In Hippocratis De victu acutorum

Galen

Galen, In Hippocratis De victu acutorum

Καὶ σπόγγοισι χρέεσθαι ἀντὶ στλεγγίδος.

Οὐδὲ οἱ νῦν ἰατροὶ χρῶνται στελεγγίσιν ἐπὶ τῶν ἀσθενούντων, οὐ μὴν οὐδὲ σπόγγῳ, ἀλλ᾿ ἐνειλίττουσιν αὐτοὺς μετὰ τὸ λουτρὸν εἰς ὀθόνην· οἱ δὲ εἰς ἱμάτια καὶ μάλιστά

714
γε τὰ ἄγναπτα, περιστέλλουσι πανταχόθεν, ὡς ἱδρῶσι πλεῖστον. ἔστι δ᾿ οὐκ ἀεὶ χρεία τοῦ πλεῖστον ἱδροῦν μετὰ τὸ λουτρὸν τὸν κάμνοντα· πολλάκις γὰρ οὐ τοῦ κενῶσαι τὸ σῶμα χάριν ἐπὶ τὸ λουτρὸν τὸν κάμνοντα ἄγομεν, ἀλλὰ τοὐναντίον ἅπαν ὑγρᾶναί τε καὶ τέγξαι διόλου, κατεξηρασμένον ἀμετρότερον. ἐπὶ τῶν τοιούτων οὖν οὔτ᾿ ἔνδον κατὰ τὸ βαλανεῖον ἱδρῶτας ἀναμένειν χρὴ πολλοὺς, ἀλλ᾿ ὅτι τάχιστα τῷ κατὰ τὴν πύελον ἐμβαλεῖν ὕδατι καὶ μετὰ ταῦτα ἐξελθόντας ἐκ τοῦ λουτροῦ διὰ ταχέων ἐκμάττειν.

Καὶ μὴ ἄγαν ξηρὸν χρίεσθαι τὸ σῶμα.

Καὶ οὗτος ὁ λόγος εἴρηται μὲν ἐφεξῆς τῷ καὶ σπόγγοισι χρῆσθαι ἀντὶ στλεγγίδος· οἰκειότερον δ᾿ ἄν τις ἀκούσειεν αὐτοῦ περὶ τῆς ἐν τῷ λουτρῷ χρίσεως τοῦ λίπους, ἵνα μὴ δόξῃ τι παραλελοιπέναι τῶν ἀναγκαίων ῥηθῆναι. μετὰ γὰρ τὸ λουτρὸν ἀποσπογγίσας τὸ ὕδωρ ὁ Ἱπποκράτης

715
ἄδηλον μὲν εἰ καὶ ἔχρισέ πω, πρόδηλον δὲ καὶ καθύγρου τοῦ σώματος ὄντος ἀλείφειν τὸν κάμνοντα, πλὴν εἰ τοῦτό τίς φησιν, ὅτι πάλιν ἀπομάττει τοῦτ᾿ αὐτὸ τὸ μετὰ τοῦ ὕδατος ἔλαιον. ἔστι μὲν οὖν χρήσιμον ἐσκέφθαι καὶ περὶ τῆς κατὰ τὸ λουτρὸν χρήσεως τοῦ λίπους· ἀναγκαιότερον δὲ τὸ περὶ τοῦ κατὰ τὸ λουτρὸν, εἴθ᾿ ἱδρώσαντι τῷ λουομένῳ περιχεῖν προσήκει τὸ ἔλαιον, εἴτε καὶ πρὶν ἱδρῶσαι, ξηρῷ παραχρῆμα μετὰ τὸ ἀποδύσασθαι, ἢ τούτων μὲν οὐδέτερον, ὅταν δ᾿ ἄρξηται νοτίζεσθαι. καὶ ὅστις μέμνηται τῶν εἰρημένων περὶ δυνάμεως ἐλαίου κατὰ τὴν τῶν ἁπλῶν φαρμάκων πραγματείαν, οἶδεν ἀκριβῶς αὐτὸς, ἄριστον εἶναι τὸν εἰρημένον τρίτον καιρὸν ἐλαίου χρήσεως ἐπὶ τῶν λουομένων· οἶδε δὲ καὶ ὅτι προτεθερμασμένον χρὴ προσφέρεσθαι τῷ τοῦ λουομένου σώματι· καὶ γὰρ μαλάττει τοῦτο καὶ ἀραιοῖ τὸ σῶμα, τοῦ ψυχροῦ κατὰ τὴν θίξιν οὐ μόνον οὐδέτερον τούτων ἐργάζεσθαι πεφυκότος, ἀλλὰ καὶ φρικώδεις τοὺς λουομένους ἀποτελοῦντος.

716
Κεφαλὴν μέντοι ἀνεξηράνθαι χρὴ ὡς οἷόν τε μάλιστα ὑπὸ σπόγγου ἐκμασσομένην.

Τὸ μὲν ἐπὶ τῷ λουτρῷ τὴν κεφαλὴν ἀκριβῶς ἐκμάττειν, ὡς μηδὲ τοὐλάχιστον ὑπολείποιτο τῆς ὑγρότητος, εὔ- δηλόν ἐστι· τὸ γὰρ ὑπολειπόμενον ἅπαν ψύχειν εἴωθεν· οὐ μὴν ὑπὸ σπόγγου τοῦτο ποιεῖν ἔτι δυνατὸν, ὅτι μὴ κατ᾿ ἀρχὰς εὐθέως μετὰ τὸ χρήσασθαι τῷ μετακεράσματι. βέλτιον δὲ τούτου τὸ δι᾿ ὀθόνης ἐκμάττειν τῆς κεφαλῆς τὸ ὕδωρ.

Καὶ μὴ διαψύχεσθαι τὴν κεφαλὴν, μήτε τ᾿ ἄκρεα μήτε τὸ ἄλλο σῶμα.

Τοῦτό μοι δοκεῖ μικρὸν ἢ καθ᾿ ἑαυτὸν εἰρηκέναι· πρόδηλον οὖν ἅπασιν ὡς οὐδὲν δεῖ μέρος ἐπὶ πολὺ γυμνοῦσθαι,

717
καθ᾿ ὃν καιρὸν ἐκμάττουσι τῶν λουομένων τὸ μετὰ τὸ λουτρὸν ὕδωρ· ἴσασι γὰρ ἅπαντες ὅτι ταχέως ψύχεται τὰ οὕτω γυμνούμενα.

Καὶ μήτε νεοῤῥόφητον μήτε νεόποτον λουέσθαι.

Οὐ μόνον ἐπὶ τῶν νοσούντων, ἀλλὰ καὶ τῶν ὑγιαινόντων, οὐ χρὴ μετὰ τὸ προσενέγκασθαι τροφὴν ἢ πόμα παραχρῆμα λούεσθαι. τῶν μὲν γὰρ πεπωκότων ἡ κεφαλὴ πληροῦται, τῶν δ᾿ ἐδηδοκότων οὐκ αὐτὴ μόνη, ἀλλὰ καὶ τὸ πᾶν σῶμα τὴν τροφὴν ἕλκον εἰς ἑαυτὸ, πρὶν πεφθῆναι.

Μήτε ῥοφεῖν μήτε πίνειν ταχὺ μετὰ τὸ λουτρόν.

Ἄμεινόν ἐστι καταστάσης τῆς ἐκ τοῦ λουτροῦ ταραχῆς

718
ἐσθίειν καὶ πίνειν, ὥσπερ καὶ τῆς μετὰ τὰ γυμνάσια. τὸ γὰρ εὐθέως προσφέρεσθαι σιτία καὶ πόματα τήν τε κεφαλὴν πληροῖ καὶ τὸ καταποθὲν ἐνίοτε ἐπιπολάζειν ποιεῖ.

Μέγα μὲν δὴ μέρος χρὴ νέμειν τῷ κάμνοντι, ἢν ὑγιαίνων εἴη φιλόλουτρος καὶ ἄγαν εἰθισμένος λούεσθαι. καὶ γὰρ ποθέουσι μᾶλλον οἱ τοιοίδε καὶ ὠφελέονται λουσάμενοι καὶ βλάπτονται μὴ λουσάμενοι.

Ταῦτα δι᾿ ὅλου σχεδόν τι τοῦ δευτέρου τῶνδε τῶν ὑπομνημάτων ἐδείχθη, τὰς λέξεις ἡμῶν ἐξηγουμένων, ἐν αἷς ἐπὶ πλεῖστον αὐτὸς ἐδήλωσε τὴν δύναμιν τῶν ἐθῶν.

Ἁρμόζει δὲ ἐν περιπλευμονίῃσι μᾶλλον ἢ ἐν καύσοισι τὸ ἐπίπαν. καὶ γὰρ ὀδύνης τῆς κατὰ πλευρὴν καὶ στῆθος
719
καὶ μετάφρενον παρηγορικόν ἐστι τὸ λουτρὸν καὶ πτυέλου πεπαντικὸν καὶ ἀναγωγὸν καὶ εὔπνοον καὶ ἄκοπον (μαλθακτικὸν γὰρ καὶ ἄρθρων καὶ τοῦ ἐπιπολαίου δέρματος) καὶ οὐρητικὸν δὲ καὶ καρηβαρίην λύει καὶ ῥῖνας ὑγραίνει. ἀγαθὰ μὲν οὖν λουτρῷ τοσαῦτα πάρεστι, ὧν πάντων δεῖ· ἢν μέντοι τῆς παρασκευῆς ἔνδειά τις ᾖ ἑνὸς ἢ πλειόνων, κίνδυνος μὴ λυσιτελέειν τὸ λουτρὸν, ἀλλὰ μᾶλλον βλάπτειν· ἓν γὰρ ἕκαστον αὐτέων μεγάλην φέρει τὴν βλάβην, μὴ παρασκευασθὲν ὑπὸ τῶν ὑπουργῶν ὡς δεῖ.

Διὰ τί μᾶλλον περιπνευμονίας ἢ καύσους ὠφελεῖ τὸ λουτρὸν αὐτὸς ἐδήλωσεν εἰπών· καὶ γὰρ ὀδύνης τῆς κατὰ πλευρὰν καὶ στῆθος καὶ μετάφρενον παρηγορικόν ἐστι τὸ λουτρὸν καὶ πτυέλου ἀναγωγὸν καὶ πεπαντικὸν καὶ εὔπνοον· διὰ ταῦτα γὰρ πάντα περιπνευμονικοῖς ἐστιν ὠφελιμώτατον· θεραπεύονται γοῦν ἀναπτύοντες τὰ κατὰ πνεύμονα περιεχόμενα πτύελα. πλευριτικοὶ δὲ καὶ τῷ παρηγορεῖσθαι τὰς

720
ὀδύνας ὀνίνανται μεγάλως· διὸ καὶ δυοῖν θάτερον ἢ οὕτω γραπτέον ἐστὶν, ἁρμόζει δὲ περιπνευμονίῃσι καὶ πλευρίτισι μᾶλλον ἢ ἐν καύσοισιν· ἢ προσυπακούειν χρὴ τῇ περιπνευμονίῃ τὴν πλευρῖτιν, αὕτη γὰρ ὀδύνην ἔχει κατὰ τὴν πλευρὰν, οὐχ ἡ περιπνευμονία φέρει. μᾶλλον δ᾿ ἁρμόττειν μὲν περιπνευμονίαις ἢ καύσοις εἰπὼν τὸ λουτρὸν ἐδήλωσεν ὅτι καὶ τῶν καυσουμένων ἐνίους ὠφελεῖ· διορισμοῦ δὲ χρεία δηλονότι πρὸς τὴν λέξιν ταύτην, ὃν οὔπω δυνάμεθα ποιήσασθαι, διὰ τὸ μηδὲν εἰρῆσθαι περὶ τοῦ καιροῦ, καθ᾿ ὃν δὴ κελεύει λούειν τοὺς κάμνοντας. τίνας οὖν οὔθ᾿ ὅλως ἀξιοῖ λούειν, πρότερον ἀκούσαντες αὐτοῦ κατὰ τὴν ἑξῆς ῥῆσιν ἐρεῖν μέλλοντος, οὕτως ἀφιξόμεθα πρὸς τὸν περὶ τοῦ λουτροῦ καιρόν.

Ἥκιστα δὲ λούειν καιρὸς τούτοισιν, οἷσιν ἡ κοιλίη ὑγροτέρη τοῦ καιροῦ ἐν τῇσι νούσοισιν· ἀτὰρ οὐδὲ οἶσιν ἑστήκει μᾶλλον τοῦ καιροῦ καὶ μὴ προεληλύθει. ἀλλ᾿ οὐδὲ τοὺς
721
γεγυωμένους χρὴ λούειν, οὔτε δὴ τοὺς ἀσώδεας ἢ ἐμετικοὺς, οὔτε τοὺς ἐπανερευγομένους χολῶδες, οὔτε τοὺς αἱμοῤῥαγέοντας ἐκ ῥινῶν, εἰ μὴ ἔλασσον τοῦ καιροῦ ῥέοι, ( τοὺς δὲ καιροὺς οἶδας ) ἢν δὲ ἔλασσον τοῦ καιροῦ ῥέοι, λούειν, ἤν τε ὅλον τὸ σῶμα πρὸς τὰ ἄλλα ἀρήγῃ, ἤν τε τὴν |κεφαλὴν μούνην. ἢν οὖν αἱ παρασκευαὶ ἐπιτήδειοι καὶ ὁ κάμνων μέλλει εὖ δέξασθαι τὸ λουτρὸν, λούειν χρὴ ἑκάστης ἡμέρης.

Οἶς μὲν ὑπέρχεται τὰ κατὰ τὴν γαστέρα πλείονα, τὸ βαλανεῖον ἵστησιν, ἀντισπῶν αὐτὰ πρὸς ὅλον τὸ σῶμα καὶ ταύτῃ βλάπτεται· τοῖς δὲ μηδ᾿ ὅλως διακεχωρηκόσιν ὅτι προεκκενῶσαι βέλτιόν ἐστι τὴν παλαιὰν κόπρον οὐδεὶς ἀγνοεῖ, καθάπερ οὐδ᾿ ὅτι τοὺς γεγυωμένους, τουτέστι τοὺς καταλελυμένους τὴν δύναμιν, ἐπικαταλύει τὸ βαλανεῖον. ἀλλὰ καὶ τοὺς ἀσώδεις φησὶ καὶ ἐμετικοὺς οὐ λούειν· καὶ γὰρ τούτους ἐξαίφνης καταλυθῆναι φόβος, ὥστε τὴν καλουμένην ἀκολουθῆσαι στομαχικὴν συγκοπήν. ἐγγὺς δ᾿ αὐτοῖς εἰσι

722
καὶ οἱ ἐκκεχολωμένοι τὸ στόμα τῆς κοιλίας, οὓς διὰ τοῦ γνωρίσματος ἐδήλωσεν εἰπών· οὐδὲ τοὺς ἐπανερευγομένους χολῶδες. ὡσαύτως οὐδὲ τοὺς αἱμοῤῥαγοῦντας ἐκ ῥινῶν αὐτάρκως προσήκει λούειν. εὔλογον γὰρ οὖν, ἐὰν ἐλλιπέστερον αἱμοῤῥαγῶσιν, λούειν αὐτούς· οὗτοι δέ εἰσι καὶ οἱ λαύρου τοῦ λουτροῦ δεόμενοι, κινήσεως σφοδροτέρας ἕνεκα τοῦ κατὰ τὴν κεφαλὴν αἵματος· ὡσαύτως δὲ λούσομεν εἰ χρῄζοντες αἱμοῤῥαγίας μηδ᾿ ὅλως αἱμοῤῥαγοῖεν. ἐκ δὲ τοῦ προσθεῖναι, ἤν τε ὅλον τὸ σῶμα πρὸς τὰ ἄλλα ἀρήγῃ, ἤν τε τὴν κεφαλὴν μοῦνον, ἔτι σαφέστερον ἐδήλωσεν ὡς πολλάκις ἐν οἴκῳ τεθερμασμένῳ καθίζων τὸν κάμνοντα χωρὶς τοῦ πυέλου καταντλεῖ τὴν κεφαλὴν μόνην χωρὶς τοῦ λοιποῦ σώματος ὕδατι θερμῷ.

Τοὺς δὲ φιλολουτρέοντας οὐδ᾿ εἰ καὶ δὶς τῆς ἡμέρας λούσῃς, οὐδὲν ἂν ἁμάρτοις.

Καὶ ταύτην τὴν ῥῆσιν ὁ δοὺς ἰατρὸς

723
Βίκτωρι τῷ Ῥώμης ὑπάρχῳ τὸ περὶ τῆς καθ᾿ Ἱπποκράτην διαίτης καὶ ἄλλας τινὰς ἐξ ἡμισείας ἐνέγραψε τῷ βιβλίῳ, καθάπερ κᾀκείνην ἐν ᾗ φησιν ὅτι οὐχ ὑστερητέαι αἱ πρῶται ἡμέραι τοῦ ῥοφήματος· ἔτι δὲ πρὸς αὐτῇ καὶ τοῖσι μέν γε εἰθισμένοισι δὶς σιτεῖσθαι τῆς ἡμέρης δὶς δοτέον. ἀλλὰ τούτων μὲν τῶν δύο ῥήσεων ἑκατέρας ἀφεῖλε τὸ ἥμισυ μέρος, τῆς δὲ νῦν προκειμένης ἀφεῖλε μὲν οὐδὲν, οὐ προσέθηκε δὲ τὸν καιρόν. ἐν ᾧ τοὺς φιλολουτροῦντας ἐπιλέγει τοὺς ἐν τῷ τῆς ὑγείας χρόνῳ χαίροντας τῷ λούεσθαι καὶ διὰ τοῦτο πολλάκις λουομένους· οὗτοι γὰρ εἰς τὸ λούσασθαι προσλαμβάνουσι τὸν ἐκ τοῦ ἔθους σκοπόν. ἐφεξῆς γοῦν ἀκούσωμεν αὐτοῦ τὸν καιρὸν, ἐν ᾧ κελεύει λούεσθαι τοὺς κάμνοντας.

Χρέεσθαι δὲ λουτροῖσι τοῖσιν ὅλῃσι πτισάνῃσι χρεομένοισι παρὰ πολὺ μᾶλλον ἐνδέχεται ἢ τοῖσι χυλῷ μούνῳ χρεομένοισι· ἐνδέχεται δὲ καὶ τούτοισιν ἐνίοτε, ἥκιστα δὲ καὶ τοῖσι ποτῷ μούνῳ χρεομένοισιν.
724

Ἐν τούτῳ τῷ λόγῳ τὸν καιρὸν ἐδήλωσεν, ἐν ᾧ προσήκει λούεσθαι καὶ εἴπερ ἐν ἀρχῇ προείρητο, πολλὰ ἂν οὕτω τῶν μεταξὺ λεγομένων οὐκ ἦν ἀσαφῆ. πτισάνας γὰρ ὅλας δίδωσι τοῖς ἐπιεικῶς ἔχουσιν, ὅσοι δ᾿ αὐτῶν φαυλότερον διάγουσι, χυλὸν μόνον· ὅσοι δὲ καὶ τούτων ἔτι σφαλερώτερον ἢ ὀξύτερον νοσοῦσι, μόνα τὰ ποτά. καὶ ὅτι δὲ τὸν λόγον ἐπὶ τῶν κατὰ θώρακα καὶ πνεύμονα παθῶν ἐν ὅλῳ τῷ συγγράμματι πεποίηται, τὰ πλεῖστα τῶν καθόλου διδάσκων ὡς ἐπὶ παραδειγμάτων, ἐν τοῖσδε τοῖς μέρεσι τῶν νοσημάτων καὶ μάλιστα τῆς πλευρίτιδος, ἐπιδέδεικται πολλάκις· ἐδείχθη δὲ ὅτι καὶ πεφθέντων τῶν παθῶν χρῆσθαι κελεύει τῇ πτισάνῃ. τότ᾿ οὖν καὶ τὸ λουτρὸν ἀκινδύνως προσάγεται, μάλιστα συντελοῦν εἰς τὴν ἐκκάθαρσιν τῶν περιεχομένων πτυέλων ἐν θώρακι καὶ πνεύμονι. τοῖς οὖν οὕτως ἔχουσιν, ὅταν καὶ ἡ ἀπὸ ἔθους ἔνδειξις προσέλθῃ, διπλασιάσαι τὸ λουτρὸν οὐδὲν κωλύει· τοῖς μέντοι ποτῷ μόνῳ χρωμένοις ἥκιστά φησιν ἁρμόττειν τὸ λουτρὸν, ὅπερ σημαίνει

725
τὸ ἐλάχιστον καὶ οὐχ ὡς ἔνιοί φασι τὸ οὐδαμῶς· ἐπιφέρων γοῦν ἐρεῖ·

Ἔστι δ᾿ οἷσι καὶ τουτέων μὲν ἐνδέχεται· τεκμαίρεσθαι δὲ χρὴ τοῖσι προγεγραμμένοισι, οὕς τε μέλλει λουτρὸν ὠφελέειν ἐν ἑκάστοισι τῶν τρόπων τῆς διαίτης οὕς τε μή. οἷσι μὲν γὰρ προσδέεταί τινος κάρτα τουτέων, ὁκόσα λουτρὸν ἀγαθὸν ποιέει, οὐ λούειν, καὶ ὅσα ἂν λουτρῷ ὠφελέηται· οἷσι δὲ τούτων μηδενὸς προσδεῖ καὶ πρόσεστιν αὐτέοισι τῶν σημείων ἐφ᾿ οἷσι λούεσθαι ξυμφέρει, δεῖ λούειν.

Οὐ προσέθηκε δὲ τὸ πότε τούτους ἐνδέχεται χρῆσθαι λουτρῷ· λεκτέον οὖν ἡμῖν ἐστιν ἑπομένοις αὐτοῦ τῇ ὅλῃ διανοίᾳ. ποτοῖς μόνοις διαιτᾷ ὁ Ἱπποκράτης τοὺς ὀξέως νοσοῦντας, ὅταν ἐλπίζῃ τὴν δύναμιν αὐτῶν ἐξαρκέσαι εἰς τὴν τοῦ νοσήματος ἀκμὴν, ἥτις ἐνίοτε ἅμα τῇ πέψει γίνεται,

726
καθάπερ ἐπὶ τῶν κατὰ θώρακα καὶ πνεύμονα· πεφθέντων γὰρ τῶν ἐργαζομένων τὰ πάθη χυμῶν εὐθέως ἀναπτύσουσιν· ἂν δὲ ἄρξωνται μόνον πτύειν οἶα δεῖ, κατ᾿ οὐδέτερον ἔτι τῶν τρόπων ἡ νόσος αὐξηθήσεται, οὔτε κατὰ τὴν διάθεσιν οὔτε κατὰ τὰ συμπτώματα. πολλάκις γὰρ ἡ μὲν διάθεσις αὐτὴ καθ᾿ ἣν νοσοῦσιν ἐπιεικεστέρα γίγνεται, τὰ δὲ συμπτώματα αὐξάνεται, καθάπερ ἐπὶ τῶν φλεγμαινόντων μορίων, ὡς αὐτὸς εἶπε, περὶ τὰς γενέσιας τοῦ πύου τοὺς πόνους καὶ τοὺς πυρετοὺς συμπίπτειν μᾶλλον ἢ γενομένου. πολλάκις δ᾿ ἀλλήλοις συναυξάνεται καὶ συμμειοῦται τά τε τῶν συμπτωμάτων μεγέθη καὶ τὸ τῆς διαθέσεως, καὶ γίγνεταί γε τοῦτο κατ᾿ ἐκείνας τὰς φλεγμονὰς, ἐν αἷς ἐκροὴν ἔχει τὸ γεννώμενον πῦον, ὡς ἐπὶ τραυμάτων τέ τινων εἴωθε γίνεσθαι καὶ κατὰ τὰς περιπνευμονίας τε καὶ πλευρίτιδας. ἐνδέχεται οὖν ἐν τούτοις τοῖς νοσήμασιν ἔτι διαιτωμένους τοὺς κάμνοντας ἐπὶ ποτοῖς μόνοις οὐκ ἀνωφελῶς χρῆσθαι τοῖς λουτροῖς, ἐπειδὴ καὶ τῆς ὀδύνης αὐτῶν ἔφη παρηγορικὸν εἶναι τὸ λουτρὸν καὶ πτυέλου πεπαντικόν. ἀλλὰ δηλονότι προκενώσαντα τοῦτο χρὴ ποιεῖν, εἰδότας
727
ἐν τῷ καθόλου περὶ λουτρῶν δυνάμεων, ὡς ἐὰν μὴ προκεκενωμένῳ τῷ σώματι προσάγηται, ῥευματίζει τὰ πεπονθότα· κεκενωμένῳ δὲ προσφερόμενον τῇ πέψει συνεργεῖ, δύναμιν ἔχον προσκενοῦν προκεκενωμένου τοῦ ὅλου σώματος. διὸ καὶ τῶν καυσωδῶς νοσούντων ἐκείνοις ἁρμόσει μόνοις, ὅσοι χωρὶς ὄγκου φλεγμονώδους ἢ ἐρυσιπελατώδους νοσοῦσι, ζεούσης αὐτοῖς τῆς ἐν ὅλῳ τῷ σώματι χολῆς· ἐὰν δὲ καὶ πέψεως ἔχωσι γνωρίσματα, πολλῷ μᾶλλον αὐτοῖς ἁρμόσει. γιγνομένου δὲ καυσώδους πυρετοῦ καὶ δι᾿ ἁλικὸν φλέγμα σηπόμενον, ἰστέον ἐπ᾿ ἐκείνων ἐναντιώτατον ὑπάρχειν τὸ βαλανεῖον. οὔτε γὰρ διαφορεῖται κατὰ τὸ δέρμα, καθάπερ ὁ πικρόχολος χυμὸς, οὕτω καὶ ὁ φλεγματικὸς διὰ τὸ παχύς τε καὶ γλίσχρος ὑπάρχειν, οὔτε σβέννυται, πολυχρονίου πέψεως δεόμενος.

Μέμνημαι κατὰ τὴν ἀρχὴν τῆς ἐξηγήσεως τοῦ βιβλίου τούτου πρὸς τοὺς Κνιδίους ἰατροὺς εἰπόντος Ἱπποκράτους· ὁκόσα δὲ προκαταμαθεῖν δεῖ τὸν ἰατρὸν μὴ λέγοντος τοῦ

728
κάμνοντος, τούτων τὰ πολλὰ παρεῖται. ταῦτα οἱ μὲν δογματικὸν εἶναι νομίζοντες τὸν Ἱπποκράτην τοὺς πεπονθότας τόπους ἔφασαν εἶναι καὶ τὰς διαθέσεις αὐτῶν καὶ τὰς αἰτίας, οἱ δ᾿ ἐμπειρικὸν, ὥρας τε καὶ χώρας καὶ ἡλικίας ἔθη τε καὶ καταστάσεις τοῦ περιέχοντος ἡμᾶς ἀέρος. ἐγὼ δὲ καὶ ταῦτα μὲν ἅπαντα χρήσιμα τοῖς ἰατροῖς οἶδα, τά θ᾿ ὑπὸ τῶν δογματικῶν εἰρημένα καὶ τῶν ἐμπειρικῶν· ἀλλὰ κατά γε τὸ βιβλίον τοῦτο σκοποὺς εἰπὼν ὁ Ἱπποκράτης πολλοὺς, πρὸς οὓς ἀποβλέπων τις εὑρήσει τὰ διατήματα, τῶν εἰρημένων οὐδενὸς ἐμνημόνευσεν, ὅτι μὴ τῶν ἐθῶν· ἄλλα δέ τινα προὐχειρίσατο περὶ ὦν ἀναμνήσεως ἔδει, καὶ διὰ ταῦτα τὸν λόγον ἀνεβαλλόμην, ἵνα διὰ συντόμων ἑρμηνεύων ὅμως ἔχω παρακολουθοῦντας τῷ λόγῳ τοὺς ἀνεγνωκότας ὅλον τὸ βιβλίον. εἶς μὲν δὴ καὶ πρῶτος αὐτῷ σκοπὸς, ὡς ἐπὶ παραδείγματος τοῦ νοσήματος τῆς πλευρίτιδος, οὗτος εἴρηται κατὰ λέξιν· ἢν μὲν ξηρότερον ᾖ τὸ νόσημα ἢ ὡς ἄν τις οἴοιτο, οὐ χρὴ ἐπὶ πλέον διδόναι, ἀλλὰ προπίνειν
729
πρὸ τοῦ ῥοφήματος ἢ μελίκρητον ἢ οἶνον ἢ ὁκότερον ἁρμόζει. καὶ μετὰ τοῦτο πάλιν ἐφεξῆς τάδε λέγει· ἢν δὲ ὑγραίνηται τὸ στόμα καὶ τὰ ἀπὸ τοῦ πνεύμονος εἴη ὁκοῖα δεῖ, χρὴ ἐς πλῆθος ἐπιδιδόναι τοῦ ῥοφήματος, ὡς ἐν κεφαλαίῳ εἰρῆσθαι. ταῦτα μὲν οὖν καὶ τὰ τούτοις ἐφεξῆς οὐ διώρισται παρὰ τοῖς Κνιδίοις ἰατροῖς. ἀλλὰ καὶ μετὰ ταῦτα τῇ πέψει τοῦ νοσήματός φησι χρῆναι προσέχειν καὶ ὁ σκοπὸς οὗτος αὐτῷ σχεδόν ἐστι τοῦ τε παντὸς εἴδους τῆς διαίτης, ὅσαι τε κατὰ μέρος ἐν αὐτῷ γίνονται μεταβολαί. ἀλλὰ καὶ τούτων ἐφεξῆς ἄλλους διορισμοὺς τοιούτους λέγει· ὅσοισι γὰρ σῖτος ἐγκατακέκλεισται, ἢν μή τις ὑποκενώσας τὸ ῥόφημα δοίη, τὴν ὀδύνην ἐνοῦσαν παροξύνειεν ἂν καὶ μὴ ἐνοῦσαν εὐθέως ποιήσειεν. καὶ πάλιν ἐφεξῆς· τοῦτο δ᾿ ἢν ἔτι τῆς ὀδύνης τοῦ πλευροῦ συνεχέος ἐούσης καὶ πρὸς τὰ θερμάσματα μὴ χαλώσης καὶ τοῦ πτυέλου μὴ ἀπιόντος, ἀλλὰ καταγλιχρομένου ἀσαπέως, ἢν μὴ λύσῃ τις τὴν ὀδύνην ἢ τὴν κοιλίην μαλθάξας ἢ φλέβα τεμὼν. ὁκότερον ἂν τούτων σημαίνῃ, τὰς δὲ πτισάνας ἢν οὕτως ἔχουσι
730
διδῷς, ταχέως οἱ θάνατοι τῶν τοιουτέων γίγνονται. μετὰ ταῦτά γε πάλιν διοριζόμενός φησιν· ἢν μὲν νεοβρῶτι αὐτῷ ἐόντι καὶ κοιλίης μήπω ὑποκεχωρηκυίης ἄρξηται ὁ πυρετὸς, ἤν τε σὺν ὀδύνῃ ἥν τε ἄνευ ὀδύνης, ἐπισχεῖν τὴν δόσιν τοῦ ῥοφήματος, ἔστ᾿ ἂν οἴηται κεχωρηκέναι ἐπὶ τὸ κάτω μέρος τοῦ ἐντέρου τὸ σιτίον. καὶ πάλιν ἐφεξῆς· εἰ δὲ μὴ ὑπεληλύθει ὁ παλαιότερος νεοβρώτῳ ἐόντι, εἰ μὲν ἰσχύει τε καὶ ἀκμάζει τὴν ἡλικίαν, κλύσαι· ἢν δὲ ἀσθενέστερος ᾖ, βαλάνῳ προσχρῆσθαι, ἢν μὴ αὐτόματα διεξίῃ καλῶς. ἐνταῦθα οὖν προσέθηκε καὶ τὸν ἀπὸ τῆς δυνάμεως σκοπὸν ὥσπερ κᾀν τοῖς ἐφεξῆς πολλάκις, ἅμα καὶ τοῦτο κελεύων ἐπισκοπεῖσθαι, τίς αἰτία καὶ διάθεσίς ἐστιν ἡ καταβάλλουσα τὴν δύναμιν· ἔνθα καὶ προσέθηκεν ὡς ἀγνοοῦνται ταῦτα τοῖς ἰατροῖς. καὶ μέντοι καὶ ὅτι τοῖς μὲν ὑποχόνδριον τὴν ὀδύνην περαιουμένην ἔχουσιν ἡ κάθαρσις ἡ διὰ τῶν τοιῶνδε φαρμάκων ὠφέλιμός ἐστι, τοῖς δὲ πρὸς βραχίονα καὶ στῆθος ἀνατεινομένην αὐτὴν μετὰ βάρους ἔχουσι φλεβοτομία. ταῦτά τε οὖν καὶ ἄλλα τοιαῦτα καὶ ἔτι τὰ περὶ τῶν ἐθῶν
731
προειρημένα παραλέλειπται παντάπασιν ὑπὸ τῶν Κνιδίων ἰατρῶν καὶ πολὺ μᾶλλον τούτων αἱ φύσεις καὶ αἱ κράσεις τῶν σωμάτων, ὧν πολλάκις ἐμνημόνευσεν ἐν τῷ βιβλίῳ, τοὺς μὲν πικροχόλους ὀνομάζων, τοὺς δὲ μελαγχολικούς. ἐχόμενος δὲ τῶν σκοπῶν τούτων καὶ περὶ τῆς τῶν ὑγιαινόντων ἐν τῇ διαίτῃ μεταβολῆς ἐδίδαξεν, ὅπως ἐπανορθωτέον ἐστὶ καὶ περὶ τῆς τῶν καμνόντων. ἔν τε τῷ περὶ οἴνου καὶ μελικράτου καὶ ὀξυμέλιτος καὶ ὕδατος λόγῳ τῶν αὐτῶν τούτων ἐμνημόνευσε σκοπῶν. ἐμνημόνευσε δὲ καὶ περὶ τῆς πέψεως τοῦ νοσήματος πολλάκις, οὐ μικρὸν σκοπὸν οὐδὲ τοῦτον ποιούμενος ὅλης τε τῆς διαίτης καὶ τῶν ἐν ταύτῃ μεταβολῶν· ὁμοίως δὲ καὶ περὶ ἀκμῆς νοσήματος εἶπέ τι καὶ πρὸς τοῦτον ἀποβλέπων, τρέφει οὐχ ὡς πρὸς τὸν φαυλότατον σκοπὸν ἐν διαίτῃ. πάντα ταῦτα καὶ ἄλλα τοιαῦτα παραλέλειπται τοῖς Κνιδίοις ἰατροῖς, ἃ χρὴ προσμανθάνειν τὸν ἰατρὸν, μὴ λέγοντος τοῦ κάμνοντος.

732

Προοίμιον. Ἐν τῷ περὶ διαίτης τὰ μετὰ τὸν περὶ λουτρῶν λόγον εἰρημένα προσηκόντως ὑπώπτευσαν οὐκ ὀλίγοι τῶν ἰατρῶν ὡς οὐχ Ἱπποκράτους ὄντα· καὶ γὰρ τῇ τῆς ἑρμηνείας δυνάμει καὶ τῇ τῶν θεωρημάτων ἀκριβείᾳ λείπεται πολὺ τῶν ἔμπροσθεν. οὐ μὴν οὐδ᾿ ἀλόγως ἐκινήθησαν οἱ νομίσαντες Ἱπποκράτους εἶναι καὶ ταῦτα· κατὰ γὰρ τὴν ἐκείνου προαίρεσιν ἡ διάνοια τῶν γεγραμμένων

733
ἐστὶν, ὡς ὑπονοῆσαι μαθητὴν αὐτοῦ τινα γεγραφέναι. πολλὰ δὲ ἐν αὐτοῖς καὶ τὴν λέξιν ἄμεμπτον ἔχει μετὰ τῆς διανοίας, ὡς ὑπονοῆσαι πάλιν ὑπ᾿ αὐτοῦ τοῦ Ἱπποκράτους αὐτὰ γεγράφθαι, παρασκευαζομένου συνθεῖναι βιβλίον, ὡς ὑπέσχετο κατὰ αὐτὸ τὸ περὶ διαίτης ὀξέων, ἐν ᾧ κατὰ μέρος ἑκάστου τῶν ὀξέων νοσημάτων τὴν θεραπείαν διδάξει. καὶ μὲν δὴ καὶ ἄλλας ἔστι ῥήσεις εὑρεῖν ἐν τῷ προκειμένῳ βιβλίῳ, φανερῶς οὐκ οὔσας ἀξίας Ἱπποκράτους, ὡς ὑπονοῆσαι παρεγγεγράφθαι τοῖς γνησίοις, ὥσπερ καὶ κατὰ τοὺς ἀφορισμοὺς ἐφάνησαν ἔνιοι τοιοῦτοι πρὸς τοῖς τελευταίοις μέρεσι τοῦ βιβλίου. τῷ γὰρ ἐν μνήμῃ πολλοῖς εἶναι τὰ πρῶτα τῶν συγγραμμάτων, οἱ παρεγγράφοντες εἰς τὰ τελευταῖα παρεγγράφουσι· τοῦτο γοῦν αὐτὸ καὶ κατὰ τὸ περὶ τῶν ἐν τῇ κεφαλῇ τρωμάτων ἐφάνη γεγονὸς, ἔτι δὲ κατὰ τὸ δεύτερον τῶν ἐπιδημιῶν. ὁμοίως δὲ καὶ κατὰ τὸ νῦν ἡμῖν προκείμενον βιβλίον ἔστιν εὑρεῖν παρεγκείμενα καὶ μᾶλλον ἔτι πρὸς τοῖς τελευταίοις. τεσσάρων οὖν ὡς εἴποι τις εἰδῶν ὄντων ἐν αὐτῷ, τοῦ μὲν ἀξίου καὶ
734
κατὰ τὴν λέξιν καὶ κατὰ τὴν διάνοιαν Ἱπποκράτους, τοῦ δὲ καθ᾿ ἕτερον μόνον, ἤτοι τὴν λέξιν ἢ τὴν διάνοιαν, ἐνίων δὲ κατ᾿ οὐδέτερον, σημανοῦμεν τοῦτ᾿ αὐτὸ καθ᾿ ἑκάστην τῶν προχειριζομένων εἰς τὴν ἐξήγησιν λέξεων.

Καῦσος δὲ γίνεται, ὁκόταν ἀναξηρανθέντα τὰ φλεβία ἐν θερινῇ ὥρῃ ἐπισπάσηται δριμέας καὶ χολώδεας ἰχῶρας ἐς ἑαυτά.

Θερινὴν ὥραν εἴρηκε τὴν θερμὴν καὶ ξηρὰν, ἄν τ᾿ ἐπὶ τῇ τελευτῇ τοῦ ἔαρος ἄν τε ἐν ἀρχῇ τοῦ θέρους ἤν τ᾿ ἐν τοῖς μέσοις ἢ τοῖς τελευταίοις ἄν τε κατὰ τὴν ἀρχὴν τοῦ φθινοπώρου ᾖ. δέδεικται δ᾿ ἐν τοῖς ὑπομνήμασι τῶν ἐπιδημιῶν ἡ τοῦ περιέχοντος ἀέρος κρᾶσις ἑαυτῇ συμμεταβάλλουσα τὴν τοῦ σώματος διάθεσιν, ἡ μὲν ξηρὰ πρὸς τὸ ξηρότερον, ἡ δ᾿ ὑγρὰ πρὸς τὸ ὑγρότερον· ἐπιδέδεικται δὲ καὶ ὅτι τὴν κατὰ

735
φύσιν κρᾶσιν σύμμετρος ὥρα φυλάττει, τῶν ἄλλων δηλονότι πάντων ὡσαύτως ἐχόντων, ὅσα κατὰ τὴν ὅλην δίαιταν οἱ ἄνθρωποι πράττουσιν. ἐπιδέδεικται δὲ καὶ ὅτι τῆς κατὰ φύσιν τε καὶ συμμέτρου καταστάσεως ἐξιστάμενον τὸ σῶμα, καθότι ἂν ἐξίστηταί τε καὶ μεταβέβληται, κατὰ τοῦτο καὶ τῆς οἰκείας ἐπικουρίας δεῖται, ξηραινόμενον μὲν ὑγραίνεσθαι, ὑγραινόμενον δὲ ξηραίνεσθαι, θερμαινόμενον δὲ ψύχεσθαι, ψυχόμενον δὲ θερμαίνεσθαι. ὅτε οὖν κατά τινα περίστασιν πραγμάτων, ὧν αὐτὸς ἐρεῖ παραδείγματα, συμβῇ τινα ξηρανθῆναι φλεβία καθ᾿ ὁτιοῦν μέρος τοῦ σώματος, ἐπισπᾶται ταῦτα τὰς ἐκ τῶν πλησιαζόντων μορίων ὑγρότητας. ἐὰν μὲν οὖν ὡς τῇ συστάσει φύσιν ὑγρὰν ἔχωσιν οὕτω καὶ τὴν δύναμιν ὑγραντικὴν αἱ εἰς τὰς ξηρανθείσας φλέβας ὑγρότητες ἐνεχθεῖσαι, τὴν κατὰ φύσιν εὐκρασίαν ἀναλαμβάνει τὸ μόριον· ἐὰν δὲ δριμεῖα μὲν ᾖ κατὰ τὴν ποιότητα, ξηραντικὴ δὲ κατὰ τὴν δύναμιν ἡ ὑγρότης, ἐκπυροῦται τὸ σῶμα, καθάπερ εἰ καὶ ἡμῶν τις αὐτῶν διψήσας ἐκπίῃ χανδὸν ἢ οἶνον τεθαλασσωμένον ἄκρατον ἢ
736
ὕδωρ ἁλμυρόν. ἐγὼ γοῦν οἶδα καὶ αὐτός ποτε ἐξ ὁδοιπορίας θερινῆς διψώδης γενόμενος, εἶτα πιὼν οἴνου παλαιοῦ κύλικα μίαν ἀκρατεστέρου βραχὺ, παραυξήσας μᾶλλον, οὐ παύσας ἐπ᾿ αὐτῇ τὸ δίψος. ὥσπερ οὖν ἡμεῖς καίτοι τὸν λογισμὸν ἔχοντες ἐπιστατοῦντα ταῖς ὀρέξεσιν ἐνίοτε μὲν ἀμελέστερον, ἐνίοτε δὲ προπετέστερον, ἔστι δ᾿ ὅτε τῷ μὴ παρεῖναι βέλτιον, ἠναγκάσθημεν ἐπί τι τῶν ἁλμυρῶν καὶ δριμέων ἀφικέσθαι ποτῶν, οὕτως καὶ ἡ ἐν ταῖς φλεψὶ δύναμις ἑλκτικὴ διὰ παντὸς ἐπισπᾶται τὴν ἐκ τῶν πλησιαζόντων ὑγρότητα, μὴ διακρίνουσα τὴν οὐσίαν αὐτῆς ὁποία τίς ἐστιν· οὐ γὰρ ἔχει λογισμὸν ὡς σκέψασθαί τι περὶ τοῦ βελτίονος, ἀλλ᾿ ὥσπερ τὰ παιδία καὶ τὰ βοσκήματα τὸ προστυχὸν ὑγρὸν αἱρεῖται διψῶντα, κατὰ τὸν αὐτὸν τρόπον κᾀκείνη. ἐὰν μὲν οὖν καθ᾿ ἕν τι μέρος τοῦ σώματος ἡ διάθεσις αὕτη γένηται, κατὰ τοῦτο μόνον ἐρυσιπελατῶδές τι πάθος ἔσται. αἱ δὲ καὶ καθ᾿ ὅλον τὸ σῶμα φλέβες ὑπερξηρανθεῖσαι τὰς ἐκ τῶν σαρκῶν ὑγρότητας εἰ ἐπισπάσωνται θερμὰς οὔσας, ἐν ὅλῳ τῷ σώματι γίγνεται καυσώδης
737
διάθεσις. ἀλλ᾿ ὅ γε καῦσος ἰδίως καλούμενος οὐ μόνον τῇ σφοδρότητι τῆς καθ᾿ ὅλον τὸ σῶμα γιγνομένης θερμασίας διαφέρει, ἀλλὰ καὶ τῷ δίψει· βίαιόν τε γάρ ἐστιν ἐν τούτῳ καὶ ἄπαυστον. ἐλλείπει τοίνυν τῇ προκειμένῃ ῥήσει περὶ τῆς τοῦ καύσου γενέσεως ὁ περὶ τῶν μορίων λόγος, ὃν ἡμεῖς ἀρτίως προσεθήκαμεν. ἐνίοτε μὲν γὰρ καθ᾿ ἓν ὁτιοῦν, ἐνίοτε δὲ καὶ καθ᾿ ὅλον τὸ σῶμα καῦσος γίγνεται· ἐπὶ μὲν τοῦ καθ᾿ ὅλον τὸ σῶμα γενομένου, ἐξ ἅπαντος δίψαν ἐργάζεται· ἐπὶ δὲ τῶν καθ᾿ ἕν τι μέρος, οὐκ ἐξ ἀνάγκης εἰ μὴ αὐτὸ τὸ μέρος τὴν δίψαν ἐργάζεται, πάντων μὲν πρῶτον καὶ μάλιστα τὸ στόμα τῆς γαστρὸς, ἐφεξῆς δὲ ἡ γαστὴρ καὶ μετὰ ταύτην ὁ στόμαχος, εἶτα πνεύμων, εἶτα νῆστις. ἆρ᾿ οὖν οὕτως μόνον γίγνεται καῦσος, ὡς εἶπεν, ὅταν ἐπισπάσηται τὰ φλεβία δριμεῖς καὶ χολώδεις ἰχῶρας ἐς ἑαυτά; ἢ καὶ τῆς σαρκὸς ταὐτὸ τοῦτο παθούσης ἔσται καῦσος, εἶτ᾿ οὖν καθ᾿ ἓν μόριον, εἴτε καθ᾿ ὅλον τὸ σῶμα συμβῇ παθεῖν αὐτήν; ἐδείχθη γὰρ καὶ αὕτη δύναμιν ἑλκτικὴν ἔχουσα τῶν ἐνδεόντων αὐτῇ. καὶ μέντοι καὶ καθ᾿ ἕτερον τρόπον ἐγχωρεῖ
738
γενέσθαι τὴν ὁμοίαν διάθεσιν· ἕτερον δὲ τρόπον λέγω, ὅταν πέμπηται πρός τι μόριον ἀσθενέστερον ἐκ τῶν ἰσχυροτέρων τὰ περιττώματα. δέδεικται γὰρ, ὥσπερ ἑλκτικὴ δύναμις ἐν ἑκάστῳ τῶν μορίων ἐστὶν, οὕτω καὶ ἀποκριτική· οὐκ ἀδύνατον οὖν ἐστιν ἐνίοτε μὲν ἐξ ἑνὸς μέρους, ἐνίοτε δὲ ἐκ πλειόνων δριμεῖς καὶ χολώδεις ἰχῶρας ἀποκριθέντας ἐπιχυθῆναι τῶν εἰρημένων μορίων, ὅ τί περ ἂν αὐτῶν ἀσθενέστερον ᾖ· ὅτι δὲ ἰχῶρας ὀνομάζει τὰς λεπτὰς ὑγρότητας, εὔδηλον.

Καὶ πυρετὸς πολὺς ἴσχει, τό τε σῶμα ὥσπερ ὑπ᾿ ὀστεοκόπου ἐχόμενον κοπιᾷ καὶ ἀλγέει.

Πυρετὸς μὲν οὖν πολὺς ἴσχει διὰ τὴν τῶν ἰχώρων φύσιν, οὓς δριμεῖς ἔφη καὶ χολώδεις· τοῖς τοιούτοις γὰρ οἱ σφοδρότατοι τῶν πυρετῶν ἐπιγίνονται, τουτέστιν οἱ πολλήν τε καὶ δριμυτάτην ἔχοντες τὴν θερμασίαν, ὥσπερ γε καὶ οἱ

739
τὴν ἐλάττονά τε καὶ ἧττον δριμεῖαν, τοῖς φλεγματώδεσιν ἑπόμενοι χυμοῖς. κοπιᾷ δὲ τὸ σῶμα σύμπαν διὰ τὴν δριμύτητα τῶν ἰχώρων τὸν ἑλκώδη κόπον· εἴρηται δὲ τελέως περὶ τῆς πάντων τῶν κόπων διαφορᾶς ἐν τοῖς ὑγιεινοῖς.

Γίγνεται δὲ ὡς ἐπὶ τὸ πολὺ καὶ ἐκ πορίης μακρῆς καὶ δίψεος μακροῦ, ὁκόταν ἀναξηρανθέντα τὰ φλεβία, δριμέα καὶ θερμὰ ῥεύματα ἐπισπάσηται πρὸς ἑαυτά.

Καὶ κατὰ τὴν ἀρχὴν εἴρητο καὶ νυνὶ δ᾿ αὖ τὸ ἀναξηρανθῆναι προσέθηκε, τὰς προκαταρκτικὰς καλουμένας αἰτίας δηλῶν, ὡς ἐν παραδείγματι· πᾶσαι μὲν γὰρ αἱ θερμαὶ καὶ ξηραὶ τοὺς καύσους ἐργάζεσθαι δύνανται. τινὰς γοῦν οἶδα διὰ πόσιν οἴνου τεθαλασσωμένου πλείονος ἁλόντας καύσῳ, καθάπερ ἄλλους διὰ ταρίχων καὶ ταριχηρῶν κρεῶν καὶ τινων ἄλλων ἁλικῶν ἐδωδὴν ἄμετρον. ἕτερος δέ τις ἐξ ὁδοιπορίας τε καὶ καύματος ἥκων ἐλούσατο μὲν πρῶτον, ἀφικόμενος δ᾿

740
οἴκαδε καὶ πιὼν οἴνου κατὰ τὴν κρᾶσιν ἔχοντος τὸ πλεῖον, ἤρξατο πυρέττειν αὐτίκα καυσώδη πυρετόν· καὶ ἄλλος δέ τις σφοδρῶς ὀργισθεὶς καὶ ἄλλος ἀγρυπνήσας.

Γίγνεται δὲ ἡ γλῶσσα τραχείη καὶ ξηρὴ καὶ μέλαινα κάρτα, καὶ τὰ περὶ τὴν νηδὺν δακνόμενος ἀλγέει, τά θ᾿ ὑποχωρήματα ἔξυγρα καὶ ὠχρὰ γίγνεται καὶ δίψαι σφοδραὶ ἔνεισι καὶ ἀγρυπνίαι, ἐνίοτε δὲ καὶ παραλλάξεις φρενῶν.

Τὰ παρακολουθοῦντα τοῖς καύσοις ἐν τῷδε τῷ λόγῳ διῆλθεν, ἃ δὴ καὶ συνεδρεύοντα καλοῦσιν· ἔστι δὲ ταῦτα γλῶσσα ξηρὰ καὶ τραχεῖα καὶ μέλαινα, δῆξίς τε ἐπὶ τῆς γαστρὸς, ὑποχωρήματα ὠχρὰ καὶ δίψαι σφοδραὶ καὶ ἀγρυπνία, ποτὲ δὲ καὶ παραφροσύνη. ἡ μὲν οὖν γλῶσσα ξηρὰ γίγνεται, διότι καὶ ἡ διάθεσις ὅλη τοῦ σώματος ξηρά ἐστι καὶ θερμὴ καὶ ὁ πυρετὸς αὐτὸς τοιοῦτος. ἡ δὲ δῆξις τῶν κατὰ τὴν γαστέρα διὰ τὴν τῶν εἰς αὐτὴν συῤῥεόντων ἰχώρων

741
δριμύτητα. τὰ δὲ διαχωρούμενα κατὰ τὸν πλεονάζοντα χυμόν· ἔξυγρα δὲ εἶπεν αὐτὰ, τὸ μηδὲ ὅλως πεπέφθαι δηλῶν, ἡ γάρτοι πέψις ἅπαντα συνάγει τε καὶ παχύνει. τὸ δὲ ἀγρυπνεῖν τοῖς οὕτω πάσχουσι συμβαίνει διὰ τὴν ξηρότητα· δέδεικται γὰρ ἡ μὲν ἄμετρος ὑγρότης τὰς καταφορὰς, τὰς δὲ ἀγρυπνίας ἡ πολλὴ ξηρότης ἐργαζομένη· προσέρχεται δὲ καὶ ἀπὸ τῶν ἄλλων συμπτωμάτων ταλαιπωρία, τῆς ἀγρυπνίας αἰτία γιγνομένη. παραφροσύνην δὲ ἐμάθομεν γίγνεσθαι διά τε χολὴν ἀναδραμοῦσαν ἐπὶ κεφαλὴν καὶ διὰ ξηρότητα καὶ θερμότητα κράσεως. ὅτι δὲ, ὅταν εἴπῃ τις ἁπλῶς χολὴν, ἡ πικρὰ δηλοῦται προείρηται, καὶ ὅτι γε τὴν αὐτὴν χολὴν ὠχράν τε καὶ ξανθὴν ὀνομάζουσιν. ὥσπερ οὖν οὐδὲν παραλέλειπται τῶν κατὰ τὸν χολώδη καῦσον, ὅτι γε μὴ καὶ κατὰ τὴν ἐπιῤῥοὴν τῶν ἰχώρων αὐτῶν, οὐ μόνον διὰ τὴν ὁλκὴν γίγνεσθαι· οὕτως ἀτάκτως γέγραπταί τινα. τῶν γάρτοι λελεγμένων ἔνια μέν ἐστι παθογνωμονικὰ συμπτώματα τῶν καύσων, ἔνια δὲ συνεδρεύοντα· τῶν γεννώντων δὲ αὐτοὺς τὰ μέν ἐστι προηγούμενα, τὰ δὲ προκατάρχοντά
742
γε καλούμενα ὑπὸ τῶν ἰατρῶν. πάντων γοῦν ὧν εἶπον προηγουμένων συμπτωμάτων ἔξεστί σοι τὸν κατάλογον ὡς ἂν ἐθέλοις ποιεῖσθαι· ἀλλ᾿ ὅ γε γράψας τὸ βιβλίον ἤρξατο μὲν ἀπὸ τῶν προηγουμένων (τὸ γὰρ ἀναξηρανθῆναι τὰ φλεβία προηγούμενον αἴτιόν ἐστιν), ἐφεξῆς δὲ δέον εἰπεῖν τὰ προκαταρκτικὰ, οἷον ὁδοιπορίαν μακρὰν καὶ δίψος, οὐ ταῦτ᾿ εἶπεν, ἀλλὰ τῶν παθογνωμονικῶν τι, τὸν πολὺν πυρετόν· ἐχρῆν δὲ ἐνταῦθα προσθεῖναι καὶ τὸ σφοδρὸν δίψος, ὃ μετὰ ταῦτα ἅμα τοῖς ἄλλοις εἶπε συμπτώμασι τοῖς συνεδρεύουσιν ὀνομαζομένοις, ὧν τὰ μὲν ἐνίοτε, τὰ δὲ ἀεὶ ὑπάρχει τοῖς καύσοις. τοῦτο δὲ καὶ αὐτὸς ἐδήλωσεν εἰπών· ἐνίοτε δὲ καὶ παραλλάξιες φρενῶν· τὸ γὰρ ἐνίοτε τῷ διὰ παντὸς ἀντίκειται. ἐγὼ δέ φημι καὶ τὸ τὰ περὶ τὴν νηδὺν δάκνεσθαι καὶ διαχωρεῖν χολώδη οὐ τῶν διὰ παντὸς συνόντων τοῖς καύσοις εἶναι, διὰ γὰρ τὸ μέγεθος τοῦ νοσήματος καὶ τὴν ἔσω ῥοπὴν τῶν δριμέων ἰχώρων ταῦτα συμβαίνει τοῖς κατὰ γαστέρα καὶ ἧπαρ ἔχουσι τὴν οἷον ἑστίαν τοῦ καύσου· τοῖς δὲ κατὰ πνεύμονα ταῦτα μὲν οὐ
743
πάνυ συμπίπτει, τὰ δὲ κατὰ τὰς γλώσσας εἰρημένα καὶ τὰς παραφροσύνας μᾶλλον. ἀλλὰ καὶ δυσπνοοῦσιν οὗτοι τὴν κατὰ τὸ πυκνὸν καὶ μέγα πνεῦμα δύσπνοιαν, ἐκφυσῶσί τε συνεχῶς ἀνοιγνύντες τὸ στόμα καὶ τῇ τοῦ πυρώδους πνεύματος ἀποχύσει κουφιζόμενοι. τὸ μὲν οὖν τῆς δυσπνοίας ὅλον παραλέλειπται, καίτοι γε ἐν προγνωστικῷ λελεγμένον ἡμεῖς ἐδείκνυμεν. ἀτάκτως δ᾿ εἴρηται τὰ κατὰ τὴν γλῶσσαν συμπτώματα· προτέραν μὲν γὰρ ἐχρῆν γεγράφθαι τὴν ξηρὰν, δευτέραν δὲ τὴν τραχεῖαν· διὰ γὰρ τὴν ἄμετρον ξηρότητα τραχεῖαν συμβαίνει γίγνεσθαι τὴν γλῶσσαν, ὥστε τὴν τραχεῖαν οὖσαν πάντως καὶ ξηράν. ὅτι δὲ καὶ μελαίνεται διὰ τὴν ἄμετρον θερμασίαν, ὥσπερ τοῖς ἡλιθεροῦσι τὸ δέρμα, προμεμαθήκαμεν ἤδη.

Τῷ τοιῷδε πίνειν ὕδωρ τε καὶ μελίκρητον ἑφθὸν δίδου ὑδαρὲς, ὁκόσον ἐθέλει.
744

Τοῦτο τὸ βιβλίον εἰ καὶ μὴ Ἱπποκράτους ἐστὶ σύγγραμμα, παλαιὸν γοῦν ἐστιν, ὡς κατὰ τοὺς Ἐρασιστράτου χρόνους ἤδη προσκεῖσθαι τῷ γνησίῳ. θαυμαστὸν οὖν ὅπως ἐτόλμησεν εἰς Ἀπολλώνιον καὶ Δέξιππον ἀποσκῶψαι τὰ περὶ τῶν κηρίνων κυλίκων ὁ Ἐρασίστρατος. ὁ γὰρ ταῦτα γράψας, τὴν Ἱπποκράτους γνώμην ἄμεινον Ἐρασιστράτου γινώσκων, ὁπόσον ἐθέλουσι πίνειν ἐπιτρέπει καὶ τοῖς καυσουμένοις· ἔδειξα δὲ καὶ κατὰ τὸ γνήσιον μέρος τοῦ συγγράμματος οὕτω γινώσκοντα τὸν Ἱπποκράτην. περὶ μὲν οὖν τῆς τοῦ Ἐρασιστράτου κακοηθείας ἱκανὰ καὶ ταῦτα· σκοπῶμεν δὲ ἤδη τὰ κατὰ τὴν ῥῆσιν εἰρημένα. κελεύει γὰρ μήτε ἐφ᾿ ὕδατος μόνου διαιτᾷν τοὺς καυσουμένους μήτ᾿ ἐπὶ μελικράτου μόνου. τὸ μὲν γὰρ ὕδωρ ἔμαθες, ὡς τῇ φύσει ψυχρὸν ὂν, βραδύπορον εἶναι καὶ μένον ἐν ὑποχονδρίῳ πλεῖστον χρόνον, διαφθείρεσθαι κατὰ τοὺς ὀξεῖς πυρετούς· τὸ δὲ μέλι ῥᾳδίως ἐκχολοῦσθαι. διὰ τοῦτο ἀξιοῖ ὑδαρὲς διδόναι τὸ μελίκρατον, ἵνα τὸ ὕδωρ μὴ μηκύνῃ κατὰ τὴν ἄνω γαστέρα, ποδηγούμενον ὑπὸ τοῦ μιγνυμένου μέλιτος εἰς τὴν

745
ἀνάδοσιν· διὰ δὲ ταῦτα αὐτὰ καὶ ἑφθὸν αὐτὸ δίδωσιν, ἀδιψότερον γὰρ καὶ ἀφυσότερον τοῦτο τοῦ ὠμοῦ καὶ τὴν οὔρησιν μᾶλλον κινοῦν, ὥσπερ γε τὴν διαχώρησιν τὸ ὠμόν ἧττον γὰρ γίνεται δριμὺ τὸ ἑψημένον, οὐ μόνον τῷ πέττεσθαι κατὰ τὴν ἕψησιν, ἀλλὰ καὶ τῷ τὸ ἀφρῶδες αὐτοῦ πᾶν ἀφαιρεῖσθαι, καθότι τὸ δριμὺ καὶ φυσῶδές ἐστιν ἐν τῇ τοῦ μέλιτος οὐσίᾳ. τὸ δ᾿ ἑψημένον ἄδηκτόν τε καὶ ἄφυσον γιγνόμενον ἀναδίδοται μᾶλλον ἢ ὑπέρχεται κατ᾿ ἔντερα, ὥστε καὶ διὰ τοῦτο τρέφει μᾶλλον τοῦ ὠμοῦ· χρῄζουσι δ᾿ οὕτω νοσοῦντες, ὡς ἂν μὴ λαμβάνοντες τὸν χυλὸν τῆς πτισάνης ἐκ τοῦ μελικράτου τρέφεσθαι. προείρηται δὲ ἐν τῷ γνησίῳ μέρει τοῦ βιβλίου περὶ τοῦ χρῆναι διαιτᾷν ἐν τοῖς ὀξυτάτοις νοσήμασιν ἐπὶ μόνων τῶν πομάτων, καὶ ταῦτά μοι πάντα τὰ κατὰ τὴν ἐξήγησιν τοῦδε τοῦ νῦν προκειμένου γράμματος τοῖς προανεγνωκόσι τε καὶ μεμνημένοις τὰς ἐν ἐκείνοις γεγονυίας ἐξηγήσεις, οὕτω λέλεκταί τε καὶ λεχθήσεται.

746
Καὶ ἢν πικρὸν τὸ στόμα γίγνηται, ἐμέειν ξυμφέρει καὶ τὴν κοιλίην ὑποκλύσαι.

Ἡ πικρία τῆς χολῆς πικρὸν ἐργάζεται τὸ στόμα· κοινὸς γὰρ καὶ εἷς χιτών ἐστιν, ὅ τ᾿ ἔνδον τῆς γαστρὸς καὶ ἅπας ὁ ὑπαλείφων τὸ στόμα. κατὰ λόγον οὖν ὁ συγγραφεὺς ἐκκενοῖ τὴν χολὴν δι᾿ ἐμέτων τε καὶ κλύσματος.

Ἤν δὲ πρὸς ταῦτα μὴ λύηται, γάλα ὄνου ἑψήσας κάθαρε.

Ἐπειδὴ πάντως μὲν ἐκκενῶσαι βούλεται τὴν εἰς τὴν γαστέρα χολὴν, εὐλαβεῖται δὲ τὰ καθαίροντα φάρμακα, διότι δριμέα καὶ θερμὰ παντελῶς ἐστι, διὰ τοῦτ᾿ ἐπὶ τὸ τῆς ὄνου γάλα παραγίνεται, δριμύτητα μὲν οὐδεμίαν ἔχον ὥσπερ οὐδ᾿ ἄλλο οὐδὲν, ἀλλὰ πλεονεκτοῦν τῇ ὑγρότητι μόνον τῶν ἄλλων ἁπάντων καὶ διὰ τοῦτο μόνον ὑπέρχεται· προεφθὼς

747
δὲ αὐτὸ διὰ τὸ φυσῶδες. ἀλλὰ σύ γε καὶ μόνῳ τῷ ὀῤῥῷ δυνήσῃ χρῆσθαι, χωρίζων αὐτὸν, ὅταν τὸ γάλα προαφεψήσῃς διὰ ὀξυμέλιτος, ἐγκαθεὶς ἀγγεῖον χαλκοῦν ὕδατος πλῆρες ψυχροῦ συνεχῶς εἰς τὸ γάλα· καὶ γὰρ αὕτη καλῶς ἡ κάθεσις γιγνομένη χωρίζει τὸν ὀῤῥὸν τοῦ τυρώδους.