In Hippocratis De victu acutorum

Galen

Galen, In Hippocratis De victu acutorum

Καὶ μᾶλλον μὲν μὴ σμήχεσθαι· ἢν δὲ σμήχηται, θερμῷ χρέεσθαι αὐτέῳ καὶ πολλαπλασίῳ ἢ ὡς νομίζεται σμήγματι· καὶ προσκαταχεῖσθαι μὴ ὀλίγῳ καὶ ταχέως μετακαταχεῖσθαι.

Οὐ δεῖται τοῦ σμήχεσθαι κάμνων οὐδεὶς ὅταν λούηται, πλὴν εἰ ῥυπῶν ᾖ καὶ κνησμώδης. χρῄζουσι γὰρ οἱ κάμνοντες ἀκοπώτατα καὶ ἀοχλητότατα διαβραχῆναι τῷ ὕδατι· τὸ δὲ σμήξασθαι διὰ ῥυμμάτων γίγνεται δακνωδῶν ὄντων αὐτῶν καὶ ξηραντικῶν, ὥστε ἐναντιώτατόν ἐστι τοῦτο τῇ δυνάμει τε καὶ χρείᾳ τοῦ λουτροῦ. δεομένου μέντοι σμήχεσθαι τοῦ κάμνοντος ἢ διὰ ῥύπον ἢ διὰ κνησμὸν, ἐκλύειν

708
δύναμιν τοῦ σμηκτικοῦ φαρμάκου μίξει πλείονος ὕδατος, ἐπεμβάλλοντας καὶ τοῦ ἐλαίου· καὶ διὰ τοῦτ᾿ εἶπεν ὁ Ἱπποκράτης, πολλαπλασίῳ δεῖ χρῆσθαι ἢ ὡς νομίζεται τῷ σμήγματι, τουτέστιν ἢ ὡς εἴθισται πρὸς τῶν ὑγιαινόντων. οὐ γὰρ δὴ τὴν οὐσίαν τοῦ σμήχοντος φαρμάκου κελεύει πολλαπλασίαν ἐπὶ τῶν νοσούντων παραλαμβάνειν, ὥς γε καὶ τὸ μὴ σμηχᾶσθαι μᾶλλον αἱρεῖται τοῦ σμᾶσθαι· ἀλλὰ τὸ πλῆθος τοῦ σμήγματος ἀξιοῖ πολλαπλάσιον ἐπὶ τῶν νοσούντων γίγνεσθαι κατὰ τὴν τοῦ ὕδατος αὔξησιν. ὁ γὰρ αὐτὸς λογισμὸς ὑπαγορεύει καὶ τὸ φεύγειν τὰ σμῶντα, μὴ κνήσεως ἢ ῥύπου κατεπείγοντος καὶ τὸ δριμέσιν αὐτοῖς καὶ ἀκράτοις μὴ χρῆσθαι. ὥσπερ δὲ τῷ πλήθει τῆς τοῦ ὕδατος μίξεως ἐξέλυσε τὴν ἐκ τοῦ σμῶντος φαρμάκου δριμύτητα, κατὰ τὸν αὐτὸν λόγον ὅλου σμήγματος ἐκλύει τὴν δύναμιν, ἐπικαταχέων ὕδωρ εὐθέως θερμὸν καὶ καθαρὸν δαψιλὲς, εἶτ᾿ αὖθις ἐπὶ τούτῳ πάλιν ἕτερον.

709
Δεῖ δὲ καὶ τῆς ὁδοῦ βραχείης ἐς τὴν πύελον καὶ ἐς εὐέμβατον καὶ ἐς εὐέκβατον.

Τοῦτο τὸ κοινόν ἐστιν, ἐάν τε ἐν βαλανείῳ λούῃς τὸν ἄνθρωπον, ἐάν τε ἐν οἴκῳ τινὶ πυρὰν ποιήσας καὶ πύελον ὕδατος πληρώσας, ὅπερ καὶ νῦν ἐν τοῖς στρατοπέδοις γίνεται πολλάκις, ὁπόταν δέῃ μέν τινα λούεσθαι, βαλανεῖον δ᾿ ὁ τόπος οὐκ ἔχει. καὶ εἰς εὐέμβατον καὶ εὐέκβατον. παντελῶς γὰρ ἄκοπον φυλαχθῆναι βούλεται τὸν κάμνοντα· διὰ τοῦτο καὶ τὴν πύελον εὐέμβατόν τε καὶ εὐέκβατον ὑπάρχειν ἀξιοῖ. γένοιτο δ᾿ ἂν τοῦτο μήτε ὑψηλοῦ περιέχοντος τοίχου τὸ ὕδωρ μήτε στενοῦ· κάλλιστον δὲ καὶ ἀκοπώτατόν ἐστι τὸ κατὰ τὰς κολυμβήθρας ἐν τοῖς αὐτοφυέσιν ὕδασιν, ἃς ταπεινὰς ποιοῦνται σχεδὸν ἅπαντες οὕτως, ὡς μηδὲν ὑπερέχειν τοῦ πλησίον ἐδάφους.

710
Εἶναι δὲ τὸν λουόμενον κόσμιον καὶ σιγηλὸν καὶ μηδὲν αὐτὸν ἐργάζεσθαι, ἀλλ᾿ ἄλλους καὶ καταχέειν καὶ σμήχειν.

Καὶ ταῦτα μὲν τῶν συντελούντων ἐστὶν εἰς τὸ τοῦ κάμνοντος ἄκοπον, ὁμοίως τοῖς προειρημένοις· ἤδη δὲ καὶ πρὸς τὸ χαλασθῆναί τε καὶ μαλαχθῆναι μᾶλλον ἐν τῷ λουτρῷ τὸ σῶμα, χρήσιμός ἐστιν ἡ τοῦ κάμνοντος ἡσυχία· τείνονται γὰρ ἐν ταῖς κινήσεσιν οἱ μύες, οἵτινες ἦττον μαλάττονται καὶ χαλῶνται.

Καὶ μετακέρασμα πολὺ ἡτοιμάσθαι.

Ἔνεστι μὲν καὶ ὑφ᾿ ἓν ἀναγνῶναι μετακέρασμα, δυνατὸν δὲ καὶ καθ᾿ αὑτὴν ἀκοῦσαι τὴν μετὰ πρόθεσιν, ἰδίᾳ δὲ πάλιν τὸ κέρασμα· καὶ γὰρ ἐν τούτῳ τῷ βιβλίῳ καὶ ἐν ἄλλοις

711
Ἱπποκράτης φαίνεται χρώμενος τῇ μετὰ προθέσει κατὰ τὸ τῶν Ἰώνων ἔθος ἐλλειπτικῶς· ἔστι δὲ τὸ πλῆρες τοιοῦτο καὶ μετὰ ταῦτα κέρασμα πολὺ ἡτοιμάσθαι. εἴτε δ᾿ ὑφ᾿ ἓν ἀκούει τις μετακέρασμα, εἴτε καὶ διελὼν ἀντὶ τοῦ μετὰ ταῦτα κέρασμα, μία διάνοια κοινὴ τῶν λέξεων ἀμφοτέρων ἐστίν· ἡτοιμάσθαι γὰρ βούλεται κέρασμα μέλλον καταχεῖσθαι τοῦ λουομένου, μετὰ τὸ χρήσασθαι τῷ κατὰ τὴν πύελον λουτρῷ. ὅπερ καὶ νῦν εἰώθασι πάντες οἱ ἰατροὶ ποιεῖν, ὅταν ἀσθενοῦντα λούσωσιν· οὐ γὰρ εἰς τὴν ψυχρὰν δεξαμενὴν ἐμβῆναι ἐπιτρέπουσιν, ἀλλ᾿ ἀντ᾿ ἐκείνης ἐπιχέουσιν ὕδωρ χλιαρὸν, ἔνιοι δὲ καὶ πυέλους ὅλας ὕδατος τοιούτου πληροῦσιν. ὥσπερ γὰρ ἐχαλάσθη καὶ ἠραιώθη τὸ σῶμα κατὰ τὸ θερμὸν λουτρὸν, οὕτως αὖ πάλιν ἠρέμα συναγαγεῖν αὐτὸ βούλεται καὶ σφίγξαι· τοῦτο γὰρ εἰς ῥώμην δυνάμεως συντελεῖ καὶ πρὸς τὸ μὴ ῥᾳδίως βλάπτεσθαι τὸν ἄνθρωπον, εἴ τις ἐξαφνίδιος ἐν τῷ περιέχοντι γίγνοιτο πρὸς τὸ ψυχρὸν μεταβολή. κατὰ τοῦτο γοῦν καὶ ὑγιαίνοντες εἰς τὸ ψυχρὸν ὕδωρ ἑαυτοὺς ἐμβάλλουσι μετὰ τὸ θερμὸν λουτρόν·
712
ἀλλ᾿ οἵ γε ἀσθενοῦντες οὐ φέρουσι τὴν ὁμιλίαν τοῖ ψυχροῦ ἀβλαβῶς, διὸ θραύομεν αὐτὸ, θερμὸν ἐπιμιγνύντες. ἡ δὲ τῆς μίξεως ποσότης εὑρίσκεται πρῶτον μὲν εἰς τὴν τοῦ σώματος ἡμῶν ἀποβλεπόντων διάθεσιν, εἶθ᾿ ἑξῆς εἰς τὴν οἰκείαν τοῦ κάμνοντος φύσιν, ἡλικίαν τε καὶ ὥραν καὶ χώραν καὶ τὴν παροῦσαν κατάστασιν τοῦ περιέχοντος. κάλλιον δὲ ποιήσουσιν ὅσοι τῶν τριῶν οὐκ ἐλάττω παρασκευάσουσι τὰ μετὰ τὸ θερμὸν λουτρὸν ὕδατα χλιαρὰ, διαφέροντα ἀλλήλων· ὡς τὸ μὲν ἱκανῶς εἶναι χλιαρὸν, τὸ δὲ δεύτερον ἧττον ἐκείνου χλιαρὸν, τὸ δὲ τρίτον ἔτι καὶ μᾶλλον ἀποκεχωρηκὸς ἐπὶ τὸ ψυχρόν. ἔοικε δὲ ὁ Ἱπποκράτης τοιοῦτόν τι βούλεσθαι, κελεύων τὸ μετακέρασμα πολὺ παρασκευάζειν· οὐ γὰρ μόνον ἁπλῶς πολὺ, ἀλλὰ καὶ πολυειδὲς ἄμεινον εἶναι τὸ παρεσκευασμένον, ὡς ἀπὸ τοῦ θερμοῦ κατὰ βραχὺ πρὸς τὸ ψυχρὸν ἔρχεσθαι, τὴν ἀθρόαν ἐπὶ τοὐναντίον μεταβολὴν οὐ φέροντος τοῦ κάμνοντος.

713
Καὶ τὰς ἐπαντλήσιας ταχείας ποιέεσθαι.

Τὸ ταχείας ἀκούειν προσήκει καὶ κατ᾿ αὐτῆς μὲν τῆς γιγνομένης ἐνεργείας ἐν τῷ καταχεῖν, οὐδὲν δὲ ἧττον καὶ κατὰ τοῦ μεταξὺ τῶν ἐνεργειῶν χρόνου, ὡς μὴ διαλείπειν πολὺ τὴν δευτέραν ἐπάντλησιν ἀπὸ τῆς προτέρας· ὅπερ ὀνομάζων τις κυρίως οὐ ταχείας, ἀλλὰ πυκνὰς ποιεῖσθαι τὰς ἐπαντλήσεις εἴποι· συγκέχυταί γε μὴν παρὰ τοῖς παλαιοῖς ἡ χρῆσις τῶν ὀνομάτων, τοῦ τε πυκνοῦ καὶ τοῦ ταχέος, ἔστιν ὅτε τὰς πυκνὰς ἐνεργείας ταχείας ὀνομάζουσιν.

Καὶ σπόγγοισι χρέεσθαι ἀντὶ στλεγγίδος.

Οὐδὲ οἱ νῦν ἰατροὶ χρῶνται στελεγγίσιν ἐπὶ τῶν ἀσθενούντων, οὐ μὴν οὐδὲ σπόγγῳ, ἀλλ᾿ ἐνειλίττουσιν αὐτοὺς μετὰ τὸ λουτρὸν εἰς ὀθόνην· οἱ δὲ εἰς ἱμάτια καὶ μάλιστά

714
γε τὰ ἄγναπτα, περιστέλλουσι πανταχόθεν, ὡς ἱδρῶσι πλεῖστον. ἔστι δ᾿ οὐκ ἀεὶ χρεία τοῦ πλεῖστον ἱδροῦν μετὰ τὸ λουτρὸν τὸν κάμνοντα· πολλάκις γὰρ οὐ τοῦ κενῶσαι τὸ σῶμα χάριν ἐπὶ τὸ λουτρὸν τὸν κάμνοντα ἄγομεν, ἀλλὰ τοὐναντίον ἅπαν ὑγρᾶναί τε καὶ τέγξαι διόλου, κατεξηρασμένον ἀμετρότερον. ἐπὶ τῶν τοιούτων οὖν οὔτ᾿ ἔνδον κατὰ τὸ βαλανεῖον ἱδρῶτας ἀναμένειν χρὴ πολλοὺς, ἀλλ᾿ ὅτι τάχιστα τῷ κατὰ τὴν πύελον ἐμβαλεῖν ὕδατι καὶ μετὰ ταῦτα ἐξελθόντας ἐκ τοῦ λουτροῦ διὰ ταχέων ἐκμάττειν.

Καὶ μὴ ἄγαν ξηρὸν χρίεσθαι τὸ σῶμα.

Καὶ οὗτος ὁ λόγος εἴρηται μὲν ἐφεξῆς τῷ καὶ σπόγγοισι χρῆσθαι ἀντὶ στλεγγίδος· οἰκειότερον δ᾿ ἄν τις ἀκούσειεν αὐτοῦ περὶ τῆς ἐν τῷ λουτρῷ χρίσεως τοῦ λίπους, ἵνα μὴ δόξῃ τι παραλελοιπέναι τῶν ἀναγκαίων ῥηθῆναι. μετὰ γὰρ τὸ λουτρὸν ἀποσπογγίσας τὸ ὕδωρ ὁ Ἱπποκράτης

715
ἄδηλον μὲν εἰ καὶ ἔχρισέ πω, πρόδηλον δὲ καὶ καθύγρου τοῦ σώματος ὄντος ἀλείφειν τὸν κάμνοντα, πλὴν εἰ τοῦτό τίς φησιν, ὅτι πάλιν ἀπομάττει τοῦτ᾿ αὐτὸ τὸ μετὰ τοῦ ὕδατος ἔλαιον. ἔστι μὲν οὖν χρήσιμον ἐσκέφθαι καὶ περὶ τῆς κατὰ τὸ λουτρὸν χρήσεως τοῦ λίπους· ἀναγκαιότερον δὲ τὸ περὶ τοῦ κατὰ τὸ λουτρὸν, εἴθ᾿ ἱδρώσαντι τῷ λουομένῳ περιχεῖν προσήκει τὸ ἔλαιον, εἴτε καὶ πρὶν ἱδρῶσαι, ξηρῷ παραχρῆμα μετὰ τὸ ἀποδύσασθαι, ἢ τούτων μὲν οὐδέτερον, ὅταν δ᾿ ἄρξηται νοτίζεσθαι. καὶ ὅστις μέμνηται τῶν εἰρημένων περὶ δυνάμεως ἐλαίου κατὰ τὴν τῶν ἁπλῶν φαρμάκων πραγματείαν, οἶδεν ἀκριβῶς αὐτὸς, ἄριστον εἶναι τὸν εἰρημένον τρίτον καιρὸν ἐλαίου χρήσεως ἐπὶ τῶν λουομένων· οἶδε δὲ καὶ ὅτι προτεθερμασμένον χρὴ προσφέρεσθαι τῷ τοῦ λουομένου σώματι· καὶ γὰρ μαλάττει τοῦτο καὶ ἀραιοῖ τὸ σῶμα, τοῦ ψυχροῦ κατὰ τὴν θίξιν οὐ μόνον οὐδέτερον τούτων ἐργάζεσθαι πεφυκότος, ἀλλὰ καὶ φρικώδεις τοὺς λουομένους ἀποτελοῦντος.

716
Κεφαλὴν μέντοι ἀνεξηράνθαι χρὴ ὡς οἷόν τε μάλιστα ὑπὸ σπόγγου ἐκμασσομένην.

Τὸ μὲν ἐπὶ τῷ λουτρῷ τὴν κεφαλὴν ἀκριβῶς ἐκμάττειν, ὡς μηδὲ τοὐλάχιστον ὑπολείποιτο τῆς ὑγρότητος, εὔ- δηλόν ἐστι· τὸ γὰρ ὑπολειπόμενον ἅπαν ψύχειν εἴωθεν· οὐ μὴν ὑπὸ σπόγγου τοῦτο ποιεῖν ἔτι δυνατὸν, ὅτι μὴ κατ᾿ ἀρχὰς εὐθέως μετὰ τὸ χρήσασθαι τῷ μετακεράσματι. βέλτιον δὲ τούτου τὸ δι᾿ ὀθόνης ἐκμάττειν τῆς κεφαλῆς τὸ ὕδωρ.

Καὶ μὴ διαψύχεσθαι τὴν κεφαλὴν, μήτε τ᾿ ἄκρεα μήτε τὸ ἄλλο σῶμα.

Τοῦτό μοι δοκεῖ μικρὸν ἢ καθ᾿ ἑαυτὸν εἰρηκέναι· πρόδηλον οὖν ἅπασιν ὡς οὐδὲν δεῖ μέρος ἐπὶ πολὺ γυμνοῦσθαι,

717
καθ᾿ ὃν καιρὸν ἐκμάττουσι τῶν λουομένων τὸ μετὰ τὸ λουτρὸν ὕδωρ· ἴσασι γὰρ ἅπαντες ὅτι ταχέως ψύχεται τὰ οὕτω γυμνούμενα.

Καὶ μήτε νεοῤῥόφητον μήτε νεόποτον λουέσθαι.

Οὐ μόνον ἐπὶ τῶν νοσούντων, ἀλλὰ καὶ τῶν ὑγιαινόντων, οὐ χρὴ μετὰ τὸ προσενέγκασθαι τροφὴν ἢ πόμα παραχρῆμα λούεσθαι. τῶν μὲν γὰρ πεπωκότων ἡ κεφαλὴ πληροῦται, τῶν δ᾿ ἐδηδοκότων οὐκ αὐτὴ μόνη, ἀλλὰ καὶ τὸ πᾶν σῶμα τὴν τροφὴν ἕλκον εἰς ἑαυτὸ, πρὶν πεφθῆναι.

Μήτε ῥοφεῖν μήτε πίνειν ταχὺ μετὰ τὸ λουτρόν.

Ἄμεινόν ἐστι καταστάσης τῆς ἐκ τοῦ λουτροῦ ταραχῆς

718
ἐσθίειν καὶ πίνειν, ὥσπερ καὶ τῆς μετὰ τὰ γυμνάσια. τὸ γὰρ εὐθέως προσφέρεσθαι σιτία καὶ πόματα τήν τε κεφαλὴν πληροῖ καὶ τὸ καταποθὲν ἐνίοτε ἐπιπολάζειν ποιεῖ.

Μέγα μὲν δὴ μέρος χρὴ νέμειν τῷ κάμνοντι, ἢν ὑγιαίνων εἴη φιλόλουτρος καὶ ἄγαν εἰθισμένος λούεσθαι. καὶ γὰρ ποθέουσι μᾶλλον οἱ τοιοίδε καὶ ὠφελέονται λουσάμενοι καὶ βλάπτονται μὴ λουσάμενοι.

Ταῦτα δι᾿ ὅλου σχεδόν τι τοῦ δευτέρου τῶνδε τῶν ὑπομνημάτων ἐδείχθη, τὰς λέξεις ἡμῶν ἐξηγουμένων, ἐν αἷς ἐπὶ πλεῖστον αὐτὸς ἐδήλωσε τὴν δύναμιν τῶν ἐθῶν.

Ἁρμόζει δὲ ἐν περιπλευμονίῃσι μᾶλλον ἢ ἐν καύσοισι τὸ ἐπίπαν. καὶ γὰρ ὀδύνης τῆς κατὰ πλευρὴν καὶ στῆθος
719
καὶ μετάφρενον παρηγορικόν ἐστι τὸ λουτρὸν καὶ πτυέλου πεπαντικὸν καὶ ἀναγωγὸν καὶ εὔπνοον καὶ ἄκοπον (μαλθακτικὸν γὰρ καὶ ἄρθρων καὶ τοῦ ἐπιπολαίου δέρματος) καὶ οὐρητικὸν δὲ καὶ καρηβαρίην λύει καὶ ῥῖνας ὑγραίνει. ἀγαθὰ μὲν οὖν λουτρῷ τοσαῦτα πάρεστι, ὧν πάντων δεῖ· ἢν μέντοι τῆς παρασκευῆς ἔνδειά τις ᾖ ἑνὸς ἢ πλειόνων, κίνδυνος μὴ λυσιτελέειν τὸ λουτρὸν, ἀλλὰ μᾶλλον βλάπτειν· ἓν γὰρ ἕκαστον αὐτέων μεγάλην φέρει τὴν βλάβην, μὴ παρασκευασθὲν ὑπὸ τῶν ὑπουργῶν ὡς δεῖ.

Διὰ τί μᾶλλον περιπνευμονίας ἢ καύσους ὠφελεῖ τὸ λουτρὸν αὐτὸς ἐδήλωσεν εἰπών· καὶ γὰρ ὀδύνης τῆς κατὰ πλευρὰν καὶ στῆθος καὶ μετάφρενον παρηγορικόν ἐστι τὸ λουτρὸν καὶ πτυέλου ἀναγωγὸν καὶ πεπαντικὸν καὶ εὔπνοον· διὰ ταῦτα γὰρ πάντα περιπνευμονικοῖς ἐστιν ὠφελιμώτατον· θεραπεύονται γοῦν ἀναπτύοντες τὰ κατὰ πνεύμονα περιεχόμενα πτύελα. πλευριτικοὶ δὲ καὶ τῷ παρηγορεῖσθαι τὰς

720
ὀδύνας ὀνίνανται μεγάλως· διὸ καὶ δυοῖν θάτερον ἢ οὕτω γραπτέον ἐστὶν, ἁρμόζει δὲ περιπνευμονίῃσι καὶ πλευρίτισι μᾶλλον ἢ ἐν καύσοισιν· ἢ προσυπακούειν χρὴ τῇ περιπνευμονίῃ τὴν πλευρῖτιν, αὕτη γὰρ ὀδύνην ἔχει κατὰ τὴν πλευρὰν, οὐχ ἡ περιπνευμονία φέρει. μᾶλλον δ᾿ ἁρμόττειν μὲν περιπνευμονίαις ἢ καύσοις εἰπὼν τὸ λουτρὸν ἐδήλωσεν ὅτι καὶ τῶν καυσουμένων ἐνίους ὠφελεῖ· διορισμοῦ δὲ χρεία δηλονότι πρὸς τὴν λέξιν ταύτην, ὃν οὔπω δυνάμεθα ποιήσασθαι, διὰ τὸ μηδὲν εἰρῆσθαι περὶ τοῦ καιροῦ, καθ᾿ ὃν δὴ κελεύει λούειν τοὺς κάμνοντας. τίνας οὖν οὔθ᾿ ὅλως ἀξιοῖ λούειν, πρότερον ἀκούσαντες αὐτοῦ κατὰ τὴν ἑξῆς ῥῆσιν ἐρεῖν μέλλοντος, οὕτως ἀφιξόμεθα πρὸς τὸν περὶ τοῦ λουτροῦ καιρόν.

Ἥκιστα δὲ λούειν καιρὸς τούτοισιν, οἷσιν ἡ κοιλίη ὑγροτέρη τοῦ καιροῦ ἐν τῇσι νούσοισιν· ἀτὰρ οὐδὲ οἶσιν ἑστήκει μᾶλλον τοῦ καιροῦ καὶ μὴ προεληλύθει. ἀλλ᾿ οὐδὲ τοὺς
721
γεγυωμένους χρὴ λούειν, οὔτε δὴ τοὺς ἀσώδεας ἢ ἐμετικοὺς, οὔτε τοὺς ἐπανερευγομένους χολῶδες, οὔτε τοὺς αἱμοῤῥαγέοντας ἐκ ῥινῶν, εἰ μὴ ἔλασσον τοῦ καιροῦ ῥέοι, ( τοὺς δὲ καιροὺς οἶδας ) ἢν δὲ ἔλασσον τοῦ καιροῦ ῥέοι, λούειν, ἤν τε ὅλον τὸ σῶμα πρὸς τὰ ἄλλα ἀρήγῃ, ἤν τε τὴν |κεφαλὴν μούνην. ἢν οὖν αἱ παρασκευαὶ ἐπιτήδειοι καὶ ὁ κάμνων μέλλει εὖ δέξασθαι τὸ λουτρὸν, λούειν χρὴ ἑκάστης ἡμέρης.

Οἶς μὲν ὑπέρχεται τὰ κατὰ τὴν γαστέρα πλείονα, τὸ βαλανεῖον ἵστησιν, ἀντισπῶν αὐτὰ πρὸς ὅλον τὸ σῶμα καὶ ταύτῃ βλάπτεται· τοῖς δὲ μηδ᾿ ὅλως διακεχωρηκόσιν ὅτι προεκκενῶσαι βέλτιόν ἐστι τὴν παλαιὰν κόπρον οὐδεὶς ἀγνοεῖ, καθάπερ οὐδ᾿ ὅτι τοὺς γεγυωμένους, τουτέστι τοὺς καταλελυμένους τὴν δύναμιν, ἐπικαταλύει τὸ βαλανεῖον. ἀλλὰ καὶ τοὺς ἀσώδεις φησὶ καὶ ἐμετικοὺς οὐ λούειν· καὶ γὰρ τούτους ἐξαίφνης καταλυθῆναι φόβος, ὥστε τὴν καλουμένην ἀκολουθῆσαι στομαχικὴν συγκοπήν. ἐγγὺς δ᾿ αὐτοῖς εἰσι

722
καὶ οἱ ἐκκεχολωμένοι τὸ στόμα τῆς κοιλίας, οὓς διὰ τοῦ γνωρίσματος ἐδήλωσεν εἰπών· οὐδὲ τοὺς ἐπανερευγομένους χολῶδες. ὡσαύτως οὐδὲ τοὺς αἱμοῤῥαγοῦντας ἐκ ῥινῶν αὐτάρκως προσήκει λούειν. εὔλογον γὰρ οὖν, ἐὰν ἐλλιπέστερον αἱμοῤῥαγῶσιν, λούειν αὐτούς· οὗτοι δέ εἰσι καὶ οἱ λαύρου τοῦ λουτροῦ δεόμενοι, κινήσεως σφοδροτέρας ἕνεκα τοῦ κατὰ τὴν κεφαλὴν αἵματος· ὡσαύτως δὲ λούσομεν εἰ χρῄζοντες αἱμοῤῥαγίας μηδ᾿ ὅλως αἱμοῤῥαγοῖεν. ἐκ δὲ τοῦ προσθεῖναι, ἤν τε ὅλον τὸ σῶμα πρὸς τὰ ἄλλα ἀρήγῃ, ἤν τε τὴν κεφαλὴν μοῦνον, ἔτι σαφέστερον ἐδήλωσεν ὡς πολλάκις ἐν οἴκῳ τεθερμασμένῳ καθίζων τὸν κάμνοντα χωρὶς τοῦ πυέλου καταντλεῖ τὴν κεφαλὴν μόνην χωρὶς τοῦ λοιποῦ σώματος ὕδατι θερμῷ.

Τοὺς δὲ φιλολουτρέοντας οὐδ᾿ εἰ καὶ δὶς τῆς ἡμέρας λούσῃς, οὐδὲν ἂν ἁμάρτοις.

Καὶ ταύτην τὴν ῥῆσιν ὁ δοὺς ἰατρὸς

723
Βίκτωρι τῷ Ῥώμης ὑπάρχῳ τὸ περὶ τῆς καθ᾿ Ἱπποκράτην διαίτης καὶ ἄλλας τινὰς ἐξ ἡμισείας ἐνέγραψε τῷ βιβλίῳ, καθάπερ κᾀκείνην ἐν ᾗ φησιν ὅτι οὐχ ὑστερητέαι αἱ πρῶται ἡμέραι τοῦ ῥοφήματος· ἔτι δὲ πρὸς αὐτῇ καὶ τοῖσι μέν γε εἰθισμένοισι δὶς σιτεῖσθαι τῆς ἡμέρης δὶς δοτέον. ἀλλὰ τούτων μὲν τῶν δύο ῥήσεων ἑκατέρας ἀφεῖλε τὸ ἥμισυ μέρος, τῆς δὲ νῦν προκειμένης ἀφεῖλε μὲν οὐδὲν, οὐ προσέθηκε δὲ τὸν καιρόν. ἐν ᾧ τοὺς φιλολουτροῦντας ἐπιλέγει τοὺς ἐν τῷ τῆς ὑγείας χρόνῳ χαίροντας τῷ λούεσθαι καὶ διὰ τοῦτο πολλάκις λουομένους· οὗτοι γὰρ εἰς τὸ λούσασθαι προσλαμβάνουσι τὸν ἐκ τοῦ ἔθους σκοπόν. ἐφεξῆς γοῦν ἀκούσωμεν αὐτοῦ τὸν καιρὸν, ἐν ᾧ κελεύει λούεσθαι τοὺς κάμνοντας.

Χρέεσθαι δὲ λουτροῖσι τοῖσιν ὅλῃσι πτισάνῃσι χρεομένοισι παρὰ πολὺ μᾶλλον ἐνδέχεται ἢ τοῖσι χυλῷ μούνῳ χρεομένοισι· ἐνδέχεται δὲ καὶ τούτοισιν ἐνίοτε, ἥκιστα δὲ καὶ τοῖσι ποτῷ μούνῳ χρεομένοισιν.
724

Ἐν τούτῳ τῷ λόγῳ τὸν καιρὸν ἐδήλωσεν, ἐν ᾧ προσήκει λούεσθαι καὶ εἴπερ ἐν ἀρχῇ προείρητο, πολλὰ ἂν οὕτω τῶν μεταξὺ λεγομένων οὐκ ἦν ἀσαφῆ. πτισάνας γὰρ ὅλας δίδωσι τοῖς ἐπιεικῶς ἔχουσιν, ὅσοι δ᾿ αὐτῶν φαυλότερον διάγουσι, χυλὸν μόνον· ὅσοι δὲ καὶ τούτων ἔτι σφαλερώτερον ἢ ὀξύτερον νοσοῦσι, μόνα τὰ ποτά. καὶ ὅτι δὲ τὸν λόγον ἐπὶ τῶν κατὰ θώρακα καὶ πνεύμονα παθῶν ἐν ὅλῳ τῷ συγγράμματι πεποίηται, τὰ πλεῖστα τῶν καθόλου διδάσκων ὡς ἐπὶ παραδειγμάτων, ἐν τοῖσδε τοῖς μέρεσι τῶν νοσημάτων καὶ μάλιστα τῆς πλευρίτιδος, ἐπιδέδεικται πολλάκις· ἐδείχθη δὲ ὅτι καὶ πεφθέντων τῶν παθῶν χρῆσθαι κελεύει τῇ πτισάνῃ. τότ᾿ οὖν καὶ τὸ λουτρὸν ἀκινδύνως προσάγεται, μάλιστα συντελοῦν εἰς τὴν ἐκκάθαρσιν τῶν περιεχομένων πτυέλων ἐν θώρακι καὶ πνεύμονι. τοῖς οὖν οὕτως ἔχουσιν, ὅταν καὶ ἡ ἀπὸ ἔθους ἔνδειξις προσέλθῃ, διπλασιάσαι τὸ λουτρὸν οὐδὲν κωλύει· τοῖς μέντοι ποτῷ μόνῳ χρωμένοις ἥκιστά φησιν ἁρμόττειν τὸ λουτρὸν, ὅπερ σημαίνει

725
τὸ ἐλάχιστον καὶ οὐχ ὡς ἔνιοί φασι τὸ οὐδαμῶς· ἐπιφέρων γοῦν ἐρεῖ·

Ἔστι δ᾿ οἷσι καὶ τουτέων μὲν ἐνδέχεται· τεκμαίρεσθαι δὲ χρὴ τοῖσι προγεγραμμένοισι, οὕς τε μέλλει λουτρὸν ὠφελέειν ἐν ἑκάστοισι τῶν τρόπων τῆς διαίτης οὕς τε μή. οἷσι μὲν γὰρ προσδέεταί τινος κάρτα τουτέων, ὁκόσα λουτρὸν ἀγαθὸν ποιέει, οὐ λούειν, καὶ ὅσα ἂν λουτρῷ ὠφελέηται· οἷσι δὲ τούτων μηδενὸς προσδεῖ καὶ πρόσεστιν αὐτέοισι τῶν σημείων ἐφ᾿ οἷσι λούεσθαι ξυμφέρει, δεῖ λούειν.

Οὐ προσέθηκε δὲ τὸ πότε τούτους ἐνδέχεται χρῆσθαι λουτρῷ· λεκτέον οὖν ἡμῖν ἐστιν ἑπομένοις αὐτοῦ τῇ ὅλῃ διανοίᾳ. ποτοῖς μόνοις διαιτᾷ ὁ Ἱπποκράτης τοὺς ὀξέως νοσοῦντας, ὅταν ἐλπίζῃ τὴν δύναμιν αὐτῶν ἐξαρκέσαι εἰς τὴν τοῦ νοσήματος ἀκμὴν, ἥτις ἐνίοτε ἅμα τῇ πέψει γίνεται,

726
καθάπερ ἐπὶ τῶν κατὰ θώρακα καὶ πνεύμονα· πεφθέντων γὰρ τῶν ἐργαζομένων τὰ πάθη χυμῶν εὐθέως ἀναπτύσουσιν· ἂν δὲ ἄρξωνται μόνον πτύειν οἶα δεῖ, κατ᾿ οὐδέτερον ἔτι τῶν τρόπων ἡ νόσος αὐξηθήσεται, οὔτε κατὰ τὴν διάθεσιν οὔτε κατὰ τὰ συμπτώματα. πολλάκις γὰρ ἡ μὲν διάθεσις αὐτὴ καθ᾿ ἣν νοσοῦσιν ἐπιεικεστέρα γίγνεται, τὰ δὲ συμπτώματα αὐξάνεται, καθάπερ ἐπὶ τῶν φλεγμαινόντων μορίων, ὡς αὐτὸς εἶπε, περὶ τὰς γενέσιας τοῦ πύου τοὺς πόνους καὶ τοὺς πυρετοὺς συμπίπτειν μᾶλλον ἢ γενομένου. πολλάκις δ᾿ ἀλλήλοις συναυξάνεται καὶ συμμειοῦται τά τε τῶν συμπτωμάτων μεγέθη καὶ τὸ τῆς διαθέσεως, καὶ γίγνεταί γε τοῦτο κατ᾿ ἐκείνας τὰς φλεγμονὰς, ἐν αἷς ἐκροὴν ἔχει τὸ γεννώμενον πῦον, ὡς ἐπὶ τραυμάτων τέ τινων εἴωθε γίνεσθαι καὶ κατὰ τὰς περιπνευμονίας τε καὶ πλευρίτιδας. ἐνδέχεται οὖν ἐν τούτοις τοῖς νοσήμασιν ἔτι διαιτωμένους τοὺς κάμνοντας ἐπὶ ποτοῖς μόνοις οὐκ ἀνωφελῶς χρῆσθαι τοῖς λουτροῖς, ἐπειδὴ καὶ τῆς ὀδύνης αὐτῶν ἔφη παρηγορικὸν εἶναι τὸ λουτρὸν καὶ πτυέλου πεπαντικόν. ἀλλὰ δηλονότι προκενώσαντα τοῦτο χρὴ ποιεῖν, εἰδότας
727
ἐν τῷ καθόλου περὶ λουτρῶν δυνάμεων, ὡς ἐὰν μὴ προκεκενωμένῳ τῷ σώματι προσάγηται, ῥευματίζει τὰ πεπονθότα· κεκενωμένῳ δὲ προσφερόμενον τῇ πέψει συνεργεῖ, δύναμιν ἔχον προσκενοῦν προκεκενωμένου τοῦ ὅλου σώματος. διὸ καὶ τῶν καυσωδῶς νοσούντων ἐκείνοις ἁρμόσει μόνοις, ὅσοι χωρὶς ὄγκου φλεγμονώδους ἢ ἐρυσιπελατώδους νοσοῦσι, ζεούσης αὐτοῖς τῆς ἐν ὅλῳ τῷ σώματι χολῆς· ἐὰν δὲ καὶ πέψεως ἔχωσι γνωρίσματα, πολλῷ μᾶλλον αὐτοῖς ἁρμόσει. γιγνομένου δὲ καυσώδους πυρετοῦ καὶ δι᾿ ἁλικὸν φλέγμα σηπόμενον, ἰστέον ἐπ᾿ ἐκείνων ἐναντιώτατον ὑπάρχειν τὸ βαλανεῖον. οὔτε γὰρ διαφορεῖται κατὰ τὸ δέρμα, καθάπερ ὁ πικρόχολος χυμὸς, οὕτω καὶ ὁ φλεγματικὸς διὰ τὸ παχύς τε καὶ γλίσχρος ὑπάρχειν, οὔτε σβέννυται, πολυχρονίου πέψεως δεόμενος.

Μέμνημαι κατὰ τὴν ἀρχὴν τῆς ἐξηγήσεως τοῦ βιβλίου τούτου πρὸς τοὺς Κνιδίους ἰατροὺς εἰπόντος Ἱπποκράτους· ὁκόσα δὲ προκαταμαθεῖν δεῖ τὸν ἰατρὸν μὴ λέγοντος τοῦ

728
κάμνοντος, τούτων τὰ πολλὰ παρεῖται. ταῦτα οἱ μὲν δογματικὸν εἶναι νομίζοντες τὸν Ἱπποκράτην τοὺς πεπονθότας τόπους ἔφασαν εἶναι καὶ τὰς διαθέσεις αὐτῶν καὶ τὰς αἰτίας, οἱ δ᾿ ἐμπειρικὸν, ὥρας τε καὶ χώρας καὶ ἡλικίας ἔθη τε καὶ καταστάσεις τοῦ περιέχοντος ἡμᾶς ἀέρος. ἐγὼ δὲ καὶ ταῦτα μὲν ἅπαντα χρήσιμα τοῖς ἰατροῖς οἶδα, τά θ᾿ ὑπὸ τῶν δογματικῶν εἰρημένα καὶ τῶν ἐμπειρικῶν· ἀλλὰ κατά γε τὸ βιβλίον τοῦτο σκοποὺς εἰπὼν ὁ Ἱπποκράτης πολλοὺς, πρὸς οὓς ἀποβλέπων τις εὑρήσει τὰ διατήματα, τῶν εἰρημένων οὐδενὸς ἐμνημόνευσεν, ὅτι μὴ τῶν ἐθῶν· ἄλλα δέ τινα προὐχειρίσατο περὶ ὦν ἀναμνήσεως ἔδει, καὶ διὰ ταῦτα τὸν λόγον ἀνεβαλλόμην, ἵνα διὰ συντόμων ἑρμηνεύων ὅμως ἔχω παρακολουθοῦντας τῷ λόγῳ τοὺς ἀνεγνωκότας ὅλον τὸ βιβλίον. εἶς μὲν δὴ καὶ πρῶτος αὐτῷ σκοπὸς, ὡς ἐπὶ παραδείγματος τοῦ νοσήματος τῆς πλευρίτιδος, οὗτος εἴρηται κατὰ λέξιν· ἢν μὲν ξηρότερον ᾖ τὸ νόσημα ἢ ὡς ἄν τις οἴοιτο, οὐ χρὴ ἐπὶ πλέον διδόναι, ἀλλὰ προπίνειν
729
πρὸ τοῦ ῥοφήματος ἢ μελίκρητον ἢ οἶνον ἢ ὁκότερον ἁρμόζει. καὶ μετὰ τοῦτο πάλιν ἐφεξῆς τάδε λέγει· ἢν δὲ ὑγραίνηται τὸ στόμα καὶ τὰ ἀπὸ τοῦ πνεύμονος εἴη ὁκοῖα δεῖ, χρὴ ἐς πλῆθος ἐπιδιδόναι τοῦ ῥοφήματος, ὡς ἐν κεφαλαίῳ εἰρῆσθαι. ταῦτα μὲν οὖν καὶ τὰ τούτοις ἐφεξῆς οὐ διώρισται παρὰ τοῖς Κνιδίοις ἰατροῖς. ἀλλὰ καὶ μετὰ ταῦτα τῇ πέψει τοῦ νοσήματός φησι χρῆναι προσέχειν καὶ ὁ σκοπὸς οὗτος αὐτῷ σχεδόν ἐστι τοῦ τε παντὸς εἴδους τῆς διαίτης, ὅσαι τε κατὰ μέρος ἐν αὐτῷ γίνονται μεταβολαί. ἀλλὰ καὶ τούτων ἐφεξῆς ἄλλους διορισμοὺς τοιούτους λέγει· ὅσοισι γὰρ σῖτος ἐγκατακέκλεισται, ἢν μή τις ὑποκενώσας τὸ ῥόφημα δοίη, τὴν ὀδύνην ἐνοῦσαν παροξύνειεν ἂν καὶ μὴ ἐνοῦσαν εὐθέως ποιήσειεν. καὶ πάλιν ἐφεξῆς· τοῦτο δ᾿ ἢν ἔτι τῆς ὀδύνης τοῦ πλευροῦ συνεχέος ἐούσης καὶ πρὸς τὰ θερμάσματα μὴ χαλώσης καὶ τοῦ πτυέλου μὴ ἀπιόντος, ἀλλὰ καταγλιχρομένου ἀσαπέως, ἢν μὴ λύσῃ τις τὴν ὀδύνην ἢ τὴν κοιλίην μαλθάξας ἢ φλέβα τεμὼν. ὁκότερον ἂν τούτων σημαίνῃ, τὰς δὲ πτισάνας ἢν οὕτως ἔχουσι
730
διδῷς, ταχέως οἱ θάνατοι τῶν τοιουτέων γίγνονται. μετὰ ταῦτά γε πάλιν διοριζόμενός φησιν· ἢν μὲν νεοβρῶτι αὐτῷ ἐόντι καὶ κοιλίης μήπω ὑποκεχωρηκυίης ἄρξηται ὁ πυρετὸς, ἤν τε σὺν ὀδύνῃ ἥν τε ἄνευ ὀδύνης, ἐπισχεῖν τὴν δόσιν τοῦ ῥοφήματος, ἔστ᾿ ἂν οἴηται κεχωρηκέναι ἐπὶ τὸ κάτω μέρος τοῦ ἐντέρου τὸ σιτίον. καὶ πάλιν ἐφεξῆς· εἰ δὲ μὴ ὑπεληλύθει ὁ παλαιότερος νεοβρώτῳ ἐόντι, εἰ μὲν ἰσχύει τε καὶ ἀκμάζει τὴν ἡλικίαν, κλύσαι· ἢν δὲ ἀσθενέστερος ᾖ, βαλάνῳ προσχρῆσθαι, ἢν μὴ αὐτόματα διεξίῃ καλῶς. ἐνταῦθα οὖν προσέθηκε καὶ τὸν ἀπὸ τῆς δυνάμεως σκοπὸν ὥσπερ κᾀν τοῖς ἐφεξῆς πολλάκις, ἅμα καὶ τοῦτο κελεύων ἐπισκοπεῖσθαι, τίς αἰτία καὶ διάθεσίς ἐστιν ἡ καταβάλλουσα τὴν δύναμιν· ἔνθα καὶ προσέθηκεν ὡς ἀγνοοῦνται ταῦτα τοῖς ἰατροῖς. καὶ μέντοι καὶ ὅτι τοῖς μὲν ὑποχόνδριον τὴν ὀδύνην περαιουμένην ἔχουσιν ἡ κάθαρσις ἡ διὰ τῶν τοιῶνδε φαρμάκων ὠφέλιμός ἐστι, τοῖς δὲ πρὸς βραχίονα καὶ στῆθος ἀνατεινομένην αὐτὴν μετὰ βάρους ἔχουσι φλεβοτομία. ταῦτά τε οὖν καὶ ἄλλα τοιαῦτα καὶ ἔτι τὰ περὶ τῶν ἐθῶν
731
προειρημένα παραλέλειπται παντάπασιν ὑπὸ τῶν Κνιδίων ἰατρῶν καὶ πολὺ μᾶλλον τούτων αἱ φύσεις καὶ αἱ κράσεις τῶν σωμάτων, ὧν πολλάκις ἐμνημόνευσεν ἐν τῷ βιβλίῳ, τοὺς μὲν πικροχόλους ὀνομάζων, τοὺς δὲ μελαγχολικούς. ἐχόμενος δὲ τῶν σκοπῶν τούτων καὶ περὶ τῆς τῶν ὑγιαινόντων ἐν τῇ διαίτῃ μεταβολῆς ἐδίδαξεν, ὅπως ἐπανορθωτέον ἐστὶ καὶ περὶ τῆς τῶν καμνόντων. ἔν τε τῷ περὶ οἴνου καὶ μελικράτου καὶ ὀξυμέλιτος καὶ ὕδατος λόγῳ τῶν αὐτῶν τούτων ἐμνημόνευσε σκοπῶν. ἐμνημόνευσε δὲ καὶ περὶ τῆς πέψεως τοῦ νοσήματος πολλάκις, οὐ μικρὸν σκοπὸν οὐδὲ τοῦτον ποιούμενος ὅλης τε τῆς διαίτης καὶ τῶν ἐν ταύτῃ μεταβολῶν· ὁμοίως δὲ καὶ περὶ ἀκμῆς νοσήματος εἶπέ τι καὶ πρὸς τοῦτον ἀποβλέπων, τρέφει οὐχ ὡς πρὸς τὸν φαυλότατον σκοπὸν ἐν διαίτῃ. πάντα ταῦτα καὶ ἄλλα τοιαῦτα παραλέλειπται τοῖς Κνιδίοις ἰατροῖς, ἃ χρὴ προσμανθάνειν τὸν ἰατρὸν, μὴ λέγοντος τοῦ κάμνοντος.