In Hippocratis De victu acutorum

Galen

Galen, In Hippocratis De victu acutorum

Ὁκόταν ἐν θερινῇ ἢ μετοπωρινῇ ὥρῃ ἐκ κεφαλῆς θερμὸν τὸ ῥεῦμα καταῤῥυῇ καὶ νιτρῶδες, ἅτε ὑπὸ τῆς ὥρης δριμὺ καὶ θερμὸν γεγενημένον, δάκνει δὲ τὸ τοίονδε ἐὸν καὶ ἑλκοῖ καὶ πνεύματος ἐμπίπλησι, καὶ ὀρθόπνοια παραγίνεται καὶ ξηρασίη πολλὴ, καὶ τὰ θεωρεύμενα ἰσχνὰ φαίνεται, καὶ τοὺς ὄπισθεν τένοντας ἐν τῷ τραχήλῳ ξυντείνεται, καὶ δοκέει οἷον τέτανος ἐντετάσθαι. καὶ ἡ φωνὴ ἀπέῤῥωγε καὶ τὸ πνεῦμα σμικρὸν καὶ ἡ ἀντίσπασις τοῦ πνεύματος πυκνὴ καὶ βιαίη παραγίνεται. οἱ τοιοίδε τὴν ἀρτηρίαν ἑλκοῦνται καὶ τὸν πνεύμονα πίμπρανται,
792
οὐ δυνάμενοι τὸ ἔξωθεν πνεῦμα ἐπάγεσθαι· τοῖσι τοιουτέοισι δὲ, ἢν μὴ εἰς τὰ ἔξω μέρεα τοῦ τραχήλου ἑκουσίη ἀποφέρηται, δεινοτέρη καὶ ἀφυκτοτέρη ἐστὶ διὰ τὴν ὥρην καὶ ὅτι ἀπὸ θερμῶν καὶ δριμέων.

Πῶς καὶ διὰ τί; ὅτι ἀπὸ θερμῶν καὶ δριμέων. τὸ μὲν γὰρ πρότερον ῥεῦμα τὸ φλεγματικὸν ἐν χειμῶνι καὶ ἦρι κατασκήπτειν ἔφη. τουτὶ δὲ τὸ δεύτερον ἐν μετοπωρινῇ ἢ ἐν θερινῇ ὥρῃ, ἐπὶ δὲ τῶν ἄλλων ὡρῶν ἀνάλογον, ὡς ἔμπροσθεν εἴρηται. ὀρθόπνοιαν δὲ τούτῳ τῷ εἴδει τῆς συνάγχης προσεῖναί φησιν, ἥτις ὀρθόπνοια μεγάλης ἐστὶ στενοχωρίας γνώρισμα, κατά τι τῶν ἀναπνευστικῶν μορίων ἐνοχλούσης, ὡς ἔμπροσθεν ἐδείκνυμεν. ἐὰν δὲ κελεύσῃς τούτους διοῖξαι μέγιστον τὸ στόμα καὶ καταστείλῃς τὴν γλῶτταν, ὑπὲρ τοῦ κατασκέψασθαι τὰ κατὰ τὴν φάρυγγα, τοιοῦτον οὐδένα παρὰ φύσιν ὄγκον, οἷον ἐπὶ τοῖς ἔμπροσθεν εἰρημένοις, εὑρήσεις. ἔδειξε δὲ ὁ συγγραφεὺς τοῦτο διὰ τὸ φάναι, καὶ τὰ ὁρώμενα ἰσχνὰ φαίνεται. τὸ γὰρ φλεγμαῖνον

793
ἐν τῷ πόρῳ τῆς φάρυγγος ἀόρατόν ἐστιν· ὅσον δ᾿ ὁρατὸν ἀνοιξάντων, τοῦτο πᾶν ἀφλέγμαντόν τε καὶ ἰσχνὰ τὰ μόρια, τὸ γὰρ ἰσχνὸν ἐνίοτε λέγεται πρὸς ἀντίθεσιν τῶν παρὰ φύσιν ὀγκουμένων· ἔνιοι δὲ μὴ νοήσαντες τὸ σημαινόμενον ἐκ τῆς ἰσχνὰ φωνῆς, ὅπως εἴρηται νῦν, ἐξηγοῦνται τὴν λέξιν γελοίως, τινὲς δὲ καὶ κατασκευάζουσιν, ὥσπερ καὶ οἱ οὕτω γράφοντες καὶ τὰ ὁρώμενα ἄχροα φαίνεται. τοῖς γε μὴν οὕτω διακειμένοις ἐνίοτε τοῦ ῥεύματός τι καὶ εἰς τοὺς πλησιάζοντας τῷ λάρυγγι μερίζεται μῦς ὄπισθεν αὐτοῦ τεταγμένους, ἔνθα καὶ ὁ στόμαχος, ὃς καὶ αὐτὸς συνδιατίθεται πολλάκις· μετὰ τοῦτο γοῦν ἐν τῇ προκειμένῃ ῥήσει καὶ τοῦτο γέγραπται· καὶ τοὺς ὄπισθεν τένοντας ἐν τῷ τραχήλῳ ξυντείνεται καὶ δοκέει οἷον τέτανος ἐντετάσθαι. τὸ δ᾿ ἐφεξῆς εἰρημένον ἔτι καὶ μᾶλλον ἐνδείκνυται τὸ πεπονθέναι τὸν λάρυγγα, δέδεικται γὰρ ἐν τούτῳ τοῦ ζώου τῷ μορίῳ τῆς φωνῆς ἡ γένεσις ἀποτελεῖσθαι. διὰ τοῦτο γοῦν ἔφη καὶ ἡ φωνὴ ἀπέῤῥωγε καὶ πνεῦμα σμικρόν. ἡ
794
μὲν γὰρ φωνὴ παντάπασιν ἀπέῤῥωγε, τουτέστιν ἀπόλλυται, παθόντος, ὡς εἴρηται, τοῦ λάρυγγος. ἡ δ᾿ ἀναπνοὴ μικρὰ γίγνεται διὰ τὴν στενοχωρίαν τοῦ πόρου, λέγεται δὲ ἐν τοῖς περὶ δυσπνοίας ὅτι μακροτέρα τῷ χρόνῳ καὶ τοῖς διαλείμμασι πυκνοτέρα. τοῦτο δ᾿ αὐτὸ ὁ συγγραφεὺς οὕτως ἡρμήνευσεν· καὶ ἡ ἀντίσπασις τοῦ πνεύματος πυκνὴ καὶ βιαίη παραγίνεται. πνεῦμα καὶ τὴν μετὰ τὴν εἰσπνοὴν δευτέραν ἐκπνοὴν καὶ τὴν μετὰ τὴν ἐκπνοὴν δευτέραν εἰσπνοὴν εἶπεν, ἑκατέρως γὰρ πυκνὸν γίγνεται τὸ πνεῦμα. καὶ γὰρ ἡ μετὰ τὴν εἰσπνοὴν ἠρεμία βραχυχρόνιός ἐστι τοῖς οὕτω διακειμένοις καὶ ἡ μετὰ τὴν ἐκπνοὴν πρὸ τῆς εἰσπνοῆς· τὰς δ᾿ ἀποδείξεις τούτων ἐν τοῖς περὶ δυσπνοίας ἔχεις εἰρημένας. οἱ τοιοίδε τὴν ἀρτηρίαν ἑλκοῦνται καὶ τὸν πνεύμονα πίμπρανται, οὐ δυνάμενοι τὸ ἔξωθεν πνεῦμα ἐπάγεσθαι· τοῖσι τοιουτέοισι δὲ ἢν μὴ εἰς τὰ ἔξω μέρεα τοῦ τραχήλου ἑκουσίη ἀποφέρηται, δεινοτέρη καὶ ἀφυκτοτέρη ἐστὶ καὶ διὰ τὴν ὥρην καὶ ὅτι ἀπὸ θερμῶν καὶ δριμέων. ἀλλὰ καὶ τὴν ἀρτηρίαν ἑλκοῦσθαι τοῖς οὕτω διακειμένοις
795
εἴρηται, διὰ τὴν τοῦ χυμοῦ δριμύτητα δηλονότι. τὸν δὲ πνεύμονα πίμπρασθαι στερούμενον ἔφη, συνάπτων τὸν λόγον ἀληθεῖ δόγματι· δέδεικται γὰρ ἐν τῷ περὶ χρείας ἀναπνοῆς οὐκ ἐνδείᾳ τῆς οὐσίας ἀπολλύμενον τὸ ζῶον ἐπὶ τῇ στερήσει τῆς ἀναπνοῆς, ἀλλ᾿ ὅτι τὴν ἔμψυξίν τε καὶ ῥίπισιν ἀπόλλυσι τὸ ἔμφυτον θερμόν. εἰκότως οὖν ἀμετρίας ἐχόμενον πίμπρησι τὸν πνεύμονα. τοῦτο τοιγαροῦν τὸ τῆς κυνάγχης εἶδος δεινότερόν τε καὶ ἀφυκτότερον εἶναί φησι τοῦ προτέρου διά τε τὰ προειρημένα καὶ διὰ τὸ θερινήν τε καὶ φθινοπωρινὴν ὥραν εἶναι, ὅτι τε δριμυτέροις ἐπιγίνεται χυμοῖς. ἀμείνων οὖν ἐστιν ἡ μετὰ τοῦ καὶ συνδέσμου γραφὴ τῆς ἄνευ τοῦ καὶ συνδέσμου· συνεμφαίνει δ᾿ ἐπὶ τοῖς προειρημένοις τὸ καὶ διὰ τὴν ὥραν ἐν ᾗ γίνεται καὶ διὰ τὸν χυμὸν ὑφ᾿ οὗ χαλεπώτερον εἶναι τὸ εἶδος τὸ δεύτερον τῆς συνάγχης· οὐχ ἁπλῶς οὖν εἶναι γραπτέον, ὅτι δεινότερον καὶ ἀφυκτότερόν ἐστι διὰ τὴν ὥραν. εἰ δὲ καὶ τὴν ἄνευ τοῦ συνδέσμου γραφὴν ἐθέλοι τις φυλάττειν, ἀναγκαῖον ἔσται καὶ οὕτως προσυπακούειν αὐτὸν, ὡς εἰ καὶ κατὰ
796
τὴν λέξιν εἴρητο· πολλὰ γὰρ καὶ ἄλλα κατὰ τὸν ἐλλειπτικὸν τρόπον εὑρίσκεται παρὰ τοῖς παλαιοῖς γεγραμμένα.

Ἢν πυρετὸς λάβῃ, παλαιῆς κόπρου ὑπεούσης ἢ νεοβρῶτι ἐόντι, ἤν τε σὺν ὀδύνῃ πλευροῦ, ἤν τε μή· ἡσυχίην ἄγειν, μέχρις οὗ καταβῇ τὰ σιτία πρῶτον ἐς τὴν κάτω κοιλίην.

Καὶ διὰ τῶν τοιούτων ῥήσεων ἔνδειξις γίνεται τοῦ τὰ προσκείμενα τῷ περὶ διαίτης ὀξέων οὐκ εἶναι τοῦ Ἱπποκράτους αὐτοῦ συγγράμματα· οὐκ ἔδει γὰρ τὰ τελεώτατα διεληλυθὼς ἐν τῷ γνησίῳ μέρει τοῦ βιβλίου γεγραμμένα περὶ τῶν πλευριτικῶν ἐνταῦθα πάλιν ὀλίγα παραθεῖναι.

Πόματι δὲ χρῆσθαι ὀξυμέλιτι. ὁκόταν δὲ ἐς τὴν ὀσφὺν βάρος ἥκῃ, κάτω κλύσαι κλυσμῷ ἢ καθᾶραι φαρμάκῳ·
797
ὁκόταν δὲ καθαρθῇ, διαιτᾷν ῥοφήματι πρῶτον καὶ πόματι μελικρήτῳ, ἔπειτα σιτίοισι καὶ ἰχθύσιν ἑφθοῖσι καὶ οἴνῳ ὑδαρεῖ εἰς νύκτα ὀλίγῳ, ἡμέρῃ δὲ ὑδαρὲς μελίκρητον. ὁκόταν δὲ αἱ φῦσαι δυσώδεες ἔωσιν οὕτως ἢ βαλάνῳ ἢ κλυσμῷ· εἰ δὲ μὴ, ἐπισχεῖν ὀξύμελι πίνοντα, ἕως ἂν καταβῇ ἐς τὴν κάτω κοιλίαν, εἶθ᾿ οὕτως κλύσματι ὑπαγαγεῖν.

Πόματι δὲ χρῆσθαι ὀξυμέλιτι. ἀδιορίστως εἴρηται, καίτοι διώρισται ἐν τῷ γνησίῳ μέρει τοῦ βιβλίου τὸ γεγραμμένον ἐν τῷδε καὶ τὰ μετὰ τοῦτο, μέχρις οὗ καὶ τῶν ἰχθύων ἐμνημόνευσεν ὁ Ἱπποκράτης, ἐπειδὴ ἔτι περὶ τῶν νοσούντων ὁ λόγος αὐτῷ κατὰ τὸ βιβλίον ἦν, οὐ περὶ τῶν ἀναλαμβανομένων ἐκ νόσου. τὰ δ᾿ ἄλλα τῆς ῥησέως δῆλα.

Ἢν δὲ λαπαρῷ ἐόντι καῦσος ἐπιγένηται, ἤν σοι δοκέῃ
798
φαρμακεύειν ἐπιτηδείως ἔχειν, εἴσω τριῶν ἡμερῶν μὴ φαρμακεύειν, ἀλλ᾿ ἢ τεταρταῖον

Ὅτι μὲν ἀκαίρως ἐνταῦθα πάλιν μέμνηται τοῦ καύσου, προειρημένων ἐν ἀρχῇ τῶν τε διαφορῶν αὐτοῦ καὶ τῶν θεραπειῶν εὔδηλον· καὶ γὰρ αἱ ῥήσεις αὗται κατὰ τὴν γνώμην ἐκείνου τοῦ ἀφορισμοῦ εἰσι, τοῦ, πέπονα φαρμακεύειν καὶ κινέειν, μὴ ὠμὰ μηδ᾿ ἐν ἀρχῇσιν, ἢν μὴ ὀργᾷ, τὰ δὲ πλεῖστα οὐκ ὀργᾷ. τινὲς ἑτέρως γράφουσιν ἐν ἀρχῇ τοὺς καύσους ἀξιοῦντες φαρμακεύειν, ὡς εἶναι τὴν ῥῆσιν τοιαύτην· εἴσω τριῶν ἡμερῶν φαρμακεύειν. προσῆκεν οὖν οὐχ ὡς πάντα μετὰ τὰς τρεῖς, ἀλλ᾿ ὥσπερ ὁ ἀφορισμός ἐστι τοῖος· ἐν τοῖς ὀξέσι πάθεσιν ὀλιγάκις καὶ ἐν ἀρχῇσι τῇσι φαρμακείῃσι χρέεσθαι· καὶ χρὴ κατὰ τοὺς ἀφορισμοὺς διορίζεσθαί τε καὶ σκέπτεσθαι, πότε κατ᾿ ἀρχάς ἐστι χρηστέον τῇ φαρμακείῃ καὶ πότε τὴν πέψιν ἀναμείναντι τοῦ νοσήματος. ἐὰν δέ τις ἤτοι κατ᾿ ἀρχὰς εἴποι ἁπλῶς ἢ μὴ διορισάμενος ἑκάτερον, σφάλλεται.

799
Ὁκόταν δὲ φαρμακεύσῃς, τοῖσι ῥοφήμασι χρῶ, διαφυλάσσων τοὺς παροξυσμοὺς τῶν πυρετῶν, ὅκως μηδέποτε προσοίσῃς ἐόντων μηδὲ μελλόντων ἔσεσθαι, ἀλλὰ ληγόντων ἢ παυσαμένων καὶ ὡς ποῤῥωτάτω ἀπὸ τῆς ἀρχῆς. ποδῶν δὲ ψυχρῶν ἐόντων μήτε ποτὸν μήτε ῥόφημα μήτε ἄλλο μηδὲν δίδου τοιόνδε, ἀλλὰ μέγιστον ἡγοῖο τοῦτ᾿ εἶναι διαφυλάσσεσθαι, ἕως ἂν διαθερμανθῇ σφόδρα, εἶθ᾿ οὕτως τὸ ξυμφέρον πρόσφερε. ὡς γὰρ ἐπιτοπολὺ σημεῖόν ἐστι μέλλοντος παροξύνεσθαι τοῦ πυρετοῦ ψύξις ποδῶν· εἰ δὲ ἐν τοιούτῳ καιρῷ προσοίσεις, ἅπαντα τὰ μέγιστα ἐξαμαρτήσεις· τὸ γὰρ νόσημα αὐξήσεις οὐ μικρῶς. ὁκόταν δὲ ὁ πυρετὸς λήγῃ, τοὐναντίον οἱ πόδες θερμότεροι γίνονται τοῦ ἄλλου σώματος. αὔξεται μὲν γὰρ ψύχων τοὺς πόδας ἐξαπτόμενος ἐκ τοῦ θώρακος, εἰς τὴν κεφαλὴν ἀναπέμπων τὴν φλόγα· συνδεδραμηκότος δὲ ἅλεος τοῦ θερμοῦ ἅπαντος ἄνω καὶ ἀναθυμιωμένου ἐς τὴν κεφαλὴν, εἰκότως οἱ πόδες ψυχροὶ γίνονται, ἄσαρκοι καὶ νευρώδεες φύσει ἐόντες·
800
ἔτι δὲ καὶ πολὺ ἀπέχοντες τῶν θερμοτάτων τόπων ψύχονται, συναθροιζομένου τοῦ θερμοῦ εἰς τὸν θώρακα. καὶ πάλιν ἀνάλογον λυομένου τοῦ πυρετοῦ καὶ κατακερματιζομένου, ἐς τοὺς πόδας καταβαίνει· κατὰ τόνδε οὖν τὸν χρόνον ἡ κεφαλὴ καὶ ὁ θώρηξ κατέψυκται. τουτέων εἵνεκεν τουτέου προσαρτέον· ὅτι ὁκόταν οἱ πόδες ψυχροὶ ἔωσι, θερμὴν ἀνάγκη τὴν κοιλίην εἶναι καὶ πολλῆς ἄσης μεστὴν καὶ ὑποχόνδριον ἐντεταμένον καὶ ῥιπτασμὸν τοῦ σώματος διὰ τὴν ἔνδον ταραχὴν καὶ μετεωρισμὸν γνώμης καὶ ἀλγήματα καὶ ἕλκεται καὶ ἐμέειν ἐθέλει καὶ ἢν πονηρὰ ἐμέῃ, ὀδυνῆται. θέρμης δὲ καταβάσης εἰς τοὺς πόδας καὶ οὔρου διελθόντος, καὶ ἢν μὴ ἱδρώσῃ, πάντα λωφᾷ. κατὰ τόνδε οὖν τὸν καιρὸν δεῖ τὸ ῥόφημα διδόναι, τότε δὲ ὄλεθρος.

Περὶ τοῦ κατὰ μέρος καιροῦ τῆς τροφῆς εἴρηται μὲν κᾀν τῷ γνησίῳ μέρει τοῦ βιβλίου διὰ βραχέων, οὐδὲν δ᾿ ἧττον καὶ νῦν λέγεται διὰ μακροτέρων καὶ σαφεστέρων, ὥστ᾿

801
εἶναι τὸν λόγον τοῦτον ἐξήγησιν ἐκείνου, φυλαττομένης τῆς Ἱπποκράτους γνώμης, ἣν ἔν τε τοῖς ἄλλοις εἴρηκε καὶ ἐν τοῖς περὶ τοῦ τὸν πυρετὸν ἐκ μὲν τοῦ θώρακος ἐξάπτεσθαι, τουτέστιν ἐκ τῆς καρδίας, εἰς τὴν κεφαλὴν δὲ ἀναπέμπειν τὴν φλόγα.

Ὁκόσοισι δὲ διὰ τέλεος ἡ κοιλίη ἐν τοῖσι πυρετοῖσιν ὑγρὴ, τουτέοισι διαφερόντως τοὺς πόδας θερμαίνων καὶ περιστέλλων κηρώμασι καὶ ταινιδίοισι περιελίσσων πρόσεχε ὅκως μὴ ἔσονται ψυχρότεροι τοῦ ἄλλου σώματος. θερμοῖσι δ᾿ οὖσι θέρμασμα μηδὲν πρόσφερε, ἀλλὰ παρατήρει ὅκως μὴ ψυχθήσονται· πόματι δὲ χρέεσθαι ὡς ἐλαχίστῳ, ὕδατι ψυχρῷ ἢ μελικράτῳ.

Τὸ διὰ τέλεος τῷ διὰ παντὸς τοῦ χρόνου ταυτὸν σημαίνει· πολλῶν δ᾿ οὐσῶν διαθέσεων, ἐφ᾿ αἷς συμβαίνει δι᾿ ὅλης τῆς νόσου τὰς κοιλίας ὑγρὰς εἶναι, καίπερ αὐτῶν μὴ δυναμένων μίαν ἔχειν θεραπείαν, ὡς δέδεικται πολλάκις, οὐ

802
μόνον οὐδέν ἐστιν ἐκ τῆς ῥήσεως διδαχθῆναι χρηστὸν, ἀλλὰ καὶ βλαβῆναι, πιστεύσαντα τὸν γεγραμμένον τρόπον τῆς θεραπείας ἐπὶ πολλῶν διαθέσεων ἁρμόττειν. ἵνα γὰρ τἄλλα παραλείπω, τῆς κοιλίας ὑγρᾶς εἶναι δυναμένης καὶ διὰ φλεγμονὴν τὴν κατὰ τὴν γαστέρα καὶ διὰ συντηκτικὸν πυρετὸν, ἡ τοῦ ψυχροῦ πόσις ἐναντιωτάτη ἐστὶ τῇ φλεγμονῇ, συμφορωτάτη δὲ τοῖς συντηκτικοῖς πυρετοῖς, καθ᾿ ὃν ἔμαθες καιρὸν γιγνομένη.

Ὁκόσοισι δὲ ἐν πυρετοῖσι κοιλίη ὑγρὴ καὶ γνώμη τεταραγμένη καὶ οἱ πολλοὶ τῶν τοιουτέων τὰς κροκίδας ἀφαιρέουσι καὶ τὰς ῥῖνας σκάλλουσι καὶ κατὰ βραχὺ μὲν ἀποκρίνονται τὸ ἐρωτώμενον, αὐτοὶ δὲ ἀφ᾿ ἑωυτῶν οὐδὲν λέγουσι κατηρτημένον. δοκέει οὖν μοι τὰ τοιάδε μελαγχολικὰ εἶναι. ἢν δὲ τῶν τοιῶνδε ἐόντων ἡ κοιλίη ὑγρὴ ᾖ καὶ συντήκῃ, δοκέει μοὶ τὰ ῥοφήματα ψυχρότερα καὶ παχύτερα
803
προσφέρειν καὶ τὰ πόματα σταλτικὰ καὶ οἰνωδέστερα, ἢ καὶ στυπτικώτερα.

Ἄλλα μέν εἰσι τὰ τῶν φρενιτικῶν συμπτώματα, τὸ δὲ τῆς ὑγρᾶς κοιλίας γίνεται μέν ποτε καὶ μετὰ φρενίτιδος, οὐ μὴν ἴδιον ταύτης ἐστὶν, ὥστε τὴν μὲν ὑγρὰν κοιλίαν ἐκ τῶν διορισμῶν θεραπεύειν προσήκει, τὴν δὲ φρενῖτιν ἰδίᾳ θεραπείας ἑτέρας ἀξιοῦν. ἣν δ᾿ οὗτος ἔγραψε θεραπείαν, οὐδ᾿ ὅλως στοχάζεται τῆς φρενίτιδος, ἀλλὰ μᾶλλόν μοι δοκεῖ βούλεσθαι θεραπεύειν τινὰ διάθεσιν, ἐκ μὲν τοῦ κατὰ κοιλίην ὁρμωμένην, εἰς συμπάθειαν δὲ τὴν κεφαλὴν ἐπισπωμένην, ὡς παραληρεῖν ἐπὶ τῷ πάθει τῆς κοιλίας. οὐκ ὀρθῶς δὲ εἴρηται μελαγχολικὰ τὰ τοιαῦτα εἶναι, μᾶλλον γὰρ ὑπὸ τῆς ξανθῆς χολῆς τὰ τοιαῦτα γίγνονται, τῆς γαστρὸς ἐπεχομένης.

Ὁκόσοισι δὲ τῶν πυρετῶν δῖνοί τε ἀπ᾿ ἀρχῆς καὶ σφυγμοὶ
804
κεφαλῆς εἰσι, καὶ οὖρον λεπτὸν, τουτέοισι δεῖ προσδέχεσθαι πρὸς τὰς κρίσιας παροξυνόμενον τὸν πυρετὸν, οὐ θαυμάσαιμι δ᾿ ἂν οὐδ᾿ εἰ παραφρονήσειαν.

Ὅταν ἡ κεφαλὴ περιφέρεσθαι φαντάζηται, δῖνος ὀνομάζεται τὸ πάθος, ὅταν δὲ καὶ σκοτώδης ἡ ὄψις ἅμα τῷδε φαίνηται, σκοτόδινος καλεῖται καὶ γίνεται διὰ κίνησιν ἄτακτον φυσώδους πνεύματος, ἢ μετὰ τὴν κεφαλὴν ἔχοντος τοπικὴν γένεσιν, ἢ κάτωθεν ἀναφερομένου. πᾶσαι δὲ τῶν τοιούτων πνευμάτων γενέσεις ταραχῆς εἰσι δηλωτικαὶ, δι᾿ ἃς καὶ κρίσεις γίνονται μετὰ τῶν συμπτωμάτων θορυβωδῶν. εἰδέναι γὰρ χρὴ τὰς τοιαύτας διαθέσεις μεταξύ πως οὔσας τῶν τε ἀκινδύνων καὶ τῶν ὀλεθρίων· ἐπιχειρεῖ μὲν γὰρ ἡ ἔμφυτος θερμασία διαλύειν τε καὶ χεῖν τοὺς κατὰ τὸ σῶμα χυμοὺς, λεπτύνειν δὲ ἀκριβῶς αὐτοὺς καὶ κατὰ τὸ ἄδηλον αἰσθήσει ἐκκρῖναι οὐ δύναται. τελέως δὲ ἀῤῥωστήσασα τὴν ἀρχὴν οὐδ᾿ ἐπιχειρεῖ τῇ λύσει καὶ κατὰ τοῦτο πνεῦμα φυσῶδες

805
οὐκ ἀῤῥωστούσης ἐσχάτως τῆς ἐμφύτου θερμασίας γεννᾶται. τὸ μὲν οὖν ἀῤῥωστεῖν ἀκινδυνότατόν ἐστιν, ὑπερέχει γὰρ ἡ φύσις τοῦ νοσήματος· τὸ δ᾿ ἐσχάτως ἀῤῥωστεῖν ὀλέθριον, ὑπερέχεται γὰρ οὐ σμικρῶς. ὅταν δὲ μὴ ὑπερέχηται, τὰ εἰρημένα γίνεται συμπτώματα, καὶ μετὰ τὸ νοσῆσαι κρίσεις ἀποτελοῦνται, τινὲς μὲν εἰς ὑγείαν, τινὲς δὲ εἰς θάνατον. οἵ γε μὴν σφυγμοὶ κατὰ τὴν κεφαλὴν γινόμενοι, τουτέστιν αἱ τῶν ἀρτηριῶν αἰσθηταὶ κινήσεις, θερμασίας εἰσὶ πολλῆς συμπτώματα, δι᾿ ἃς καὶ παραφροσύναι γίνονται πολλάκις. οὕτως οὖν ἐχόντων ἐν τῷ καθόλου τῶν εἰρημένων, ὅταν ἀρξαμένου τινὸς ἀσθενεῖν, ὑπὸ μὲν τῆς τῶν οὔρων λεπτότητος ἄπεπτον εἶναι δηλοῦται τὸ νόσημα, τὴν δὲ κεφαλὴν ἐμπεπλῆσθαι πνεύματος φυσώδους σημαίνουσιν οἱ δῖνοι μετὰ τῶν σφυγμῶν· εἰδέναι χρὴ τὴν φύσιν οὐχ ἡσυχάζουσαν, ἀλλ᾿ ἐπιθησομένην ποτὲ τοῖς περιεχομένοις ἐν τῷ σώματι μοχθηροῖς χυμοῖς, ὡς διακρῖναί τε τῶν χρηστῶν αὐτοὺς, ἐκκρῖναί τε καθ᾿ ὁντιναοῦν τρόπον ἢ εἰς ἄκυρον ἀποθέσθαι μόριον. ὁ τοίνυν εἰρημένος λόγος χρησιμώτατός
806
ἐστιν εἰς πρόγνωσιν τῶν εἰρημένων. ἐνίοτε γὰρ ἀπὸ τῆς ἀρχῆς τοῦ νοσήματος οἱ μὲν πυρετοὶ μέτριοι γίγνονται, συμπτώματα δὲ τοιαῦτα κατὰ τὴν κεφαλήν ἐστι δι᾿ ἔγκαυσιν ἢ ἀναθυμίασιν ἐκ τῶν κατὰ τὸ σῶμα τῆς κοιλίας περιεχομένων χυμῶν. τὴν οὖν ἄλλως ὁπωσοῦν ἐχομένης αὐτῆς τῆς κεφαλῆς μόνης θερμότητα, τῇ τοιαύτῃ διαθέσει τῆς κεφαλῆς λουτρὸν ὀνίνησι καὶ τὸ ῥόφημα δ᾿ ἀρκέσει χυλὸν εἶναι τῆς πτισάνης. ὅταν δ᾿ ἐκ τῆς τῶν χυμῶν μοχθηρίας ἐπὶ τὴν κεφαλὴν ἀναφέρηται θερμὸν πνεῦμα φυσῶδες, οὐ λούειν συμφέρει τούτοις. ἀσφαλῶς δὲ προσήκει ταῦτα πράττειν ἕκαστα. διορισμὸς δὲ τῶν διαθέσεων εἷς μόνος ἐστὶν, ἐκ τῆς τῶν οὔρων ἀπεψίας τε καὶ πέψεως, ὧν ὀρθῶς ὁ συγγραφεὺς ἐμνημόνευσεν, εἰπὼν οὖρον λεπτὸν, ὅπερ εἴρηται πολλάκις ἀπεψίας εἶναι σημεῖον· ὥστ᾿ οὐδεὶς ἰατρὸς ἐν τοῖς τοιούτοις νοσήμασιν ἀμελεῖ τῆς τῶν οὔρων ἐπισκέψεως.

Οἷσι δ᾿ ἐν ἀρχῇ τὰ οὖρα νεφελοειδέα ἢ καὶ παχέα, τοὺς a
807
τοιούσδε ὑποκαθαίρειν, ἢν καὶ τἄλλα ξυμφέρῃ· ὁκόσοισι δὲ ἐν ἀρχῇ τὰ οὖρα λεπτὰ, μὴ φαρμάκευε τοὺς τοιούσδε, ἀλλ᾿ ἢν δοκέῃ, κλύσαι. τούτους ξυμφέρει οὕτως θεραπεύεσθαι.

Εἴτε συνάπτει ταῦτα τοῖς κατὰ τὴν προειρημένην ῥῆσιν εἰρημένοις εἴτε καὶ μὴ, τὸ ὅπερ| ἐξ αὐτῶν χρήσιμον ἔχειν δύναταί τις κοινὸν, ὡς φυλάττεσθαι καθαίρειν τὰ σώματα, παντελῶς ἀπεψίας οὔσης ἐν τοῖς χυμοῖς, ἐδήλωσεν εἰπὼν οὖρα λεπτὰ, ὡς τά γε παχέα πέψεως ἔχοιεν. ἤδη τοῦτ᾿ αὐτὸ τὴν σύστασιν, καὶ τὸ νεφελοειδέα δὲ τὰ τὰς νεφέλας ἔχοντα δηλονότι δηλοῖ· προσετίθη γὰρ μέλανας, εἴπερ ἐκείνας ἀκούειν ἡμᾶς ἐβούλετο. πολλὰ γὰρ τῶν κοινῶν ὀνομάτων ἄνευ διορισμῶν λέγειν εἰώθασιν, ὅταν τὸ βέλτιον ἐν τοῖς σημαινομένοις ἐπ᾿ αὐτῶν τῶν πραγμάτων δηλῶσαι βουληθῶσιν. οὕτως οὖν ὅταν εἰς σωτηρίαν τελευτῶσιν αἱ κρίσεις, λέγουσιν ἁπλῶς ἐκρίθη· ἀποθανόντος δὲ τοῦ κριθέντος οὐχ ἁπλῶς ἀλλ᾿ ὅλον τοῦτο λέγουσι, κριθεὶς ἀπέθανε·

808
καὶ χολὴν δὲ ὅταν τις ἐκκριθῆναι ἁπλῶς εἴπῃ, τὴν ὠχρὰν, οὐ τὴν μέλαιναν νοοῦμεν. οὕτως οὖν καὶ νῦν ἀκουστέον οὖρα νεφελοειδέα τὰ λευκὰς ἔχοντα τὰς νεφέλας, αἵπερ εἰσὶ πέψεως σημεῖα. ἐπεὶ τοίνυν τὰ πέπονα φαρμακεύει, διὰ τοῦτο καὶ νῦν οὕτως ἔγραψεν ὁ τούτου τοῦ βιβλίου συγγραφεὺς, συμφέρει τουτέοισι οὕτως θεραπεύεσθαι. μηδὲν δ᾿ εἰπὼν οὗτος περὶ φλεβοτομίας τὰ κατὰ μέρος διεξέρχεται πάντα ἐφεξῆς, οὐχ ὡς ἄν ποτε οὕτως ἐχόντων μὴ δεῖσθαι φλεβοτομίας, ἀλλ᾿ ὡς καὶ νῦν τὰ ἄλλα διδάξαι βουλόμενος μόνα. περὶ γὰρ τῆς φλεβοτομίας αὐτάρκως ἐν τοῖς ἔμπροσθεν εἴρηται. οὕτως θεραπεύεσθαι.

Τῷ σώματι ἡσυχίην ἄγοντα, ἀλείφοντά τε καὶ περιστέλλοντα ὁμαλῶς· ποτῷ δὲ χρέεσθαι μελικρήτῳ ὑδαρεῖ καὶ ῥοφήματι χυλῷ πτισάνης ἐς ἑσπέραν· κοιλίην δ᾿ ὕπαγε κατ᾿ ἀρχὰς κλυσμῷ, φάρμακα δὲ μὴ πρόσαγε τούτοισιν. ἢν γάρ τι κινήσῃς κατὰ κοιλίην, τὸ οὖρον οὐ
809
πεπαίνεται, ἀλλ᾿ ἄνιδρός τε καὶ ἄκριτος ὁ πυρετὸς ἐπὶ πολὺν χρόνον ἔσται.

Καὶ τόνδε τὸν λόγον διεξέρχεται, σκοπὸν ἔχων ἐν αὐτῷ τὴν μετὰ συμμέτρου θάλψεως ἡσυχίαν· χυλοῦ δὲ πτισάνης δίδωσιν ἀπ᾿ ἀρχῆς, ὡς ἂν μὴ δυναμένων ἐξαρκέσαι μέχρι τῆς ἀκμῆς τε καὶ κρίσεως ἐπὶ τῷ μελικράτῳ, ἐπειδὰν ἄπεπτος μὲν ἡ νόσος, οὐκ ἐγγὺς δὲ οἱ πεπασμοί· δίδωσι δὲ καὶ μελίκρατον ὑδαρὲς, ἐπειδὴ τὸ ὕδωρ ἐδείχθη μηδὲν ἀγαθὸν ἔχειν αὐτὸ καθ᾿ αὑτὸ μόνον. εἰς ἑσπέραν δὲ ἀξιοῖ δίδοσθαι τὴν πτισάνην, ἤπερ τὸ μελίκρατον· προμεμαθηκότων δ᾿ ἡμῶν ἔμπροσθεν ἐν τῷ γνησίῳ μέρει τοῦ συγγράμματος, ὡς ὑστέραν χρὴ τὴν πτισάνην προσφέρεσθαι τοῦ μελικράτου, ἄμεινον ἦν καὶ νῦν οὕτως εἰρῆσθαι, μελίκρατον μὲν πρῶτον, ὕστερον δὲ χυλὸν πτισάνης προσφέρεσθαι· ὅταν δὲ ἀντὶ τοῦ ὕστερον φάναι τὸ εἰς ἑσπέραν εἴπῃ, μερικωτέραν τὴν διδασκαλίαν ποιεῖται, οὐ καθολικωτέραν. διὰ τί δὲ κελεύει μὴ καθαίρειν, ἐφ᾿ ὧν ἀπεψία παντελής ἐστι,

810
τὴν αἰτίαν αὐτὸς εἶπεν, ἐπιλογιστικὴν μᾶλλον ἤπερ ἀναλογιστικήν· ἔστι γοῦν αὐτὴν εἰπεῖν καὶ τῷ χωρὶς ἐνδείξεως λογικῆς, ἐξ ἐμπειρίας μόνης τὸ γιγνόμενον ἐγνωκότι· δογματικοῦ δ᾿ ἀνδρὸς ἦν διδάξαι, διὰ τί καθαιρόντων ἡμῶν τοὺς οὕτως ἔχοντας, οὔτε πεπαίνεται τὸ οὖρον, ἄνιδρός τε καὶ ἄκριτος ὁ πυρετὸς διαμένει. τελεώτερον μὲν οὖν ἐν ἑτέροις περὶ τῶν τοιούτων ἁπάντων ἐπεσκέμμεθα, νυνὶ δὲ ἐπὶ κεφαλαίων εἰρήσεται τὸ χρήσιμον εἰς τὰ παρόντα· σὺ δέ μοι πρόσεχε τὸν νοῦν. τεττάρων οὐσῶν δυνάμεων, ὡς ἔμαθες, οὐκ ἐλαχίστην δ᾿ ἐν αὐταῖς ἰσχὺν ἐχούσης καὶ τῆς ἀλλοιωτικῆς, καθ᾿ ἣν ἐξομοιοῖ τοῖς ὑφ᾿ αὑτῆς διοικουμένοις σώμασι τὴν τροφὴν ἡ φύσις, αὕτη πέψις ὀνομάζεται, κατὰ ποιότητα μεταβολὴ τῆς μελλούσης θρέψειν οὐσίας οὖσα. δεῖται τοίνυν ἡ φύσις, ὥσπερ εἰς γαστέρα καταποθείσης τῆς τροφῆς, ἡσυχίας μὲν ἀπὸ τῶν ἄλλων κινήσεων, ἵνα τῇ περὶ τὴν πέψιν ἐνεργείᾳ μόνῃ σχολάσῃ, βοηθείας δέ τινος ἔξωθεν, ὅταν ἀσθενεστέρα γένηταί ποτε· κατὰ τὸν τοιόνδε τρόπον ἐπὶ τῆς ἐν ταῖς φλεψὶ πέψεως τῶν χυμῶν, ἡσυχίας
811
μὲν δεῖται πρὸ τῆς δευτέρας θερμασίας, ἐκ τοῦ θερμανθῆναι καὶ ψυχθῆναι ἢ ξηρανθῆναι καὶ ὑγρανθῆναι, κατ᾿ ἄλλον καὶ ἄλλον δηλονότι χρόνον ἑκάστου τῶνδε γιγνομένου. κατὰ τοῦτ᾿ οὖν ὁ γράψας ταῦτα συνεβούλευσεν ἡσυχίαν ἄγοντα τῷ σώματι θεραπεύεσθαι τὸν ἄνθρωπον ἀλειφόμενόν τε καὶ περιστελλόμενον ὁμαλῶς τοῖς ἱματίοις· πρὸς γὰρ τὴν τοῦ πυρετοῦ δύναμιν ἀντίῤῥοπον ἡγήσατο ἂν εἶναι τὴν ἐκ τῶν ἀλειμμάτων ὑγρότητα, πρὸς τῷ μήτε θερμαίνειν ἰσχυρῶς μηδὲ ψύχειν, ἀλλὰ λεαίνειν, ὧν μάλιστα δεῖται τὰ πεττόμενα. καὶ εἴπερ ταῦτα συντελεῖ τῇ πέψει τῶν χυμῶν, αἱ καθάρσεις ἐναντίαι εἰσί· κινοῦσαι μὲν γὰρ σφοδρῶς τὸ σῶμα ῥήσσουσι· τοιαύτης γὰρ δυνάμεως ἅπαντ᾿ ἐστὶ τὰ καθαίροντα φάρμακα. αὕτη μὲν οὖν ἐστιν ἡ αἰτία τοῦ τὰς καθάρσεις ἐναντιοῦσθαι ταῖς πέψεσι· πρὸς δὲ τὸ συνεχὲς ἴωμεν ἤδη τοῦ λόγου τοῦδε.

Τὰ δὲ ῥοφήματα, ὁκόταν τῶν κρίσεων ἐγγὺς ᾖ, μὴ
812
δίδου, ἢν θορυβῆται· ὁκόταν δ᾿ ἀνῇ καὶ ἐπιδιδῷ ἐπὶ τὸ βέλτιον. φυλάσσεσθαι δὲ χρὴ καὶ πάντων τῶν πυρετῶν τὰς κρίσιας καὶ ἀφαιρέειν τὰ ῥοφήματα κατὰ τοῦτον τὸν καιρόν.

Φυλάττει κᾀνταῦθα τὴν Ἱπποκράτους γνώμην ὁ τοῦ βιβλίου συγγραφεὺς, ἐν ἀρχῇ μὲν ἐπὶ μελικράτου καὶ χυλοῦ πτισάνης διαιτῶν, ἐγγὺς δὲ τῶν κρίσεων ἀφελὼν τὸν χυλόν.

Μεμαθήκασι δὲ μακροὶ οἱ πυρετοὶ οἵδε γίγνεσθαι καὶ ἀποστήματα ἴσχειν, ἢν μὲν τὰ κάτω ψυχρὰ ᾖ, περὶ ὦτα καὶ τράχηλον· ἢν δὲ μὴ ψυχρὰ ᾖ, ἄλλας ἴσχειν μεταβολάς. ῥέει δὲ αἷμα ἐκ ῥινῶν καὶ κοιλίαι τοῖσι τουτέοισι ἐκταράσσονται.
813

Οἷς ἐστι λεπτὸν τὸ οὖρον διὰ τὴν ἀπεψίαν τῶν χυμῶν, εἰκότως μηκύνουσιν οἱ πυρετοὶ, μὴ δυνάμενοι λυθῆναι πρὸ τῆς πέψεως. ὅτι δ᾿ ἀποσκήμμασιν οἱ τοιοῦτοι κρίνονται πολλάκις ἤδη λέλεκται· σπανιώτερον δέ που καὶ δι᾿ ἐκκρίσεως αἱ λύσεις αὐτῶν γίγνονται· πότερον δ᾿ ἄνω τοῦ σώματος ἢ κάτω τὸ ἀπόστημα γενήσεται, τοῖς ἐν τῷ προγνωστικῷ γεγραμμένοις ὡμολόγηται τὰ νῦν εἰρημένα.

Ὁκόσοισι δὲ πυρετοὶ ἀσώδεές εἰσι καὶ ὑποχόνδρια συντείνουσι καὶ κεκλιμένοι οὐκ ἀνέχονται ἐν τῷ αὐτέῳ καὶ τὰ ἄκρεα ψύχονται πάντα, πλείστης ἐπιμελείης καὶ φυλακῆς δέονται. διάγειν δὲ τούτοισι προσφέροντας μηδὲν ἄλλο ἢ ὀξύμελι ὑδαρές· ῥόφημα δὲ μὴ πρόσφερε, ἕως ἂν λήξῃ καὶ οὖρον πεπανθῇ.

Ἀσώδεις ὀνομάζει πυρετοὺς, ἐν οἷς οἱ κάμνοντες ἀσῶνται

814
καὶ ἀηδῶς ἔχουσι· τὸ δὲ δυσφορεῖν ἑπόμενόν ἐστιν ἐνίοτε μὲν τῷ μόνιμον εἶναι τὸν πυρετὸν καὶ καυσώδη, πολλάκις δὲ καὶ τῇ τοῦ στομάχου κακώσει· στόμα δὲ τῆς γαστρὸς οὕτως ἄκουέ μου λέγοντος νῦν. ἤρξατο μὲν οὖν ἀπ᾿ αὐτῶν πυρετῶν, ἀσώδεις εἰπὼν αὐτοὺς, ὑποχόνδριά τε συντείνοντας· ἐφεξῆς δὲ ἐπὶ τοὺς πυρέσσοντας μετέβη· τὸ γὰρ κεκλιμένοι οὐκ ἀνέχονται ἐν τῷ αὐτῷ, κατὰ τῶν πυρεττόντων εἴρηται, καθάπερ καὶ τὸ τὰ ἄκρα ψύχονται. τὸ μὲν οὖν μὴ ἀνέχεσθαι κεκλιμένους ἐν τῷ αὐτῷ τῶν ἀσώντων τε καὶ δυσφορούντων ἐστὶ γνώρισμα· τὸ δὲ ψύχεσθαι τὰ ἄκρα, φλεγμονῆς μεγάλης ἐν τοῖς σπλάγχνοις ἐπὶ παχέσι χυμοῖς, ὡς ἔμπροσθεν ἐδείκνυον, ἡνίκα περὶ τοῦ δευτέρου τῶν καύσων εἴδους ὁ λόγος ἦν· καὶ εἴπερ σφοδρὰ ἡ κατάψυξις εἴη, τεκμήριον ἤδη σοι τοῦ καὶ τὴν δύναμιν εἶναι ἄῤῥωστον ἰσχυρῶς· εἰκότως οὖν ἔφη φυλακῆς πλείστης καὶ ἐπιμελείας δεῖσθαι τοὺς κάμνοντας οὕτως. εἰκότως δὲ καὶ ὀξύμελι δίδωσιν αὐτοῖς ὑπὸ παχέων τε καὶ γλίσχρων χυμῶν ἐνοχλουμένοις· προσέθηκε δὲ τῷ λόγῳ ὑδαρὲς, ὡς
815
πρὸς τὸ διδόμενον οἷς ἐν πνεύμονι τοιοῦτοι περιέχονται χυμοί· πολὺ γὰρ ὀξύτερον ἐπ᾿ ἐκείνων εἶναι προσῆκεν, ἐπεὶ διὰ τὸ μῆκος τῆς κατὰ τὴν ἀνάδοσιν φορᾶς ἐπὶ τὸ πεπονθὸς μέρος ἀναγκαῖόν ἐστιν ἐκλυθῆναι τὴν δύναμιν· | τοῖς δὲ καθ᾿ ὑποχόνδριον εὐθέως προσπίπτει τοιοῦτον οἷον ἐπόθη. τὸ δὲ μηδ᾿ ὅλως διδόναι ῥόφημα τοῖς οὕτως ἔχουσι, πρὶν πεπανθῆναι τὴν νόσον, ἀδιορίστως εἴρηται φυλαττόντων γε ἡμῶν ὃ ἐδίδαξεν ὁ Ἱπποκράτης· προσκεῖσθαι δεῖ τῷ λόγῳ, ἢν ἀρκέῃ ὁ νοσέων, ὅπερ ὡς φανερὸν ἴσως παραλέλοιπεν.

Κατακλίνειν δὲ εἰς ζοφερὰ οἰκήματα καὶ κατακεκλίσθαι ὡς ἐπὶ μαλθακωτάτοισι στρώμασι, πολὺν χρόνον ἐπὶ τὰ αὐτὰ καρτερέοντα καὶ ὡς ἥκιστα ῥιπτάζειν· μάλιστα γὰρ τοῦτο τοὺς τοιούσδε ὠφελέει.

Τὴν ἐν ζοφεροῖς οἰκήμασι κατάκλισιν οὐχ ὡς πεπαντικὸν

816
βοήθημα συνεβούλευσε νῦν, ἀλλ᾿ ὡς τῆς διὰ τὴν ἄσην γινομένης δυσφορίας ἐπανορθωτικὸν, ἧς ἕνεκα καὶ τῆς μαλθακῆς στρωμνῆς ἐμνημόνευσε. τὸ δὲ πειρᾶσθαι μὴ ῥιπτάζειν ἑαυτὸν, ἀλλ᾿ ἡσυχάζειν ἑκατέρως χρήσιμον τῷ κάμνοντι καὶ ὡς τῇ πέψει τῆς ὅλης νόσου συντελοῦν καὶ ὡς διαφυλάττον τὴν δύναμιν.

Ἐπὶ δὲ τὸ ὑποχόνδριον λίνου σπέρμα ἐγχρίων ἐπιτίθει φυλασσόμενος ὅκως μὴ φρίξῃ προστιθέμενον· ἔστω δὲ ἀκροχλίαρον, ἑφθὸν ὕδατι καὶ ἐλαίῳ.

Μαλακτικόν ἐστι τὸ λινόσπερμον καὶ μὴ θερμαῖνον ἐπιφανῶς, ὧν μάλιστα δεῖται φλεγμονὴ πᾶσα· καὶ μέντοι κατὰ τὴν |θίξιν αὐτὸ παρασκευάζει τοιοῦτον, ὁποῖον καὶ κατὰ τὴν δύναμίν ἐστιν, ἀκροχλίαρον ἀξιῶν προσφέρειν. καὶ ἡ μίξις δὲ τοῦ ἐλαίου καὶ τοῦ ὕδατος χλιαρᾶς θερμασίας ἐστὶ γεννητικὴ, μετὰ τοῦ μαλάττειν τε καὶ παρηγορεῖν

817
μετρίως, ὑπάρχον δυνάμεως ὁποίας μάλιστα ἐδείχθη δεῖν εἶναι τὰ πέττοντά τε καὶ τὰ διαφοροῦντα.

Τεκμαίρεσθαι δ᾿ ἐκ τῶν οὔρων τὸ μέλλον ἔσεσθαι· ἢν μὲν γὰρ παχύτερα καὶ ὠχρότερα ᾖ, βελτίω· ἢν δὲ λεπτότερα καὶ μελάντερα, πονηρότερα.

Οὐ πᾶν τὸ μέλλον ἔσεσθαι διδάσκει ἐκ τῶν οὔρων, ἀλλὰ σωτηρίαν ἢ θάνατον· σωτηρίαν μὲν γὰρ δηλοῖ τὰ παχύτερα καὶ ὠχρότερα. σαφῶς δὲ τὰ παχύτερα τοῖς λεπτοῖς παραβάλλων εἶπεν, οὐ τοῖς κατὰ φύσιν, ὡς καὶ μικρὸν ἔμπροσθεν ἠξίουν ἀκούειν· οὔτε γὰρ ἂν παχέα λέγοις, ἑρμηνεύειν ὀρθῶς ἐθέλων, οὔτε λεπτὰ τὰ κατὰ φύσιν οὖρα. τά γε μὴν λεπτὰ καὶ μέλανα χείριστα· πρὸς γὰρ τῶν λεπτῶν μόνον γινομένων ἄπεπτον δηλοῦται τὸ νόσημα· τὸ γὰρ ἀκριβῶς λεπτὸν ὑδατῶδές ἐστιν, ὥστε καὶ λευκόν. αἱ δὲ τῶν

818
οὔρων προγνώσεις ἐν τοῖς εἰς τὸ προγνωστικὸν ὑπομνήμασιν εἴρηνται.

Ἢν δὲ μεταβολὰς ἔχῃ, χρόνον τε σημαίνει καὶ ἀνάγκη τῷ νοσήματι μεταβάλλειν καὶ ἐπὶ τὰ χείρω καὶ ἐπὶ τὰ βελτίω τὴν ἀνωμαλίην.

Καὶ τοῦτο γὰρ φυλάττων ἐπὶ τῶν νοσούντων εὑρήσεις ἀληθὲς, εἰς χρόνον πλείονα καὶ μεταβολὰς μεταξὺ γιγνομένας ἐμπίπτοντα τὸν ἄνθρωπον ἐπὶ τοῖς ποικίλοις οὔροις· πλείους γὰρ αἱ διαθέσεις δηλοῦνται αἱ μὴ τῆς αὐτῆς θεραπείας δεόμεναι, οὐδὲ τὴν ἴσην ἔχουσι προθεσμίαν τῆς λύσεως.

Τοὺς δὲ ἀκαταστάτους τῶν πυρετῶν ἐᾷν μέχρις ἂν καταστῶσιν·
819
ὁκόταν δὲ στῶσιν, ἀπαντῆσαι διαίτῃ καὶ θεραπείῃ τῇ προσηκούσῃ, κατὰ φύσιν θεωρέων.

Ἀκαταστάτους πυρετοὺς εἴρηκεν ἐφ᾿ ὧν μηδέν ἐστι καθεστηκὸς, ὅπερ σημαίνει τὸ βέβαιον· ἔστι δὲ βέβαια τὰ ἐν ταῖς περιόδοις φαινόμενα καὶ τοῖς οὔροις, ἔτι δὲ καὶ ταῖς ἠκριβωμέναις ἰδέαις τῶν πυρετῶν. αἱ μὲν οὖν περίοδοι τὴν ἀρχὴν οὐδὲ φαίνονται ταῖς πρώταις ἡμέραις· τὰ δὲ ἐπιγίνεται ἄλλοτε ἄλλα καὶ πολλάκις τρὶς καὶ τετράκις οὐρεῖν, διά γε τῆς ἡμέρας καὶ τῆς νυκτὸς συμβαίνει· καὶ ἀνόμοια φαίνεται τὰ οὖρα πρὸς ἄλληλα. τὴν τοίνυν ἰδέαν τοῦ τοιούτου πυρετοῦ ἀκατάστατον εἶναί φησιν, ὅπερ ταὐτόν ἐστι σημαίνειν τῷ μὴ διασώζοντι τὴν ἰδέαν μίαν ἀκριβῶς. ἐδήλωσα δέ σοι τὰς ἀκριβεῖς ἰδέας τῶν πυρετῶν ἔν τε τοῖς περὶ διαφορᾶς αὐτῶν ὑπομνήμασι κᾀν τῷ δευτέρῳ περὶ κρίσεων· ἐπὶ τῶν τοιούτων οὖν πυρετῶν ἀξιοῖ μὴ κατ᾿ ἀρχὰς τῇ διαίτῃ χρῆσθαι, ἀλλ᾿ ἐᾷν ἕως ἂν ἴδωμεν ποῖοί τινές εἰσι καὶ τηνικαῦτα τὸ τῆς διαίτης εἶδος ὁρίζειν.

820
Εἰσὶ δὲ ὄψιες πολλαὶ τῶν καμνόντων.

Ὄψιας εἴρηκεν ὡσανεὶ διαφορὰς ἢ τρόπους ἢ ἰδέας· τῶν καμνόντων δὲ, ἀντὶ τοῦ τῶν τοῖς κάμνουσιν γινομένων νοσημάτων. ἐδείχθη γὰρ ἤδη πολλάκις ὡς ἅπασι τοῖς παλαιοῖς ἔθος ἐστὶν ἀπὸ τε τῶν παθημάτων ἐπὶ τοὺς πάσχοντας αὐτοὺς μεταφέρειν τὰς προσηγορίας, ἀπό τε τῶν πασχόντων ἐπὶ τὰ πάθη· ὡς μηδὲν διαφέρειν τῶν πυρετῶν εἰπεῖν διαφορὰς ἢ τῶν πυρεττόντων, οὕτως δὲ καὶ πλευριτικῶν ἢ συναγχικῶν ἢ πλευρίτιδος ἢ συνάγχης. ὄψιας οὖν εἶπε καμνόντων, ἐπειδὴ τοῖς ὀφθαλμοῖς αὐτοὺς θεωροῦντες εὑρίσκομεν τὰς διαφοράς.

Διὸ προσεκτέον τῷ ἰωμένῳ, ὅκως μὴ διαλήσεταί τις τῶν προφασίων.
821

Ἐμάθομεν ὅτι τὰς φανερὰς αἰτίας ὀνομάζει προφάσεις· ἀλλὰ καὶ νῦν εὔδηλός ἐστιν ἐπὶ τούτου φέρων τὴν προσηγορίαν. ἐπιφέρει γοῦν·