In Hippocratis De victu acutorum

Galen

Galen, In Hippocratis De victu acutorum

Μάλθαξις δὲ λύει ἡ τοιήδε καὶ τὰς πρὸς κληῖδα περαιούσας ἀλγηδόνας.
526

Ἐκ τοῦ προσθεῖναι τὸν καὶ σύνδεσμον ἐδήλωσεν ὅτι καὶ τὰς ἄλλας ὀδύνας λύει, τουτέστι τὰς πρὸς ὑποχόνδριον περαιούσας.

Τομὴ μέντοι γε οὐχ ὁμοίως λύει ὀδύνην, ἢν μὴ πρὸς τὴν κληῖδα περαίνοιτο ἡ ὀδύνη.

Τομὴν λέγει δηλονότι τὴν τῆς φλεβὸς, ἣν οὐχ ὁμοίως εἰπὼν λύειν συνεχώρησε καὶ αὐτὴν ὠφελεῖν. ἐπὶ πλέον δὲ περὶ τούτου τοῦ βοηθήματος ἐν τοῖς ἐφεξῆς γράφει.

Ἢν δὲ μὴ λύηται πρὸς τὰ θερμάσματα ὁ πόνος, οὐ χρὴ πολὺν χρόνον ἐκθερμαίνειν· ξηραντικὸν γὰρ τοῦ πνεύμονος τοῦτο καὶ ἐμπυητικόν.

Ποικίλα θερμάσματα διελθὼν, τὰ μὲν ὑγρὰ, τὰ δὲ ξηρὰ,

527
τὰ δὲ ἄδηκτα, τὰ δὲ δακνώδη, μετὰ τὴν ἐπ᾿ ἐκείνων ἀπόπειραν ἐὰν ὁ πόνος μὴ ὠφελῆται, κενώσει χρῆται παντὸς τοῦ σώματος ἀφιστάμενος τῶν θερμασμάτων, ὡς καὶ τὸν πνεύμονα ξηραινόντων καὶ τὸ καλούμενον ἐμπύημα ποιούντων. γίνεται γὰρ τοῦτο τῆς κατὰ τὴν πλευρὰν φλεγμονῆς μὴ διαφορηθείσης, ἀλλ᾿ εἰς πῦον μεταβαλλούσης, εἶτα τούτου συῤῥέοντος εἰς τὴν μεταξὺ θώρακός τε καὶ πνεύμονος χώραν.

Ἀλλ᾿ ἢν μὲν σημαίνῃ ὀδύνη ἐς τὴν κληῖδα ἢ ἐς τὸν βραχίονα βάρος ἢ περὶ μαζὸν ἢ ὑπὲρ τῶν φρενῶν, τάμνειν ἀρήγει τὴν ἐν τῷ ἀγκῶνι φλέβα τὴν εἴσω καὶ μὴ ὀκνεῖν συχνὸν ἀφαιρέειν τὸ αἷμα, ἕως ἂν ἐρυθρότερον πολλῷ ῥυῇ ἢ ἀντὶ καθαροῦ τε καὶ ἐρυθροῦ πελιδνόν· ἀμφοτεροῖα γὰρ γίγνεται.

Κατὰ τὴν ῥοπὴν τῶν ἐργαζομένων χυμῶν τὴν φλεγμονὴν ποιεῖται τὰς κενώσεις· τὸ γὰρ ἀκτέα ᾗ ῥέπει τῶν συμφερόντων

528
χωρίων ἀληθέστατον. συμβαίνει δὲ ἐνίοτε τοῦτο κατὰ τὴν διαφορὰν τῶν μερῶν τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑμένος. τὰ μὲν γὰρ ἀνωτέρω μέρη τοῦδε φλεγμαίνοντα πρὸς τὴν κλεῖν καὶ τὸν βραχίονα καὶ τὸν μασθὸν ἐκτείνει τὴν συμπάθειαν, τὰ δὲ κάτω πρὸς τὰς φρένας τε καὶ τὸ ὑποχόνδριον. ἄνω μὲν οὖν τῆς συμπαθείας διασημαινούσης φλέβα χρὴ τέμνειν ἐν ἀγκῶνι, τὴν μᾶλλόν τε καὶ θᾶττον ἀπὸ τοῦ πεπονθότος μορίου δυναμένην ἀντισπάσαι τε καὶ κενῶσαι τὸ αἷμα· κάτω δὲ διὰ καθάρσεως τὴν κένωσιν ποιεῖσθαι προσήκει. εὖ δὲ εἶπε βάρος γίγνεσθαι περὶ τὸν βραχίονα καὶ οὐ πόνον· τοῦ μὲν γὰρ ἐνταῦθα μᾶλλον ἠθροῖσθαι τὸ αἷμα καὶ ῥέπειν σημεῖόν ἐστι τὸ βάρος ἐπὶ πλήθει γιγνόμενον· αἱ δὲ τάσεις καὶ κατὰ συμπάθειαν μόνην εἰώθασι γίγνεσθαι, τῶν συνεχῶν τοῖς φλεγμαίνουσι τεινομένων ἄνευ τοῦ πλεονάζειν ἐν αὐτοῖς τὸ αἷμα· διὰ τοῦτο οὖν αὐτὸ κενοῦν κελεύει τὸ πλεονάζον αἷμα τέμνοντα φλέβα τὴν ἔνδον. εἰσὶ γὰρ ἔνδον ἐν τῇ
529
κατ᾿ ἀγκῶνα διαρθρώσει πλείους φλέβες, ἃς τέμνειν εἰώθαμεν· εἴρηται δὲ περὶ αὐτῶν αὐτάρκως κατά τε τὸ τρίτον γράμμα τῶν ἀνατομικῶν ἐγχειρήσεων κᾀν τῇ τῶν φλεβῶν τε καὶ ἀρτηριῶν ἀνατομῇ καθ᾿ ἓν ἄλλο βιβλίον ἰδίᾳ γεγραμμένον· ἐπὶ κεφαλαίων δὲ καὶ νῦν ἀναγκαῖον εἰπεῖν, ἀπ᾿ ἀρχῆς ἀγαγόντας τὸν λόγον. ἡ κοίλη φλέψ ἐκ τῶν κυρτῶν τοῦ ἥπατος ἐπὶ τὸ δεξιὸν οὖς τῆς καρδίας ἀναφέρουσα τὸ αἷμα διανέμει μέν τι καὶ τοῖς μεταξὺ μορίοις ὀλίγον, αὐτῇ δὲ τῇ καρδίᾳ δίδωσι τὸ πλεῖστον· ἔπειτα ἐντεῦθεν ὡς ἐξ ἀρχῆς ὥρμητο κατ᾿ εὐθὺ φερομένη πρὸς τὸν τράχηλον, εἰς ὀρθίας σχίζεται κατὰ τὸ τοῦ θώρακος μέρος δύο φλέβας μεγάλας, ἃς ὀνομάζουσι σφαγίτιδας· ἀποφύσεις δὲ αὐτῆς, πρὶν ἐπὶ τὴν καρδίαν ἀφικέσθαι, μεγάλων μὲν φλεβῶν εἰς τὸ διάφραγμα, σμικρῶν δὲ εἰς τὸ τοῦ θώρακος αὐτοῦ κάτω μέρος τῶν ὀκτὼ πλευρῶν, ὅ ὑπὸ μιᾶς ἀζύγου τρέφεται φλεβὸς, ἐπὶ μὲν ἐνίων ζώων ἀνωτέρω τῆς καρδίας ἀποφυομένης, ἐπ᾿ ἐνίων δ᾿ ὥσπερ καὶ ἐπ᾿ ἀνθρώπων, καθ᾿ ὃ μέρος ἤδη
530
ψαύει τοῦ τῆς καρδίας ὠτὸς ἡ κοίλη φλέψ. ἐντεῦθεν γὰρ ἀποφυομένη ταπεινοτέρα φέρεται διὰ τῆς καρδίας ἐπὶ τὴν ῥάχιν κατακαμπτομένη. αὕτη μὲν οὖν ἡ φλὲψ εἰς τὰ κάτω μέρη τοῦ θώρακος μερίζεται ταῖς ὀκτὼ πλευραῖς ἑκατέρωθεν ἄχρι τοῦ διαφράγματος· αἱ δ᾿ ὑπόλοιποι τοῦ θώρακος ὑψηλαὶ πλευραὶ τέσσαρες ὑπὸ συζυγίας ἄλλης τρέφονται φλεβῶν, ἀποφυομένων τῆς κοίλης πρὶν εἰς τὰς σφαγίτιδας σχισθῆναι. τούτων οὖν τῶν δύο φλεβῶν ἀκολούθως ἐφεξῆς εἰσιν αἱ εἰς τὰς χεῖρας ἀφικνούμεναι διὰ τῶν μασχαλῶν· αἱ δ᾿ ὠμιαῖαι καλούμεναι μετὰ τὸ σχισθῆναι εἰς τὰς σφαγίτιδας τὴν κοίλην ἀφ᾿ ἑκατέρας μία πεφύκασιν ἐκτὸς ἤδη τοῦ θώρακος, ἔχουσι δὲ τὰς ῥίζας κοινὰς ταῖς ἐπιπολαίοις σφαγίτισιν. ἀπὸ μὲν οὖν τῶν ἐπιπολῆς σφαγιτίδων τὰ ἐπιπολῆς σχεδὸν ἅπαντα μόρια τὰ κατὰ τὸν τράχηλον καὶ τὴν κεφαλὴν τρέφεται, καθάπερ γε καὶ τὰ διὰ βάθους ἀπὸ τῶν διὰ βάθους σφαγιτίδων πάντα. τὰ δὲ κατὰ τὰς ὠμοπλάτας τε καὶ τὸν ἐν τῷ τραχήλῳ νωτιαῖον ἐκ τῶν κάτω μερῶν τῆς εἰρημένης ῥίζης κοινῆς ἔχει τὰς φλέβας ἀνερχομένας ἐπ᾿ αὐτά· λέγω δὲ κοινὴν ῥίζαν ἢν ἀρτίως εἶπον εἶναι
531
ταῖς τε ἐπιπολαίοις σφαγίτισι καὶ ταῖς ὠμιαίαις. εἰκότως οὖν ἡ μὲν ὠμιαία τὰ τῶν κλειδῶν ἄνωθεν μέρη κενοῖ θᾶττόν τε καὶ μᾶλλον, ὅσα κατὰ τράχηλόν τέ ἐστι καὶ κεφαλήν· ἡ δὲ διὰ τῆς μασχάλης τὰ κατὰ τὸν θώρακα καὶ τούτων αὐτῶν μᾶλλον τὰ ὑψηλὰ καὶ μάλιστα ἐπὶ τῶν ἀνθρώπων· ἐπειδὴ τὰ ταπεινὰ πάντα μία φλὲψ ἑτέρα τρέφει κατωτέρω τῆς καρδίας ἀποφυομένη τῆς κοίλης φλεβός. ταύτης δὲ τῆς τὰ ταπεινὰ τοῦ θώρακος τρεφούσης παρὰ τὰς ῥίζας τῶν πλευρῶν κατάντους φερομένης ἐκ τῶν ἀριστερῶν μερῶν ἄχρι τοῦ διαφράγματος, αἱ καθ᾿ ἕκαστον μεσοπλεύριον, ἀριστερόν τε καὶ δεξιὸν, ἀπονεμήσεις γίγνονται· καὶ μέντοι καὶ τὸ λείψανον αὐτῆς διεκπίπτει πρὸς τὸ διάφραγμα τοῖς πρώτοις μετ᾿ αὐτὸ διανεμόμενον σώμασιν. αἱ δὲ διὰ τῶν μασχαλῶν ἐπὶ τὰς χεῖρας φερόμεναι τὰς ῥίζας ἔχουσιν ἐγγυτάτω ταῖς τρεφούσαις φλεψὶ τὰς ὑψηλὰς τοῦ θώρακος τέτταρας πλευρὰς, οὐκ ὀλίγῳ μείζους οὖσαι τῶν κατὰ τὸν ὦμον εἰς τὰς χεῖρας ἡκουσῶν. ἐπιβαίνουσι δὲ κατὰ τὴν ἔνδον χώραν ἑκατέρου βραχίονος, φέρονται δὲ δι᾿ αὐτῶν κατάντεις,
532
ἀπονεμήσεις μεγάλας διδοῦσαι τοῖς ἐνταῦθα μυσίν. ἐπειδὰν δὲ πλησίον ἑκατέρα γένηται τῆς κατ᾿ ἀγκῶνα διαρθρώσεως, ἀποφύει τὰς ἔνδον τοῦ βραχίονος φλέβας παρὰ τὸν ἐνταῦθα κόνδυλον αὐτοῦ τοῦ πήχεος ὀστοῦ· τῷ δ᾿ ἄλλῳ παντὶ δίχα σχισθέντι φέρεται διὰ τῆς κατ᾿ ἀγκῶνα καμπῆς, ἐπιπολῆς μὲν ἐργαζομένη τὴν τεμνομένην ἐνταῦθα φλέβα, διὰ βάθους δὲ πολλοῦ τὴν κατασχιζομένην τῇ ἀρτηρίᾳ. τέμνεται δὲ καὶ ἄλλη φλὲψ ἡ ἐν ἀγκῶνι λοξὴ, καθάπερ ἤδη καθ᾿ ἑκατέραν χεῖρα μία, τῆς ὠμιαίας οὐ σμικρὸν μόριον· διεξελθοῦσα γὰρ αὕτη κατὰ τὸν βραχίονα προφανὴς ὑπὸ τῷ δέρματι σχίζεται καὶ αὕτη κατὰ τὴν ἐν ἀγκῶνι διάρθρωσιν, ἐν τοῖς ὑψηλοτάτοις μέρεσιν αὐτῆς, ἐσχηματισμένης δηλονότι τῆς χειρὸς, ὡς Ἱπποκράτης ἐδίδαξεν ἐν τῷ περὶ ἀγμῶν. ὅσον μὲν οὖν μετὰ τὴν σχίσιν αὐτῆς ὑψηλὸν μέρος ἐπὶ τὰ τοῦ πήχεος ἐκτὸς φέρεται, τοῦτο παρὰ τὴν σχίσιν αὐτὴν τέμνεται, κατ᾿ εὐθὺ μάλιστα κείμενον τῇ πρώτῃ ῥίζῃ τῆς φλεβὸς, διὸ καὶ τάχιστα κενοῖ τὰ τῶν κλειδῶν ὑψηλότερα χωρία· τὸ δ᾿ εἰς τὴν καμπὴν φερόμενον λοξὸν ἧττον μὲν
533
τοῦδε, μᾶλλον δὲ τῶν ἄλλων κενοῖ ταῦτα, τὸ δὲ ἀπὸ τῆς ἔνδον τῆς μεγάλης φερόμενον καὶ αὐτὸ λοξὸν, ἥκιστα μὲν τὰ προειρημένα κενοῖ μόρια, μάλιστα δὲ τὰ τοῦ θώρακος ἄνω, διὰ τὰς ῥίζας καὶ τῆς διὰ τῆς μασχάλης πρὸς τὴν χεῖρα φερομένης καὶ τῆς τὰ τοῦ θώρακος ἄνω τρεφούσης ἐγγυτάτω ὑπαρχούσας. ταύτην οὖν ἀξιοῖ τέμνειν πρὶν εἰς ταὐτὸν ἀφικέσθαι καὶ συμφῦναι τῇ τῆς ὠμιαίας ἀπεσχισμένῃ. μὴ φαινομένης δ᾿ ἐνίοτε ταύτης, ἀντ᾿ αὐτῆς τέμνομέν τινα τῶν ἔνδον, ἃς ἐπὶ τὸ τοῦ πήχεος ὀστοῦν κατ᾿ ἴξιν καταφέρεσθαι μεμαθήκαμεν· μὴ φαινομένων δὲ μηδὲ τούτων ἐπὶ τὴν γιγνομένην ἐκ τῆς συμφύσεως τῶν εἰρημένων δύο φλεβῶν τῶν λοξῶν ἀφικνούμεθα· δυναμένης δέ ποτε καὶ ταύτης μὴ φαίνεσθαι, τῆς δ᾿ ὠμιαίας φαινομένης καὶ ἐκείνην τέμνε, γινώσκων τὰς κενώσεις ὅθεν ἂν γένωνται ἀναδιδομένας μὲν εἰς τὸ σῶμα τῶν ζώων ὅλον οὐ, μὴν οὔτε ταχέως οὔθ᾿ ὁμοίως ἐξ ἁπάσης φλεβός· ἡμεῖς δὲ καὶ ταχέως καὶ μᾶλλον τῶν ἄλλων μορίων κενῶσαι σπεύδομεν τὸ φλεγμαῖνον καὶ μάλιστ᾿ ἐπὶ τῶν ὀξέων νοσημάτων· ὅπερ ἡ ἔσω φλέψ ἡ ἐν
534
ἀγκῶνι ποιεῖ, καὶ πολὺ μᾶλλον, ὅταν τὴν ῥοπὴν ἄνω τὸ πλεονάζον αἷμα φαίνηται ποιούμενον ἢ καὶ τὰ τοῦ θώρακός ἐστιν ὑψηλὰ πεπονθότα· τηνικαῦτα γάρ τοι τὸ βάρος μᾶλλον ἐν βραχίονι γίγνεται καὶ κατὰ τὸν μαστόν. αἱ δ᾿ ἐν τοῖς κάτω μέρεσι τοῦ θώρακος φλεγμοναὶ, πλησίον οὖσαι τοῦ διαφράγματος, εἰς ὑποχόνδριον εἰκότως διαπέμπουσι τὰς ὀδύνας· οὔκουν αὐτὰς ὀνίνησι μεγάλως ἡ ἀπ᾿ ἀγκῶνος κένωσις ἐν τῷ μεταξὺ τῆς καρδίας κειμένης· ἤκουσας γὰρ ἄρτι τὴν τὰ κάτω τοῦ θώρακος τρέφουσαν φλέβα κατωτέρω τῆς καρδίας ἀποφύεσθαι. ταῦτα μὲν εἴρηταί μοι περὶ τοῦ καλῶς ὑπ᾿ αὐτοῦ γεγράφθαι τέμνειν τὴν φλέβα τὴν ἐν ἀγκῶνι, τὴν εἴσω· τῆς δὲ κενώσεως τοῦ αἵματος ὅρον αὐτοῦ θεμένου τὴν μεταβολὴν τῆς χροιᾶς, ἐφεξῆς ἂν εἴη καὶ περὶ τοῦδε ῥητέον. ὅσον μὲν οὖν ἐν τῇ φλεγμονῇ αἷμά ἐστι, τοῦτο διὰ τὸ πλῆθος τῆς θερμασίας ὑπαλλάττεται τῇ χροιᾷ, τὸ δ᾿ ἄλλο παραπλήσιον ἐν ἅπασι τοῖς μορίοις διαμένει· ὥστε τοῦ μὲν ἐν ὅλῳ τῷ σώματι φλεγματικωτέρου τυγχάνοντος, ἐρυθρότερον
535
ἔσται τὸ κατὰ τὴν φλεγμαίνουσαν πλευράν· ἐκείνου δ᾿ ὄντος ἐρυθροῦ κατοπτώμενον τοῦτο πρὸς τὸ μέλαν ἐκτραπήσεται· τῆς δ᾿ εἰς τὸ μέλαν ἐξ ἐρυθροῦ μεταβολῆς ἐν τῷ μεταξὺ τὸ πελιδνόν ἐστι. σημεῖον οὖν ἱκανόν ἐστι τῆς ἐκ τοῦ φλεγμαίνοντος μέρους μεταλήψεως τοῦ αἵματος ἡ τῆς χροιᾶς ὑπαλλαγή. τὸ μὲν οὖν οἰκεῖον τῷ πάθει μέτρον τῆς κενώσεως εἴρηται· τῆς δυνάμεως δέ ποτε κωλυούσης ἄχρι τοσούτου κενοῦν, εἰδέναι μὲν χρὴ τὴν ὠφέλειαν ἥττονα ἐσομένην τῷ φλεγμαίνοντι μορίῳ, μᾶλλον δὲ ἀπέχεσθαι προσήκει τοῦ καταλῦσαι τὴν· δύναμιν ἢ κενῶσαι τὸ πλεονάζον αἷμα.

Ἢν δὲ ὑπὸ τὰς φρένας ᾖ τὸ ἄλγημα, ἐς δὲ τὴν κληῖδα μὴ σημαίνῃ, μαλθάσσειν χρὴ τὴν κοιλίην ἢ μέλανι ἐλλεβόρῳ ἢ πεπλίῳ· μέλανι μὲν δαῦκον ἢ σέσελι ἢ κύμινον ἢ ἄνισον ἢ ἄλλο τι τῶν εὐωδέων μίσγοντα, πεπλίῳ δὲ ὀπὸν σιλφίου· ἀτὰρ καὶ μισγόμενα ἀλλήλοισιν ὁμοιότροπα ταῦτά
536
ἐστιν. ἄγει δὲ μέλας μὲν καλλίω καὶ κρισιμώτερα πεπλίου, πέπλιον δὲ μέλανος μᾶλλον φυσέων καταῤῥηκτικώτερόν ἐστιν. ἄμφω δὲ ταῦτα ὀδύνην παύει· παύει δὲ καὶ ἄλλα πολλὰ τῶν ὑπηλάτων, κράτιστα δὲ ταῦτα ὧν ἐγὼ οἶδά ἐστιν. ἐπεὶ καὶ τὰ ἐν τοῖσι ῥοφήμασι διδόμενα ὑπήλατα ἀρήγει, ὁκόσα μὴ ἄγαν ἐστὶν ἀηδέα λύειν διὰ πικρότητα, ἢ δι᾿ ἄλλην τινὰ ἀηδίην ἢ διὰ πλῆθος ἢ χροιὴν ἢ ὑπεροψίην τινά.

Ὅτι τὰ καθαρτικὰ φάρμακα διὰ τῆς πείρας εὑρίσκεται τίνα τε καθαίρει χυμὸν καὶ εἰ ὅλως καθαίρει, μεμάθηκας ἐν τοῖς περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως· ὅτι μέντοι χρεία καθάρσεως ἐστιν, εἰ ῥέπουσιν οἱ πλεονάζοντες χυμοὶ κάτω καὶ τῷ λόγῳ μὲν ἐπενοήθη, τὴν μαρτυρίαν δὲ καὶ βεβαίωσιν ἐκ τῆς πείρας ἔσχεν. αὐτὸς οὖν ὁ Ἱπποκράτης ἐδίδαξέ σε τὰς δυνάμεις ὧν δίδωσι φαρμάκων ἐν τοῖς τοιούτοις πάθεσι, τὸν μέλανα ἐλλέβορον ἐκκενοῦν εἰπὼν κρισιμώτερα,

537
τὸ δὲ πέπλιον φυσῶν εἶναι καταῤῥηκτικώτερον. εἴη δ᾿ ἂν αὐτῷ κρισιμώτερα λεγόμενα τὰ μᾶλλον κρίσιν ποιοῦντα τοῦ νοσήματος, ὅπερ ἐστὶ δυνάμει ταὐτὸν τῷ ὠφελιμώτερα. ἁπάντων δὲ τῶν καθαιρόντων φαρμάκων κακούντων τὴν γαστέρα καὶ μάλιστα ταύτης τὸ στόμα, διότι νευρωδέστατόν τε καὶ αἰσθητικώτατόν ἐστιν, ἡ μίξις ἐπενοήθη τῶν εὐωδῶν, ὅπως μὴ μόνη μηδ᾿ ἀκραιφνὴς ἡ δύναμις τῶν καθαιρόντων φαρμάκων ἅπτηται τοῦ στόματος τῆς γαστρός. μιγνύμενα δ᾿ ἀλλήλοις τὸ πέπλιον καὶ τὸ ἐλλέβορον ὁμοιότροπά φησιν εἶναι, τουτέστιν ὁμολογεῖν ταῖς δυνάμεσι καὶ κατὰ μηδὲν στασιάζειν. ἡ γάρ τοι στάσις ἐν ταῖς μίξεσι τῶν καθαιρόντων γίνεται φαρμάκων, οὐχ ὅταν αὐτῶν τὸ μὲν χολῆς, εἰ τύχῃ, τὸ δὲ φλέγματος ᾖ κενωτικὸν (ἀμφότερα γὰρ ἐκκενοῦσθαι δύναται κατὰ τὸν αὐτὸν χρόνον) ἀλλ᾿ ὅταν τὸ μὲν εὐθέως, τὸ δὲ μετὰ πολὺ τῆς προσφορᾶς πεφύκῃ κινεῖν τὴν κάθαρσιν· ἀνώμαλος γὰρ οὕτως ἡ κένωσις γίγνεται προσενεχθέντων ἅμα. λέγω δὲ ἀνώμαλον ὅταν ἤδη παύεσθαι
538
δοκούσης, ἀρχὴ πάλιν ἑτέρας κενώσεως γίνεται· τὸ γάρ τοι θᾶττον εἰωθὸς καθαίρειν φάρμακον συνεκκενοῖ τι καὶ ἐκ θατέρου, ὥστ᾿ ὀλίγον αὐτοῦ καταλειπόμενον ἀσθενέστερον γιγνόμενον ἔτι καὶ μᾶλλον ὀψιαίτερον τῆς οἰκείας καθάρσεως ἄρχεται. τῇ γοῦν προθεσμίᾳ τῆς κενώσεως ὁμοιότροπόν ἐστι τῷ ἐλλεβόρῳ τὸ πέπλιον, ὑπάγειν τε καὶ αὐτὸ πέφυκε παραπλησίως ἐλλεβόρῳ μέλανα χυμόν. τὰ δ᾿ ἄλλα καὶ τῆσδε τῆς ῥήσεως καὶ τῶν ἐφεξῆς δῆλα. γινώσκειν μὲν οὖν αὐτὰ χρὴ καὶ μεμνῆσθαι, χρῆσθαι δὲ οὐ διὰ παντὸς ἐπὶ τῶν πλευριτικῶν, ἀναμιμνησκομένους ἐκείνου τοῦ ἀφορισμοῦ, καθ᾿ ὅν φησιν, ἐν τοῖς ὀξέσι πάθεσιν ὀλιγάκις καὶ ἐν ἀρχαῖς χρηστέον εἶναι ταῖς φαρμακείαις. ὅταν οὖν, φησὶ, μὴ μόνον ὀξὺ τὸ πάθος ᾖ, καθάπερ ἐστὶν ἡ πλευρῖτις, ἀλλὰ καὶ μετὰ πυρετοῦ σφοδροτάτου, πολλῷ μᾶλλον εὐλαβητέον ἐστὶ τὴν δόσιν τοῦ καθαίροντος φαρμάκου καὶ διὰ φλεβοτομίας κενωτέον μᾶλλον, εἰ καὶ πρὸς ὑποχόνδριόν ἐστιν ἡ ὀδύνη περαινομένη, μικροτέρας μὲν ὠφελείας ἢ τῆς διὰ καθάρσεως ἑπομένης, ἀσφαλεστέρας δὲ μακρῷ, μᾶλλον δὲ κίνδυνον μὲν
539
οὐδ᾿ ὁντιναοῦν τῆς διὰ φλεβοτομίας ἐχούσης, μεγίσταις δὲ ἀποτυχίαις τῆς διὰ καθάρσεως περιπιπτούσης, καὶ μάλισθ᾿ ὅταν ἀπείρως τις ἔχῃ τῆς τοῦ κάμνοντος φύσεως. ἔνιοι μὲν γάρ εἰσι φύσει δυσκάθαρτοι, τινὲς δ᾿ ἐπὶ βραχείᾳ φαρμάκου πόσει δαψιλῶς καθαίρονται. ὅσοις δ᾿ εὔλογόν ἐστι διδόναι, τὸ πλῆθος τοῦ φαρμάκου τοσοῦτον ἔστω, ὅσον ἐπὶ τῶν πλείστων οἶσθα καὶ πεπείρασαι συμμέτρως κενοῦν. ἀγνοοῦντα δ᾿ ὅπως ἔχει φύσεως ὁ ἄνθρωπος κίνδυνος ἢ πλείονα κένωσιν ἐργάσασθαι τῆς προσηκούσης ἢ οὐδ᾿ ὅλως κινῆσαι τὴν κάθαρσιν, ἢ κινῆσαι μὲν, οὐ μὴν ἱκανῶς κεκενῶσθαι. ταῦτα δὲ πάντα μεγίστας βλάβας φέρει τοῖς ὀξέως νοσοῦσιν, οὐχ ὥσπερ ἐπὶ τῶν ἀπυρέτων ἐπανορθοῦται ῥᾳδίως. ὅταν οὖν ὁ πυρετὸς ᾖ μὴ σφοδρὸς, ἔμπειρός τε ᾖς τῆς τοῦ κάμνοντος φύσεως, ἐς τὴν τοῦ καθαίροντος φαρμάκου δόσιν ἀφίξῃ χρώμενος ἤτοι τοῖς ὑπὸ Ἱπποκράτους εἰρημένοις ἢ καί τισιν ἄλλοις τῶν ὁμοιοτρόπων, ὦν ἐστὶ καὶ τὸ διὰ τῆς κολοκυνθίδος, ἱερὰν δ᾿ αὐτὴν ἤδη συνήθως ὀνομάζουσι.
540
ποικίλως δ᾿ αὐτῆς σκευαζομένης ἡ τὸν ἐλλέβορον μὲν εἰληφυῖα, τὴν σκαμμωνίαν δ᾿ οὐκ ἔχουσα κάλλιστόν ἐστι φάρμακον ἐπὶ τῶν δυναμένων ὅλως λαβεῖν φάρμακον ὑπήλατον.

Τὴν μέντοι πτισάνην ὁκόταν πίῃ τὸ φάρμακον, ἐπιῤῥοφεῖν αὐτίκα χρὴ διδόναι, μηδὲν ἔλασσον ἀξίως λόγου ἢ ὁκόσον εἴθισται.

Καὶ ἄλλως μὲν χρὴ προνοεῖσθαι τοῦ στόματος τῆς γαστρὸς, ὃ δὴ καὶ στόμαχον ὀνομάζουσιν, ὡς διαμένειν ἀβλαβὲς ἐν ταῖς τῶν καθαιρόντων φαρμάκων πόσεσιν, μάλιστα δ᾿ ὅταν ἐπὶ τῶν πυρετῶν δίδωταί τι τοιοῦτον. μία δὲ τοῦ μὴ βλαβῆναι φυλακὴ τὸ μὴ μόνον εἶναι τὸ καθαῖρον φάρμακον, ἄκρατόν τε καὶ ἄμικτον ἑτέρων τῶν ἀμβλύνειν αὐτοῦ τὴν κακίαν πεφυκότων. ἐναντία γάρ ἐστιν ἡ φύσις ἁπάντων τῶν καθαιρόντων φαρμάκων ταῖς τῶν καθαιρομένων

541
σωμάτων καὶ ὡς ἂν εἴποι τις ὀλέθριός τε καὶ δηλητήριος αὐτῶν. ὥσπερ δὲ ὀποῦ μήκωνος μανδραγόρου τε καὶ ὑοσκυάμου καὶ ἄλλων πολλῶν τοιούτων φαρμάκων ἐναντίων ταῖς τε οὐσίαις καὶ ταῖς δυνάμεσιν ὄντων ἡμῶν καὶ φθείρειν πεφυκότων τὰ σώματα, βραχύ τι μέρος λαμβάνοντες ἀπολαύομεν ἐξ αὐτῶν μεγάλης ὠφελείας, οὕτω καὶ τῶν καθαρτικῶν ἐναντίας οὔσης τῆς φύσεως τῇ τῶν ἡμετέρων σωμάτων, ὀλίγων τι τῆς οὐσίας μέρος ἀποτεμνόμενοι πρὸς ὠφέλειαν χρώμεθα. καθάπερ δὲ ἐν αὐτῷ τῷ πίνειν αὐτὰ μίγνυταί τινα τῶν εὐωδῶν σπερμάτων, ἃ καὶ τὴν κακίαν πέφυκεν ἀμβλύνειν καὶ τὴν ἐνέργειαν αὐτῶν μὴ κωλύειν, λεπτυντικῆς τε καὶ τμητικῆς ὄντα δυνάμεως, ὡς καὶ τοὺς παχεῖς χυμοὺς τέμνεσθαι καὶ τὰς ὁδοὺς αὐτῶν δι᾿ ὦν ἐκκενοῦνται διοίγειν τε καὶ ἀναστομοῦν, οὕτω καὶ μετὰ τὸ ληφθῆναι συμφέρει τῆς πτισάνης ἐπιῤῥοφεῖν. αὐτὸ μὲν γὰρ τὸ καθαρτικὸν φάρμακον, ὡς ἂν ὀλίγον ὂν, εἰς τὸν πυθμένα τῆς κοιλίας ἀφικνεῖται· κατὰ δὲ τὴν δίοδον ὁ στόμαχος, ὅσον τε ὑψηλότερον τῆς γαστρὸς, οὐ μόνον τῆς ποιότητος τοῦ καθαίροντος
542
φαρμάκου, ἀλλὰ καὶ τῆς οὐσίας προσιζούσης ἐν τῇ διόδῳ, μεταλαμβάνων μεγάλως βλάπτεται· χρήσιμος οὖν ὁ χυλὸς τῆς πτισάνης ἐπιῤῥοφούμενος, ὡς ἂν ἀποῤῥύψαι μὲν καὶ κατασῦραι κάτω τὸ προσπεπλασμένον ἐν τῇ διόδῳ δυνάμενος, ἐπικεράσαι δὲ καὶ ὑπαλλάξαι τὴν ἐνιζηκυῖαν τοῖς μορίοις ποιότητα τοῦ φαρμάκου. διὰ ταῦτα μὲν οὖν ἐπὶ τῇ τοῦ καθαρτικοῦ πόσει κελεύει πτισάνης ἐπιῤῥοφεῖν, ἀρξαμένης δὲ γίνεσθαι τῆς καθάρσεως οὐκέτι βούλεται δίδοσθαι τῆς πτισάνης, εὐλαβούμενος ἐκλυθῆναι τὴν ἐνέργειαν τοῦ καθαίροντος φαρμάκου καὶ διὰ τοῦτό φησιν·