In Hippocratis De victu acutorum

Galen

Galen, In Hippocratis De victu acutorum

Αἴγεια δὲ κρέα ὅσα τε ἐν βοείοισιν ἔνι κακὰ, ἅπαντ᾿ ἔχει τήν τε ἀπεψίην· καὶ φυσωδέστερα καὶ ἐρευγματωδέστερα καὶ χολέρην ποιέει. ἔστι δὲ τὰ εὐωδέστατα στερεὰ καὶ ἥδιστα, ταῦτ᾿ ἄριστα δίεφθα καὶ ψυχρά· τὰ δ᾿ ἀηδέστατα
881
καὶ δυσώδεα καὶ σκληρὰ, ταῦτα κάκιστα καὶ τὰ πρόσφατα. βέλτιστα δὲ ἐπὶ τῇ θερινῇ, μετοπωρινῇ δὲ κάκιστα.

Κἀνταῦθα πάλιν εἶπε τὴν αἰτίαν τοῦ τῶν βοείων κρεῶν εἶναι φαυλότερα τὰ αἴγεια· δύσπεπτα γὰρ ὁμοίως ὄντα τὰ αἴγεια, φυσωδέστερα τῶν βοείων εἰσὶν, ἐρυγάς τε πολλάκις ποιεῖ μοχθηρὰν ἐχούσας ποιότητα. δριμύτερα δ᾿ ὄντα καὶ θερμότερα τῶν βοείων, εἰ ἀπεπτηθῇ καὶ χολέραν ἐργάζεται· διὸ καὶ ψυχρὰ μᾶλλον ἢ θερμὰ δεῖ ἐσθίειν αὐτά. βέλτιστα δ᾿ ἐστὶ τῇ θερινῇ, μετοπωρινῇ δὲ κάκιστα. βέλτιστα δ᾿ εἶναί φησι σφῶν αὐτῶν τὰ κρέα τῶν αἰγῶν, οὐ γὰρ δὴ τῶν ἄλλων γε κρεῶν. ἐχρῆν μὲν οὖν ὅσον ἐπὶ τῇ ὥρᾳ φαυλότατα διὰ τὴν κρᾶσιν εἶναι συμβαίνει δὲ βελτίονα τὴν τροφὴν αὐταῖς κατὰ τὸ θέρος εἶναι καθάπερ τὰ ποηφάγα τῶν ζώων μοχθηρὰ, διὰ τὸ μηκέτι ἔχειν τὴν πόαν χλωράν· ταῖς δ᾿ αἰξὶν ἐπιτηδειοτάτη τροφή τῶν δένδρων οἱ βλαστοὶ καὶ καυλοί ἐστιν, οὓς ἐπὶ τῇ τελευτῇ τοῦ ἦρος ἔχει δαψιλεῖς κατὰ τὸ θέρος. ὅτι δὲ τροφὴ

882
πλεῖστον δύναται πρὸς τὴν τῶν κρεῶν ἐπιτηδειότητα κᾀκ τῶν ἀλωπέκων ἔνεστί σοι μαθεῖν ἐν φθινοπώρῳ μάλιστα καλλίστην ἐχουσῶν διὰ τὰς σταφυλὰς σάρκα· οὕτως δὲ καὶ τὸ στρουθίον ἡ συκαλὶς καλλίστην ἔχει τὴν σάρκα. φθινοπώρου τοίνυν αἱ αἶγες ἀποροῦσαι τροφῆς ἐπιτηδείου χειρίστην καὶ ἰσχνοτάτην ἔχουσι τὴν σάρκα· κατὰ δὲ τὸν χειμῶνα πάλιν ἀμείνω τὴν τοῦ σώματος ἕξιν ἴσχουσι, τὴν φυσικὴν δυσκρασίαν ὑπὸ τῆς κατὰ τὴν ὥραν κράσεως ἐπανορθούμεναι.

Χοίρου δὲ πονηρὰ, ὁκόταν ᾖ ἐνωμότερα καὶ περικαῆ· χολερώτερα δ᾿ ἂν εἴη καὶ ἐκταρακτικά. ὕεια βέλτιστα τῶν κρεῶν ἁπάντων· κράτιστα δὲ τὰ μήτ᾿ ἰσχυρῶς πίονα μήτε πάλιν ἰσχυρῶς λεπτὰ, μήθ᾿ ἡλικίην φέροντα ἱερείου παλαιοῦ. ἐσθίειν δὲ ἄνευ τῆς φορίνης ἢ καὶ ὑπόψυχρα.
883

Χοῖρον ἐξαιρέτως ὠνόμαζον οἱ παλαιοὶ τὸν μικρὸν λίαν, ὥσπερ παρὰ τῷ ποιητῇ ἔστιν εὑρεῖν·

  • Ἔσθιε νῦν ὦ ξεῖνε, τὰ δὴ δμώεσσι πάρεστι
  • Χοίρε᾿, ἀτὰρ συάλους γε σύας μνηστῆρες ἔδουσιν.
  • οἱ δὴ μνηστῆρες οὐκ οἶδ᾿ ὅπως τοὺς συάλους ἤσθιον (τοὺς γὰρ ὑπὲρ τοὺς τελείους οὕτως ὠνόμαζον) ἀναισθητότατοι πάντων ἦσαν οἱ μνηστῆρες εἰς διάγνωσιν εὐπέπτων τε ἅμα καὶ ἡδέων ἐδεσμάτων, ὥσπερ κᾀν τῷ τὰς γαστέρας τῶν αἰγῶν ἐσθίειν, τὰς ἐμπλησθείσας αἵματος καὶ λίπους, οὗ δυσπεπτότερον τί ἂν εὕροις ἔδεσμα; κάλλιστον δὲ κρέας εἰς ἡδονὴν καὶ πέψιν ἐστὶ τὸ τῶν μέσων κατὰ τὴν ἡλικίαν, τὸ δὲ καὶ γεννητικόν ἐστιν αἵματος χρηστοῦ· χείριστον δέ ἐστι τὸ τοῦ παλαιοτάτου καὶ τὸ τοῦ μετὰ τὴν ἀποκύησιν εὐθέως ἐσθιομένου. τοῦτο γὰρ σχεδὸν ἁπάντων ὧν ἄνθρωπος ἐσθίει ζώων χερσαίων ὑγροτάτην ἔχει τὴν σάρκα καὶ διὰ τοῦτο ὑπερβαλλόντως ὑγρὰ ἡ σὰρξ τῶν ἀρτιγενῶν οὖσα φλέγμα γεννᾷ πλεῖστον· ἐὰν δὲ καὶ ἐνωμοτέρα τύχῃ,

    884
    πολὺ μᾶλλον. τῷ δ᾿ αὐτῷ τούτῳ λόγῳ καὶ τὴν τῶν ὑῶν λιπαρωτάτην οὖσαν σάρκα χείρονα νομίζει τῆς τῶν μέσων εὐσάρκων, ὑποπτεύων αὐτῆς τὴν ὑγρότητα, δι᾿ ἣν καὶ πᾶσα πιμελὴ τῆς ὁμογενοῦς σαρκὸς χείρων ἐστὶν, εἰς πέψιν τε καὶ θρέψιν. καὶ τὰ περικεκαυμένα δὲ κατὰ τὴν ὄπτησιν ἀνεπιτήδεια πρὸς εὐχυμίαν τε καὶ πέψιν ἐστὶ καὶ χολέρας ποιητικὰ, διὰ τὴν προσελθοῦσαν αὐτοῖς δριμύτητα· κοινὴ γὰρ αὕτη κακία τῶν χολερωδῶν ἐδεσμάτων ἐστὶν, ὅταν ὑγρά τε εἴη καὶ δριμέα. διαφθείρεται γὰρ ὁμοίως τὰ τοιαῦτα καὶ τῇ δριμύτητι τὰ στόματα τῶν καθηκόντων εἰς τὴν κοιλίαν ἀγγείων ἀναδάκνοντα, τῶν ἐξ ὅλου τοῦ σώματος εἰς αὐτὴν ῥευμάτων αἴτια γίνεται. τὸ δ᾿ ἄνευ τῆς φορίνης δεῖν ἐσθίειν τὰ χοίρεια, τουτέστιν ἄνευ τοῦ δέρματος, πρόδηλον· οὐ γὰρ ὁμοίως τῇ σαρκὶ τοῦ ζώου τὸ δέρμα πέττεσθαι πέφυκεν, ὡς ἂν ψυχρότερον ὑπάρχον. ὑπόψυχρα δὲ καὶ ταῦτα ἀξιῶν ἐσθίειν δῆλός ἐστι τὰ θερμὰ πάντα εὐλαβούμενος κρέα. νομίζων ἴσως αὐτὰ καυσωδέστερα καὶ φυσωδέστερα
    885
    τῶν ὑποψύχρων εἶναι. ἐγὼ δ᾿ ἐπὶ μὲν τῶν αἰγείων κρεῶν, ὅσα τε ἄλλα φύσει θερμὰ, προσίεμαι τὸν λόγον· ἐπὶ δὲ τῶν εὐκράτων κατὰ θερμότητα καὶ ψύξιν, οἷα τῶν ὑῶν ἐστιν, ἁπλῶς οὕτως λεγόμενον ἀδιορίστως, οὐ προσίεμαι· διορισαμένῳ γὰρ ἐπιτηδειότερα γένοιτο τὰ θερμὰ τῶν ψυχρῶν.

    Χολέρης δὲ ξηρῆς ἡ γαστὴρ πεφύσηται καὶ ψόφοι ἔνεισι καὶ ὀδύνη πλευρέων καὶ ὀσφύος· διαχωρέει δὲ οὐδὲν κάτω, ἀλλ᾿ ἀπεστέγνωται.

    Τὴν ἁπλῶς ὀνομαζομένην ὑπὸ τῶν ἀνθρώπων χολέραν ὑγρότητι διορίζει τῆς ξηρᾶς· ὀνόματι δὲ κοινῷ κατ᾿ ἄμφω κέχρηται, πρὸς τὸν τῆς γενέσεως τρόπον ἀποβλέπων ὄντα κοινόν. ὡς γὰρ ὑγρὴ χολέρα γίνεται δριμέων χυμῶν ἐκ τῆς διαφθορᾶς τῶν ἐδηδεσμένων γεννηθέντων, οὕτως ἡ ξηρὰ πνεύματος φυσώδους δριμέος· διὸ καὶ τὰ πλησιάζοντα τῇ

    886
    γαστρὶ νευρώδη σώματα δακνόμενά τε καὶ τεινόμενα πόνον ποιοῦσι. δυναμένων δὲ τῶν πνευμάτων τούτων ποτὲ μὲν ἴσχεσθαι, ποτὲ δὲ διεξιέναι, διὰ τὰ ἰσχόμενα πνεύματα τὴν ξηρὰν χολέραν ἐπιγεννᾶσθαι, οὐκ ἔχω φάναι· πιθανώτερον γὰρ ἦν οὕτως ὀνομάσαι τὰ διεξερχόμενα.

    Τὸν τοιόνδε διαφύλαξον, ὅκως μὴ ἐμέσηται, ἀλλὰ κοιλίη ὑπελεύσηται. κλύσον οὖν ὅτι τάχος θερμῷ καὶ ὡς λιπαρωτάτῳ καὶ ἐς ὕδωρ ἀλείφων ὡς πλεῖστον κάθιζε θερμὸν, ἐν σκάφῃ κατακλίνων καὶ τοῦ θερμοῦ κατὰ μικρὸν παράχεε· καὶ ἢν θερμαινομένῳ αὐτέῳ ἡ κοιλίη ὑπίῃ, λέλυται. ξυμφέρει δὲ καὶ ἐγκοιμᾶσθαι τῷ τοιῷδε· καὶ πίνειν οἶνον λεπτὸν καὶ παλαιὸν καὶ ἀκρητέστερον· καὶ ἔλαιον δίδου, ὥστε ἡσυχίη καὶ ἡ κοιλίη ὑπίῃ καὶ λέλυται· σιτίων δὲ καὶ τῶν ἄλλων ἀπεχέσθωσαν. ἢν δὲ μὴ ἀνῇ ὁ πόνος, ὄνου γάλα δίδου πίνειν, ἕως καθαρθῇ.
    887

    Τὸ μὲν ὅτι τάχιστα κλύζειν καὶ κωλύειν ἐμεῖν, κοινὰ παραγγέλματα πάντων τῶν ἐν κοιλίᾳ περιεχομένων παρὰ φύσιν, ἃ σπουδάζομεν ἐκκριθῆναι κάτω· κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τὸ θερμῷ κλύζειν κλύσματι, προκλητικὸν γὰρ τὸ θερμὸν, ὥσπερ ἀποκρουστικὸν τὸ ψυχρόν· τὸ δὲ λιπαρὸν εἶναι τὸ κλύσμα τῆς ξηρᾶς ἴδιον ἴαμα, διότι καὶ τὴν δύναμιν ἐναντίον ἐστὶν, ὑγραῖνον τὴν ξηρότητα, παρηγοροῦν τε τὴν δῆξιν. τῶν αὐτῶν ἔχεται σκοπῶν καὶ τὸ δι᾿ ὕδατος καὶ δι᾿ ἐλαίου θερμαίνειν τε καὶ παρηγορεῖν, ἐν τῇ σκάφῃ πυριῶντα. ξυμφέρει δὲ καὶ ἐγκοιμᾶσθαι τῷ τοιῷδε. ἄδηλον πότερον ἐν τῇ σκάφῃ πυριώμενον αὐτὸν ἢ καὶ χωρὶς ἐκείνης κοιμᾶσθαι κελεύει· αὐτὸ δὲ καθ᾿ ἑαυτὸ σκοπουμένῳ πρόδηλον, ὅτι πᾶσι τοῖς ἐξ ἀπεψίας ὠφελιμώτατόν ἐστιν. καὶ πίνειν οἶνον λεπτὸν καὶ παλαιὸν καὶ ἀκρητέστερον. οἶνον μὲν ὡς τῇ πέψει συντελοῦντα δίδωσι· λεπτὸν δὲ ὡς μὴ μένοι κατὰ τὴν γαστέρα· παλαιὸν δὲ καὶ ἀκρατέστερον ἕνεκα τοῦ θερμαίνειν μᾶλλον· ἅπας γὰρ οἶνος θερμαίνει τὴν ἕξιν, μᾶλλον δὲ ὁ παλαιός. καὶ ἔλαιον δίδου, ὥστε ἡσυχίη καὶ

    888
    ἡ κοιλίη ὑπίῃ καὶ λέλυται. τῶν δριμέων δὲ πραϋντικὸν τὸ ἔλαιον καὶ τῆς ξηρότητος ἐπανορθωτικὸν, ὑπάγει δὲ μετρίως τὴν κοιλίην· ὧν ἁπάντων δεῖ τῷ θεραπευομένῳ. σιτίων δὲ καὶ τῶν ἄλλων ἀπεχέσθωσαν. οἷς ἔνδεια μὲν οὐδεμία ἐστὶ κατὰ τὸ σῶμα, οὐδὲ χρεία προσθέσεως, ἄπεπτα δὲ τινα περιέχεται πέψεως δεόμενα, τούτοις ἡσυχίας μέν ἐστι χρεία, σιτίων δὲ οὒ, πρὶν πεφθῆναι μετρίως τὰ περιεχόμενα. ἢν δὲ μὴν ἀνῇ ὁ πόνος, ὄνου γάλα δίδου πίνειν ἕως καθαρθῇ. εἰ δὲ τὸ προειρημένον ποιοῦντός σου ὁ πόνος μὴ λύοι, πλείων ἐστὶν ἡ δριμύτης τοῦ λυποῦντος αἰτίου καὶ διὰ τοῦτο καθᾶραι προσήκει τὸ σῶμα. ὄνου δὲ χρῆσθαι γάλακτι προστάττει, τῶν μὲν καθαιρόντων ἁπάντων φαρμάκων ὄντι πραϋτέρῳ καὶ ἀπρακτοτέρῳ· τοῦτο δὲ τῶν ἄλλων γαλάκτων ὑγρότερόν τ᾿ ἐστὶ καὶ ὑπακτικώτερον.

    Ἢν δὲ ὑγρὴ ἡ κοιλίη ᾖ καὶ χολὴ ὑποχωρέῃ καὶ στρόφοι
    889
    καὶ ἔμετοι καὶ πνιγμοὶ, τούτοισι κράτιστον ἀτρεμίζειν, πίνειν δὲ μελίκρητον καὶ ἐξεμέειν.

    Ἄδηλον εἴτε περὶ τῆς ξηρᾶς χολέρας ἔτι καὶ νῦν ἐστιν ὁ λόγος ἢ τούτων ἀκούειν χρὴ καθ᾿ ἑαυτά· ὁποτέρως δ᾿ ἂν ἔχῃ, φαίνεται δὴ χολὴ δριμεῖα δυσεκνιπτοτέρα περιέχεσθαι κατὰ τὴν γαστέρα· ταύτην δὲ ὑπάγειν πειρᾶται μετρίως, ἅμα τῷ συμπέττειν τὰ περιεχόμενα κατ᾿ αὐτήν· ὑπαχθήσεται μὲν οὖν μετρίως τῷ μελικράτῳ, πεφθήσεται δὲ τῇ ἡσυχίῃ. πολλάκις δὲ ἐπὶ τῶν τοιούτων διαθέσεων ἀγωνιστικῶς βοηθῶν ἀθρόως ἐκκαθαίρει τὴν κακοχυμίαν ἰσχυρῷ φαρμάκῳ, προσεπισκεψάμενος τὴν δύναμιν καὶ τὴν ἕξιν τοῦ νοσοῦντος καὶ τὴν ὥραν καὶ τὴν ἡλικίαν καὶ τὴν κατάστασιν. τὸ δ᾿ ἐπὶ τέλει τῆς ῥήσεως εἰρημένον, πίνειν δὲ μελίκρητον καὶ ἐξεμέειν, ὡς βουλομένου τοῦ συγγραφέως ἐκκαθᾶραι τὴν ἄνω κοιλίαν εἴρηται ἀμείνων δὲ ἡ ἑτέρα γραφὴ ἡ μετὰ τοῦ μή. ῥυπτικὸν γὰρ ὂν τὸ μελίκρατον ἐπὶ τὴν κατὰ φύσιν

    890
    ὁδὸν προτρέπεται τὰ διεφθαρμένα χωρὶς τοῦ βλαβῆναι καὶ κινδυνεῦσαι τὸ στόμα τῆς κοιλίας κατὰ τοὺς ἐμέτους.

    Ὑδρώπων δύο φύσιες, ὧν ὁ μὲν ὑποσαρκίδιος ἐγχειρέων γίνεσθαι ἄφυκτος, ὁ δὲ μετ᾿ ἐμφυσημάτων, πολλῆς εὐτυχίης δεόμενος, μάλιστα δὲ ὑπὸ ταλαιπωρίης καὶ πυρίης καὶ ἐγκρατείης· ξηρὰ δὲ καὶ δριμέα ἐσθιέτω, οὕτω γὰρ ἂν οὐρητικώτατος εἴη καὶ ἰσχύοι μάλιστα. ἢν δὲ δύσπνοος εἴη καὶ ἡ ὥρη θερινὴ ἐοῦσα τύχῃ καὶ ἡ ἡλικίη ἀκμάζῃ καὶ ῥώμη ᾖ, ἀπὸ τοῦ βραχίονος αἷμα ἀφαιρέειν, εἶτα θερμοὺς ἄρτους ἐξ οἴνου μέλανος καὶ ἐλαίου ἀποβάπτων ἐσθιέτω καὶ ὡς ἐλάχιστα πίνων ὡς πλεῖστα πονεέτω καὶ κρέα ὕεια σαρκώδεα ἐσθιέτω μετὰ ὄξους ἑφθὰ, ὅκως πρὸς τοὺς προσάντεας περιπάτους ἀντέχῃ.
    891

    Τινὲς οὐχ ὑποσαρκίδιον, ἀλλ᾿ ἐπισαρκίδιον γράφουσιν, οὐ μὴν ἀνὰ σάρκα τε καὶ κατὰ σάρκα γεγραμμένον εὗρόν που, καίτοι καὶ τῶν νεωτέρων οὕτως ὀνομαζόντων· εἰπόντος δ᾿ αὐτοῦ δύο φύσιας εἶναι ὑδρώπων καὶ περὶ μὲν τοῦ δευτέρου τὰ ἐμφυσήματα γράψαντος, ἄλλο δ᾿ οὐδὲν σύμπτωμα προσθέντος, ἐπὶ δὲ τοῦ προτέρου οὐδὲν παντάπασιν εἰπόντος, δῆλόν ἐστιν ὅτι κατά τι συγκέχυται καὶ σφάλλεται κατὰ τὴν τῶν ὑδέρων διαφοράν. ἔνιοι μὲν οὖν τῶν ἰατρῶν τέτταρας λέγουσιν εἶναι διαφορὰς τῶν ὑδέρων, ὑπερβαίνοντες τὸ προσῆκον, ἀλλ᾿ οὐ νῦν καιρὸς ἐλέγχειν αὐτούς· ὁ δὲ ταῦτα γράψας ἐλλείπει φανερῶς. ἔστι γὰρ τῶν ὑδέρων ὁ μέν τις ὑγροῦ λεπτοῦ κατὰ τὴν σύστασιν ἀθροίζων πλῆθος ἐν τῷ κάτω τοῦ θώρακος χωρίῳ παντὶ, ὃ παρακεντοῦντες ἐνίοτε τὸ ὑγρὸν ἐκκενοῦμεν· ἄλλος δ᾿ οὐχ ὕδατος, ἀλλὰ πνεύματος ἔχει τὸ χωρίον τοῦτο μεστὸν καὶ σχεδὸν τὰ ἄνω πάντα διοιδισκόμενα, τοῦτον τυμπανίαν προσαγορεύουσιν· ὁ δὲ τις φλέγματος ἔχει τὴν ὅλην ἕξιν μεστὴν, τοῦτον ὑποσαρκίδιον ἔνιοι προσαγορεύουσιν. ὥστε ἐλλιπῶς εἶπε τῶν

    892
    ὑδέρων εἶναι δύο φύσεις· οὐ μὴν οὐδ᾿ ὀρθῶς εἶπε, τὸ ἐγχειρέων γίγνεσθαι, ἀληθέστερον γὰρ ἂν εἶπεν, οὕτω γράψας· ἀποκτείνει δ᾿ εὐθὺς ὁ ὕδερος, ἐπὴν γένηται· γέγραπται δ᾿ ἡ λέξις οὕτω, κακῶς γεγραμμένη παρὰ τοῦ πρῶτον γράψαντος. τοῦ γε μὴν ἑτέρου τῶν ὑδρώπων, ὃν μετ᾿ ἐμφυσημάτων φησὶ γίγνεσθαι, θεραπείαν γράφει, τὸ μέν τι κοινὸν ἔχουσαν πάντων ὑδέρων, ὡς κατὰ τὴν ἀρχὴν ἔγραψε ταλαιπωρίαν καὶ πυρίαν καὶ ἐγκράτειαν, συμβουλεύων ἐσθίειν θερμὰ καὶ ξηρά· τὸ δέ τι μόνου τοῦ ἀνὰ σάρκα, ὃν ὡς ἀθεράπευτον ἀπέλιπεν· οὗτος γὰρ μόνος ἀρχόμενος, ἐνίοτε δεῖται φλεβοτομίας, ὅταν γ᾿ ἐξ αἱμοῤῥοΐδος ἐπισχέσεως ἢ καταμηνίων ταῖς γυναιξὶν ἤ τινος οὕτω πληθωρικῆς αἰτίας ἀρξάμενος συνίσταται· τὸν δὲ τυμπανίαν ἢ τὸν ἀσκίτην ὕδερον, οὐδεὶς ἐτόλμησε διὰ φλεβοτομίας ἰάσασθαι· ἐπὶ γοῦν τοῦ δεομένου τῆς φλεβοτομίας ἡ ἐφεξῆς θεραπεία θερμαίνουσα καὶ ξηραίνουσα γίγνοιτ᾿ ἄν. ταῦτα μὲν οὖν γράψας τοῦ προσήκοντος ἐστοχάσθαι φαίνεται καὶ ὁ ταῦτα γράψας·
    893
    οὐ μὴν ὀρθῶς γε εἶπεν, ἢν δὲ δύσπνοος ᾖ ὁ κάμνων, φλεβοτομίας χρῄζει, μὴ διὰ πληθώραν ὄντως ἰσχυρὰν εἰς τὸν ὕδερον ἐμπίπτων, κινδυνευούσης δηλονότι σβεσθῆναι τῆς ἐμφύτου θερμασίας ὥσπερ τὸ πῦρ. ὡς γὰρ τὸ πῦρ κινδυνεύει σβεσθῆναι, ἐπιβληθέντων αὐτῷ ξύλων ὑγρῶν πολλῶν, εἰ μή τις τοῦ πλήθους ὑφέλοιτο, οὕτω καὶ ἐπὶ τοῦ διὰ πλῆθος αἵματος ψυχροτέρου σβεσθῆναι κινδυνεύοντος ἐμφύτου θερμοῦ μέγιστόν ἐστιν ἴαμα ἡ φλεβοτομία, καθ᾿ ἣν ὥραν ὁ κίνδυνος οὕτως καταλάβῃ. κακῶς οὖν πρόσκειται τῷ λόγῳ καὶ ὥρα θερινὴ ἐοῦσα. τοῦ μὲν γὰρ πλέον ἢ ἔλασσον ἀφελεῖν, ἄλλα τέ τινα εἴρητ᾿ ἂν ὥσπερ καὶ ἡ ὥρα σκοπὸς, αὐτοῦ δὲ τοῦ βοηθήματος ἡ τοῦ πάθους φύσις σκοπός ἐστιν. ἔνιοι δὲ ὥσπερ καὶ Διοσκορίδης οὐ θερινὴν ὥραν, ἀλλ᾿ ἐαρινὴν ἔγραψαν, ὑποπτεύοντες τῆς μὲν θερινῆς τὴν διάλυσιν τῆς δυνάμεως, τῆς δὲ χειμερινῆς τὴν προσγενησομένην τῷ πάθει ψύξιν. ἰδιωτικῶς δὲ καὶ ἀρχαίως πάνυ θερμοὺς ἄρτους ἐξ οἴνου μέλανος καὶ ἐλαίου δίδωσιν ἐσθίειν τῷ φλεβοτομηθέντι, σκοπὸν μὲν ἔχων ἀληθῆ ῥωννύναι τὴν δύναμιν,
    894
    ὅπως ἐξαρκέσῃ ταῖς κατὰ τὰ γυμνάσια ταλαιπωρίαις, οὐχ εὑρὼν δὲ τὴν ὕλην ἀξίαν τοῦ σκοποῦ. μέλας γὰρ οἶνος πλεῖστον αἷμα γεννᾷ, τοσοῦτον δὲ ὡς περιττὸν καὶ μελαγχολικὸν γενέσθαι ἐκείνῳ· βέλτιον δ᾿ ἐστὶ κιῤῥὸν οἶνον διδόναι, λεπτὸν μὲν τὴν σύστασιν, ὅπως καὶ τὴν οὔρησιν κινῇ, τὴν δ᾿ ἡλικίαν μὴ νέον, ὥσπερ οὖν καὶ τὰ πολλὰ συμβαίνει· τῶν νέων γὰρ οἴνων οὐδεὶς ἔσται κιῤῥὸς, ἀλλ᾿ ἤτοι λευκὸς ἢ ἐρυθρὸς ἢ μέλας, παλαιούμενοι δὲ κιῤῥοί τε γίνονται καὶ ξανθοί. τό γε μὴν ὡς ἐλάχιστον πίνοντα πλεῖστον πονεῖν ὀρθότατα εἴρηται· ξηραίνει γὰρ ἡ τοιαύτη δίαιτα καὶ θερμαίνει. τὰ δ᾿ ὕεια κρέα καθ᾿ ὃν εἴρηται τρόπον ἐσθιόμενα, ἀκμάζουσι καὶ ἰσχυροῖς οὐ κακῶς ἂν δοθείη· τῶν δ᾿ ἄλλων οὐδεὶς ἂν δύναιτο πέψαι καλῶς αὐτὰ, ἤδη κινδυνεύων σβεσθῆναι τὴν ἔμφυτον θερμασίαν· ἄμεινον οὖν ὅσα καλῶς πέψουσι, διδόναι τοῖς ἔχουσιν οὕτως.