτορσιν ὥσπερ συγγενεῖς διὰ παντὸς ἕπωνται. ἐν τῷ γοῦν βιβλίῳ περὶ ἀέρων καὶ τόπων καὶ ὑδάτων ἔδημα τὰ νοσήματα διδάσκει τὰ διὰ τῶν οἰκημάτων ἑκάστων προσγινόμενα. ἐν τούτῳ δὲ τὰ νοσήματα ἐπιδήμια τὰ κατά τινα χρόνον πανδημεὶ τὰς πόλεις ἢ τὰς γενετὰς ἁπάσας ἐπιχειροῦντα. ταῦτα δὲ ἄμφω τῶν νοσημάτων γένη πάγκοινά τε καὶ πάνδημα ὀνομάζειν εἴωθεν· λοιπὰ δὲ πάντα σποραδικὰ, τὰ δή που μὴ κοινῶς πολλοὺς, ἀλλ’ ἕκαστον ἰδίᾳ καταλαμβάνει. πολλάκις γὰρ οἱ Ἕλληνες τὸ σπείρειν ἀντὶ τοῦ διασπείρειν καὶ ὑπ’ ἀλλήλων διαχωρίζειν ἔλαβον, καὶ κατὰ τοῦτον τρόπον Θουκυδίδης περὶ τῶν νεανίσκων· ἦρος δὲ ἄλλοι ἐν τῷ ἄλλῳ τῆς πόλεως μέρει σποραδικοὶ ἀπολώλασι· τούτων δὲ νοσημάτων ὡς ἡ γένεσις, οὕτω καὶ αἰτία κοινή ἐστι. ὅταν δὲ τρεῖς ὦσιν αἰτίαι ἀφ’ ὧν τὰ νοσήματα γίνεται, μία μὲν τοῖς προσφερομένοις ἔνεστι, δευτέρα δὲ τοῖς πραττομένοις, τρίτη δὲ τοῖς ἔξωθεν ἐμπίπτουσι. ἀπὸ τοῦ μὲν ἑκάστου κοινὰ τὰ νοσήματα γίνεσθαι εἴωθεν καὶ μάλιστα ἀπὸ τῆς
3
ἀέρος ἡμᾶς περιέχοντος καταστάσεως. οὐ γὰρ τὰ πλεῖστα συμβαίνει ἐκ τῶν προσενεχθέντων σιτίων τὸ κοινὸν νόσημα τὴν πόλεα ἢ χώραν ἢ στρατὸν διαβαίνειν, ὥσπερ μήτ’ ἐκ τῶν κοινῶν πραγμάτων τε καὶ πονημάτων περιεχόμενος ἡμᾶς ἀὴρ, εἰ ἀμετρότερον θερμαίνηται ἢ καταψύχηται ἢ ὑγραίνηται ἢ ξηραίνηται τὴν σωμάτων συμμετρίαν τὴν οὖσαν ὑγιείαν διαταράττει καὶ στρέβλει καὶ ἀνατρέπει. ταῖς γὰρ ἄλλαις αἰτίαις μήθ’ ὁμοῦ πάντες ἀντιάζομεν μήθ’ ἡμέραν ὁλόκληρον ὑποκείμεθα, ἀλλὰ μόνος ἀὴρ ἅπαντας περιέχει καὶ ἀπὸ πάντων εἰσπνεῖται. γίνεσθαι γὰρ ἀδύνατον ὅτι μὴ τὰς τῶν ζώων σωμάτων εὐκρασίας μετὰ τῆς αὐτοῦ μεταβολῆς διατίθεσθαι καὶ μεταβάλλεσθαι. καὶ διὰ ταῦτα καθάπερ αὐτὸς διδάσκει ὁ Ἱπποκράτης. ἦρος μὲν τῆς ὥρας εὐκρατοτάτης οὔσης αἷμα τῶν χυμῶν εὐκρατότατος ὢν εὐπορεῖ καὶ αὐξάνεται. χειμῶνος δὲ τῆς ψυχροτάτης ὥρας οὕσης τὸ φλέγμα ψυχρότατος ὁ χυμὸς ὢν, ὥσπερ καὶ τοῦ θέρους τῆς ὥρας θερμοτάτης χυμὸς θερμότατος ἡ χολὴ ξανθή· τοῦ δὲ φθινοπώρου τῆς ὥρας ξηροτάτης μέλαινα χολὴ ἡ πλείστη
4
τε καὶ ἰσχυροτάτη ἐστὶ, κατωπτηθέντων ἐν τῷ θέρει δυοῖν χυμοῖν τοῦ αἵματος καὶ τῆς χολῆς ξανθῆς καὶ τῆς ὠχρᾶς καλουμένης. οὕτω τὸ λοιπὸν καὶ τὰ νοσήματα κατὰ τὴν τῆς ἑκάστης ὥρας ἀναλογίαν προσγίνεται, ἃ μετὰ τῆς πλεονάζοντος χυμοῦ φύσεως τὴν ὁμοιότητα διαλαγχάνει. εἰ δὲ κατὰ τὰς εἰρημένων ὡρῶν προσηγορίας εἰρημένοι χυμοὶ γεννάωνται, μήποτε δήπου γίνηται ὡς ἀπὸ τῆς σφετέρας εὐκρασίας ποτὲ νοθευόμενοι τοὺς ἄλλους διεργάζοντας. διότι δὲ ἑκάστη ὥρα κατὰ λόγον τῆς σφετέρας εὐκρασίας, ἀλλὰ μὴ ὀνόματος ἕνεκα τοὺς προειρημένους χυμοὺς αὔξει, ὅταν ἡ περιέχοντος ἡμᾶς ἀέρος εὐκρασία μεταλαμβάνεται, τοὺς δὲ χυμοὺς μεταλαμβάνεσθαι ἐπάναγκές ἐστιν, ὥσπερ ἐν τοῖς ἀφορισμοῖς αὐτὸς ἔλεγε. ἐν τῇσιν ὥρησιν ὅταν τῆς αὐτῆς ἡμέρας ὁτὲ μὲν θάλπος, ὁτὲ δὲ ψῦχος γίγνηται, φθινοπωρινὰ τὰ νοσήματα προσδέχεσθαι χρή. ὥσπερ οὖν καθ’ ἑκάστας ὥρας ἰδίαν εὐκρασίαν φυλάττουσας κατὰ τὸν σφετερῶν φύσεων λόγον ἐκτίζετο τὰ νοσήματα, οὕτως εἰ παρὰ φύσιν αὖται μεταλαμβάνωνται, εἰς τὸν καταστάσεως ζῆλον τὰ νοσήματα γενήσεται. διὰ τί
5
γοῦν καθ’ ἑκάστην ὥραν μὴ πάντες οὐχ ὑπὸ τῆς μιᾶς καὶ αὐτῆς νόσου ἐπιλαμβάνονται; διότι μὴ ὀλίγον διαφέρουσι καὶ ταῖς οἰκείαις φύσεσι καὶ ταῖς ἡλικίαις καὶ τοῖς διαιτήμασι. τοιγαροῦν ὁ μὲν ῥᾳδίως τῇ τῆς συστάσεως παρούσης ὥρας κακουργίου ὑπερχωρήσει, ὁ δὲ σφόδρα προσπαλαίσει, ἄλλος δὲ μηδαμῶς πάντῃ βλαφθήσεται, ἄλλος ὅλως πονηροῦ τοῦ διαιτήματος ἕνεκα πρότερον ἢ τὴν τῆς ὥρας βλάβην αἰσθάνηται ὑπὸ τῆς νόσου καταλήψεται. ὥσπερ γὰρ ὅταν ἀπὸ τοῦ περιέχοντος ἐβλάπτετο ὑπὸ τοιούτου νοσήματος διετίθετο ὁ τῇ ἐκείνου κράσει ἀναλογῆ, οὕτω γενήσεται ὡς ἁμαρτήματος ἕνεκα νοσέῃ τοῦ ἐν τῇ διαιτητικῇ παρανομουμένου. ταῦτα γοῦν πᾶς τις ἔγνων, μὴ μόνον προγνώσεται τὰς γινομένας νόσους ἑκάστῃ τῶν καταστάσεων, ἀλλὰ καὶ κωλύσει γενέσθαι ταῖς τοῦ περιέχοντος ἡμᾶς ἀμέτροις καταστάσεσι τὴν ἐναντίαν ἐπιτεχνώμενος δίαιταν. εὔδηλον γὰρ ὡς εἴπερ εὐκρασία τῶν πρώτων ἐστὶν ἡ ὑγεία, διαφθαρήσεται μὲν ὑπὸ τῆς τοῦ περιέχοντος δυσκρασίας, φυλαχθήσεται δ’ ὑπὸ τῆς κατὰ 
6
τὴν δίαιταν ἐναντιώσεως. κακῶς οὖν ὁ Κόϊντος ἐξηγεῖται καὶ ταῦτα τὰ βιβλία καὶ τὰ τῶν ἀφορισμῶν, ἐν οἷς ὧδέ πως ἔγραψε. περὶ δὲ τῶν ὡρέων, ἢν μὲν ὁ χειμὼν αὐχμηρὸς καὶ βόρειος γένηται, τὸ δὲ ἔαρ ἔπομβρον καὶ νότιον, ἀνάγκη τοῦ θέρους πυρετοὺς ὀξεῖς καὶ ὀφθαλμίας καὶ δυσεντερίας γίνεσθαι. τῇ πείρᾳ γὰρ μόνῃ τοῦτο ἐγνῶσθαί φησιν ὁ Κόϊντος ἄνευ τοῦ κατὰ τὴν αἰτίαν λογισμοῦ. πρῶτον μὲν αὐτὸ τοῦθ’ ἁμαρτάνων, ὅτι τὰς αἰτίας ὧν εἶπε κατὰ τοὺς ἀφορισμοὺς τούτους ὁ Ἱπποκράτης, αὐτὸς αὖθις ἐν τῷ περὶ ὑδάτων καὶ ἀέρων καὶ τόπων ἔγραψεν· εἶθ’ ὅτι τὸ χρήσιμον μέρος τῆς διδασκαλίας ὑπερέβαινεν. ἀρεταὶ μὲν γάρ εἰσιν ἐξηγητῶν δύο αὗται, τό τε τὴν γνώμην φυλάττειν τοῦ συγγράμματος καὶ τὸ τὰ χρήσιμα διδάσκειν τοὺς ἀναγνωσομένους αὐτοῦ τὰ ὑπομνήματα, διέφθειρε δὲ ἀμφοτέρας ὁ Κόϊντος ἐν τῷ μὴ συνάπτειν τῇ καταστάσει τοῦ περιέχοντος ἡμᾶς ἀέρος τὰ πλεονάσαντα νοσήματα, συνάπτεσθαι μὲν αὐτὰ βουλομένου τοῦ Ἱπποκράτους αὐτοῦ, προγνῶναι δ’ ἐσόμενα καὶ κωλῦσαι συνιστάμενα καὶ ἰᾶσθαι γενόμενα μὴ δυνησομένων ἡμῶν, ἄνευ τοῦ γνῶναι τὴν γενομένην ἐν τῷ σώματι ἡμῶν διάθεσιν
7
ἐκ τῆς δυσκρασίας τοῦ περιέχοντος. οὕτως γὰρ καὶ τῶν ἄλλων ἁπασῶν καταστάσεων παραλελειμμένων τὰς δυνάμεις αὐτοὶ ἐξευρίσκειν δυνησόμεθα. ὅστις οὖν βούλεται μεγάλως εἰς τὴν τέχνην ἐκ τῆς ἀναγνώσεως τῶν ἐπιδημιῶν ὠφεληθῆναι, προαναγνῶναι τοῦτον βέλτιόν ἐστι τὸ περὶ φύσεως ἀνθρώπου καὶ τὸ περὶ ὑδάτων καὶ ἀέρων καὶ τόπων, ἔτι τῶν ἀφορισμῶν ἐκείνους, ἐν οἷς περὶ τῶν ὡρῶν διέρχεται καὶ τὰς δυνάμεις διδάσκει τῶν ψυχρῶν καὶ θερμῶν καὶ ξηρῶν καὶ ὑγρῶν καταστάσεων. ἀναγκαῖον δέ ἐστι πρὸς τοῖς εἰρημένοις αὐτὸ τὸ προγνωστικὸν ἀνεγνωκέναι. οἷς γὰρ ἐδίδαξεν ἐν οἷς εἴρηκα βιβλίοις ἀκολουθεῖ τὰ κατὰ τῶν ἐπιδημιῶν γεγραμμένα, πρῶτον μὲν ὅτι θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ συμμετρία τίς ἐστι τῶν πρώτων σωμάτων ἡ ὑγεία· δεύτερον δὲ, ὅτι τὸ μὲν ἔαρ εὐκρατότατόν ἐστιν, ὅταν γε τὴν οἰκείαν κρᾶσιν φυλάττῃ καὶ διὰ τοῦτ’ ἐν αὐτῷ πλεονάζει τὸ αἷμα, καθάπερ γε καὶ τὸ θέρος θερμότερον καὶ ξηρότερον τοῦ προσήκοντος, ὁ χειμὼν ὑγρότερος καὶ ψυχρότερος· ἀνώμαλον δὲ
8
τῇ κράσει τὸ φθινόπωρον, ἐπικρατούμενον ὑπὸ τοῦ ξηροῦ τε καὶ ψυχροῦ καὶ ὅτι πλεονάζει καθ’ ἕκαστον αὐτῶν εἷς τις χυμὸς, ὡς ὀλίγον ἔμπροσθεν εἶπον. ἐπὶ τούτοις τρίτον τε καὶ τέταρτον ἐν ἐκείνοις τοῖς βιβλίοις ἐδιδάχθη, κατὰ μὲν τὸ περὶ φύσεως ἀνθρώπου, τῶν ἐπιδημιῶν νοσημάτων αἴτιον εἶναι τὸ περιέχον, ἐν δὲ τῷ προγνωστικῷ τῶν σημείων, δι’ ὧν αἱ προγνώσεις γίνονται, ἥτις ἑκάστου δύναμίς ἐστι κατά τε ποιότητα καὶ μέγεθος. ἀξιῶ δέ σε τὸν ἀναγνωσόμενον τὴν προκειμένην πραγματείαν ὧν διῆλθον ἁπάντων πρόχειρον ἔχειν τὴν μνήμην, ἵνα τοῖς ὑφ’ ἡμῶν λεχθησομένοις, ἀκολουθῆς ἑτοιμότερον. ἁπάντων δὲ μάλιστα τὸ περὶ ὑδάτων καὶ ἀέρων καὶ τόπων ἀνεγνωκέναι σε βούλομαι, ὅπως ἴδῃς ἐν οἷς Ἱπποκράτης αὐτὸς ἔγραψε καὶ πιστώσωμαι τὰ γένη τῶν νοσημάτων ὧν δεῆλθον Ἱπποκράτει διῃρημένων οὕτως, αἴτιόν γε τὸν ἀέρα ἐπιδημίων νοσημάτων ἀποφαινομένῳ. κατὰ μὲν γὰρ τὸ περὶ φύσεως ἀνθρώπου ταυτὶ γράφει· αἱ δὲ νοῦσοι γίγνονται αἱ μὲν ἀπὸ διαιτημάτων, αἱ δὲ ἀπὸ τοῦ πνεύματος, ὃ ἐσαγόμενοι ζῶμεν. τὴν δὲ διάγνωσιν
9
ἑκατέρων ὧδε χρὴ ποιέεσθαι. ὁκόταν μὲν ὑπὸ ἑνὸς νοσήματος πολλοὶ ἄνθρωποι ἁλίσκωνται κατὰ τὸν αὐτὸν χρόνον, τὴν αἰτίην χρὴ ἀνατιθέναι τουτέῳ, ὅ τι ἂν κοινότατόν ἐστι καὶ μάλιστα αὐτέῳ πάντες χρεόμεθα. ἔστι δὲ τοῦτο ὃ ἀναπνέομεν. φανερὸν γὰρ δὴ ὅτι τὰ διαιτήματα ἑκάστου ἡμέων οὐκ αἴτιά ἐστιν ὧν τότε ἅπτεται ἡ νοῦσος πάντων ἑξῆς καὶ τῶν νεωτέρων καὶ τῶν πρεσβυτέρων καὶ γυναικῶν καὶ ἀνδρῶν ὁμοίως καὶ τῶν θωρησσομένων καὶ τῶν ὑδροποτεόντων καὶ τῶν μᾶζαν ἐσθιόντων καὶ τῶν ἄρτον σιτεόντων καὶ τῶν ὀλίγα ταλαιπωρεόντων καὶ τῶν πολλὰ καμνόντων, οὐκ ἂν οὖν τὰ διαιτήματα αἴτια εἴη γε, ὁκόταν διαιτώμενοι πάντας τρόπους οἱ ἄνθρωποι ἁλίσκονται ὑπὸ τῆς αὐτέης νούσου. ὁκόταν δὲ αἱ νοῦσοι γίνονται παντοδαπαὶ κατὰ τὸν αὐτὸν χρόνον, δηλονότι τὰ διαιτήματα αἴτιά ἐστιν ἕκαστα ἑκάστοισιν. ἐν ταύτῃ τῇ ῥήσει πάντων τῶν ἐπιδημιῶν εἶναί φησι τὴν κατάστασιν, ἀλλὰ οὐ τὴν δίαιταν αἰτίαν. δύναται δὲ ἄν ποτε καὶ ὕδατος μοχθηροῦ πόσις ἐργάσασθαι πάγκοινον νόσημα. καὶ ἱστορεῖται καὶ
10
τοῦτο γεγονὸς ἐπὶ στρατοπέδου, ὥσπερ γε καὶ διὰ τὴν τοῦ χωρίου φύσιν ἔνθα πάντες ἐν ἑνὶ χωρίῳ στρατοπεδευόμενοι διετέλεσαν. ἐνίοτε δὲ ἐκ βαράθρων τῶν καλουμένων χαρωνείων πνευμάτων πλεοναζόντων. ταῦτα μὲν οὖν τῷ βλάπτειν τὸν ἀέρα καὶ τὰς νόσους ἐργάζεται καὶ εἴη ἂν ἐν τῷ προγεγραμμένῳ λόγῳ περιεχόμενα. τὰ δὲ ἀπὸ τῶν ἐδεσμάτων καὶ πομάτων σπάνιά τέ ἐστι καὶ γνωσθῆναι ῥᾷστα. ἐν μὲν οὖν τῷ περὶ φύσεως ἀνθρώπου βιβλίῳ τὸ αἴτιον τοῦ κοινοῦ πολλοῖς νοσήμασιν ὠνόμασι κοινότατον. ἐν δὲ τῷ περὶ ἀέρων καὶ ὑδάτων καὶ τόπων τὰ οὕτω γινόμενα νοσήματα πάγκοινα προσηγόρευσεν ὧδέ πως εἰπών· περὶ ἑκάστου δὲ χρόνου προϊόντος καὶ τοῦ ἐνιαυτοῦ, λέγοι ἂν ὁκόσα νοσήματα μέντοι πάγκοινα τὴν πόλιν κατασχήσειν ἢ θέρεος ἢ χειμῶνος καὶ πάλιν οὐ μετὰ πολλά. ταῦτα μὲν τὰ νοσήματα ἐπιχώρια αὐτέοισίν ἐστι καὶ ἤν τι πάγκοινον κατάσχοι νόσημα ἐκ μεταβολῆς τῶν ὡρέων καὶ οὗτοι μετέχουσι. καὶ πάλιν μετ’ ὀλίγα· τοῖσι μὲν ἀνδράσι ταῦτα τὰ νοσήματα 
11
ἐπιχώριά ἐστι καὶ χωρὶς, ἤν τι πάγκοινον κατάσχοι ἐκ μεταβολῆς τῶν ὡρέων. καὶ κατωτέρω πάλιν· τοῦτο μὲν τὸ νόσημα αὐτέοισι σύντροφόν ἐστι καὶ θέρεος καὶ χειμῶνος. ἀλλὰ μηδὲ τοῦτό σε παρέλθῃ, ἐν ταῖς προγεγραμμέναις ῥήσεσιν εἰρημένον ἐν ἄλλοις τέ τισι τῶν Ἱπποκράτους. ὅσα πλεονάζει διὰ παντὸς ἔν τινι χώρᾳ, ἅπερ δὴ καὶ ἔνδημα προσαγορεύεται, τῶν κοινῶν πολλοῖς ὄντα καὶ αὐτὰ, καθάπερ καὶ ὁ λοιμός. ἔστι γὰρ καὶ οὕτως ἐκ τῶν κοινῶν νοσημάτων, ὡς αὐτὸς αὖ καὶ περὶ τοῦδε σαφῶς ἐδήλωσεν ἐν τῷ περὶ διαίτης ὀξέων ὧδέ πως εἰπών. ὅταν γὰρ μὴ λοιμώδεος νούσου τρόπος τις κοινὸς ἐπιδημήσῃ, ἀλλὰ σποράδες ὦσιν αἱ νοῦσοι καὶ μὴ παραπλήσιαι αὐτέοισιν, ὑπὸ τούτων τῶν νοσημάτων οἱ πλείους ἀπόλλυνται ἢ ὑπὸ τῶν ἄλλων τῶν συμπάντων. δῆλον οὖν ὡς ἐκ τοῦ γένους τῶν ἐπιδημίων νοσημάτων ὅσα κακοηθέστατα γίνονται καὶ λοιμώδη καλεῖται. τὸ δὲ τῶν ἐπιδημίων ἐκ τοῦ τῶν πανδήμων τε καὶ παγκοίνων γένους ἐστὶν, ὃ ταῖς σποράσι νόσοις ἀντιδιαιρεῖται. ταῦτα μὲν οὕτως αὐτὸς ὠνόμασε. τοὺς λοιμοὺς
12
δὲ πάντες ἄνθρωποι καλοῦσί τε καὶ γινώσκουσιν ὄντας ὀλέθρια νοσήματα καὶ πέμπουσι δὲ πολλάκις εἰς θεοὺς, περὶ τῆς ἰάσεως αὐτῶν πυνθανόμενοι. οὐ μόνον δὲ ἐνταῦθα τὸ ἐπιδημήσειν γέγραφεν, ἀλλὰ καὶ κατὰ τὸ προγνωστικὸν, ἐν ᾧ φησι· χρὴ δὲ τὰς φορὰς τῶν νοσημάτων τῶν ἀεὶ ἐπιδημεόντων ταχέως ἐνθυμέεσθαι καὶ μὴ λανθάνειν τῆς τε ὥρης τὴν κατάστασιν. ἐν αὐτοῖς δὲ τοῖς τῶν ἐπιδημίων ποτὲ μέν ἐστιν ἀκοῦσαι λέγοντος αὐτοῦ, ἐπεδήμησαν δὲ δυσεντερίαι κατὰ θέρος πολλαὶ, ποτὲ δὲ καὶ ἄλλαι πυρετῶν ἐπεδήμησαν ἰδέαι. καὶ γὰρ ἄλλοις τὸ νόσημα ἐπιδήμιον ἦν. γέγραπται δὲ τοῦτο τοὔνομα τὸ ἐπιδήμιον ἐν τισὶ μὲν τῶν ἀντιγράφων διὰ δ΄ συλλαβῶν, τῆς τελευτῆς ἐκ τοῦ μ΄ καὶ ο΄ καὶ ν΄ συνεστηκυίας, ἐν τισὶ δὲ διὰ ε΄, διά τε τοῦ μ΄ καὶ ι΄. κᾄπειτα καθ’ ἑτέραν συλλαβὴν τὴν τελευτὴν τοῦ ο΄ καὶ ν΄. μεμνῆσθαι χρὴ τούτων εἰς τὰ μέλλοντα λέγεσθαι γιγνώσκειν ὡς ἔνια μὲν τῶν νοσημάτων κοινῇ πολλοὺς καταλαμβάνει, ἃ δὴ λέγεται κοινὰ, ἔνια δ’ ἕκαστον ἰδίᾳ. τὰ σποραδικὰ προσαγορευόμενα. τῶν δὲ κοινῶν τὰ μὲν ἔνδημά τέ εἰσι,
13
τὰ δὲ ἐπίδημά τε καὶ ἐπιδήμια, διὰ τῶν δ΄ ἢ ε΄ συλλαβῶν, ὡς εἴρηται, γραφόμενα καὶ λεγόμενα. τούτων δὲ τὰ χαλεπώτατα λοιμώδη καλεῖται, τὴν αἰτίαν ἐκ τῆς περὶ τὸν ἀέρα καταστάσεως ἔχοντα καὶ αὐτὰ, καθάπερ ὅλον τὸ γένος τῶν ἐπιδημίων νοσημάτων. γέγραφε δὲ καὶ λοιμώδεις τινὰς καταστάσεις, ὥσπερ καὶ τὰς ἐν τῷ γ΄, διότι καὶ τῷ γένει ὁ λοιμὸς ἐπιδήμιόν ἐστι νόσημα. ταῦτα μὲν οὖν ἄμεινόν ἐστι διωρίσθει πρὸ τῆς μελλούσης ἔσεσθαι τῶν κατὰ μέρος ἐξηγήσεως. μετὰ ταῦτα δὲ εἰς ἐκείνην ἤδη τρέψομαι τοσοῦτον ἔτι προειπὼν, ὅπερ καὶ ἐν πολλοῖς τῶν ὑπ’ ἐμοῦ γεγραμμένων βιβλίων εἰρῆσθαι φθάνει, προτρέποντός μου γυμνάζεσθαι τοὺς ἐκμαθεῖν θέλοντας τὴν ἰατρικὴν τέχνην, ἐν τοῖς κατὰ μέρος αἰσθητοῖς, ὡς διαγινώσκειν αὐτοὺς ἃ καθόλου προμεμαθήκασι. ταῦτα δὲ αὐτὰ τὰ κατὰ μέρος ἀρχὴν τῆς καθόλου συστάσεως οἱ ἐμπειρικοί φασιν εἶναι λέγοντες ἀληθῆ ἐκεῖνα τῶν θεωρημάτων, ὅσα τὴν σύστασιν ἐξ ἐμπειρίας ἔσχηκεν. ἡμῖν δὲ οὐχ οὕτως, ἀλλὰ καὶ διὰ
14
λόγου δοκεῖ πολλὰ τῶν θεωρημάτων εὑρῆσθαι, κρίνεσθαι μέντοι καὶ τούτων τὴν ἀλήθειαν ὑπὸ τῆς πείρας βεβαιωμένην τε καὶ μαρτυρουμένην, οὕτως γοῦν καὶ τοῖς περὶ μεγεθῶν, ἀποστήματος ἡλίου καὶ σελήνης, τοῖς ἀποδεδειγμένοις μὴ πιστεύοντες, ὅταν ὑπὸ αἰσθητῶν τε πολλῶν ἄλλων ὅσα κατὰ γεωμετρικοὺς λόγους εὑρίσκεται καὶ τῶν κατὰ μέρος ἐκλείψεων μαρτυρεῖται, βεβαιότερον ἴσχομεν τὴν πίστιν. ὅπου τοίνυν τὰ διὰ γεωμετρίας ἀποδειχθέντα πιστότερα γίνονται μαρτυρούμενα πρὸς τῶν κατὰ μέρος ἀποβαινόντων καὶ πιστότερα γινόμενα βεβαιοτέραν ἔχει. πολλῷ δὴ μᾶλλον ὅσα ἐπὶ τῆς ἰατρικῆς τὴν ἀλήθειαν, ἐξηύρηνται βεβαιοῦσθαι δεῖ ἀναγόμενα ὑπὸ τὴν κατὰ μέρος πίστιν. ταῦτ’ οὖν ἡμεῖς ἐπιδειξόμεθα ἐν τοῖς τῶν ἐπιδημίων βιβλίοις γινόμενα.